Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσαὰκ ὁ Σύρος – Λόγοι ἀσκητικοί

Ἰσαὰκ ὁ Σύρος

Λόγος Ε': Απομάκρυνση από τον κόσμο, πειρασμοί και θεία πρόνοια

Ανάλυση της διπλής μαθήσεως, της αντιμετώπισης των παθών, της παιδαγωγικής αξίας των πειρασμών και της ταπεινοφροσύνης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσαὰκ ὁ Σύρος

—

Κεφάλαιο 3 από 11

ΛΟΓΟΣ Εʹ ΠΕΡΙ ΤΟΥ ΜΑΚΡΥΝΕΣΘΑΙ ΤΟΥ ΚΟΣΜΟΥ ΚΑΙ ΠΑΝΤΩΝ ΤΩΝ ΘΟΛΟΥΝΤΩΝ ΤΟΝ ΝΟΥΝ Πολλὴν ὁ Θεὸς δέδωκε τοῖς ἀνθρώποις τὴν τιμὴν τῇ διπλῇ μαθήσει, δι’ ἧς αὐτοῖς ἐχαρίσατο, καὶ πανταχόθεν αὐτοῖς ἤνοιξε θύραν κεκλεισμένην, τοῦ εἰσελθεῖν εἰς τὴν σωτηριώδη ἐπίγνωσιν. Θέλεις δὲ μάρτυρα πιστὸν τῶν εἰρημένων;

Σὺ εἰς ἑαυτὸν γενοῦ, καὶ οὐ μὴ ἀπόλλῃ. Εἰ δὲ καὶ ἔξωθεν βούλει τοῦτο γνῶναι, ἔχεις ἄλλον διδάσκαλον καὶ μάρτυρα ὁδηγοῦντά σε ἀπλανῶς πρὸς τὴν ὁδὸν τῆς ἀληθείας. Νοῦς ἐμπεφυρμένος οὐ δύναται φυγεῖν τὴν λήθην, καὶ ἡ σοφία τὴν ἑαυτῆς θύραν τῷ τοιούτῳ οὐκ ἀνοίγει. Ὁ δυνηθεὶς καταλαβεῖν ἐν ἀκριβεῖ γνώσει πρὸς ποίαν ἰσότητα τὸ πέρας τῶν πάντων περαιοῦται, πρὸς ἀποταγὴν τῶν βιωτικῶν ἄλλου διδασκάλου οὐ δέεται. Ὁ ὑπὸ Θεοῦ δοθεὶς ἐν πρώτοις φυσικὸς νόμος τῷ ἀνθρώπῳ ἡ θεωρία ἐστὶ τῶν κτισμάτων αὐτοῦ, ὁ δὲ διὰ γραμμάτων νόμος μετὰ τὴν παράβασιν προστέθειται.

Ὁ μὴ μακρύνων ἑαυτὸν τῶν αἰτίων τῶν παθῶν ἑκουσίως, ἀκουσίως ὑπὸ τῆς ἁμαρτίας ἀνθέλκεται. Ταῦτα δέ εἰσι τὰ αἴτια τῆς ἁμαρτίας. Ὁ οἶνος καὶ αἱ γυναῖκες καὶ ὁ πλοῦτος καὶ ἡ εὐεξία τοῦ σώματος. Οὐχ ὅτι φυσικῶς ἁμαρτίαι εἰσὶ ταῦτα, ἀλλ’ ὅτι ἡ φύσις ἐξ αὐτῶν εὐκόλως κλίνει πρὸς τὰ πάθη τῆς ἁμαρτίας, καὶ διὰ τοῦτο ἐκ τούτων ὀφείλει ὁ ἄνθρωπος παραφυλάττεσθαι σπουδαίως. Ἐὰν διαπαντὸς τῆς σῆς ἀσθενείας μνημονεύῃς, οὐ μὴ διαβῇς τὸν ὅρον τῆς παραφυλακῆς. Παρὰ μὲν ἀνθρώποις βδελυκτὴ ἡ πενία, παρὰ δὲ Θεῷ πολὺ πλέον ψυχὴ ὑψηλοκάρδιος καὶ νοῦς μετέωρος· παρὰ μὲν ἀνθρώποις τίμιος ὁ πλοῦτος, παρὰ δὲ τῷ Θεῷ ψυχὴ τεταπεινωμένη.

Ὅταν θέλῃς ἀρχὴν ποιήσασθαι καλῆς ἐργασίας, πρῶτον ἑτοίμασον σεαυτὸν πρὸς τοὺς πειρασμοὺς τοὺς ἐπαγομένους σοι καὶ μὴ διστάσῃς τῇ ἀληθείᾳ. Ἔθος γάρ ἐστι τῷ ἐχθρῷ, ὅταν ἴδῃ τινὰ μετὰ θερμῆς πίστεως ἀρξάμενον ἀγαθῆς πολιτείας, προσυπαντᾶν αὐτῷ ποικίλοις καὶ φοβεροῖς πειρασμοῖς, ἵνα, ἐντεῦθεν εἰς φόβον ἐλθών, ψυγήσοιτο τῆς καλῆς προαιρέσεως καὶ οὐδαμῶς ἕξοι θέρμην προσεγγίσαι τῇ θεαρέστῳ ἐργασίᾳ. Οὐχ ὅτι δὲ τοιαύτην ἔχει δύναμιν ὁ ἀντικείμενος (ἐπεὶ οὐκ ἄν τις ἐδύνατό ποτε ποιεῖν τὸ ἀγαθόν), συγχωρεῖται δ’ ὅμως ὑπὸ τοῦ Θεοῦ, ὡς ἐπὶ τοῦ δικαίου Ἰὼβ μεμαθήκαμεν.

Σὺ οὖν ἑτοίμασον σεαυτὸν ἀνδρείως ἀπαντῆσαι τοῖς πειρασμοῖς τοῖς ἐπαγομένοις ταῖς ἀρεταῖς, καὶ τότε τῆς ἐργασίας τούτων ἄρξαι. Εἰ γὰρ μὴ προευτρεπισθῇς πρὸς τὴν τῶν πειρασμῶν ἀπάντησιν, τῆς τῶν ἀρετῶν ἐργασίας ἀπόσχου.

Ἄνθρωπος διστάζων βοηθὸν εἶναι τῆς καλῆς ἐργασίας Θεόν, οὗτος ὑπὸ τῆς ἰδίας σκιᾶς ἐκφοβεῖται, καὶ ἐν τῷ καιρῷ τῆς εὐθηνείας καὶ τῆς πλησμονῆς ἔκπεινός ἐστι, καὶ ἐν τῇ οἰκείᾳ γαλήνῃ ζάλης πληροῦται. Ὁ δὲ πεποιθὼς ἐπὶ τῷ Θεῷ, στερεοῦται τὴν καρδίαν καὶ ἐπὶ πάντας ἀνθρώπους φανεῖται αὐτοῦ τὸ τίμιον καὶ ὁ ἔπαινος αὐτοῦ ἐνώπιον τῶν ἐχθρῶν αὐτοῦ.

Αἱ τοῦ Θεοῦ ἐντολαὶ ὑπὲρ πάντας τοὺς θησαυροὺς τοῦ κόσμου, καὶ ὁ ταύτας κτησάμενος ἐντὸς αὑτοῦ εὑρίσκει τὸν Θεόν. Ὁ ἀεὶ κοιταζόμενος ἐν φροντίδι τοῦ Θεοῦ, τοῦτον ταμειοῦχον ἐκτήσατο, καὶ ὁ ἐπιθυμῶν αὐτοῦ τὰ θελήματα, τοὺς ἐπουρανίους Ἀγγέλους ἕξει ὁδηγούς. Ὁ φοβούμενος τὰς ἁμαρτίας, ἀπροσκόπως διαπεράσει τὴν περίφοβον πορείαν καὶ ἐν καιρῷ σκοτώδει ἔμπροσθεν καὶ ἔνδοθεν αὑτοῦ φῶς εὑρίσκει.

