Ἔργον
Ἰσαὰκ ὁ Σύρος – Λόγοι ἀσκητικοί
Λόγοι ΚΔ'-ΚΣΤ': Υπομονή, αδιάλειπτη νηστεία και πνευματική εγρήγορση
Ο αγώνας της ταπεινώσεως, το παράδειγμα των μαρτύρων, η προληπτική αξία της εγκράτειας και η αντιμετώπιση της ραθυμίας και της γαστριμαργίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Λόγοι ΚΔ'-ΚΣΤ': Υπομονή, αδιάλειπτη νηστεία και πνευματική εγρήγορση
Ο αγώνας της ταπεινώσεως, το παράδειγμα των μαρτύρων, η προληπτική αξία της εγκράτειας και η αντιμετώπιση της ραθυμίας και της γαστριμαργίας.
ΛΟΓΟΣ ΔΙΣ ΚΔʹ ΠΕΡΙ ΤΑΠΕΙΝΩΣΕΩΣ Πρὸ τοῦ εἰσελθεῖν εἰς τὴν πόλιν τῆς ταπεινώσεως, ἐὰν ἴδῃς σαυτόν, ὅτι ἀνεπαύθης ἐκ τῆς ὀχλήσεως τῶν παθῶν, μὴ πιστεύσῃς σεαυτῷ· ἐνέδραν γάρ τινα ἐνεδρεύει σοι ὁ ἐχθρός. Ἀλλ’ ἐκδέχου μετὰ τὴν ἀνάπαυσιν πολλὴν ὄχλησιν καὶ ταραχήν. Εἰ μὴ γὰρ διέλθῃς τὰ καταλύματα τῶν ἀρετῶν, οὐκ ἀπαντᾷς ἀνάπαυσιν ἐκ τοῦ μόχθου σου, οὐδὲ ἐκ τῶν ἐπιβουλῶν ἄνεσιν ἕξεις, ἕως ἂν φθάσῃς τὸ κατάλυμα τῆς ἁγίας ταπεινώσεως.
Ὁ Θεός, τῇ σῇ χάριτι ἀξίωσον ἡμᾶς αὐτὸ φθάσαι. Ἀμήν.
ΛΟΓΟΣ ΚΕʹ ΠΕΡΙ ΥΠΟΜΟΝΗΣ ΤΗΣ ΥΠΕΡ ΤΗΣ ΑΓΑΠΗΣ ΤΟΥ ΘΕΟΥ ΚΑΙ ΠΩΣ Η ΑΝΤΙΛΗΨΙΣ ΕΥΡΙΣΚΕΤΑΙ ΕΝ ΑΥΤΗι Ὅσον καταφρονήσει ὁ ἄνθρωπος τούτου τοῦ κόσμου καὶ σπουδάσει εἰς τὸν φόβον τοῦ Θεοῦ, τοσοῦτον προσεγγίζει αὐτῷ θεία πρόνοια καὶ τῆς ἀντιλήψεως αὐτῆς κρυπτῶς αἰσθάνεται καὶ δίδονται αὐτῷ λογισμοὶ καθαροὶ εἰς τὸ συνιέναι αὐτήν. Καὶ ἐάν τις ἑκουσίως στερηθῇ τῶν κοσμικῶν ἀγαθῶν, καθ’ ὅσον στερεῖται ἐξ αὐτῶν, κατὰ τοσοῦτον τὸ ἔλεος τοῦ Θεοῦ ἀκολουθεῖ καὶ βαστάζει αὐτὸν ἡ φιλανθρωπία τοῦ Θεοῦ. Δόξα τῷ ἐν τοῖς δεξιοῖς καὶ ἀριστεροῖς σώζοντι ἡμᾶς καὶ ἐν πᾶσι τούτοις παρέχοντι ἀφορμὴν εἰς τὴν εὕρεσιν τῆς ζωῆς ἡμῶν. Τῶν γὰρ ἐκ τοῦ θελήματος αὐτῶν ἐξασθενούντων κτήσασθαι τὴν ζωὴν αὐτῶν ἐν λύπαις ἀκουσίοις προσβιβάζει τὰς ψυχὰς αὐτῶν πρὸς τὴν ἀρετήν. Καὶ γὰρ ὁ Λάζαρος ἐκεῖνος ὁ πτωχὸς οὐκ ἦν ἐκ τοῦ θελήματος αὐτοῦ στερούμενος τῶν ἀγαθῶν τοῦ κόσμου τούτου, ἀλλὰ καὶ τὸ σῶμα αὐτοῦ πεπληγμένον ἦν τοῖς τραύμασι καὶ δύο πάθη πικρὰ ἦσαν ἐν αὐτῷ, ὧνπερ ἕκαστον χεῖρον τοῦ ἄλλου ἦν, ὅμως ἐν τοῖς κόλποις τοῦ Ἀβραὰμ ἐτιμήθη ἐσχάτως. Ὁ Θεὸς ἐγγύς ἐστι τῆς λυπηρᾶς καρδίας τοῦ ἐν θλίψει βοῶντος πρὸς αὐτόν.
Καὶ ἐὰν εἰς τὰ σωματικά ποτε ὑστερήσῃ ἢ ἄλλως θλίψῃ, ἕως ἂν ὑπομένωμεν αὐτὰ εἰς ἀντίληψιν ἡμῶν ποιεῖται, ὥσπερ ἰατρὸς ἐν βαρυτάτῃ νόσῳ χειρουργῶν τὴν ὑγείαν πραγματεύεται, ἀλλ’ ὅμως κατὰ ψυχὴν μεγάλως φιλανθρωπεύεται εἰς αὐτὸν ὁ Κύριος πρὸς τὴν σκληρότητα τῶν πόνων τῆς λύπης αὐτοῦ.
Ὅτε οὖν ἡ ἐπιθυμία τοῦ πόθου τοῦ Χριστοῦ οὐχ οὕτως ἐκνικᾷ ἐν σοί, ὥστε εἶναί σε ἀπαθῆ ἐν πάσῃ θλίψει σου, διὰ τὴν ἐν αὐτῷ χαράν, γνῶθι ὅτι ὁ κόσμος ζῇ ἐν σοὶ πλέον τοῦ Χριστοῦ. Καὶ ὅτε ἡ ἀρρωστία καὶ ἡ ἔνδεια, ἢ ὁ ἀφανισμὸς τοῦ σώματος ἢ ὁ φόβος τῶν βλαπτόντων αὐτὸ ταράσσει τὴν διάνοιάν σου ἐκ τῆς χαρᾶς τῆς ἐλπίδος σου καὶ ἐκ τῆς κατὰ Κύριον, γνῶθι ὅτι τὸ σῶμα ζῇ ἐν σοὶ καὶ οὐχ ὁ Χριστός. Καὶ ἁπλῶς εἰπεῖν, οὗπερ γὰρ ὁ πόθος ἰσχύει καὶ κατακρατεῖ ἐν σοί, ἐκεῖνό ἐστι τὸ ζῶν ἐν σοί. Ἐὰν δὲ γένῃ ἀνελλιπῶς ἔχων τὰς χρείας σου καὶ ἔχῃς ἐρρωμένον καὶ μὴ ἔχῃς φόβον ἐκ τῶν ἐναντίων καὶ λέγῃς ὅτι δύνῃ τότε καθαρῶς ὁδεῦσαι πρὸς Χριστόν, γνῶθι ὅτι ἀρρωστεῖς κατὰ διάνοιαν καὶ ὑστερεῖς τῆς γεύσεως τῆς δόξης τοῦ Θεοῦ. Οὐχ ὅτι δὲ τοιοῦτος εἶ, κρίνω σε, ἀλλὰ μᾶλλον, ἵνα γνῷς πόσον ὑστερεῖς τῆς τελειότητος, εἰ καὶ ἐν μέρει τινὶ τῆς πολιτείας τῶν ἁγίων Πατέρων τῶν πρὸ ἡμῶν εἶ.
