Ἔργον
Ἰσαὰκ ὁ Σύρος – Λόγοι ἀσκητικοί
Λόγοι Β'-Δ': Αναχώρηση από τον κόσμο και υπομονή των πειρασμών
Προτροπές για την αποφυγή των κοσμικών μεριμνών, τη σημασία του πένθους και της προσευχής, και η πνευματική ωφέλεια από την υπομονή στις θλίψεις.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Λόγοι Β'-Δ': Αναχώρηση από τον κόσμο και υπομονή των πειρασμών
Προτροπές για την αποφυγή των κοσμικών μεριμνών, τη σημασία του πένθους και της προσευχής, και η πνευματική ωφέλεια από την υπομονή στις θλίψεις.
ΛΟΓΟΣ Βʹ ΠΕΡΙ ΑΠΟΤΑΓΗΣ ΚΟΣΜΟΥ ΚΑΙ ΑΠΟΧΗΣ ΤΗΣ ΠΡΟΣ ΑΝΘΡΩΠΟΥΣ ΠΑΡΡΗΣΙΑΣ Ὅταν ἀγαπήσωμεν φυγεῖν ἐκ τοῦ κόσμου καὶ ξένοι τῶν κοσμικῶν γενέσθαι, οὐδὲν οὕτως ἡμᾶς χωρίζει ἐκ τοῦ κόσμου, οὐδὲ θανατοῖ τὰ πάθη ἐξ ἡμῶν καὶ διεγείρει καὶ ζωογονεῖ ἡμᾶς εἰς τὰ πνευματικά, ὡς τὸ πένθος καὶ ὁ καρδιακὸς πόνος ὁ μετὰ διακρίσεως. Πρόσωπον γὰρ αἰδήμονος, μιμεῖται τὴν ταπείνωσιν τοῦ ἠγαπημένου. Καὶ πάλιν οὐδὲν ἡμᾶς ποιεῖ συναναστραφῆναι τῷ κόσμῳ καὶ τοῖς ἐν τῷ κόσμῳ καὶ τοῖς ἐν αὐτῷ μεθυσταῖς καὶ ἀσώτοις, καὶ οὐδὲν ἡμᾶς χωρίζει τῶν θησαυρῶν τῆς σοφίας καὶ τῆς γνώσεως τῶν Θεοῦ μυστηρίων, ὡς ὁ γελοιασμὸς καὶ ὁ μετὰ παρρησίας μετεωρισμός, καὶ τοῦτό ἐστι τὸ ἐπιτήδευμα τοῦ δαίμονος τῆς πορνείας.
Ἐπειδὴ δέ σου πεπείραμαι τῆς φιλοσοφίας, ὦ ἀγαπητέ, παρακαλῶ σε ἐν ἀγάπῃ, παραφυλάττεσθαι ἐκ τῆς ἐπηρείας τοῦ ἐχθροῦ, ἵνα μὴ ἐν τῇ εὐτραπελείᾳ τῶν λόγων ψυχράνῃς τὴν ψυχήν σου ἐκ τῆς θέρμης τῆς ἀγάπης τοῦ Χριστοῦ, τοῦ διὰ σὲ χολῆς γευσαμένου ἐπὶ τοῦ ξύλου τοῦ Σταυροῦ, καὶ ἀντὶ τῆς γλυκείας ἐκείνης μελέτης καὶ τῆς πρὸς Θεὸν παρρησίας ἐμπλήσῃ αὐτὴν φαντασιῶν πολλῶν καὶ σοῦ ἐγρηγορότος, καθεύδοντος δέ, αἰχμαλωτίσῃ αὐτὴν τοῖς ἀτόποις ἐνυπνίοις, ὧν τὴν δυσοσμίαν οἱ ἅγιοι Ἄγγελοι τοῦ Θεοῦ οὐκ ἀνέχονται, καὶ γένῃ ἄλλοις ὀλίσθημα καὶ σεαυτῷ σκόλοψ. Παραβίασαι οὖν σεαυτὸν μιμήσασθαι τὴν ταπείνωσιν τοῦ Χριστοῦ, ἵνα μᾶλλον ἐξαφθῇ τὸ πῦρ τὸ ἐν σοὶ παρ’ αὐτοῦ καταβληθέν, ἐν ᾧ ἐκριζοῦνται πᾶσαι αἱ κινήσεις τοῦ κόσμου, αἱ ἀποκτείνουσαι τὸν καινὸν ἄνθρωπον καὶ μιαίνουσαι τὰς αὐλὰς τοῦ Κυρίου τοῦ ἁγίου καὶ δυνατοῦ.
Ἐγὼ γὰρ θαρρῶ λέγειν, κατὰ τὸν ἅγιον Παῦλον, «ὅτι ναὸς Θεοῦ ἐσμεν». Ἁγνίσωμεν οὖν τὸν αὐτοῦ ναόν, ὡς αὐτὸς ἁγνός ἐστιν, ἵνα ἐπιθυμήσῃ κατασκηνῶσαι ἐν αὐτῷ. Ἁγιάσωμεν αὐτόν, ὡς καὶ αὐτὸς ἅγιός ἐστι, καὶ κοσμήσωμεν αὐτὸν ἐν πᾶσιν ἔργοις ἀγαθοῖς καὶ τιμίοις. Θυμιάσωμεν αὐτὸν τῷ θυμιάματι τῆς ἀναπαύσεως τοῦ θελήματος αὐτοῦ διὰ καθαρᾶς καὶ καρδιακῆς προσευχῆς, ἣν τῇ κοινωνίᾳ τῶν κοσμικῶν συνεχῶν κινήσεων κτήσασθαι ἀδύνατον, καὶ οὕτως ἐπισκιάσει τῇ ψυχῇ ἡ νεφέλη τῆς δόξας αὐτοῦ καὶ διαυγάσει τὸ φῶς τῆς μεγαλωσύνης αὐτοῦ ἔνδοθεν τῆς καρδίας. Καὶ ἐμπλησθήσονται χαρᾶς καὶ εὐφροσύνης πάντες οἱ οἰκήτορες τοῦ σκηνώματος τοῦ Θεοῦ, οἱ δὲ ἀναιδεῖς καὶ ἀναίσχυντοι τῇ φλογὶ τοῦ ἁγίου Πνεύματος ἐκλείψουσιν.