Τοῦ φοβουμένου τὰς ἁμαρτίας ὁ Κύριος διαφυλάσσει τὰ διαβήματα, καὶ ἐν καιρῷ ὀλισθήματος προφθάσαι αὐτὸν τὸ τοῦ Θεοῦ ἔλεος. Ὁ λογιζόμενος τὰ πλημμελήματα αὑτοῦ μικρὰ εἶναι, πίπτει εἰς χείρονα τῶν πρώτων, καὶ ἑπταπλασίως ἀποτίσει τὴν δίκην.

Σπεῖραι τὴν ἐλεημοσύνην ἐν ταπεινώσει, καὶ θερίσεις ἔλεον ἐν τῇ κρίσει. Ἐν οἷς ἀπώλεσας τὸ ἀγαθόν, ἐν αὐτοῖς πάλιν κτῆσαι αὐτό. Ὀβολὸν χρεωστεῖς τῷ Θεῷ; Οὐ δέχεται ἐκ σοῦ ἀντ’ αὐτοῦ μαργαρίτην. Οἷον, τὴν σωφροσύνην ἀπώλεσας;

Οὐ δέχεται ἐκ σοῦ ἐλεημοσύνην ὁ Θεός, σοῦ ἐπιμένοντος τῇ πορνείᾳ. Διότι τὸν ἁγιασμὸν τοῦ σώματος θέλει ἀπὸ σοῦ. Ἐπεὶ παρέβης τὴν ἐντολήν, μὴ δοκῶν τὴν κτῆσιν καταλελοιπέναι τοῦ κόσμου, ὑπὲρ ἄλλων πολεμήσεις; Τὸ φυτὸν κατέλιπες, καὶ ἄλλοις ἦλθες πολεμεῖν;

Εἶπεν ὁ ἅγιος Ἐφραίμ, ὅτι ἐν καιρῷ θέρους, οὐκ ἐν τοῖς ἱματίοις τοῦ χειμῶνος τῷ καύσωνι ἀνταγωνίζῃ. Οὕτως ἕκαστος ὃ σπείρει, τοῦτο καὶ θερίσει, καὶ πᾶν ἀρρώστημα τοῖς οἰκείοις φαρμάκοις θεραπεύεται. Καὶ σὺ τυχὸν ὑπὸ τοῦ φθόνου νικώμενος, τί τῷ ὕπνῳ πολεμῆσαι σπουδάζεις; Ἐν ὅσῳ μικρὸν καὶ ἀνθηρὸν τὸ παράπτωμα, ἔκτιλον αὐτό, πρὶν πλατυνθῇ καὶ περκάσῃ. Μὴ ἀμελήσῃς, ὅταν μικρόν σοι φαίνηται τὸ ἐλάττωμα· ἐπεὶ ὕστερον εὑρήσεις αὐτὸ δεσπότην ἀπάνθρωπον καὶ ὡς παῖς δέσμιος ἔμπροσθεν αὐτοῦ δραμῇ. Ὁ δὲ ἐξ ἀρχῆς κατὰ τοῦ πάθους ἀνταγωνιζόμενος, ταχέως αὐτοῦ κατακυριεύσει.

Ὁ δυνάμενος ὑπενεγκεῖν τὴν ἀδικίαν μετὰ χαρᾶς, καί τοι ὑπὸ χεῖρα ἔχων τὸ ἀποκρούσασθαι, οὗτος θεόθεν τὴν παράκλησιν ἐδέξατο διὰ τῆς εἰς αὐτὸν πίστεως. Καὶ ὁ μετὰ ταπεινοφροσύνης τὰς κατ’ αὐτοῦ κατηγορίας ὑπομένων, οὗτος πρὸς τὴν τελείωσιν κατήντησε καὶ ὑπὸ ἁγίων Ἀγγέλων θαυμάζεται.

Οὐδεμία γὰρ ἄλλη τοιαύτη ἀρετὴ μεγάλη καὶ δυσκατόρθωτος. Μὴ πιστεύσῃς σεαυτῷ, ὅτι δυνατὸς εἶ, ἕως ἂν πειρασθῇς καὶ εὕρῃς σεαυτὸν ἀναλλοίωτον. Οὕτω καὶ ἐν πᾶσι δοκίμασον σεαυτόν. Κτῆσαι πίστιν ὀρθὴν ἐν σεαυτῷ, ὅπως καταπατήσῃ τοὺς ἐχθρούς σου, καὶ ἔχε τὸν νοῦν σου ἀμετέωρον καὶ μὴ θαρρήσῃς τῇ σῇ δυνάμει, ἵνα μὴ παραχωρηθῇς εἰς τὴν τῆς φύσεως ἀσθένειαν. Μηδὲ τῇ σῇ γνώσει πιστεύσῃς, ἵνα μή, μεσιτεύσας ὁ ἐχθρὸς τῇ ἑαυτῷ πανουργίᾳ, παγιδεύσῃ σε. Ἔχε τὴν γλῶσσαν πρᾳεῖαν, καὶ οὐ μή σοι παντελῶς ἀτιμία προσυπαντήσῃ.

Κτῆσαι γλυκέα τὰ χείλη, καὶ πάντας φίλους ἕξεις. Μὴ καυχήσῃ ποτὲ ἐν γλώσση σου ἐν τοῖς ἔργοις σου, ἵνα μὴ καταισχυνθῇς. Ἕκαστον γὰρ πρᾶγμα, εἰς ὃ καυχᾶται ὁ ἄνθρωπος, ἐν τούτῳ παραχωρεῖ αὐτῷ ὁ Θεὸς ἀλλοιωθῆναι, ἵνα ταπεινωθῇ καὶ μάθῃ τὴν ταπείνωσιν. Διὰ τοῦτο δεῖ σε πάντα τῇ τοῦ Θεοῦ προγνώσει παραχωρεῖν καὶ μὴ πιστεύειν, ὅτι ἔστι τι ἐν τῷδε τῷ βίῳ ἀναλλοίωτον.

Οὕτω δὲ γενόμενος, διαπαντὸς τὸ σὸν ὄμμα πρὸς τὸν Θεὸν ἀνάτεινε· ὅτι ἡ σκέπη τοῦ Θεοῦ καὶ ἡ πρόνοια κυκλοῖ ἐπὶ πάντας ἀνθρώπους. Οὐχ ὁρᾶται δέ, εἰ μὴ ὑπὸ τῶν καθαρισάντων ἑαυτοὺς ἀπὸ τῆς ἁμαρτίας καὶ ἐν τῷ Θεῷ καὶ μόνῳ ἐχόντων τὴν μελέτην αὐτῶν διηνεκῶς. Ἐξαιρέτως δὲ φανεροῦται τούτοις ἡ πρόνοια τοῦ Θεοῦ, ὅταν εἰσέλθωσιν εἰς πειρασμὸν μέγαν ὑπὲρ τοῦ Θεοῦ. Τότε γὰρ ταύτης αἰσθάνονται, ὡσανεὶ τοῖς σωματικοῖς ὀφθαλμοῖς ὁρῶντες αὐτήν, ἕκαστος κατὰ τὴν ἀναλογίαν καὶ αἰτίαν τοῦ συμβαίνοντος πειρασμοῦ, ὅπως πρὸς ἀνδρείαν τοὺς ἀγωνιστὰς ἀλείψῃ, ὡς ἐπὶ τοῦ Ἰακὼβ καὶ Ἰησοῦ τοῦ Ναυῆ καὶ τῶν τριῶν Παίδων καὶ Πέτρου καὶ τῶν λοιπῶν ἁγίων, οἷς ἐν ἀνθρωπίνῳ σχήματί τινι ἐφαίνετο, θαρσοποιοῦσα καὶ στηρίζουσα πρὸς τὴν εὐσέβειαν.