Καὶ μὴ εἴπῃς, ὅτι οὐχ εὑρέθη ἄνθρωπος, οὗτινος τελείως ἡ διάνοια αὐτοῦ ὑψώθη ἐκ τῆς ἀσθενείας. Ὅταν τὸ σῶμα ναυαγῇ ἐν πειρασμοῖς καὶ θλίψεσι καὶ ἐκνικᾷ τὸ μέρος τοῦ πόθου τοῦ Χριστοῦ τὴν λύπην τῆς διανοίας. Σιωπήσω τοῦ ἐνέγκαι εἰς μνήμην τοὺς ἁγίους μάρτυρας, μήπως οὐ δυνήσομαι στῆναι ἐνώπιον τοῦ βάθους τῶν παθῶν αὐτῶν, καὶ ὅσον ἐνίκησε τὸ μέρος τῆς ὑπομονῆς, τὸ ἐκ τῆς δυνάμεως τῆς ἀγάπης τοῦ Χριστοῦ τὴν πολλὴν θλῖψιν καὶ τὸν πόθον τοῦ σώματος. Ἀλλὰ διὰ τὸ εἶναι ταῦτα, καὶ μόνῃ τῇ μνήμῃ αὐτῶν, θλιβερὰ τῇ ἀνθρωπίνῃ φύσει, ὅτι ταράσσουσιν ἐν τῇ μεγαλωσύνῃ τοῦ πράγματος καὶ ἐν τῇ θαυμαστῇ θεωρίᾳ αὐτῶν, ἐάσωμεν ταῦτα.
Σκοπήσωμεν δὲ τοὺς ἀθέους φιλοσόφους λεγομένους. Εἷς γὰρ ἐξ αὐτῶν ἔθηκε νόμον ἐν τῇ διανοίᾳ αὑτοῦ φυλάξαι τὴν σιωπὴν ὀλίγους χρόνους, καὶ ὁ βασιλεὺς τῶν Ῥωμαίων ἐθαύμασεν ἐκ τῆς ἀκοῆς τοῦ πράγματος καὶ ἠθέλησε λαβεῖν τὴν πεῖραν αὐτοῦ. Ἐκέλευσεν οὖν ἀχθῆναι αὐτὸν ἔμπροσθεν αὐτοῦ, καὶ ὡς εἶδεν αὐτὸν σιωπῶντα πρὸς πᾶσαν ἐρώτησιν παντελῶς, ἣν ἠρώτησεν αὐτόν, καὶ μὴ ἀποκρινόμενον, ἐθυμώθη ὁ βασιλεὺς καὶ ἐκέλευσεν αὐτὸν τεθνᾶναι, ὅτι οὐκ ᾐδέσθη τὸν θρόνον καὶ τὸν στέφανον τῆς δόξης αὑτοῦ. Ἐκεῖνος δὲ οὐκ ἐφοβήθη, ἀλλὰ τὸν ἴδιον αὑτοῦ νόμον ἐφύλαξε καὶ παρεσκεύασεν ἑαυτὸν ἐν ἡσυχίᾳ πρὸς τὸν θάνατον. Ὁ δὲ βασιλεὺς ἐνετείλατο τοῖς σπεκουλάτορσιν, ὅτι, ἐὰν φοβηθῇ τὸ ξίφος καὶ λύσῃ τὸν νόμον αὑτοῦ, ἀποκτείνατε αὐτόν, εἰ δὲ τῷ ἰδίῳ ἐμμένει θελήματι, στρέψατε αὐτὸν πρός με ζῶντα. Ὅτε οὖν ἤγγισεν εἰς τὸν τόπον τὸν ὡρισμένον καὶ οἱ ἐπιτραπέντες θλίβοντες ἠνάγκαζον αὐτόν, ἵνα λύσῃ τὸν ἑαυτοῦ νόμον καὶ μὴ ἀποθάνῃ, αὐτὸς διελογίσατο, ὅτι κρεῖσσόν μοι ἀποθανεῖν ἐν μιᾷ ὥρᾳ καὶ τὸ ἴδιόν μου φυλάξαι θέλημα, δι’ ὅπερ τοσοῦτον ἠγωνισάμην χρόνον, ἢ νικηθῆναι ἐκ τοῦ φόβου τοῦ θανάτου καὶ τὴν σοφίαν μου καθυβρίσαι καὶ ὄκνον ὀφλῆσαι τοῦ ἐξ ἀνάγκης μοι ἀπαντήσαντος πράγματος.
Καὶ ἥπλωσεν ἑαυτὸν ἀταράχως ἐκτιμηθῆναι ὑπὸ τοῦ ξίφους. Ἐμηνύθη οὖν ταῦτα τῷ βασιλεῖ, καὶ θαυμάσας ἀπέλυσεν αὐτὸν μετ’ αἰδοῦς. Ἄλλοι δὲ τὴν φυσικὴν ἐπιθυμίαν τέλεον κατεπάτησαν. Ἕτεροι τὰς λοιδορίας ῥᾷον ἐβάστασαν, καὶ ἄλλοι ἐν ἀρρωστίαις δειναῖς ἐκαρτέρησαν ἀθλίπτως, καὶ ἄλλοι ἐν θλίψεσι καὶ συμφοραῖς μεγάλαις τὴν ὑπομονὴν αὑτῶν ἐπεδείξαντο. Καὶ εἰ οὗτοι διὰ κενὴν δόξαν καὶ ἐλπίδα ταῦτα ὑπέμειναν, πόσῳ μᾶλλον οἱ μοναχοὶ ὑπομεῖναι ὀφείλομεν, κληθέντες πρὸς κοινωνίαν Θεοῦ, ἧς ἀξιωθείημεν εὐχαῖς τῆς ὑπεραγίας δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, καὶ πάντων τῶν ἐν ἱδρῶτι τοῦ ἀγῶνος αὐτῶν ἀρεσάντων τῷ Χριστῷ.