Ὀνείδιζε οὖν σαὐτόν, ἀδελφέ, διαπαντὸς καὶ λέγε· Οὐαί μοι, ὦ ἀθλία ψυχή, ἤγγικέ σου ἡ ἐκ τοῦ σώματος διάλυσις. Ἵνα τί εὐφραίνῃ εἰς ταῦτα ἃ σήμερον μέλλεις καταλεῖψαι καὶ ὧν τῆς θέας στερηθήσῃ εἰς τοὺς αἰῶνας; Πρόσεχε τοῖς ἔμπροσθέν σου καὶ διαλογίζου ἃ ἔπραξας, πῶς καὶ τίνα εἰσί, καὶ μετὰ τίνος διήνυσας τὰς ἡμέρας τῆς ζωῆς σου, ἢ τίς ἐδέξατο τὸν κόπον τῆς ἐργασίας τῆς γεωργίας σου, καὶ τίνα εὔφρανας ἐν τῇ σῇ παλαίστρᾳ, ἵνα πρὸς ἀπάντησίν σου ἐξέλθῃ ἐν τῷ καιρῷ τῆς ἐξόδου σου. Τίνα δὲ ἔτερψας ἐν τῷ σῷ δρόμῳ, ἵνα ἐν τῷ λιμένι αὐτοῦ ἀναπαυθῇς. Τίνος δὲ χάριν ἐταλαιπώρησας κοπιῶσα, ἵνα φθάσῃς εἰς αὐτὸν ἐν χαρᾷ, τίνα τε ἐκτήσω φίλον ἐν τῷ μέλλοντι αἰῶνι, ἵνα σε ἄρτι ὑποδέξηται ἐν τῇ ἐξόδῳ σου, ἐν ποίῳ ἀγρῷ ἐθητεύσω, καὶ τίς ὁ μέλλων σοι παρασχεῖν τὸ μίσθωμα ἐν τῇ δύσει τοῦ ἡλίου τοῦ χωρισμοῦ σου.
Σὺ ἐξέτασον σαυτήν, ὦ ψυχή, καὶ βλέπε πρὸς ποίαν γῆν ἡ μερίς σου καί, εἰ διεπέρασας τὸν ἀγρὸν τὸν καρποφοροῦντα πικρίαν τοῖς γεωργοῦσιν αὐτόν, κράξον καὶ βόησον ἐν στεναγμῷ καὶ ἀδημονίᾳ, τὰ ἀναπαύοντα τὸν Θεόν σου ὑπὲρ τὰς θυσίας καὶ τὰ ὁλοκαυτώματα. Βρυέτω τὸ στόμα σου ὀδυνηρὰς φωνάς, αἷς οἱ ἅγιοι Ἄγγελοι ἐπιτέρπονται. Βάψον σου τὰς παρειὰς ἐν τῷ κλαυθμῷ τῶν ὀμμάτων σου, ἵνα ἐπαναπαύσηταί σοι τὸ ἅγιον Πνεῦμα καὶ ἀπολούσῃ σε τοῦ ῥύπου τῆς κακίας σου. Ἐξιλέωσαί σου τὸν Κύριον ἐν δάκρυσιν, ἵνα πρὸς σὲ παραγένηται.
Ἐπικάλεσαι Μαρίαν καὶ Μάρθαν διδάξαι σε πενθικὰς φωνάς, βόησον τῷ Κυρίῳ.
Εὐχή Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ ἐπὶ Λαζάρῳ κλαύσας καὶ δάκρυα λύπης καὶ συμπαθείας στάξας ἐπ’ αὐτῷ, δέξαι δάκρυα πικρίας μου. Τοῖς πάθεσί σου, τὰ πάθη μου θεράπευσον. Τοῖς τραύμασί σου, τὰ τραύματά μου ἰάτρευσον. Τῷ αἵματί σου, τὸ αἷμά μου καθάγνισον καὶ συγκέρασον τῷ σώματί μου τὴν ὀσμὴν τοῦ ζωοποιοῦ σου σώματος. Ἡ χολή, ἣν παρὰ τῶν ἐχθρῶν ἐποτίσθης, γλυκάναι μου τὴν ψυχὴν ἀπὸ τῆς πικρίας, ἧς με ὁ ἀντίδικος ἐπότισε. Τὸ σῶμά σου τὸ ἐπὶ ξύλου Σταυροῦ τανυθέν, διαπετάσαι μου τὸν νοῦν πρὸς σέ, τὸν ὑπὸ τῶν δαιμόνων κάτω ἑλκυσθέντα. Ἡ κεφαλή σου, ἣν ἐπὶ τοῦ Σταυροῦ ἔκλινας, ὑψώσαι μου τὴν κεφαλὴν τὴν κολαφισθεῖσαν ὑπὸ τῶν ἀντιπάλων. Αἱ πανάγιαί σου χεῖρες αἱ καθηλωθεῖσαι ὑπὸ ἀπίστων ἐν τῷ Σταυρῷ, ἀναγαγέτωσάν με πρὸς σὲ ἐκ τοῦ χάσματος τῆς ἀπωλείας, ὡς ὑπέσχετο τὸ πανάγιόν σου στόμα.