Εἰ δὲ λέγεις ταῦτα τοῖς ἁγίοις οἰκονομικῶς δεδόσθαι παρὰ τοῦ Θεοῦ, καὶ ἰδίως τῶν τοιούτων ὀπτασιῶν ἠξιοῦντο, ἔστωσάν σοι πρὸς ἀνδρείας ὑποδείγματα οἱ ἅγιοι μάρτυρες, οἵτινες πολλάκις μὲν πολλοί, ἐνίοτε δὲ εἷς καθείς, καὶ ἐν πολλοῖς τόποις καὶ διαφόροις, διὰ Χριστὸν ἠγωνίσαντο καὶ τῇ ἐν αὐτοῖς ἐληλυθυίᾳ δυνάμει ἀνδρείως ὑπέμειναν πηλίνοις σώμασι τὰς ξέσεις τοῦ σιδήρου καὶ τὰς παντοδαπὰς κολάσεις, πράγματα ὑπὲρ φύσιν. Τοῖς τοιούτοις γὰρ φανερῶς ἐφαίνοντο οἱ ἅγιοι Ἄγγελοι, ἵνα μάθῃ ἕκαστος, ὅτι δαψιλῶς ἡ θεία πρόνοια ἐπ’ ἐκείνους πρόεισι, τοὺς κατὰ πάντα τρόπον καὶ πάντα πειρασμὸν καὶ πᾶσαν θλῖψιν δι’ αὐτὸν ὑπομένοντας, πρὸς ἐπίδειξιν τῆς αὐτῶν ἀνδραγαθίας καὶ αἰσχύνην τῶν ἐχθρῶν αὐτῶν. Καὶ γὰρ ὅσον οἱ ἅγιοι ταῖς τοιαύταις ὀπτασίαις ἠνδρίζοντο, τοσοῦτον οἱ ὑπεναντίοι τῇ αὐτῶν καρτερίᾳ ἐθυμομάχουν καὶ ἐμαίνοντο.

Καὶ τί χρὴ λέγειν περί τε ἀσκητῶν, τῶν τοῦ κόσμου ξένων καὶ ἀναχωρητῶν, οἵτινες τὴν ἔρημον ἐπόλισαν, καὶ Ἀγγέλων ἐποίησαν σκήνωμα καταγώγιον, πρὸς οὓς ἀεὶ ἐφοίτων, διὰ τὴν τῆς πολιτείας αὐτῶν κατάστασιν καὶ ὡς ἑνὸς Δεσπότου ὑπασπισταὶ κατὰ καιρὸν ἀλλήλοις ὡς συνασπισταὶ συνεγίνοντο;

Οἵτινες πάσας τὰς ἡμέρας τῆς ζωῆς αὑτῶν τὴν ἐρημίαν ἠσπάζοντο, καὶ ἐν ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς τὴν κατοίκησιν εἶχον, διὰ τὴν πρὸς τὸν Θεὸν ἀγάπην. Καὶ καθὼς τὰ γήϊνα καταλιπόντες, τὰ οὐράνια ἠγάπησαν καὶ Ἀγγέλων μιμηταὶ γεγόνασι, κατὰ τοῦτο δικαίως καὶ αὐτοὶ οἱ ἅγιοι Ἄγγελοι τὴν αὐτῶν θέαν οὐκ ἀπέκρυψαν ἐξ αὐτῶν καὶ τὴν τούτων θέλησιν ἐπλήρουν πᾶσαν.

Ἀλλὰ καὶ κατὰ καιροὺς αὐτοῖς ἐφαίνοντο, τὸ ὅπως χρὴ αὐτοὺς πολιτεύεσθαι διδάσκοντες. Καὶ ποτὲ μὲν ἀπορούμενά τινα αὐτοῖς ἐσαφήνιζον, ποτὲ δὲ οἱ ἅγιοι τούτους ἐπηρώτων τὸ δέον. Καὶ ποτὲ μὲν καθ’ ὁδὸν πλανωμένους τούτους ὡδήγουν, ποτὲ δὲ πειρασμοῖς περιπεσόντας ἐλυτροῦντο. Καὶ ποτὲ μέν, αἰφνιδίου συμπτώματος καὶ κινδύνου ἐπερχομένου, ἐκ μέσου τούτους διήρπαζον, ὡς ἐξ ὄφεως ἢ πέτρας ἢ σχίδακος ἢ λίθου βολῆς, ποτὲ δέ, φανερῶς τοῦ ἐχθροῦ πολεμοῦντος τοῖς ἁγίοις, ὀφθαλμοφανῶς ἐδείκνυντο καὶ πρὸς βοήθειαν αὐτῶν ἀπεστάλθαι ἔλεγον καὶ θάρσος καὶ εὐτολμίαν καὶ παραψυχὴν αὐτοῖς ἐνεποίουν. Καὶ ἄλλοτε μὲν ἰάσεις δι’ αὐτῶν ἐπετέλουν, ἐνίοτε δὲ αὐτοὺς τοὺς ἁγίους πάθεσί τισιν ἐμπεσόντας ἰῶντο.

Καὶ ποτὲ μέν, τὰ σώματα αὐτῶν ἀσιτείᾳ καταπεσόντα, ἁφῇ χειρὸς ἢ λόγοις ὑπὲρ φύσιν ἐνεδυνάμουν καὶ ἐνίσχυον, ποτὲ δὲ τροφὴν αὐτοῖς προσεκόμιζον, ἄρτους, ἔσθ’ ὅτε καὶ θέρμους καὶ ἄλλα τινὰ προσφάγια. Καὶ τισὶ μὲν αὐτῶν τὴν μετάστασιν προεδήλουν, τισὶ δὲ καὶ τὸν τρόπον τῆς μεταστάσεως.

Καὶ τί δεῖ πολλὰ καταριθμεῖν, τὰ τὴν πρὸς ἡμᾶς τῶν ἁγίων Ἀγγέλων ἀγάπην παριστῶντα καὶ τὴν εἰς τοὺς δικαίους ἅπασαν ἐπιμέλειαν; καὶ γὰρ ὥς τινες ἀδελφοὶ τῶν μικροτέρων μείζονες, οὕτως ἡμῶν προνοοῦνται. Εἴρηται δὲ ταῦτα, ἵνα πᾶς τις μάθῃ, «ὅτι ἐγγὺς Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ», καὶ ὅσην πρόνοιαν ποιεῖται εἰς τοὺς ἐκδεδωκότας ἑαυτοὺς τῇ αὐτοῦ εὐαρεστήσει καὶ ὁλοκαρδίως αὐτῷ ἀκολουθοῦντας.

Ἐὰν πιστεύσῃς, ὅτι ὁ Θεὸς πρόνοιάν σου ποιῆται, τί μεριμνᾷς καὶ φροντίζεις περὶ προσκαίρων καὶ τῶν τῆς σαρκός σου χρειῶν; Εἰ δὲ οὐ πιστεύεις, ὅτι πρόνοιάν σου ποιεῖται ὁ Θεός, καὶ διὰ τοῦτο φροντίζεις ἐκτὸς αὐτοῦ τὰ περὶ τῆς χρείας σου, ταλαιπωρότερος εἶ πάντων ἀνθρώπων. Καὶ ἵνα τί καὶ ζῇς ἢ καὶ ζήσῃ; «Ἐπίρριψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει», καὶ «οὐ μὴ πτοηθῇς πτόησιν ἐπερχομένην σοι».

Ὁ καθάπαξ ἑαυτὸν ἀφιερώσας τῷ Θεῷ, ἐν ἀναπαύσει νοὸς διάγει. Ἐκτὸς ἀκτημοσύνης οὐ δύναται ἡ ψυχὴ ἐλευθερωθῆναι ἐκ τῆς ταραχῆς τῶν λογισμῶν, καὶ ἐκτὸς τῆς ἡσυχίας τῶν αἰσθήσεων, τῆς εἰρήνης τῆς διανοίας οὐκ αἰσθήσεται.