Ὧι πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ συνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ συναϊδίῳ καὶ ὁμοφυεῖ καὶ ζωαρχικῷ Πνεύματι, νῦν τε καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΛΟΓΟΣ ΚΣΤʹ ΠΕΡΙ ΤΗΣ ΑΔΙΑΛΕΙΠΤΟΥ ΝΗΣΤΕΙΑΣ ΚΑΙ ΤΟΥ ΣΥΝΑΞΑΙ ΕΑΥΤΟΝ ΕΝ ΕΝΙ ΤΟΠΩι. ΚΑΙ ΤΙ ΤΑ ΕΚ ΤΟΥΤΟΥ ΓΕΝΟΜΕΝΑ ΚΑΙ ΟΤΙ ΕΝ ΓΝΩΣΕΙ ΔΙΑΚΡΙΣΕΩΝ ΕΔΙΔΑΧΘΗ ΤΗΝ ΑΚΡΙΒΕΙΑΝ ΤΗΣ ΧΡΗΣΕΩΣ ΤΩΝ ΤΟΙΟΥΤΩΝ Ἐν πολλῷ καιρῷ πειραζόμενος ἐν τοῖς δεξιοῖς καὶ ἀριστεροῖς καὶ ἑαυτὸν δοκιμάσας ἐν τοῖς δυσὶ τρόποις τούτοις πολλάκις καὶ δεξάμενος ἐκ τοῦ ἐναντίου πληγὰς ἀναριθμήτους καὶ ἀξιωθεὶς μεγάλων ἀντιλήψεων κρυπτῶς, ἐκομισάμην ἑαυτῷ πεῖραν ἐκ τῶν μακρῶν χρόνων τῶν ἐτῶν, καὶ ἐν δοκιμασίᾳ καὶ Θεοῦ χάριτι ταῦτα ἔμαθον. Ὅτι ὁ θεμέλιος πάντων τῶν ἀγαθῶν καὶ ἡ ἀνάκλησις τῆς ψυχῆς ἐκ τῆς αἰχμαλωσίας τοῦ ἐχθροῦ καὶ ἡ ὁδὸς ἡ πρὸς τὸ φῶς καὶ τὴν ζωὴν φέρουσα, οὗτοι οἱ δύο τρόποι εἰσί. Τὸ συνάξαι ἑαυτὸν εἰς ἕνα τόπον, καὶ τὸ ἀεὶ νηστεῦσαι, τουτέστι τὸ κανονίσαι ἑαυτὸν ἐν ἐγκρατείᾳ γαστρὸς σοφῶς καὶ φρονίμως ἐν ἀκινήτῳ καθέδρᾳ καὶ ἀδιαλείπτῳ σχολῇ καὶ μελέτῃ Θεοῦ.
Ἐντεῦθεν ἡ τῶν αἰσθήσεων ὑποταγή, ἐντεῦθεν ἡ τοῦ νοῦ νῆψις, ἐντεῦθεν τὰ ἄγρια πάθη ἡμεροῦνται, τὰ ἐν τῷ σώματι κινούμενα, ἐντεῦθεν ἡ πρᾳότης τῶν λογισμῶν, ἐντεῦθεν αἱ τῆς διανοίας φωτειναὶ κινήσεις, ἐντεῦθεν ἡ σπουδὴ ἡ πρὸς τὰ ἔργα τῆς ἀρετῆς, ἐντεῦθεν τὰ ὑψηλὰ νοήματα καὶ λεπτά, ἐντεῦθεν τὰ ἄμετρα δάκρυα, τὰ ἐν παντὶ καιρῷ γινόμενα, καὶ τοῦ θανάτου ἡ μνήμη. Ἐντεῦθεν ἡ σωφροσύνη ἡ καθαρά, ἡ τελείως ἀπέχουσα ἐκ πάσης φαντασίας τῆς τὴν διάνοιαν πειραζούσης, ἐντεῦθεν ἡ ὀξυδερκία καὶ ἡ ὀξύτης τῶν μακρὰν ὄντων, ἐντεῦθεν τὰ βαθύτερα τῶν μυστικῶν νοημάτων, ἅπερ ἡ διάνοια καταλαμβάνει ἐν τῇ δυνάμει τῶν θείων λογίων, καὶ αἱ ἐσώτεραι κινήσεις, αἱ ἐν τῇ ψυχῇ γινόμεναι, καὶ ἡ διαφορὰ καὶ ἡ διάκρισις τῶν πνευματικῶν ἐκ τῶν ἁγίων δυνάμεων καὶ τῶν ἀληθινῶν ὁράσεων ἐκ τῶν ματαίων φαντασιῶν. Ἐντεῦθεν ὁ φόβος τῶν ὁδῶν καὶ τῶν τρίβων, ὁ ἐν τῷ πελάγει τῆς διανοίας, ὁ κόπτων τὴν ῥᾳθυμίαν καὶ τὴν ἀμέλειαν, καὶ ἡ φλὸξ τοῦ ζήλου ἡ καταπατοῦσα πάντα κίνδυνον καὶ διαβαίνουσα πάντα φόβον, καὶ ἡ θέρμη ἡ καταφρονοῦσα πάσης ἐπιθυμίας καὶ ἐκ τῆς διανοίας αὐτὴν ἐξαλείφουσα καὶ λήθην ἐμποιοῦσα πάσης μνήμης τῶν παρερχομένων μετὰ τῶν ἄλλων. Καὶ ἵνα συντόμως εἴπω, ἡ ἐλευθερία τοῦ ἀληθινοῦ ἀνθρώπου καὶ ἡ χαρὰ τῆς ψυχῆς καὶ ἡ ἀνάστασις ἡ μετὰ τοῦ Χριστοῦ ἐν τῇ βασιλείᾳ.
Εἴ τις δὲ ἀμελήσει τῶν δύο τούτων, γνώτω, ὅτι οὐ μόνον ἐκ πάντων τούτων τῶν προειρημένων ζημιοῖ ἑαυτόν, ἀλλὰ καὶ τὸν θεμέλιον πασῶν τῶν ἀρετῶν διασείει ἐν τῇ καταφρονήσει τῶν δύο τούτων ἀρετῶν. Καὶ ὥσπερ εἰσὶν αὗται ἀρχὴ καὶ κεφαλὴ τῆς θείας ἐργασίας ἐν τῇ ψυχῇ, καὶ θύρα καὶ ὁδὸς πρὸς τὸν Χριστόν, ἐάν τις κρατήσῃ αὐτὰς καὶ ἐν αὐταῖς ὑπομείνῃ, οὕτως ἐάν τις ἀναχωρήσῃ ἐξ αὐτῶν καὶ ἀποπηδήσῃ ἀπ’ αὐτῶν, πρὸς ταῦτα τὰ δύο τὰ ἐναντία τούτων καταντᾷ. Λέγω δὴ τὸν σωματικὸν μετεωρισμὸν καὶ τὸ γαστριμαργεῖν ἀσέμνως.