Τὸ πρόσωπόν σου τὸ δεξάμενον ῥαπίσματα καὶ ἐμπτύσματα ὑπὸ τῶν καταράτων, στιλβωσάτω μου τὸ πρόσωπον τὸ χρανθὲν ἐν ταῖς ἀνομίαις. Ἡ ψυχή σου, ἣν ἐπὶ τοῦ σταυροῦ ὢν τῷ Πατρί σου παρέδωκας, ὁδηγησάτω με πρὸς Σὲ ἐν τῇ χάριτί σου.
Οὐκ ἔχω καρδίαν ὀδυνηρὰν πρὸς ἀναζήτησίν σου, οὐκ ἔχω μετάνοιαν, οὐδὲ κατάνυξιν, τὰ ἐπανάγοντα τὰ τέκνα πρὸς τὴν ἰδίαν κληρονομίαν. Οὐκ ἔχω, Δέσποτα, δάκρυον παρακλητικόν. Ἐσκότισταί μου ὁ νοῦς ἐν τοῖς βιωτικοῖς καὶ οὐκ ἰσχύει ἀτενίσαι πρὸς σὲ ἐν ὀδύνῃ. Ἔψυκταί μου ἡ καρδία ἐκ τοῦ πλήθους τῶν πειρασμῶν, καὶ οὐ δύναται θερμανθῆναι τοῖς δάκρυσι τῆς πρὸς σὲ ἀγάπης. Ἀλλὰ σύ, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ὁ θησαυρὸς τῶν ἀγαθῶν, δώρησαί μοι μετάνοιαν ὁλόκληρον καὶ καρδίαν ἐπίπονον, ἵνα ἐξέλθω ὁλοψύχως εἰς ἀναζήτησίν σου. Χωρὶς γὰρ σοῦ, παντὸς ἀγαθοῦ ξενωθήσομαι.
Χάρισαι οὖν μοι, ὦ ἀγαθέ, τὴν χάριν σου. Ὁ Πατήρ, ὁ προαγαγών σε ἐκ τῶν κόλπων αὑτοῦ ἀχρόνως καὶ ἀϊδίως, ἀνακαινισάτω ἐν ἐμοὶ τὰς μορφὰς τῆς σῆς εἰκόνος. Κατέλιπόν σε, μή με ἐγκαταλίπῃς. Ἐξῆλθον ἀπὸ σοῦ, ἔξελθε εἰς ἀναζήτησίν μου καὶ εἰσάγαγέ με εἰς τὴν νομήν σου καὶ συγκαταρίθμησόν με τοῖς προβάτοις τῆς ἐκλεκτῆς σου ποίμνης καὶ διάθρεψόν με σὺν αὐτοῖς ἐκ τῆς χλόης τῶν θείων μυστηρίων σου, ὧν ἡ καθαρὰ καρδία καταγώγιόν σου ὑπάρχει καὶ καθορᾶται ἐν αὐτῇ ἡ ἔλλαμψις τῶν σῶν ἀποκαλύψεων, ἥτις ἐστὶ παράκλησις καὶ ἀναψυχὴ τῶν κοπιασάντων διὰ Σὲ ἐν ταῖς θλίψεσι καὶ ταῖς παντοδαπαῖς αἰκίαις.
Ἧς τινος ἐλλάμψεως καὶ ἡμεῖς ἀξιωθείημεν χάριτι καὶ φιλανθρωπίᾳ Σοῦ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΛΟΓΟΣ Γʹ ΠΕΡΙ ΑΝΑΧΩΡΗΣΕΩΣ ΚΑΙ ΟΤΙ ΟΥ ΔΕΙ ΔΕΙΛΙΑΝ ΚΑΙ ΦΟΒΕΙΣΘΑΙ, ΑΛΛΑ ΣΤΗΡΙΖΕΣΘΑΙ ΤΗΝ ΚΑΡΔΙΑΝ ΤΗι ΕΙΣ ΘΕΟΝ ΠΕΠΟΙΘΗΣΕΙ ΚΑΙ ΘΑΡΡΕΙΝ ΤΗι ΑΔΙΣΤΑΚΤΩι ΠΙΣΤΕΙ, ΩΣ ΕΧΟΝΤΑΣ ΦΡΟΥΡΟΝ ΚΑΙ ΦΥΛΑΚΑ ΤΟΝ ΘΕΟΝ Ἐάν ποτε εὑρεθῇς τῆς ἀναχωρήσεως ἄξιος, τῆς ἐχούσης ἐλαφρὰ τὰ φορτία ἐν τῇ βασιλείᾳ τῆς ἐλευθερίας αὐτῆς, μὴ κατεπείξῃ σε ὁ λογισμὸς τοῦ φόβου κατὰ τὴν συνήθειαν αὐτοῦ ἐν πολλοῖς τρόποις τῆς ἀλλοιώσεως τῶν λογισμῶν καὶ τῆς ἀναστροφῆς αὐτῶν, ἀλλὰ μᾶλλον ἔσο πιστεύων, ὅτι ὁ φύλαξ σου μετὰ σεαυτοῦ ἐστι, καὶ πληροφορήθητι ἐν τῇ σοφίᾳ σου ἀκριβῶς, ὅτι σὺ μετὰ πάσης τῆς κτίσεως ὑπὸ ἑνὶ Δεσπότῃ ἐστέ, ἑνὶ νεύματι τὰ πάντα κινοῦντι καὶ σαλεύοντι καὶ πραΰνοντι καὶ οἰκονομοῦντι, καὶ οὐδεὶς σύνδουλος δύναται βλάψαι τινὰ τῶν συνδούλων αὑτοῦ, δίχα τῆς ἐπιτροπῆς τοῦ προνοοῦντος τῶν πάντων καὶ διϊθύνοντος, καὶ εὐθέως ἀνάστα καὶ θάρσει.