Ἐκτὸς τοῦ εἰσελθεῖν εἰς πειρασμούς, τὴν σοφίαν τοῦ Πνεύματος οὐ μή τις κτήσηται· καὶ ἐκτὸς ἐπιπόνου ἀναγνώσεως, τὴν λεπτότητα τῶν λογισμῶν οὐ γνώσεται· καὶ ἐκτὸς γαλήνης τῶν λογισμῶν, ὁ νοῦς ἐν ἀποκρύφοις μυστηρίοις οὐ κινηθήσεται· καὶ ἐκτὸς τῆς διὰ πίστεως πεποιθήσεως, οὐ δύναται ἡ ψυχὴ μετὰ θάρσους κατατολμῆσαι τῶν πειρασμῶν· καὶ ἐκτὸς δὲ πείρας τῆς σκέπης τοῦ Θεοῦ ἐναργοῦς, ἐλπίσαι ἡ καρδία ἐπ’ αὐτὸν οὐ δύναται· καὶ ἐκτὸς τοῦ γεύσασθαι τὴν ψυχὴν τῶν παθημάτων τοῦ Χριστοῦ ἐν γνώσει, κοινωνίαν μετ’ αὐτοῦ οὐ μὴ σχῇ.

Τοῦτον ἄνθρωπον τοῦ Θεοῦ λογίζου εἶναι, τὸν διὰ πολλὴν εὐσπλαγχνίαν ἑαυτὸν θανατώσαντα τῆς ἀναγκαίας χρείας. Ὁ γὰρ ἐλεῶν πτωχόν, τὸν Θεὸν ἔχει μεριμνῶντα περὶ αὐτοῦ, καὶ ὁ δι’ αὐτὸν πτωχεύων, εὗρε θησαυροὺς ἀνελλιπεῖς.

Ὁ Θεὸς οὐ χρῄζει τινός, εὐφραίνεται δὲ ὅταν ἴδῃ τινὰ ἀναπαύοντα τὴν εἰκόνα αὐτοῦ καὶ τιμῶντα αὐτὴν δι’ αὐτόν. Ὅταν τίς αἰτήσηται ἐκ σοῦ ὅπερ ἔχεις, μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, ὅτι Ἐάσω τοῦτο τῇ ψυχῇ μου, ἵνα ἀναπαύσωμαι ἐν αὐτῷ, καὶ ὁ Θεὸς μέλλει αὐτῷ χορηγῆσαι ἀλλαχόθεν τὴν χρείαν αὐτοῦ.

Ἀδίκων γάρ ἐστι τὰ ῥήματα ταῦτα καὶ μὴ γινωσκόντων τὸν Θεόν. Δίκαιος καὶ χρηστὸς ἄνθρωπος τὴν ἑαυτοῦ τιμὴν οὐ δίδωσιν ἄλλῳ, οὐδὲ τὸν τῆς χάριτος καιρὸν ἀπράκτως συγχωρήσει παρελθεῖν. Ὁ μὲν πτωχὸς καὶ ἐπιδεὴς ἄνθρωπος χορηγεῖται ὑπὸ Θεοῦ, σὺ δὲ ἀπεστράφης τὴν ἐκ Θεοῦ τιμήν σου καὶ ἐμάκρυνας τὴν χάριν αὐτοῦ ἀπὸ σοῦ, στρέψας τὸν πένητα.

Ὅταν οὖν δῷς, εὐφραίνου καὶ εἰπέ· Δόξα σοι ὁ Θεός, ὅτι ἠξίωσάς με εὑρεῖν τινα ἀναπαῦσαι. Εἰ δὲ οὐκ ἔχεις ὃ δώσεις, μᾶλλον χάρηθι καὶ εἰπὲ εὐχαριστῶν τῷ Θεῷ· Εὐχαριστῶ σοι ὁ Θεός μου, ὅτι ἔδωκάς μοι ταύτην τὴν χάριν καὶ τὴν τιμήν, τοῦ πτωχεῦσαι ὑπὲρ τοῦ ὀνόματός σου, καὶ ἠξίωσάς με γεύσασθαι τῆς θλίψεως τῆς ἐν τῇ ὁδῷ τῶν ἐντολῶν σου τεθείσης, ἔν τε ἀρρωστίᾳ καὶ πτωχείᾳ, καθὼς ἐγεύσαντο οἱ ἅγιοί σου, οἱ περιπατήσαντες ἐν τῇ ὁδῷ ταύτῃ.

Καὶ ὅταν ἀσθενῇς, εἰπέ· Μακάριος ὁ ἀξιωθεὶς ὑπὸ τοῦ Θεοῦ πειρασθῆναι ἐν οἷς κληρονομοῦμεν τὴν ζωήν. Τὰς γὰρ ἀρρωστίας διὰ τὴν ὑγείαν τῆς ψυχῆς ἐπάγει ὁ Θεός. Εἶπε γάρ τις τῶν ἁγίων· Τοῦτο ἐσημειωσάμην, ὅτι μοναχὸς μὴ θεαρέστως δουλεύων τῷ Κυρίῳ καὶ μὴ σπουδαίως ἀγωνιζόμενος εἰς τὴν σωτηρίαν τῆς ἑαυτοῦ ψυχῆς, ἀλλ’ ἀμελῶς περὶ τὴν ἄσκησιν τῶν ἀρετῶν διακείμενος, πάντως παραχωρεῖται ὑπὸ τοῦ Θεοῦ πειρασμοῖς περιπεσεῖν, ἵνα μὴ ἀργήσῃ καὶ ἐκ τῆς πολλῆς ἀργίας αὐτοῦ νεύσῃ ἐπὶ τὰ χείρονα.

Διὰ τοῦτο γοῦν ἐπιρρίπτει ὁ Θεὸς πειρασμοὺς ἐπὶ τοὺς ῥᾳθύμους καὶ ἀμελεῖς, ἵνα ἐν τούτοις μελετῶσι καὶ μὴ ἐν τοῖς ματαίοις· ποιεῖ δὲ τοῦτο ὁ Θεὸς ἀεὶ ἐν τοῖς ἀγαπῶσιν αὐτόν, ἵνα παιδεύσῃ καὶ σοφίσῃ καὶ διδάξῃ αὐτοὺς τὸ θέλημα αὐτοῦ. Καὶ ὅταν δεηθῶσιν αὐτοῦ, οὐκ εἰσακούει αὐτῶν ταχέως, ἕως ἂν ἀτονήσωσι καὶ μάθωσιν ἀσφαλῶς, ὅτι ἐκ τῆς ἀμελείας καὶ ῥᾳθυμίας αὐτῶν συμβέβηκεν αὐτοῖς ταῦτα. Γέγραπται γάρ, «ὅταν ἐκτείνητε τὰς χεῖρας ὑμῶν πρός με, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ’ ὑμῶν. Καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν». Καὶ γάρ, εἰ καὶ περὶ ἄλλων τοῦτο εἴρηται, ἀλλ’ οὖν περὶ τῶν ἐγκαταλιμπανόντων τὴν ὁδὸν τοῦ Κυρίου γέγραπται.

Ἐπειδὴ δὲ τὸν Θεὸν πολυέλεον εἶναι φάσκομεν, τίνος ἕνεκεν ἐν τοῖς πειρασμοῖς κρούοντες διηνεκῶς καὶ δεόμενοι, οὐκ εἰσακουόμεθα, ἀλλὰ τὴν ἡμῶν δέησιν παρορᾷ; Ἢ πάντως διδασκόμεθα τοῦτο παρὰ τοῦ Προφήτου λέγοντος, «οὐ μικρὰ ἡ χεὶρ Κυρίου τοῦ ἐξελέσθαι, οὐδὲ βαρήκοός ἐστι τοῦ ἀκοῦσαι, ἀλλ’ αἱ ἁμαρτίαι ἡμῶν διεχώρισαν ἡμᾶς ἀπ’ αὐτοῦ καὶ αἱ ἀνομίαι ἡμῶν ἀπέστρεψαν τὸ πρόσωπον αὐτοῦ, τοῦ μὴ εἰσακούειν»;