Αὗται ἀρχαί εἰσι τῶν ἐναντίων τῶν προειρημένων καὶ χώραν παρέχουσι τοῖς πάθεσιν ἐν τῇ ψυχῇ. Καὶ ἡ μὲν πρώτη ἀρχὴ τῆς μιᾶς, ἐν πρώτοις τὰς αἰσθήσεις τὰς ὑποταγείσας ἀπολύει τῶν δεσμῶν τῆς συστολῆς. Καὶ τί λοιπὸν ἐκ τούτου γίνεται; Ἐντεῦθεν ἄτοποι ἀπαντήσεις καὶ ἀπροσδόκητοι, πλησιόχωροι τῶν πτώσεων. Ἡ ταραχὴ τῶν ἰσχυρῶν κυμάτων, ἡ ἐκ τῆς ὁράσεως ἐξυπνιζομένη. Τῶν ὀφθαλμῶν πύρωσις ὀξεῖα, κρατοῦσα τοῦ σώματος καὶ συνέχουσα ὀλισθήματα εὐχερῆ, ἐν τῷ φρονήματι γινόμενα. Λογισμοὶ ἀκρατεῖς, πρὸς πτῶσιν σπουδάζοντες. Ἡ χλιαρότης τοῦ πόθου τῶν ἔργων τοῦ Θεοῦ καὶ ἀτονία κατὰ μικρὸν μικρὸν τῆς διαφορᾶς τῆς ἡσυχίας, καὶ τοῦ τελείως καταλεῖψαι τὸν κανόνα τῆς πολιτείας αὑτοῦ. Ἐγκαινισμὸς τῶν ἐπιλησθέντων κακῶν καὶ διδαχὴ ἑτέρων, ὧν οὐκ ἠπίστατο, ἐκ τῶν ἀεὶ ἐπιγινομένων αὐτῷ δι’ ἀκουσίων πολυτρόπων ὁράσεων, τῶν ἐκ τῆς μεταναστάσεως ἀπὸ χώρας εἰς χώραν καὶ ἀπὸ τόπου εἰς τόπον συναντουσῶν αὐτῷ, καὶ τὰ πάθη, ἅπερ διὰ τῆς χάριτος τοῦ Θεοῦ ἤδη ἐκ τῆς ψυχῆς νεκρωθέντα καὶ διὰ τῆς λήθης τῶν μνημῶν τῶν ἐν τῇ διανοίᾳ ἀπολεσθέντα, πάλιν ταῦτα πρὸς κίνησιν ἄρχονται διεγείρεσθαι καὶ τὴν ψυχὴν πρὸς ἐργασίαν αὐτῶν ἀναγκάζειν.
Καὶ ἵνα μὴ ὅλα τὰ λοιπὰ λέγω καὶ διηγήσωμαι, ταῦτα μὲν ἐκ τῆς πρώτης ἐκείνης αἰτίας ἀνοίγονται ἐπ’ αὐτῷ, τουτέστιν ἐκ τοῦ μετεωρισμοῦ τοῦ σώματος καὶ τοῦ μὴ ὑπομεῖναι τὴν τῆς ἡσυχίας ταλαιπωρίαν. Τί δὲ ἐκ τῆς ἄλλης, τουτέστι τοῦ ἄρξασθαι ἐν τῷ ἔργῳ τῶν χοίρων; Καὶ τί ἐστι τὸ ἔργον τῶν χοίρων, ἢ τὸ ἀόριστον ἀφιέναι τὴν γαστέρα καὶ διαπαντὸς ἐμπιπλᾶν αὐτὴν καὶ μὴ ἔχειν καιρὸν δεδηλωμένον πρὸς τὴν τοῦ σώματος χρείαν καθὼς οἱ λογικοί; Καὶ τί λοιπὸν γίνεται ἐκ τούτου; Ἐντεῦθεν καρηβαρία καὶ βάρησις τοῦ σώματος πολλὴ μετὰ χαλασμοῦ τῶν ὤμων. Ὅθεν ἀνάγκη ἀπολειφθῆναι ἐκ τῆς λειτουργίας τοῦ Θεοῦ. Καὶ ὀκνηρία γὰρ ἐπιγίνεται εἰς τὸ μὴ ποιεῖν μετανοίας ἐν αὐτῇ· ἀμέλεια τῶν συνήθων προσκυνήσεων· σκότωσις καὶ ψυχρότης τῆς διανοίας· νοῦς παχὺς καὶ ἀδιάκριτος ἐκ τῶν ταραχῶν καὶ τῶν πολλῶν σκοτώσεων τῶν λογισμῶν· γνόφος παχὺς καὶ ζοφώδης, ἡπλωμένος ἐν ὅλῃ τῇ ψυχῇ· ἀηδία πολλὴ ἐν παντὶ ἔργῳ τοῦ Θεοῦ, ἅμα δὲ καὶ ἐν τῇ ἀναγνώσει, διὰ τὸ μὴ γεύσασθαι αὐτὸν τῆς ἡδύτητος τῶν λογίων τοῦ Θεοῦ· ἀργία πολλὴ τῶν ἀναγκαίων· νοῦς ἀκράτητος καὶ μετεωριζόμενος ἐν πάσῃ τῇ γῇ· χυμὸς πολὺς συναγόμενος ἐν πᾶσι τοῖς μέλεσι· φαντασίαι ἀκάθαρτοι ταῖς νυξὶ διὰ φασμάτων βεβήλων καὶ ἀτόπων εἰκόνων, πεπληρωμένων ἐπιθυμίας, ἐν τῇ ψυχῇ διαβαινούσης καὶ ἐν αὐτῇ τῇ ψυχῇ τὰ ἑαυτῆς θελήματα ἀποπληρούσης ἀκαθάρτως.
Καὶ ἡ στρωμνὴ δὲ τοῦ ἀθλίου καὶ τὰ ἐνδύματα αὐτοῦ καὶ αὐτὸ τὸ σῶμα ὅλον μολύνεται διὰ τὸ πλῆθος τῆς αἰσχρᾶς ῥεύσεως, τῆς ὡς ἀπὸ πηγῆς ἐξ αὐτοῦ βλυζούσης· καὶ τοῦτο οὐ μόνον ἐν τῇ νυκτί, ἀλλὰ καὶ ἐν ἡμέρᾳ συμβαίνει αὐτῷ· τὸ γὰρ σῶμα πάντοτε ῥέει καὶ μιαίνει τὴν διάνοιαν, ὥστε αὐτὸν διὰ τούτων τῶν πραγμάτων τὴν σωφροσύνην ἀπαρνήσασθαι· ἡ γὰρ ἡδύτης τῶν γαργαλισμῶν ἐνεργεῖται ἐν ὅλῳ τῷ σώματι αὐτοῦ ἐν ἀδιαλείπτῳ πυρώσει καὶ ἀνυπομονήτῳ.