Καὶ ἐὰν ἐδόθῃ ἡ ἐλευθερία τισίν, ἀλλ’ οὐκ ἐν παντὶ πράγματι. Οὔτε γὰρ οἱ δαίμονες, οὔτε τὰ θηρία φθαρτικά, οὔτε οἱ ἐν κακίᾳ ἄνθρωποι δύνανται πληρῶσαι τὸ θέλημα αὑτῶν εἰς φθορὰν καὶ ἀπώλειαν, εἰ μὴ τὸ τοῦ κυβερνῶντος ἐπιτρέψειε βούλημα καὶ δοίη τόπον ποσότητος· οὐ γὰρ τὴν ἐλευθερίαν ἐπιτρέπει ἐλθεῖν εἰς ἐνέργειαν ἅπασαν. Εἰ γὰρ τοῦτο ἦν, οὐκ εἶχε ζῆσαι πᾶσα σάρξ. Οὐκ ἐᾷ γὰρ ὁ Κύριος τὴν κτίσιν αὑτοῦ, ἵνα πλησιάσῃ αὐτῇ ἡ τῶν δαιμόνων ἐξουσία καὶ τῶν ἀνθρώπων καὶ ἐνεργήσῃ ἐν αὐτῇ τὸ θέλημα αὐτῶν. Διὰ τοῦτο λέγε ἀεὶ τῇ ψυχῇ σου. Ἔχω φύλακα φυλάσσοντά με καὶ οὐ δύναταί τι τῶν κτισμάτων φανῆναι ἐνώπιόν μου μόνον, εἰ μὴ ἄνωθεν γένηται κέλευσμα.
Πίστευσον δέ, ὡς οὐδὲ θεαθῆναι τοῖς ὀφθαλμοῖς σου καὶ τοῖς ὠσὶν ἀκουτίσαι σου τὰς αὐτῶν ἀπειλὰς τολμῶσιν. Εἰ γὰρ εἶχον ἐπιτροπὴν ἄνωθεν ἐκ τοῦ ἐπουρανίου, οὐκ ἦν ἀνάγκη λόγου καὶ λόγων, ἀλλὰ τῷ ἑαυτῶν θελήματι καὶ τὸ ἔργον ἐπηκολούθει.
Πάλιν δὲ λέγε σεαυτῷ, ὅτι, Εἰ τὸ θέλημά ἐστι τοῦ Δεσπότου μου τὸ κατεξουσιάσαι τοὺς πονηροὺς τοῦ πλάσματος, οὐδὲ ἐγὼ τουτὶ δέχομαι δυσχερῶς, ὥσπερ τις μὴ θέλων καταργῆσαι τὸ θέλημα τοῦ Κυρίου αὑτοῦ. Καὶ οὕτως ἐν τοῖς πειρασμοῖς σου χαρᾶς πλησθήσῃ, ὥς τις γνοὺς καὶ ἀκριβῶς αἰσθηθείς, ὅτι τὸ νεῦμα τοῦ Δεσπότου διακυβερνᾷ σε καὶ διευθύνει σε. Λοιπὸν στήριξον τὴν καρδίαν σου ἐν τῷ πεποιθέναι πρὸς Κύριον καὶ μὴ φοβηθῇς, μήτε ἀπὸ φόβου νυκτερινοῦ μήτε ἀπὸ βέλους πετωμένου ἡμέρας. Ἡ πίστις γάρ, φησι, τοῦ δικαίου, ἡ πρὸς τὸν Θεόν, ἐξημεροῖ τὰ θηρία τὰ ἄγρια, ὡς τὰ πρόβατα.
Οὔκ εἰμι, φησί, δίκαιος, ἵνα πεποιθὼς ὦ ἐπὶ Κύριον. Ἀλλὰ σὺ ἀληθῶς διὰ τὴν ἐργασίαν τῆς δικαιοσύνης ἐξῆλθες εἰς τὴν ἔρημον τὴν πλήρη θλίψεων καὶ διὰ τοῦτο ὑπήκοος ἐγένου τῷ θελήματι τοῦ Θεοῦ. Λοιπὸν ματαίως κοπιᾷς, ὅταν βαστάζῃς τούτους τοὺς κόπους, οὐχ ὅτι ὁ Θεὸς θέλει τὸν κόπον τῶν ἀνθρώπων, εἰ μὴ σὺ προσφέρῃς αὐτῷ θυσίαν ἀγάπης τὴν σεαυτοῦ θλῖψιν. Ταύτην τὴν διάκρισιν δεικνύουσι πάντες οἱ ἀγαπῶντες τὸν Θεόν, θλίβοντες ἑαυτοὺς ὑπὲρ τῆς εἰς αὐτὸν ἀγάπης.