Μνημόνευε τοῦ Θεοῦ ἐν παντὶ καιρῷ, καὶ μνημονεύει σου καὶ αὐτός, ὅταν ἐμπέσῃς εἰς κακά. Ἡ φύσις σου δεκτικὴ τῶν παθῶν γέγονε καὶ τοῦ παρόντος κόσμου οἱ πειρασμοὶ πολλοὶ γεγόνασι, καὶ οὐκ ἀπέχουσιν ἀπὸ σοῦ τὰ κακά, ἀλλ’ ἔνδοθέν σου βρύουσί σοι καὶ ὑποκάτω τῶν ποδῶν σου. Ἐκ τοῦ τόπου, ἐν ᾧ ἕστηκας, μὴ ἐξέλθῃς, καὶ ὅταν ὁ Θεὸς ἐπινεύσῃ, ἐλευθερωθήσῃ τούτων. Καὶ καθάπερ ἐγγίζουσιν ἀλλήλοις τὰ βλέφαρα, οὕτω καὶ οἱ πειρασμοὶ ἐγγὺς τῶν ἀνθρώπων εἰσί. Ταῦτα δὲ ᾠκονόμησεν ὁ Θεὸς ἐν σοφίᾳ, διὰ τὴν σὴν ὠφέλειαν, ὅπως ἐπιμόνως κρούῃς τὴν θύραν αὐτοῦ καὶ τῷ φόβῳ τῶν θλιβερῶν ἐνσπαρῇ ἡ μνήμη αὐτοῦ ἐν τῇ σῇ διανοίᾳ καὶ πλησιάσῃς αὐτῷ διὰ τῶν ἐντεύξεων καὶ ἁγιασθῇ σου ἡ καρδίᾳ τῇ διηνεκεῖ αὐτοῦ μνήμῃ. Καὶ δεομένου σου, εἰσακούσεταί σου, καὶ μαθήσῃ, ὅτι ὁ Θεός ἐστιν ὁ ἐξαιρούμενός σε, καὶ αἰσθηθήσῃ τοῦ πλάσαντός σε καὶ προνοοῦντος καὶ φυλάττοντος καὶ τοῦ διὰ σὲ διττὸν κόσμον πεποιηκότος· ἕνα μὲν ὡς διδάσκαλον καὶ παιδευτὴν πρόσκαιρον, ἕτερον δὲ ὡς πατρικὸν δόμον καὶ σὴν κληρονομίαν αἰώνιον.

Οὐκ ἐποίησέ σε ὁ Θεὸς ἀνεπίδεκτον τῶν λυπηρῶν, ἵνα μή, τῆς θεότητος ἐφιέμενος, κληρονομήσῃς ὅπερ καὶ ὁ πρὶν ἑωσφόρος, ὕστερον δὲ διὰ τῆς ἐπάρσεως Σατανᾶς γενόμενος, ἐκληρονόμησεν. Ὁμοίως δὲ οὐδὲ ἀκλινῆ καὶ ἀκίνητόν σε ἐποίησεν, ἵνα μὴ γένῃ ὡς ἡ τῶν ἀψύχων φύσις, καὶ γένηταί σοι τὰ ἀγαθὰ ἀκερδῆ καὶ ἄμισθα, ὡς τοῖς ἀλόγοις τὰ φυσικὰ πλεονεκτήματα τὰ κτηνώδη. Ὁπόση γὰρ ὠφέλεια καὶ εὐχαριστία καὶ ταπείνωσις ἐντίκτεται ἐκ τῆς τῶν σκολόπων τούτων ἐπαγωγῆς, πᾶσι ῥᾴδιόν ἐστι καταμαθεῖν.

Φανερὸν οὖν ἐστίν, ὅτι τὸ ἀγωνίσασθαι εἰς τὰ ἀγαθὰ καὶ ἐκκλίναι ἀπὸ τῶν κακῶν, ἐν ἡμῖν ἐστι. Καὶ ἡ τιμὴ καὶ ἡ ἀτιμία, αἱ ἐκ τούτων γινόμεναι, εἰς ἡμᾶς ἀναφέρονται. Τῇ μὲν γὰρ ἀτιμίᾳ αἰσχυνόμενοι φοβούμεθα, τῇ δὲ τιμῇ τὴν εὐχαριστίαν τῷ Θεῷ προσάγομεν καὶ πρὸς τὴν ἀρετὴν ἐπεκτεινόμεθα. Τούτους τοὺς παιδαγωγούς σοι ὁ Θεὸς ἐπλήθυνεν, ἵνα μή, ἐλεύθερος ὢν ἐξ αὐτῶν καὶ ἀνεπίδεκτος τῶν θλιβερῶν καὶ ὑπεράνω παντὸς φόβου, ἐπιλάθῃ Κυρίου τοῦ Θεοῦ σου καὶ ἐκκλίνῃς ἀπ’ αὐτοῦ καὶ ἐμπέσῃς εἰς πολυθεΐαν, καθώσπερ καὶ ἄλλοι πολλοί, καίτοι ὁμοιοπαθεῖς σοι ὄντες καὶ τοῖς τοιούτοις λυπηροῖς μαστιζόμενοι, ἐν μιᾷ καιροῦ ῥοπῇ διὰ πρόσκαιρον καὶ εὐτελῆ ἐξουσίαν καὶ εὐεξίαν, οὐ μόνον εἰς πολυθεΐαν ἐξέπεσον, ἀλλὰ καὶ ἑαυτοὺς ἀφρόνως θεομηνίσαι κατετόλμησαν.

Τούτου οὖν χάριν ἐν τοῖς θλιβεροῖς συνεχώρησέ σε εἶναι. Ἐνίοτε δὲ ἵνα μή, ἐκκλίνας, παροργίσῃς αὐτὸν καὶ τῇ ἐπαγωγῇ τῆς τιμωρίας ἐξολοθρεύσῃ σε ἀπὸ προσώπου αὑτοῦ. Ἐῶ γὰρ λέγειν τὴν ἀσέβειαν καὶ τὰς λοιπὰς βλασφημίας τὰς τικτομένας ἐκ τῆς τοῦ βίου εὐημερίας καὶ ἀφοβίας, κἂν τὰ προειρημένα μὴ τολμήσῃ τις εἰπεῖν. Τούτου χάριν διά τε τῶν παθῶν καὶ τῶν λυπηρῶν ἐπλήθυνε τὴν μνήμην αὐτοῦ ἐν τῇ καρδίᾳ σου καὶ τῷ φόβῳ τῶν ἐναντίων ἐξύπνισέ σε πρὸς τὴν τῆς εὐσπλαγχνίας αὐτοῦ πύλην, καὶ διὰ τῆς ἐκ τούτων ἀπολυτρώσεως καὶ αἰτίας τὴν πρὸς αὐτὸν ἀγάπην σοι ἐγκατέσπειρε. Καταβαλὼν δὲ τὴν ἀγάπην, τῇ τῆς υἱοθεσίας τιμῇ προσήγγισέ σε καὶ τὴν πλουσίαν αὐτοῦ χάριν, ὁπόση ἐστίν, ἐπιδείκνυσί σοι. Πόθεν γὰρ ἐγίνωσκες τὴν τοιαύτην αὐτοῦ πρόνοιαν καὶ κηδεμονίαν, εἰ μή σοι τὰ ἐναντία συνέβαινον; Διότι ὡς ἐπὶ τὸ πλεῖστον ἐκ τούτων δυνατὸν πληθυνθῆναι τὴν ἀγάπην τοῦ Θεοῦ ἐν τῇ ψυχῇ σου, τουτέστιν ἐκ τῆς κατανοήσεως τῶν αὐτοῦ χαρισμάτων καὶ τῆς μνήμης τοῦ πλήθους τῆς προνοίας αὑτοῦ.

Ταῦτά σοι πάντα τὰ ἀγαθὰ ἐκ τῶν λυπηρῶν γεννῶνται, ἵνα μάθῃς εὐχαριστεῖν. Λοιπὸν μνημόνευε τοῦ Θεοῦ, ἵνα σου καὶ αὐτὸς πάντοτε μνημονεύσῃ, καὶ μνημονεύσας καὶ διασώσας σε, λήψῃ παρ’ αὐτοῦ πάντα μακαρισμόν. Μὴ ἐπιλάθου αὐτοῦ, μετεωριζόμενος ἐν τοῖς ματαίοις, ἵνα μή σου ἐπιλάθηται ἐν τῷ καιρῷ τῶν πολέμων σου. Ἐν τῇ σῇ εὐθηνίᾳ γενοῦ αὐτῷ ὑπήκοος, ἵνα ἐν ταῖς θλίψεσι σχῇς πρὸς αὐτὸν παρρησίαν, διὰ τῆς καρδιακῆς καὶ ἐπιμόνου πρὸς αὐτὸν ἐντεύξεως.