Καὶ λογισμοὶ δὲ ἀπατηλοὶ συμβαίνουσιν αὐτῷ, εἰκονίζοντες κάλλος κατέναντι αὐτοῦ καὶ ἐρεθίζοντες αὐτὸν ἐν παντὶ καιρῷ καὶ γαργαλίζοντες τὸν νοῦν ἐν τῇ ὁμιλίᾳ αὐτῶν. Καὶ ἀδιστάκτως συνδυάζει αὐτοῖς ἐν τῇ μελέτῃ αὐτῶν καὶ ἐν τῇ εὐθυμίᾳ αὐτῶν, διὰ τὸ σκοτισθῆναι αὐτοῦ τὸ διακριτικόν. Καὶ τοῦτό ἐστιν ὅπερ εἶπεν ὁ Προφήτης· «τοῦτο τὸ ἀνταπόδομα τῆς ἀδελφῆς Σοδόμων, ἥτις τρυφῶσα ἤσθιεν ἄρτον εἰς πλησμονήν», καὶ τὰ ἑξῆς. Καὶ τοῦτο δὲ ἐρρέθη ὑπό τινος τῶν μεγάλων σοφῶν, ὅτι Εἴ τις θρέψει τὸ σῶμα αὑτοῦ ἐν τρυφῇ μεγάλως, εἰς πόλεμον ἐκβάλλει τὴν ἑαυτοῦ ψυχήν, καὶ ἐάν ποτε ἔλθῃ εἰς ἑαυτὸν καὶ ζητήσῃ βιάσασθαι εἰς τὸ κρατῆσαι ἑαυτοῦ, οὐ δύναται, διὰ τὴν ὑπερβάλλουσαν πύρωσιν τῶν κινήσεων τοῦ σώματος καὶ διὰ τὴν βίαν καὶ τὴν ἀνάγκην τῶν ἐρεθισμῶν καὶ τῶν γαργαλισμάτων τῶν τὴν ψυχὴν αἰχμαλωτιζόντων ἐν τοῖς θελήμασιν αὑτῶν. Ὁρᾷς ὧδε λεπτότητα τούτων τῶν ἀθέων; Καὶ πάλιν ὁ αὐτὸς λέγει· Ἡ τρυφὴ τοῦ σώματος ἐν ἁπλότητι καὶ ὑγρότητι, τῆς νεότητος τὰ πάθη ἐν τῇ ψυχῇ ὀξέως κτᾶσθαι παρασκευάζει, καὶ περικυκλοῖ αὐτὴν ὁ θάνατος, καὶ ἐμπίπτει οὗτος ὑπὸ τὴν κρίσιν τοῦ Θεοῦ.
Ψυχὴ δὲ ἡ ἀδολεσχοῦσα ἀεὶ ἐν τῇ μνήμῃ τῶν ὀφειλομένων, ἀναπαύεται ἐν τῇ ἐλευθερίᾳ ἑαυτῆς καὶ αἱ φροντίδες αὐτῆς μικραί, καὶ οὐ μεταμελεῖται ἔν τινι, πρόνοιαν ποιουμένη ὑπὲρ τῆς ἀρετῆς, ἡνιοχοῦσα τὰ πάθη καὶ φυλάττουσα τὴν ἀρετήν, εἰς αὔξησιν καὶ χαρὰν ἀμέριμνον καὶ ζωὴν ἀγαθὴν καὶ λιμένα ἀκίνδυνον ἄγει. Ἀπολαύσεις γὰρ σωματικαὶ οὐ μόνον ἐνισχύουσι τὰ πάθη καὶ στερεοῦσιν αὐτὰ κατὰ τῆς ψυχῆς, ἀλλὰ καὶ ἐκριζοῦσιν αὐτὴν ἐκ τῶν ῥιζῶν αὐτῆς. Καὶ σὺν τούτοις ἐξάπτουσι τὴν γαστέρα εἰς ἀκρασίαν καὶ ἀταξίαν ὅρων ἄκρας ἀσωτίας, καὶ παρὰ καιρὸν τὴν χρείαν τοῦ σώματος ἐκτελεῖν βιάζονται. Καὶ ὁ πολεμούμενος ἐν τούτοις οὐ θέλει ὑπομεῖναι μικρὰν πεῖναν καὶ ἐξουσιάσαι ἑαυτοῦ, διότι ᾐχμαλωτίσθη ὑπὸ τῶν παθῶν.
Οὗτοί εἰσιν οἱ καρποὶ τῆς αἰσχύνης, οἱ ἐκ τῆς γαστριμαργίας. Καὶ οἱ πρὸ τούτων εἰσὶν οἱ καρποὶ τῆς ὑπομονῆς, τῆς ἐν ἑνὶ τόπῳ καὶ ἡσυχίᾳ διαγωγῆς. Διὰ τοῦτο καὶ ὁ ἐχθρὸς τοὺς καιροὺς ἐπιστάμενος τῶν χρειῶν ἡμῶν τῶν φυσικῶν, δι’ ὧν ἡ φύσις κινεῖται πρὸς τὴν χρείαν αὑτῆς, καὶ ὅτι ὁ νοῦς ἐκ τοῦ μετεωρισμοῦ τῶν ὀφθαλμῶν ῥέμβεται καὶ ἐκ τῆς ἀναπαύσεως τῆς γαστρός, σπουδάζει καὶ ἀγωνίζεται ἐρεθίσαι ἡμᾶς προσθήκην ποιήσασθαι εἰς τὴν φυσικὴν χρείαν καὶ σπεῖραι ἐν ἡμῖν σχήματα λογισμῶν πονηρῶν ἐν τοῖς τοιούτοις καιροῖς, ὥστε, ἐὰν ἐνδέχηται, ὑπερισχύσαι τὰ πάθη κατὰ τῆς φύσεως διὰ τὴν περισσοτέραν συμπλοκὴν καὶ καταποντίσαι τὸν ἄνθρωπον ἐν τοῖς πτώμασι.