Οἱ γὰρ εὐδοκοῦντες ἐν τῷ φόβῳ τοῦ Θεοῦ ζῆσαι ἐν Χριστῷ Ἰησοῦ, θλῖψιν αἴρουσι καὶ διωγμὸν ὑπομένουσι. Κᾀκεῖνος ἐν ἐξουσίᾳ γενέσθαι ποιεῖ αὐτοὺς τῶν ἑαυτοῦ κρυπτῶν θησαυρῶν.
Περὶ προκοπῆς τῆς ἐκ τῶν πειρασμῶν γινομένης τοῖς μετὰ εὐχαριστίας καὶ ἀνδρείας αὐτοὺς ὑπομένουσιν. Εἶπε γάρ τις τῶν ἁγίων, ὅτι ἦν τις τῶν ἀναχωρητῶν γέρων τίμιος, καὶ ἀπῆλθον πρὸς αὐτὸν ἅπαξ καὶ ἤμην ἐν λύπῃ ἐκ τῶν πειρασμῶν. Αὐτὸς δὲ ἦν ἀσθενῶν κατακείμενος, καὶ ὅτε ἠσπασάμην αὐτόν, ἐκάθισα πρὸς αὐτὸν καὶ εἶπον αὐτῷ·
Εὔξαι ὑπὲρ ἐμοῦ, πάτερ, ὅτι πάνυ λυποῦμαι ἐκ τῶν πειρασμῶν τῶν δαιμόνων. Ὁ δὲ ἀνοίξας τοὺς ὀφθαλμοὺς αὑτοῦ, προσέσχε μοι καὶ εἶπε· Τέκνον, σὺ νεώτερος εἶ καὶ οὐκ ἀφίησιν ὁ Θεὸς ἐπὶ σὲ πειρασμούς. Κᾀγὼ εἶπον αὐτῷ·
Καὶ νεώτερός εἰμι, πειρασμοὺς δὲ ἰσχυρῶν ἔχω ἀνδρῶν. Κᾀκεῖνος πάλιν εἶπε· Λοιπὸν θέλει σε ὁ Θεὸς σοφίσαι. Κᾀγὼ εἶπον· Πῶς σοφίσει με; ἐγὼ γὰρ καθ’ ἡμέραν γεύομαι τοῦ θανάτου. Κᾀκεῖνος αὖθις· Ὁ Θεός, εἶπε, ἀγαπᾷ σε, σιώπα. Μέλλει ὁ Θεὸς δοῦναί σοι τὴν χάριν αὑτοῦ.
Ἔφη δὲ πάλιν· Γνῶθι, τέκνον, ὅτι τριάκοντα χρόνους πόλεμον μετὰ τῶν δαιμόνων ἐποίησα, καὶ τὸν εἰκοστὸν παραδραμών, οὐ ἐβοηθήθην τὸ σύνολον. Ἡνίκα δὲ καὶ τὸν πέμπτον τοῦτον παρελάσας ἐτύγχανον, ἠρξάμην εὑρίσκειν ἀνάπαυσιν καί, ὁδῷ τοῦ χρόνου βαδίζοντος, ἐπληθύνετο. Τοῦ δὲ ἑβδόμου παραρρυέντος καὶ τοῦ μετ’ αὐτὸν ἐπιστάντος ὀγδόου, εἰς πλῆθος ἐπετείνετο πλεῖον. Παρατρέχοντος δὲ καὶ τοῦ τριακοστοῦ καὶ πρὸς τὸ τέλος καταφθάνοντος, ἤδη, οὕτως ἐκραταιώθη ἡ ἀνάπαυσις, ὡς μηδὲ τὸ μέτρον αὐτῆς εἰς ὅσον προέβη γινώσκειν με.
Καὶ ἐπέφερεν ὅτι· Ὅτε ἀναστῆναι θελήσω εἰς τὴν λειτουργίαν μου, μίαν δόξαν λειτουργῆσαι ἀφίεμαι, εἰς δὲ τὰ λοιπά, ἐὰν στῶ τρεῖς ἡμέρας, εἰς ἔκπληξιν μετὰ τοῦ Θεοῦ γίνομαι καὶ τοῦ κόπου οὐδ’ ὅλως αἰσθάνομαι. Ἰδοὺ τὸ ἔργον τοῦ πολλοῦ καιροῦ, ποίαν ἀνάπαυσιν ἀπλήρωτον ἀπεγέννησεν.
Ὅτι ἡ φυλακὴ τῆς γλώσσης οὐ μόνον ἐξυπνίζει τὸν νοῦν πρὸς τὸν Θεόν, ἀλλὰ καὶ τῇ ἐγκρατείᾳ συμβάλλεται. Ἦν τις τῶν πατέρων καὶ ἦν ἐσθίων δεύτερον τῆς ἑβδομάδος, καὶ εἶπεν ἡμῖν, ὅτι ἐν τῇ ἡμέρᾳ, ἐν ᾗ λαλῶ τινι, τὸν κανόνα τῆς νηστείας κατὰ τὴν συνήθειάν μου οὐ δυνατόν μοι φυλάξαι, ἀλλ’ ἀναγκάζομαι καταλύσαι. Καὶ ἐνοήσαμεν, ὅτι ἡ φυλακὴ τῆς γλώττης οὐ μόνον ἐξυπνίζει τὸν νοῦν πρὸς τὸν Θεόν, ἀλλὰ καὶ τοῖς ἔργοις τοῖς φανεροῖς, τοῖς διὰ τοῦ σώματος ἐνεργουμένοις, ἰσχὺν μεγάλην κρυπτῶς παρέχει εἰς τὸ τελεσθῆναι αὐτά, φωτίζει τε καὶ ἐν τῇ κρυπτῇ ἐργασίᾳ, καθὼς εἶπον οἱ Πατέρες· ὅτι ἡ φυλακὴ τοῦ στόματος ἐξυπνίζει τὴν συνείδησιν πρὸς τὸν Θεόν, ἐὰν ἐν γνώσει τις σιωπᾷ.