Καθάρισον σεαυτὸν ἐνώπιον Κυρίου διαπαντός, ἔχων τὴν μνήμην αὐτοῦ ἐν τῇ καρδίᾳ σου, ἵνα μή, χρονίσας ἔξωθεν τῆς μνήμης αὐτοῦ, ἀπαρρησίαστος γένῃ ὅταν εἰσέλθῃς πρὸς αὐτόν· διότι ἡ παρρησία ἡ πρὸς τὸν Θεὸν ἐκ τῆς πρὸς αὐτὸν συνεχοῦς ὁμιλίας γίνεται καὶ τῆς πολλῆς προσευχῆς. Ἡ πρὸς ἀνθρώπους σχέσις καὶ διαμονὴ διὰ τοῦ σώματός ἐστιν, ἡ δὲ πρὸς Θεὸν σχέσις διὰ τῆς ψυχικῆς μνήμης καὶ τῆς τῶν δεήσεων προσοχῆς καὶ ὁλοκαυτώσεως, ἐκ δὲ τῆς πολλῆς διαμονῆς τῆς αὐτοῦ μνήμης, πρὸς ἔκπληξιν καὶ θαύματα κατὰ καιρὸν μετατίθεται· «εὐφρανθήσεται γὰρ καρδία ζητούντων τὸν Κύριον».

Ζητήσατε τὸν Κύριον, ὦ κατάδικοι, καὶ κραταιώθητε τῇ ἐλπίδι, ζητήσατε τὸ πρόσωπον αὐτοῦ διὰ μετανοίας, ἁγιασθήσεσθε τῷ ἁγιασμῷ τοῦ προσώπου αὐτοῦ καὶ τῶν ἁμαρτιῶν ὑμῶν ἀποκαθαρισθήσεσθε. Δράμετε πρὸς Κύριον, ὅσοι ἐν ἁμαρτίαις ὑπεύθυνοι, τὸν δυνάμενον συγχωρεῖν ἁμαρτήματα καὶ παρορᾶν πλημμελήματα· μεθ’ ὅρκου γὰρ εἴρηκε διὰ τοῦ Προφήτου λέγων· «ζῶ ἐγώ, λέγει Κύριος· οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν»· καὶ πάλιν· «ὅλην τὴν ἡμέραν διεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα». Καὶ πάλιν· «ἵνα τί θανάτῳ ἀποθνῄσκετε, οἶκος Ἰσραήλ;» «ἐπιστράφητε πρός με, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς»· καὶ πάλιν· «ἐν ᾗ ἂν ἡμέρᾳ ἐπιστραφῇ ὁ ἁμαρτωλὸς ἀπὸ τῆς ὁδοῦ αὑτοῦ καὶ ἐπιστρέψῃ πρὸς Κύριον καὶ ποιήσῃ κρίμα καὶ δικαιοσύνην, τῶν ἀνομιῶν αὐτοῦ οὐ μὴ μνησθῶ· ζῶν δὲ ζήσεται, λέγει Κύριος, καὶ ὁ δίκαιος, ἐὰν ἐγκαταλείψῃ τὴν δικαιοσύνην αὑτοῦ καὶ ἁμαρτήσας ἀδικήσῃ, τῆς δικαιοσύνης αὐτοῦ οὐ μὴ μνησθῶ, ἀλλ’ ὀλίσθημα θήσω ἐνώπιον αὐτοῦ καὶ ἐν τῷ σκότει τῶν ἔργων αὑτοῦ ἀποθανεῖται ἐπιμείνας αὐτοῖς». Τίνος ἕνεκεν; Διότι ὁ ἁμαρτωλὸς οὐ σκελισθήσεται τῇ ἑαυτοῦ ἁμαρτίᾳ ᾗ ἂν ἡμέρᾳ ἐπιστρέψῃ πρὸς Κύριον. Καὶ τοῦ δικαίου ἡ δικαιοσύνη οὐ λυτρώσεται αὐτόν, ᾗ ἂν ἡμέρᾳ ἁμάρτῃ, εἴ γε ἐπιμείνῃ τῷ τοιούτῳ ἁμαρτήματι.

Καὶ τῷ Ἰερεμίᾳ δὲ οὕτως εἴρηκεν ὁ Θεός· «ἀνάλαβε σὺ μεμβράνην καὶ ὅσα ἄν σοι εἶπον γράψον· ἀπὸ τῶν ἡμερῶν Ἰωσίου τοῦ βασιλέως Ἰούδα μέχρι τῆς σήμερον πάντα τὰ κακά, ὅσα σοι εἶπον ἐπάξαι τῷ λαῷ τούτῳ, ἵνα, ἀκούσας καὶ φοβηθείς, καταλείψῃ ἄνθρωπος τὴν ὁδὸν αὑτοῦ τὴν πονηρὰν καὶ ἐπιστραφέντες μετανοήσωσι καὶ ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν». Καὶ ἡ σοφία εἶπεν· «ὁ κρύπτων τὴν ἀμαρτίαν αὑτοῦ, οὐ χρησιμεύσει, ὁ δὲ ὁμολογῶν τὰς ἑαυτοῦ ἁμαρτίας καὶ διαπεράσας αὐτάς, ἐλέους τεύξεται παρὰ τοῦ Θεοῦ». Καὶ ὁ Ἠσαΐας φησίν· «ἐκζητήσατε τὸν Κύριον καὶ εὑρόντες, ἐπικαλέσασθε αὐτόν· καὶ προσεγγίσαντες, καταλειψάτω τὴν ἰδίαν ὁδὸν ὁ ἁμαρτωλὸς καὶ ὁ ἄδικος ἀνὴρ τὰς ἑαυτοῦ ἐνθυμήσεις, καὶ ἐπιστράφητε πρός με, κᾀγὼ ἐλεήσω ὑμᾶς· αἱ γὰρ ἐνθυμήσεις μου οὐ κατὰ τὰς ὑμετέρας ἐνθυμήσεις, οὐδὲ αἱ ὁδοί μου κατὰ τὰς ὑμετέρας ὁδούς. Ἐὰν οὖν ἀκούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε.

Δεῦτε πρός με καὶ ὑπακούσατέ μου, καὶ ζήσεσθε τῇ ψυχῇ ὑμῶν». Ὅταν φυλάξῃς τὰς ὁδοὺς Κυρίου καὶ ποιήσῃς τὰ θελήματα αὐτοῦ, τότε ἔλπισον ἐπὶ Κύριον καὶ ἐπικάλεσαι αὐτόν, καὶ ἐπιβοωμένου σου ἐρεῖ σοι, «ἰδοὺ πάρειμι».

Ἐπελθόντος τῷ ἀδίκῳ πειρασμοῦ, οὐκ ἔχει πεποίθησιν ἐπικαλέσασθαι τὸν Θεόν, οὐδὲ προσδοκῆσαι τὴν ἐξ αὐτοῦ σωτηρίαν. Διότι ἐν ἡμέραις ἀναπαύσεως αὑτοῦ ἐμακρύνθη ἀπὸ τοῦ θελήματος τοῦ Θεοῦ. Πρὶν τοῦ πολέμου ἄρξῃ, ἐπιζήτησον τὴν συμμαχίαν, καὶ πρὸ τοῦ ἀρρωστῆσαι, ἀναζήτησον τὸν θεραπευτήν. Καὶ πρὶν ἐπέλθῃ σοι τὰ θλιβερά, πρόσευξαι, καὶ ἐν τῷ καιρῷ τῶν λυπηρῶν εὑρήσεις αὐτὸν καὶ ἐπακούσεταί σου.