Διὰ τοῦτο ἔδει ἡμᾶς, ὥσπερ ὁ ἐχθρὸς γινώσκει τοὺς καιρούς, οὕτω καὶ ἡμᾶς γνωρίσαι τὴν ἀσθένειαν ἡμῶν καὶ τὴν δύναμιν τῆς φύσεως ἡμῶν, ὅτι ἀνίκανός ἐστι πρὸς τὰς ὁρμὰς καὶ τὰς κινήσεις ἐκείνων τῶν καιρῶν καὶ πρὸς τὴν λεπτότητα τῶν λογισμῶν, τῶν ὡς χνοῦν ὄντων τῇ λεπτότητι κατέναντι τῶν ὀφθαλμῶν ἡμῶν, καὶ ὅτι οὐ δυνάμεθα ὁρᾶν ἑαυτοὺς καὶ ἀπαντῆσαι τοῖς συμβαίνουσιν ἡμῖν· καὶ διὰ τὴν πολλὴν δοκιμασίαν, ἣν ἐπειράσθημεν ὑπὸ τοῦ ἐχθροῦ, καὶ ἐν ταλαιπωρίᾳ ἐξ αὐτοῦ ἐλάβομεν πολλάκις, τοῦ λοιποῦ σοφίσασθαι καὶ μὴ ἐάσαι ἑαυτοὺς ῥιφθῆναι τοῦ ποιῆσαι τὸ θέλημα τῆς ἡμῶν ἀναπαύσεως καὶ ἡττᾶσθαι ἐκ τῆς πείνης, ἀλλὰ μᾶλλον κἂν καταπονήσῃ ἡμᾶς ἡ πεῖνα ἢ στενώσῃ, μὴ σαλευθῶμεν ἐκ τοῦ τόπου τῆς ἡσυχίας ἡμῶν καὶ καταντήσωμεν ὅπου εὐχερῶς συμβαίνουσιν ἡμῖν τὰ τοιαῦτα, μηδὲ σκευάσωμεν ἑαυτοῖς ἀφορμὰς καὶ τρόπους, ὅπως ἐκ τῆς ἐρήμου ἐξέλθωμεν. Ταῦτα γάρ εἰσι τὰ ἐπιτηδεύματα τοῦ ἐχθροῦ τὰ φανερά. Ἐὰν δὲ ὑπομείνῃς ἐν τῇ ἐρήμῳ, οὐ μὴ πειρασθῇς. Οὐ γὰρ ὁρᾷς ἐν αὐτῇ γυναῖκα οὔτε τι βλάπτον τὴν πολιτείαν σου, οὔτε φωνὰς ἀπρεπεῖς ἀκούεις.
Τί σοὶ καὶ τῇ ὁδῷ τῆς Αἰγύπτου; «Ἵνα πίῃς τὸ ὕδωρ Γηῶν»; Νόει τί σοι λέγω. Δεῖξον τῷ ἐχθρῷ τὴν ὑπομονήν σου καὶ τὸ δοκίμιόν σου ἐν τοῖς μικροῖς, ἵνα μὴ ζητήσῃ παρὰ σοῦ τὰ μεγάλα. Ὅρος δὲ ἔστωσάν σοι τὰ μικρὰ ταῦτα, ἵνα διὰ τούτων καταβάλῃς τὸν ἀντίπαλον, ὅπως μὴ σχολάσῃ καὶ ὀρύξῃ σοι παγίδας μεγάλας. Ὁ γὰρ μὴ πειθόμενος τῷ ἐχθρῷ, μηδὲ πέντε βήματα ἐξελθεῖν ἐκ τοῦ ἡσυχαστηρίου αὐτοῦ, πῶς πεῖσαι δύναται ἑαυτὸν ἐκ τῆς ἐρήμου ἐξελθεῖν ἢ πλησιάσαι κώμῃ; Καὶ ὁ μὴ καταδεχόμενος παρακύψαι διὰ θυρίδος ἐκ τοῦ ἡσυχαστηρίου αὑτοῦ, πῶς πείσει ἑαυτὸν ἐξελθεῖν ἐξ αὐτοῦ; Καὶ ὁ μόλις ἐν ἑσπέρᾳ πειθόμενος μετασχεῖν τροφῆς ἐλαχίστης, πῶς πρὸς καιροῦ ἐσθίειν ὑπὸ τῶν λογισμῶν αὑτοῦ δελεασθήσεται; Καὶ ὁ ἐκ τῶν εὐτελῶν ἐρυθριῶν ἐμπλησθῆναι, πῶς ἐκ τῶν μεγάλων ὀρεχθήσεται; Καὶ ὁ μηδὲ πρὸς τὸ ἴδιον σῶμα πειθόμενος κατιδεῖν, πῶς πρὸς τὰ ἀλλότρια κάλλη τοῦτον δελεάσει περιεργάσασθαι;
Δῆλον οὖν, ὅτι ἐξ ἀρχῆς ἐν τοῖς μικροῖς καταφρονῶν, ἡττᾶταί τις, καὶ οὕτως ἀφορμὴν παρέχει τῷ ἐχθρῷ πολεμεῖν αὐτῷ ἐν τοῖς μεγάλοις. Ἐπεί, ὁ τῆς προσκαίρου ζωῆς μὴ ποιούμενος πρόνοιαν τοῦ μηδὲ πρὸς βραχὺ ἐμμεῖναι ἐν αὐτῇ, πῶς φοβηθήσεται τὰς κακώσεις καὶ τὰς θλίψεις τὰς πρὸς τὸν θάνατον τὸν προσφιλῆ φερούσας; Οὗτός ἐστιν ὁ πόλεμος τῆς διακρίσεως, ὅτι οἱ σοφοὶ οὐ συγχωροῦσιν ἑαυτοὺς πρὸς τοὺς μεγάλους ἀγῶνας παρασκευάσασθαι· ἀλλ’ ἡ ὑπομονή, ἡ ἐνδεικνυμένη ἐν τοῖς μικροῖς ὑπ’ αὐτῶν, αὕτη ἐστὶν ἡ φυλάττουσα αὐτοὺς τοῦ μὴ πεσεῖν εἰς τοὺς μεγάλους κόπους.
Πρῶτος μὲν οὖν ὁ διάβολος τὴν ἀδιάλειπτον προσοχὴν τῆς καρδίας ἀγωνίζεται καταργῆσαι. Εἶθ’ οὕτω πείθει καὶ τοὺς δεδηλωμένους καιροὺς τῆς προσευχῆς καὶ τοῦ κανόνος τοῦ σωματικῶς γενομένου καταφρονῆσαι. Καὶ οὕτω πρῶτον χαυνοῦται ὁ λογισμός, πρὸ τοῦ καιροῦ μετασχεῖν τροφῆς, ἐν τοῖς ἐλαχίστοις καὶ μικροῖς καὶ οὐδαμινοῖς, καὶ μετὰ τὴν πτῶσιν τῆς καταλύσεως τῆς ἐγκρατείας αὐτοῦ, διολισθαίνει εἰς ἀκρασίαν καὶ ἀσωτείαν. Καὶ πρῶτον μὲν ἡττᾶται, μᾶλλον δὲ ἐλάχιστον ἡγεῖται ἐν ὀφθαλμοῖς αὑτοῦ ἀτενίσαι εἰς τὴν γύμνωσιν τοῦ σώματος αὑτοῦ ἢ εἰς ἄλλην τινὰ καλλονὴν τῶν μελῶν αὑτοῦ ὅταν ἀποδύηται τὰ ἱμάτια αὑτοῦ ἢ ὅταν ἐξέλθῃ ἔξω πρὸς τὴν χρείαν τοῦ σώματος ἢ πρὸς ὕδωρ καὶ χαυνώσῃ τὰ αἰσθητήρια αὑτοῦ, ἢ εἰσαγάγῃ τὴν χεῖρα αὑτοῦ θαρσαλέως ἔσωθεν τῶν ἱματίων αὑτοῦ καὶ ψηλαφήσῃ τὸ σῶμα αὑτοῦ· καὶ τότε ἀνακύψουσιν αὐτῷ ἄλλα καὶ ἄλλα. Καὶ ὁ πρώτην τὴν ἀσφάλειαν τοῦ νοὸς φυλάσσων καὶ δι’ ἓν τούτων λυπούμενος, τότε ἀνοίγει καθ’ ἑαυτοῦ μεγάλας καὶ χαλεπὰς εἰσόδους.