Οὗτος ὁ ἅγιος συνήθειαν εἶχε πολλὴν εἰς τὴν ἀγρυπνίαν τῆς νυκτός· ἔλεγε γάρ, ὅτι τὴν νύκτα ἐκείνην, καθ’ ἣν ἵσταμαι ἕως πρωί, μετὰ τὴν ψαλμῳδίαν ἀναπαύομαι, μετὰ δὲ τὸ τοῦ ὕπνου ἐξυπνισθῆναί με, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γίνομαι οὕτως, ὡς ἄνθρωπός τις μὴ ὢν ἐν τῷ κόσμῳ τούτῳ, καὶ λογισμοὶ γήινοι ἐν τῇ καρδίᾳ μου οὐδαμῶς ἀναβαίνουσιν, οὐδὲ τῶν ὡρισμένων κανόνων χρείαν ἔχω, ἀλλ’ ἐν τῇ ἐκπλήξει γίνομαι ὅλην τὴν ἡμέραν ἐκείνην.
Ἐν μιᾷ οὖν τῶν ἡμερῶν ἤμην ἐσθίων, τεσσάρων παρελθουσῶν πρότερον, μηδενὸς τὸ παράπαν γευσάμενος, καὶ ὅτε ἀνέστην εἰς τὴν τῶν ἑσπερινῶν λειτουργίαν καὶ οὕτως ἵνα γεύσωμαι, ἔστην ἐν τῇ αὐλῇ τοῦ κελλίου μου, ὅτε ἦν ἥλιος πολὺς καὶ ἀρξάμενος μόνον εἰς μίαν δόξαν, ᾐσθήθην τῆς λειτουργίας μου, καὶ ἔκτοτε ἔμεινα μὴ γινώσκων ὅποι τυγχάνω καὶ ἤμην οὕτως, ἕως τοῦ ἀνατεῖλαι πάλιν τὸν ἥλιον εἰς τὴν ἐπιοῦσαν ἡμέραν καὶ θερμᾶναι τὸ πρόσωπόν μου. Καὶ τότε, ὅτε ὁ ἥλιος ἐπὶ πλεῖον ἐβάρυνέ μου καὶ κατέκαυσέ μου τὸ πρόσωπον, ἐστράφη ὁ νοῦς μου πρὸς ἐμέ, καὶ ἰδοὺ εἶδον, ὅτι ἄλλη ἡμέρα ἐστί, καὶ ηὐχαρίστησα τῷ Θεῷ, ὅτι πόσον ἡ χάρις αὐτοῦ ὑπερεκχεῖται ἐπὶ τὸν ἄνθρωπον καὶ εἰς ποίαν μεγαλωσύνην ἀξιοῖ τοὺς καταδιώκοντας αὐτόν.
Λοιπὸν αὐτῷ πρέπει μόνῳ ἡ δόξα καὶ ἡ μεγαλοπρέπεια εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΛΟΓΟΣ Δʹ ΠΕΡΙ ΤΟΥ ΠΟΘΟΥ ΤΟΥ ΚΟΣΜΟΥ ΤΟΥ ΠΟΘΟΥ ΤΟΥ ΚΟΣΜΟΥ Ὁ λόγος τοῦ Κυρίου ὁ ἀληθινός, ὃν εἴρηκεν, ὅτι οὐ δύναταί τις μετὰ τοῦ πόθου τοῦ κόσμου τὴν ἀγάπην κτήσασθαι τοῦ Θεοῦ, οὐδὲ μετὰ τῆς κοινωνίας αὐτοῦ δυνατὸν κοινωνίαν κεκτῆσθαι πρὸς τὸν Θεόν, οὐδὲ σὺν τῇ μερίμνῃ αὑτοῦ ἔχειν τὴν μέριμναν τοῦ Θεοῦ. Ὅταν ταῦτα τὰ τοῦ Θεοῦ καταλείψωμεν διὰ τὴν κενοδοξίαν, ἢ πολλάκις διὰ τὴν ἔνδειαν τῆς χρείας τοῦ σώματος, κλίνουσι πολλοὶ ἐξ ἡμῶν εἰς ἄλλα, οἵτινες ἐξωμολογήσαντο ἐργάσασθαι τὰ τῆς βασιλείας τῶν οὐρανῶν καὶ οὐ μνημονεύουσι τῆς ἐπαγγελίας τοῦ Κυρίου, ἧς εἴρηκεν·
Ἐὰν πᾶσαν μέριμναν ὑμῶν ποιήσητε περὶ τῆς βασιλείας τῶν οὐρανῶν, οὐ στερήσω ὑμᾶς τῶν τῆς χρείας τῆς φύσεως τῆς ὁρωμένης, ἀλλ’ ἔρχεται ὑμῖν πάντα μετὰ τῶν λοιπῶν. Οὐ γὰρ ἀφήσω ὑμᾶς μεριμνῆσαι περὶ αὐτῶν. Περὶ τῶν ἀψύχων πετεινῶν τῶν δι’ ἡμᾶς κτισθέντων μεριμνᾷ, καὶ ἡμῶν ἀμελήσειεν;
Οὐδαμῶς. Τῷ μεριμνῶντι εἰς τὰ πνευματικά, ἢ περί τινος ἐξ αὐτῶν, τὰ σωματικὰ εὐτρεπίζονται αὐτῷ χωρὶς τῆς περὶ αὐτὰ μερίμνης πρὸς τὴν στενοχωρίαν αὐτῶν καὶ πρὸς τὸν καιρόν, ὁ δὲ ἐν τοῖς σωματικοῖς μεριμνῶν πέρα τοῦ δέοντος, ἀκουσίως ἐκπίπτει καὶ τοῦ Θεοῦ. Ἐὰν δὲ ἡμεῖς σπουδάσωμεν μεριμνῆσαι εἰς ταῦτα, τὰ διὰ τὸ ὄνομα τοῦ Κυρίου, αὐτὸς μεριμνᾷ καὶ περὶ τῶν ἀμφοτέρων, κατὰ τὸ μέτρον τοῦ ἀγῶνος ἡμῶν.