Πρὸ τοῦ σε ὀλισθῆσαι, ἐπικάλεσαι καὶ δεήθητι, καὶ πρὸ τοῦ σε εὔξασθαι, ἑτοίμασον τὰς ὑποσχέσεις, τὰ ἐντεῦθεν φημὶ ἐφόδια. Ἡ κιβωτὸς τοῦ Νῶε ἐν τῷ καιρῷ τῆς εἰρήνης κατεσκευάσθη καὶ πρὸ ἑκατοστοῦ ἔτους τὰ ξύλα αὐτῆς ἐφυτεύετο, ἐν δὲ τῷ καιρῷ τῆς ὀργῆς, οἱ μὲν ἄδικοι ἀπώλοντο, τῷ δὲ δικαίῳ σκέπη ἐγένετο.

Στόμα ἄδικον διὰ προσευχῆς ἐμφράττεται. Ἡ γὰρ κατάγνωσις τῆς συνειδήσεως ἀπαρρησίαστον ποιεῖ τὸν ἄνθρωπον. Καρδία ἀγαθὴ καταφέρει δάκρυα μετὰ χαρᾶς ἐν τῇ προσευχῇ. Οἷς ὁ κόσμος νενέκρωται, οὗτοι τὰς ἐπηρείας μετὰ χαρᾶς ὑπομένουσιν. Οἷς δὲ ζῇ ὁ κόσμος, οὗτοι οὐ δύνανται ἀδικίαν ὑπομεῖναι, ἀλλ’ ἢ ὑπὸ τῆς κενοδοξίας νικώμενοι ὀργίζονται καὶ ταράττονται ἀλόγως κινούμενοι ἢ ὑπὸ τῆς λύπης ἁλίσκονται.

Ὤ, πῶς δυσκατόρθωτός ἐστιν ἡ τοιαύτη ἀρετὴ καὶ πόσην δόξαν κέκτηται παρὰ τῷ Θεῷ! Ὁ θέλων τὴν ἀρετὴν ταύτην κατορθῶσαι, ἤγουν τὸ ἀδικεῖσθαι καὶ μακροθυμεῖν, χρῄζει μακρυνθῆναι τῶν ἰδίων αὑτοῦ καὶ ξενητεῦσαι· διότι οὐ δύναται αὐτὴν ἐν τῇ ἰδίᾳ πατρίδι κατορθῶσαι. Τῶν γὰρ μεγάλων καὶ δυνατῶν ἐστιν ὑπομεῖναι τῆς ἀρετῆς ταύτης τὴν ἀλγηδόνα, μέσον τῶν ἰδίων ὄντων, καὶ οἷς ὁ κόσμος οὗτος τέθνηκε, πάσης τῆς παρούσης παρακλήσεως ἀπελπίσασιν.

Ὥσπερ ἡ χάρις πλησιάζει τῇ ταπεινοφροσύνῃ, οὕτω καὶ τῇ ὑπερηφανίᾳ ὀδυνηραὶ συμβάσεις. Ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς ταπεινόφρονας τοῦ εὐφρᾶναι αὐτούς, πρόσωπον δὲ Κυρίου κατ’ ἐνώπιον ὑπερηφάνων, τοῦ ταπεινῶσαι αὐτούς. Ἡ ταπείνωσις διὰ παντὸς δέχεται παρὰ Θεοῦ τὸ ἔλεος, τῇ δὲ σκληροκαρδίᾳ καὶ ὀλιγοπιστίᾳ συναντήματα φοβερὰ προσυπαντῶσι.

Σμίκρυνον σεαυτὸν ἐν πᾶσι πρὸς πάντας ἀνθρώπους, καὶ ὑψωθήσῃ ἐπάνω τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου. Προκατάλαβε πάντας διὰ τοῦ σοῦ ἀσπασμοῦ καὶ τῆς προσκυνήσεως, καὶ τιμηθήσῃ ὑπὲρ τοὺς δωροφοροῦντας χρυσίον σουφείρ.

Ἐξευτέλισον σεαυτόν, καὶ ὄψει τὴν δόξαν τοῦ Θεοῦ ἐν σεαυτῷ. Ὅπου γὰρ βλαστάνει ἡ ταπείνωσις, ἐκεῖ ἡ τοῦ Θεοῦ δόξα βρύει. Ἐὰν φανερῶς ἐξουδενωθῆναι ἀγωνίσῃ ὑπὸ πάντων ἀνθρώπων, ποιεῖν σε δοξασθῆναι ὁ Θεός, ἐὰν δὲ ἐν τῇ καρδίᾳ σου, δείκνυσί σοι ὁ Θεὸς τὴν δόξαν αὑτοῦ. Γενοῦ εὐκαταφρόνητος ἐν τῇ μεγαλωσύνῃ σου, καὶ μὴ μέγας ἐν τῇ ἐλαχιστίᾳ σου.

Σπούδασον τοῦ καταφρονηθῆναι, καὶ τῆς τιμῆς τοῦ Θεοῦ ἐμπλησθήσῃ. Μὴ ζητήσῃς τιμηθῆναι, πεπληρωμένος ὢν ἔσωθεν τραυμάτων. Ψέξον τὴν τιμήν, ἵνα τιμηθῇς, καὶ μὴ ἀγαπήσῃς αὐτήν, ἵνα μὴ ἀτιμασθῇς. Ὁ τρέχων ὄπισθεν τῆς τιμῆς, φεύγει ἀπὸ ἔμπροσθεν αὐτοῦ, καὶ ὁ φεύγων αὐτήν, καταδιώξεται αὐτὸν καὶ κῆρυξ γίνεται πᾶσιν ἀνθρώποις τῆς ταπεινώσεως αὐτοῦ. Εἰ καταφρονεῖς σεαυτοῦ, ἵνα μὴ τιμηθῇς, ὁ Θεὸς δημοσιεύσει σε, εἰ δὲ διὰ τὴν ἀλήθειαν ψέξεις σεαυτόν, ἐπιτρέπει ὁ Θεὸς πᾶσι τοῖς κτίσμασιν αὑτοῦ ἐπαινέσαι σε, καὶ ἀνοίξουσιν ἔμπροσθέν σου τὴν θύραν τῆς δόξης τοῦ πλαστουργοῦ σου καὶ ἐπαινέσουσί σε. Διότι σὺ ἐν ἀληθείᾳ κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν αὐτοῦ ὑπάρχεις.

Ἄνθρωπον ταῖς μὲν ἀρεταῖς διαλάμποντα, τοῖς δὲ ἀνθρώποις εὐτελῆ φαινόμενον, φωτεινὸν μὲν τῷ βίῳ, σοφὸν δὲ τῇ γνώσει, καὶ ταπεινὸν τῷ πνεύματι, τίς τεθέαται; Μακάριος ὁ ταπεινῶν ἑαυτὸν ἐν πᾶσιν, ὅτι ὑψωθήσεται. Ὁ γὰρ διὰ τὸν Θεὸν ταπεινῶν ἑαυτὸν ἐν πᾶσιν καὶ σμικρύνων, ὑπὸ τοῦ Θεοῦ δοξάζεται, καὶ ὁ διὰ τὸν Θεὸν πεινῶν καὶ διψῶν, μεθύσει αὐτὸν ὁ Θεὸς τῶν ἀγαθῶν αὑτοῦ. Καὶ ὁ διὰ τὸν Θεὸν γυμνητεύων, ἐνδύεται ὑπ’ αὐτοῦ στολὴν ἀφθαρσίας καὶ δόξης, καὶ ὁ δι’ αὐτὸν πτωχεύων, τῷ ἀληθινῷ αὐτοῦ πλούτῳ παρακαλεῖται.