Οἱ γὰρ λογισμοί, ἵν’ ὡς ἐν ὑποδείγματι εἴπω, ὡς ὕδωρ εἰσί, καὶ ὅσον συνέχονται πάντοθεν, ἐν τῇ εὐταξίᾳ αὑτῶν πορεύονται, ἐὰν δὲ ἐκεῖθεν μικρὸν ἐπὶ τὰ ἔξω ἐξέλθωσι, κατάλυσιν φραγμοῦ καὶ ἐρήμωσιν πολλὴν κατεργάζονται. Ἵσταται γὰρ ὁ ἐχθρὸς κατανοῶν καὶ παρατηρῶν καὶ ἐκδεχόμενος νυχθημερῶς κατέναντι τῶν ὀφθαλμῶν ἡμῶν, καὶ περισκοπεῖ διὰ ποίας εἰσόδου τῶν αἰσθητηρίων ἡμῶν ἀνοιχθείσης αὐτῷ εἰσέλθῃ.
Ἀμελείας δέ τινος εἰς ἓν τῶν προρρηθέντων ἡμῖν γενομένης, τότε καὶ αὐτὸς ὁ δόλιος καὶ ἀναιδὴς κύων τὰ αὑτοῦ ἡμῖν ἐξαποστέλλει βέλη. Καὶ ποτὲ μὲν αὐτὴ ἡ φύσις ἀφ’ ἑαυτῆς τὴν ἀνάπαυσιν ἀγαπᾷ καὶ τὴν παρρησίαν καὶ τὸν γέλωτα καὶ τὸν μετεωρισμὸν καὶ τὴν ῥᾳθυμίαν καὶ γίνεται πηγὴ τῶν παθῶν καὶ πέλαγος ταραχῆς, ποτὲ δὲ ὁ ἐναντίος ὑποβάλλει ταῦτα τῇ ψυχῇ.
Ἀλλ’ ἡμεῖς ἀλλάξωμεν λοιπὸν τοὺς μεγάλους κόπους ἡμῶν ἐν τοῖς μικροῖς κόποις ἡμῶν, οὓς ἡγούμεθα οὐδέν. Εἰ γὰρ οὗτοι, ὡς ἐδείχθη, οἱ παρ’ ἡμῶν καταφρονούμενοι, τοσούτους ἀγῶνας μεγάλους καὶ κόπους δυσκατορθώτους καὶ πάλας συγκεχυμένας καὶ πληγὰς μεγίστας ἀποστρέφουσι, τίς μὴ σπεύσῃ διὰ τῶν μικρῶν τούτων τῆς εἰσαγωγῆς κόπων τὴν γλυκεῖαν εὑρεῖν ἀνάπαυσιν;
Ὦ σοφία, πόσον θαυμαστὴ ὑπάρχεις καὶ πῶς προβλέπεις τὰ πάντα πόρρωθεν. Μακάριος ὁ εὑρών σε, ἐκ γὰρ τῆς ῥᾳθυμίας τῆς νεότητος ἠλευθέρωται. Εἴ τις ἐμπορεύεται διὰ μικρᾶς ἐμπορεύσεως, ἤτοι περιποιήσεως τὴν ἰατρείαν τῶν μεγάλων παθῶν, καλῶς ποιεῖ. Καὶ γάρ ποτέ τις τῶν φιλοσόφων, ἐν χαυνότητι κινηθεὶς καὶ αἰσθηθείς, θᾶττον διωρθώσατο ἑαυτὸν καθήμενος ἐξαίφνης. Καὶ ἰδὼν αὐτὸν ἄλλος, ἐγέλασε χάριν τούτου.
Ὁ δὲ ἀπεκρίθη· Οὐ διὰ τοῦτο ἐφοβήθην, ἀλλ’ ἐκ τῆς καταφρονήσεως φοβοῦμαι· διότι πολλάκις καὶ ἡ μικρὰ καταφρόνησις μεγάλων κινδύνων πρόξενος γίνεται. Τῷ δὲ παρὰ τάξιν γενέσθαι καὶ ταχέως διορθώσασθαι ἐμαυτόν, ἔδειξα ἐμαυτὸν νήφοντα καὶ τὸ μηδὲ ὂν ἄξιον φόβου καταφρονοῦντα.
Τοῦτο γάρ ἐστι φιλοσοφία, ἵνα τις καὶ ἐν τοῖς ἐλαχίστοις καὶ μικροῖς, τοῖς γινομένοις παρ’ αὐτοῦ, ἀεὶ νήφει. Ἀναπαύσεις γὰρ μεγάλας θησαυρίζει ἑαυτῷ καὶ οὐχ ὑπνοῖ, ἵνα μὴ συμβῇ αὐτῷ τι ἐναντίον, ἀλλὰ τὰς αἰτίας κόπτει πρὸ καιροῦ καὶ διὰ τῶν ἐλαχίστων πραγμάτων ὑποφέρει τὴν μικρὰν λύπην, ἐξαφανίζων δι’ αὐτῆς τὴν μεγάλην.
Οἱ δὲ ἄφρονες προτιμῶσι τὴν μικρὰν ἀνάπαυσιν τὴν ἐγγὺς ὑπὲρ τὴν ἀπέχουσαν βασιλείαν, ἀγνοοῦντες ὅτι κρεῖσσον ὑπομεῖναι κολάσεις ἐν τῷ ἀγῶνι, ὑπὲρ τὸ ἀναπαυθῆναι ἐν τῇ στρωμνῇ τῆς ἐπιγείου βασιλείας ἐν κατακρίσει ῥᾳθυμίας. Τοῖς σοφοῖς γὰρ ποθητός ἐστιν ὁ θάνατος ὑπὲρ τοῦ μὴ κατηγορηθῆναι, ὅτι ἄνευ νήψεως ἐτέλεσάν τι ἐν τοῖς ἔργοις αὑτῶν. Διὸ καὶ λέγει ὁ σοφός· «Γενοῦ ἐγρήγορος καὶ νηφάλιος ὑπὲρ τῆς ζωῆς σου. Συγγενὴς γάρ ἐστιν ὁ ὕπνος τῆς διανοίας, καὶ εἰκὼν τοῦ ἀληθινοῦ θανάτου». Ὁ δὲ θεοφόρος Βασίλειός φησιν· «Ὅστις εἰς τὰ μικρὰ ἑαυτοῦ ὀκνηρός ἐστι, μὴ πιστεύσῃς αὐτῷ εἰς τὰ μεγάλα διαπρέψαι».