Ὅμως ἡμεῖς τὴν πεῖραν τοῦ Θεοῦ, μὴ ἐν τοῖς σωματικοῖς ζητήσωμεν, ἀντὶ τῶν ἔργων τῶν ψυχῶν ἡμῶν, ἀλλὰ περὶ τῆς ἐλπίδος τῶν μελλόντων τρέψωμεν πάντα τὰ ἔργα ἡμῶν. Ὁ γὰρ προσάπαξ ἐξ ἀγάπης τῆς ψυχῆς ἑαυτοῦ ἐκδοὺς ἑαυτὸν εἰς ἀρετὴν καὶ ἐπιθυμήσας τὴν ἐργασίαν αὐτῆς τελειῶσαι, οὐ μεριμνᾷ πάλιν περὶ τῶν σωματικῶν, εἴτε εἰσίν, εἴτε καὶ μή, περὶ ὧν πολλάκις παραχωρεῖ πειραθῆναι ἐν τοῖς τοιούτοις τοὺς ἐναρέτους καὶ ἐκ παντὸς τόπου ἀφίησιν ἐξυπνισθῆναι κατ’ αὐτῶν· καὶ πλήττει αὐτοὺς ἐν τῷ σώματι αὐτῶν, κατὰ τὸν Ἰώβ, καὶ εἰσφέρει αὐτοὺς εἰς πτωχείαν καὶ εἰς ἀποστασίαν τῆς ἀνθρωπότητος, καὶ πλήττει αὐτοὺς εἰς ἅπερ κέκτηνται, μόνον δὲ ταῖς ψυχαῖς αὐτῶν οὐ προσεγγίζει βλάβη.
Οὐ δυνατὸν γάρ, ἐν τῇ ὁδῷ τῆς δικαιοσύνης ὅταν ὁδεύωμεν, μὴ ἀπαντῆσαι ἡμῖν στυγνότητα, καὶ τὸ σῶμα ἐν νόσοις μὴ κάμνειν καὶ πόνοις, καὶ ἀναλλοίωτον μένειν, εἴπερ ἐν τῇ ἀρετῇ ζῆν ἀγαπήσομεν. Ἄνθρωπος δὲ διάγων ἐν τῷ ἑαυτοῦ θελήματι, ἐν φθόνῳ ἢ ἐν ἀφανισμῷ τῆς ψυχῆς αὑτοῦ ἢ ἔν τινι ἄλλῳ τῶν βλαπτόντων αὐτόν, κατάκρισιν ἔχει. Ἐὰν δέ, ὅτε πορευθείη ἐν τῇ ὁδῷ τῆς δικαιοσύνης καὶ ποιεῖται τὴν πορείαν αὑτοῦ πρὸς τὸν Θεόν, πολλούς τε τοὺς ὁμοίους αὐτῷ κέκτηται καὶ ἀπαντήσῃ τι τῶν τοιούτων, οὐ πρέπει αὐτῷ ἐκκλῖναι ἐξ αὐτῆς, ἀλλὰ μετὰ χαρᾶς ὑποδέξασθαι δεῖ ἀνεξετάστως καὶ εὐχαριστῆσαι τῷ Θεῷ, ὅτι ἔπεμψεν αὐτῷ τὴν χάριν ταύτην, καὶ ἠξιώθη δι’ αὐτὸν εἰς πειρασμὸν ἐμπεσεῖν καὶ κοινωνὸς γενέσθαι τῶν παθημάτων τῶν Προφητῶν τε καὶ Ἀποστόλων καὶ τῶν λοιπῶν Ἁγίων, τῶν ὑπὲρ τῆς ὁδοῦ ταύτης ὑπομεινάντων τὰς θλίψεις, εἴτε ἐξ ἀνθρώπων ἔλθωσιν, εἴτ’ ἐκ δαιμόνων, εἴτ’ ἐκ τοῦ σώματος. Χωρὶς γὰρ νεύματος Θεοῦ ἐλθεῖν ταῦτα καὶ παραχωρηθῆναι οὐκ ἐνδέχεται, ἵνα γένηται αὐτῷ ἀφορμὴ εἰς δικαιοσύνην.