Ἐξουδένωσον σεαυτὸν διὰ τὸν Θεὸν καί, σοῦ ἀγνοοῦντος, πληθυνθήσεταί σου ἡ δόξα ἐν πάσῃ τῇ ζωῇ σου. Ἔχε σεαυτὸν ἁμαρτωλόν, ἵνα δικαιωθῇς ἐν πάσῃ τῇ ζωῇ σου. Γίνου ἰδιώτης ἐν τῇ σοφίᾳ σου, καὶ μὴ φανῇς σοφός, ἰδιώτης ὤν. Καὶ ἐὰν τὸν ἀφελῆ καὶ ἀμαθῆ ἡ ταπείνωσις ὑψοῖ, πόσης οἴει τιμῆς τοῖς μεγάλοις καὶ τιμίοις πρόξενον γίνεσθαι;

Φεῦγε τὴν κενοδοξίαν, καὶ δοξασθήσῃ, καὶ φοβήθητι τὴν ὑπερηφανίαν, καὶ μεγαλυνθήσῃ. Οὐ τοῖς υἱοῖς τῶν ἀνθρώπων διεμηνύθη ἡ κενοδοξία, οὐδὲ ἡ ὑψηλοφροσύνη τῷ γένει τῶν γυναικῶν. Εἰ ἑκουσίως ἀπετάξω πᾶσι τοῖς βίου πράγμασι, περὶ μηδαμινοῦ πράγματος μηδαμῶς μετά τινος φιλονεικήσῃς.

Εἰ τὴν κενοδοξίαν ἐβδελύξω, φεῦγε τοὺς ἀγρεύοντας αὐτήν. Φεῦγε τοὺς φιλοκτήμονας, ὡς καὶ τὸ κτᾶσθαι. Μάκρυνον σεαυτὸν ἀπὸ τῶν σπαταλώντων, ὡς καὶ ἀπὸ τῆς σπατάλης. Φεῦγε τοὺς ἀκολάστους, ὡς καὶ τὴν ἀκολασίαν. Εἰ γὰρ ἡ ψιλὴ τῶν εἰρημένων μνήμη ταράττει τὴν διάνοιαν, πόσῳ μᾶλλον ἡ θεωρία καὶ ἡ μετ’ αὐτῶν διαγωγή; Προσέγγισον τοῖς δικαίοις, καὶ δι’ αὐτῶν τῷ Θεῷ πλησιάσεις. Συναναστρέφου τοῖς ἔχουσι ταπείνωσιν, καὶ μαθήσῃ τοὺς τρόπους αὐτῶν. Εἰ γὰρ ἡ θεωρία τῶν εἰρημένων ὠφέλιμος, πόσῳ μᾶλλον ἡ διδασκαλία τοῦ στόματος αὐτῶν;

Ἀγάπησον τοὺς πτωχούς, ἵνα δι’ αὐτῶν καὶ σὺ τεύξῃ τοῦ ἐλέους. Μὴ προσεγγίσῃς τοῖς φιλονείκοις, ἵνα μὴ ἀναγκασθῇς ἔξω γενέσθαι τῆς σῆς γαλήνης. Μὴ ἀηδῶς φέρε τὰς δυσοσμίας τῶν ἀρρώστων, καὶ μάλιστα τῶν πενήτων, ἐπειδὴ καὶ σὺ σῶμα περίκεισαι. Μὴ ἐπιπλήξῃς τοὺς τεθλιμμένους τῇ καρδίᾳ, ἵνα μὴ τῇ ῥάβδῳ αὐτῶν μαστιχθῇς καὶ ζητήσῃς παρακαλοῦντας, καὶ οὐ μὴ εὕρῃς. Μὴ ἐκφαυλίσῃς τοὺς ἠκρωτηριασμένους, ὅτι πάντες εἰς τὸν ᾅδην ἰσοτίμως πορευσόμεθα. Ἀγάπησον τοὺς ἁμαρτωλούς, μίσησον δὲ τὰ ἔργα αὐτῶν, καὶ μὴ καταφρονήσῃς αὐτῶν διὰ τὰ ἐλαττώματα αὐτῶν, μή ποτε καὶ σὺ πειρασθῇς ἐν οἷς εἰσι. Μνήσθητι, ὅτι κοινωνὸς εἶ τῆς γεηρᾶς φύσεως, καὶ πᾶσιν εὖ ποίει. Μὴ ἐπίπληττε τοὺς δεομένους τῆς σῆς εὐχῆς, καὶ τῶν μαλθακῶν λόγων τῆς παρακλήσεως μὴ ἀποστέρει, ἵνα μὴ ἀπόλωνται καὶ ἀπαιτηθῇς τὰς ψυχὰς αὐτῶν, ἀλλὰ μίμησαι τοὺς ἰατρούς, οἵτινες τὰ θερμότερα πάθη ἰῶνται τοῖς ψυχροτέροις φαρμάκοις, καὶ τὰ ψυχρότερα τοῖς ἐναντίοις.

Ἀνάγκασον σεαυτόν, ὅταν ὑπαντήσῃς τῷ πλησίον σου, ἵνα τιμήσῃς αὐτὸν ὑπὲρ τὸ μέτρον αὐτοῦ. Φίλησον δὲ τὰς χεῖρας αὐτοῦ καὶ τοὺς πόδας, καὶ κράτησον αὐτὰς πολλάκις μετὰ πολλῆς τιμῆς καὶ ἐπίθες αὐτὰς ἐπὶ τοὺς ὀφθαλμούς σου καὶ ἐπαίνεσον αὐτὸν καὶ εἰς ἅπερ οὐκ ἔχει. Ὅταν δὲ χωρισθῇ ἀπὸ σοῦ, λάλησον περὶ αὐτοῦ πᾶν ἀγαθόν, καὶ εἴ τι τίμιον. Ἐν γὰρ τούτοις καὶ τοῖς τοιούτοις ἕλκεις αὐτὸν εἰς τὸ ἀγαθὸν καὶ ἀναγκάζεις αὐτὸν αἰσχύνεσθαι ἐκ τῆς προσηγορίας, ἧς προσηγόρευσας αὐτόν, καὶ σπείρεις εἰς αὐτὸν σπέρματα ἀρετῆς. Ἐκ δὲ τῆς τοιαύτης συνηθείας, ἧς σεαυτὸν ἐθίζεις, τυποῦται ἐν σοὶ τύπος ἀγαθός, καὶ ταπείνωσιν πολλὴν κτήσῃ ἐν σεαυτῷ, καὶ χωρὶς κόπου κατορθοῖς τὰ μεγάλα. Οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ ἐὰν ἔχῃ τινὰ ἐλαττώματα, τιμώμενος ὑπὸ σοῦ, εὐχερῶς δέχεται παρὰ σοῦ τὴν θεραπείαν, αἰσχυνόμενος ἐκ τῆς τιμῆς, ἧς ἐποίησας αὐτῷ.

Οὗτος ὁ τρόπος ἔστω σοι ἀεί, τὸ εὐπροσήγορον καὶ τιμητικὸν εἶναι πρὸς πάντας, καὶ μὴ παροξύνῃς τινὰ ἢ ζηλώσῃς, μήτε διὰ πίστιν μήτε διὰ τὰ ἔργα αὐτοῦ τὰ κακά, ἀλλὰ φύλαττε σεαυτόν, τοῦ μὴ μέμψασθαι ἢ ἐλέγξαι τινὰ ἔν τινι· ἔχομεν γὰρ κριτὴν ἀπροσωπόληπτον ἐν οὐρανοῖς. Εἰ δὲ θέλεις ἐπιστρέψαι αὐτὸν πρὸς τὴν ἀλήθειαν, λυπήθητι ὑπὲρ αὐτοῦ καὶ μετὰ δακρύων καὶ ἀγάπης εἰπὲ αὐτῷ λόγον ἕνα ἢ δύο, καὶ μὴ πυρωθῇς τῷ θυμῷ κατ’ αὐτοῦ, καὶ ὄψεται ἐν σοὶ σημεῖον ἔχθρας. Ἡ γὰρ ἀγάπη οὐκ οἶδε θυμοῦσθαι ἢ παροξύνεσθαι ἢ μέμφεσθαί τινα ἐμπαθῶς. Ἔνδειξις τῆς ἀγάπης καὶ τῆς γνώσεως ἐστὶν ἡ ταπείνωσις, ἥτις τίκτεται ἀπὸ συνειδήσεως ἀγαθῆς.

Ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.