Ὑπὲρ ὧν μέλλεις ζῆν, μὴ ἀκηδιάσῃς, μηδὲ ὀκνήσῃς ὑπὲρ αὐτῶν ἀποθανεῖν. Σημεῖον γάρ ἐστι τῆς ἀκηδίας ἡ μικροψυχία, μήτηρ δέ ἐστι τῶν δύο τούτων ἡ καταφρόνησις. Δειλὸς ἄνθρωπος σημαίνει, ὅτι ὑπὸ δύο νόσων νοσεῖ· λέγω δὴ ὑπὸ φιλοσωματίας καὶ ὀλιγοπιστίας, ἡ δὲ φιλοσωματία σημεῖόν ἐστι τῆς ἀπιστίας. Ὁ δὲ τούτων καταφρονῶν βεβαιοῦται, ὅτι τῷ Θεῷ πιστεύει ὁλοψύχως καὶ τὰ μέλλοντα ἐκδέχεται.
Ἐάν τις ἐκτὸς κινδύνων καὶ ἀγώνων καὶ πειρασμῶν τῷ Θεῷ προσήγγισε, καὶ σὺ αὐτὸν μίμησαι. Ἡ εὐτολμία τῆς καρδίας καὶ ἡ καταφρόνησις τῶν κινδύνων ἀπὸ ἑνὸς τῶν δύο ἀφορμῶν τούτων γίνεται, ἢ ἐκ τῆς σκληροκαρδίας, ἢ ἐκ τῆς πολλῆς πίστεως τῆς πρὸς τὸν Θεόν. Καὶ τῇ μὲν σκληροκαρδίᾳ ἀκολουθεῖ ὑπερηφανία, τῇ δὲ πίστει ταπεινοφροσύνη καρδίας.
Οὐ δύναται ἄνθρωπος κτήσασθαι ἐλπίδα πρὸς τὸν Θεόν, εἰ μὴ πρῶτον ἐτελείωσε τὸ θέλημα αὐτοῦ κατὰ μέρος. Ἡ γὰρ ἐλπὶς ἡ πρὸς τὸν Θεὸν καὶ ἡ τῆς καρδίας ἀνδρεία ἐκ τῆς μαρτυρίας τῆς συνειδήσεως γεννῶνται, καὶ διὰ τῆς ἀληθινῆς μαρτυρίας τῆς διανοίας ἡμῶν τὴν πρὸς τὸν Θεὸν πεποίθησιν ἔχομεν. Ἡ μαρτυρία δὲ τῆς διανοίας γίνεται ἐν τῷ μὴ κατακρίνεσθαί τινα ἐν μηδενὶ ὑπὸ τοῦ συνειδότος, ὅτι ἠμέλησεν εἰς τὸ ὀφειλόμενον κατὰ τὴν δύναμιν αὑτοῦ. Ἐὰν δὲ ἡ καρδία ἡμῶν μὴ κατακρίνῃ ἡμᾶς, παρρησίαν πρὸς τὸν Θεὸν ἔχομεν. Ἡ παρρησία οὖν ἐκ τῶν κατορθωμάτων τῶν ἀρετῶν καὶ τῆς καλῆς συνειδήσεως προσγίνεται. Σκληρὸν γοῦν ἐστι τὸ δουλεῦσαι τῷ σώματι.
Ὅστις δὲ ὀλίγον ἐκ πολλοῦ αἴσθηται τῆς ἐλπίδος τῆς πρὸς τὸν Θεόν, οὐκ ἔτι πεισθήσεται κατ’ ἀνάγκην δουλεῦσαι τῷ σκληρῷ τούτῳ δεσπότῃ, τῷ σώματι.
Περὶ τῆς σιωπῆς καὶ τῆς ἡσυχίας Τὸ ἀεὶ σιωπᾶν καὶ ἡ φυλακὴ τῆς ἡσυχίας ἐκ τῶν τριῶν τούτων αἰτιῶν ἔν τινι γίνονται· ἢ διὰ τὴν δόξαν τῶν ἀνθρώπων ἢ διὰ τὴν θερμότητα τοῦ ζήλου τῆς ἀρετῆς ἢ ὅτι ὁμιλίαν τινὰ θείαν τις ἔχει ἐντὸς ἑαυτοῦ καὶ ἡ διάνοια αὐτοῦ ἕλκεται πρὸς αὐτήν. Εἴ τις γοῦν μίαν τῶν ἐσχάτων οὐκ ἔχει, ἐξ ἀνάγκης τὴν πρώτην ἀσθένειαν ἀσθενεῖ. Ἀρετή ἐστιν, οὐχ ἡ φανέρωσις τῶν πολλῶν καὶ διαφόρων πράξεων, τῶν διὰ τοῦ σώματος ἐπιτελουμένων, ἀλλ’ ἡ σοφωτάτη καρδία ἐν τῇ ἐλπίδι αὐτῆς. Συνάπτει γὰρ αὐτὴν τοῖς κατὰ Θεὸν ἔργοις ὁ ὀρθὸς σκοπός.
Ἡ μὲν γὰρ διάνοια δύναται χωρὶς πράξεων σωματικῶν ἐπιτελέσαι τὸ ἀγαθόν, τὸ δὲ σῶμα ἐκτὸς τῆς σοφίας τῆς καρδίας, κἂν ἐργάσηται, οὐ δύναται ὠφεληθῆναι· ὅμως οὐχ ὑποφέρει ὁ ἄνθρωπος τοῦ Θεοῦ, ὅταν ἄδειαν εὕρῃ ἀγαθοεργίας, εἰ μὴ δείξῃ τὴν ἀγάπην ἐν κόπῳ τῆς ἐργασίας αὑτοῦ πρὸς τὸν Θεόν. Ἡ μὲν πρώτη τάξις πάντοτε κατευοδοῦται, ἡ δὲ δευτέρα πολλάκις κατευοδοῦται, ποτὲ δὲ καὶ οὔ. Μὴ νομίσης δέ, ὅτι τὸ πρᾶγμα τοῦτο μικρόν ἐστιν, ἵνα τις ἐκ τῶν αἰτιῶν τῶν παθῶν μακρὰν ἀπέχῃ πάντοτε.
Τῷ δὲ Θεῷ ἡμῶν εἴη δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.