Οὐ δυνατὸν γὰρ ἄλλως πως ποιῆσαι τὸν Θεὸν εὐεργετηθῆναι τὸν ἐπιθυμήσαντα εἶναι πρὸς αὐτόν, ἢ ἐνέγκαι αὐτῷ πειρασμοὺς ὑπὲρ τῆς ἀληθείας, διὰ τὸ μὴ δύνασθαι τοῦτον ποιῆσαι ἑαυτὸν ἀξιωθῆναι τῆς μεγαλωσύνης ταύτης, ἀντὶ τῶν θείων τούτων εἰσελθεῖν εἰς πειρασμοὺς καὶ χαρῆναι χωρὶς χαρίσματος παρὰ τοῦ Χριστοῦ. Μαρτυρεῖ δὲ τοῦτο ὁ ἅγιος Παῦλος.
Τοσοῦτον γὰρ τοῦτο τὸ πρᾶγμα μέγα ἐστίν, ὡς φανερῶς καλεῖν αὐτὸ χάρισμα, τὸ παρασκευάζεσθαί τινα ὑπὲρ τῆς εἰς Θεὸν ἐλπίδος παθεῖν. Λέγει γάρ· «τοῦτο ἐκ τοῦ Θεοῦ ἐδόθη ἡμῖν, τό, οὐ μόνον εἰς Χριστὸν πιστεύειν, ἀλλὰ καὶ τό, ὑπὲρ αὐτοῦ πάσχειν». Καὶ ὥσπερ ὁ ἅγιος Πέτρος ἔγραψεν ἐν τῇ ἑαυτοῦ ἐπιστολῇ, ὅτι «ὅταν πάσχητε ὑπὲρ τῆς δικαιοσύνης, μακάριοί ἐστε, ὅτι κοινωνοὶ τῶν παθημάτων τοῦ Χριστοῦ γεγόνατε».
Λοιπὸν οὐχ ὅταν γένῃ ἐν πλατυσμῷ χαίρειν σε δέον, ἐπὶ δὲ ταῖς θλίψεσι τῷ προσώπῳ ἐπιστυγνάζειν καὶ ὡς ἀλλοτρίας τῆς ὁδοῦ τοῦ Θεοῦ ταύτας λογίζεσθαι. Ἐξ αἰῶνος γὰρ καὶ ἀπὸ γενεῶν ἐν σταυρῷ καὶ θανάτῳ πατεῖται ἡ τρίβος αὐτοῦ. Πόθεν δέ σοι τοῦτο; Ἵνα μαθήσῃ, ὡς ἔξωθεν τῆς ὁδοῦ τοῦ Θεοῦ εἶ καὶ ἐξ αὐτῆς λείπῃ· οὐχὶ κατ’ ἴχνος τῶν ἁγίων ἐθέλεις ὁδεῦσαι ἢ ἄλλην ὁδὸν ἰδίαν ἑαυτῷ βούλει σκευάσαι καὶ ἀπαθῶς διατρίψαι ἐν αὐτῇ.
Ἡ ὁδὸς τοῦ Θεοῦ σταυρὸς καθημερινός ἐστιν. Οὐδεὶς γὰρ ἐν τῷ οὐρανῷ ἀνῆλθε μετὰ ἀνέσεως. Τὴν γὰρ ταύτης ὁδὸν γινώσκομεν ὅποι καὶ καταλύει. Τὸν ἐν ὅλῃ καρδίᾳ ἐκδύντα ἑαυτὸν τῷ Θεῷ, οὐδέποτε βούλεται ὁ Θεὸς ἀμέριμνον εἶναι.
Τοῦτο δὲ μεριμνᾶν ὑπὲρ τῆς ἀληθείας. Ἀλλὰ καὶ ἐκ τούτου γινώσκεται, ὅτι ἐκ τοῦ Θεοῦ προνοεῖται, ὅταν πέμψῃ αὐτῷ ἀεὶ λύπας. Οἱ ἐν πειρασμοῖς διάγοντες, οὐδέποτε παραχωροῦνται ὑπὸ τῆς προνοίας ἐλθεῖν εἰς τὰς χεῖρας τῶν δαιμόνων. Μάλιστα ἐὰν τοὺς πόδας καταφιλῶσι τῶν ἀδελφῶν καὶ σκεπάζωσι τὰς αἰτίας αὐτῶν καὶ κρύπτωσιν αὐτάς, ὡς τὰς ἑαυτῶν. Ὁ θέλων ἐν τῷ κόσμῳ τούτῳ εἶναι ἀμέριμνος καὶ τοῦτο ἐπιθυμῶν καὶ τῇ ἀρετῇ διατρίβειν ἐπιποθῶν, οὗτος κενός ἐστιν ἐκ ταύτης τῆς ὁδοῦ. Οἱ δίκαιοι γὰρ οὐ μόνον τῷ ἑαυτῶν θελήματι ἀγωνίζονται ἐν τοῖς ἀγαθοῖς ἔργοις, ἀλλὰ καὶ ὑπὸ τῶν πειρασμῶν ἀκουσίως ἐν μεγάλῳ ἀγῶνι τυγχάνουσι, πείρας ἕνεκεν τῆς ὑπομονῆς αὐτῶν. Ψυχὴ γὰρ ἡ κατέχουσα τὸν φόβον τοῦ Θεοῦ, οὐ φοβεῖται ἔκ τινος βλάπτοντος αὐτὴν σωματικῶς. Ὅτι ἐν αὐτῷ ἐλπίζει ἀπὸ τοῦ νῦν, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.