Ἔργον
Ἰσαὰκ ὁ Σύρος – Λόγοι ἀσκητικοί
Προφύλαξη από τα πάθη και έμπρακτη διακονία
Η αναγκαιότητα αποφυγής των αφορμών της αμαρτίας, η ισορροπία μεταξύ της αυστηρής ησυχίας και της αγαπητικής φροντίδας των ασθενών, και η καταληκτήρια δοξολογία.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Προφύλαξη από τα πάθη και έμπρακτη διακονία
Η αναγκαιότητα αποφυγής των αφορμών της αμαρτίας, η ισορροπία μεταξύ της αυστηρής ησυχίας και της αγαπητικής φροντίδας των ασθενών, και η καταληκτήρια δοξολογία.
ΛΟΓΟΣ ΠΣΤʹ ΠΕΡΙ ΔΙΑΦΟΡΩΝ ΥΠΟΘΕΣΕΩΝ ΚΑΤ’ ΕΡΩΤΗΣΙΝ ΚΑΙ ΑΠΟΚΡΙΣΙΝ Ἐρώτησις. Εἰ καλόν ἐστιν ἐκ πάντων τῶν ἐρεθιζόντων τὰ πάθη μακρύνεσθαι, καὶ εἰ νίκη νομίζεται ἡ τοιαύτη φυγὴ ἢ ἧττα τῇ ψυχῇ, ἐν τῷ φεύγειν τοὺς πολέμους καὶ ἐπιλέγεσθαι ἑαυτῇ τὴν ἀνάπαυσιν.
Ἀπόκρισις. Συντόμως πρὸς τοῦτο ἐροῦμεν. Δεῖ τὸν μοναχόν, ἵνα φεύγῃ ὁλοτελῶς ἐκ πάντων τῶν ἐρεθιζόντων αὐτῷ τὰ πάθη τὰ πονηρά, καὶ ἵνα κόψῃ ἐξ ἑαυτοῦ μάλιστα τὰς αἰτίας τῶν παθῶν καὶ τὴν ὕλην, ἐν ᾗ συνεργοῦνται καὶ αὐξάνονται, κἂν καὶ μετά τινα γένωνται. Εἰ δὲ γένηται καιρὸς ἀντιστῆναι καὶ παλαῖσαι πρὸς αὐτά, καὶ τοῦτο ποιήσωμεν, οὐχὶ ἐν παιγνίῳ, ἀλλὰ τεχνικῶς· ἡνίκα ἐνεδρευόμεθα ἐν τῇ θεωρίᾳ τοῦ πνεύματος καὶ ἀποστρέψαι δεῖ τὴν διάνοιαν αὐτοῦ ἐξ αὐτῶν ἀεὶ εἰς τὸ φυσικὸν ἀγαθόν, τὸ τεθὲν ἐν τῇ φύσει ὑπὸ τοῦ δημιουργοῦ, τὸν ἄνθρωπον, κἂν καὶ ὁ διάβολος καταστροφῇ κατέστρεψε τὴν ἀλήθειαν πρὸς πεῖραν πονηράν. Καὶ εἰ πρέπον εἰπεῖν, ὅτι οὐκ ἐκ τῆς ὀχλήσεως τῶν παθῶν μόνον, ἀλλὰ καὶ ἐκ τῶν αἰσθήσεων τῶν ἑαυτοῦ φεύγειν αὐτὸν δεῖ καὶ τοῦ ἐσωτέρου ἀνθρώπου ἑαυτοῦ ἐγγὺς καταδύεσθαι καὶ ἐκεῖ ἐμμένειν μοναχικῶς ἐν τῇ ἐπιμόνῳ ἐργασίᾳ, τῇ ἐν τῇ ἀμπέλῳ τῆς καρδίας αὐτοῦ, ἕως ἂν συμφωνήσῃ τὰ ἔργα τῷ μοναχικῷ ὀνόματι, τῷ ἐπικληθέντι ἐπ’ αὐτῷ ἐν τῷ κρυπτῷ αὐτοῦ καὶ τῷ φανερῷ.
Καὶ ἴσως ἐν αὐτῇ τῇ διαμονῇ τῇ ἐγγὺς τοῦ ἔνδον ἀνθρώπου ἑνωθῶμεν ὁλοτελῶς τῷ γνώσει τῆς ἐλπίδος ἡμῶν, Χριστοῦ τοῦ ἐνοικοῦντος ἡμῖν. Ὅσον γὰρ ὁ νοῦς ἡμῶν διαμένει ἐκεῖσε μοναστικῶς καὶ ἀναχωρητικῶς, οὐκ αὐτός ἐστιν ὁ πολεμῶν πρὸς τὰ πάθη, ἀλλ’ ἡ χάρις. Πλὴν ὅτι, οὐδὲ αὐτὰ τὰ πάθη κινοῦνται ἐν αὐτῷ εἰς πρᾶξιν.
Ἐρώτησις. Ἐὰν ποιήσῃ ἄνθρωπός τι διὰ τὴν καθαρότητα τῆς ψυχῆς, ἕτεροι δὲ οἱ μὴ νοοῦντες εἰς τὴν πολιτείαν αὐτοῦ τὴν πνευματικὴν σκανδαλίζωνται, δεῖ ἀπέχεσθαι τῆς πολιτείας αὑτοῦ τῆς θεϊκῆς διὰ τὸ σκάνδαλον, ἢ ποιήσει ὅπερ ὠφέλιμον τῷ σκοπῷ τῷ ἑαυτοῦ, κἂν τοῖς ὁρῶσιν ᾖ ἐπιζήμιον;
Ἀπόκρισις. Λέγομεν δὲ καὶ περὶ τούτου· ὅτι ἐὰν νομίμως, καθὼς ἐδέξατο παρὰ τῶν πρὸ αὐτοῦ πατέρων, ὁτιδήποτε ποιῇ, ὅπερ καθαίρει τὴν νοῦν αὐτοῦ καὶ τοῦτον τὸν σκοπὸν ἔθηκεν ἐν ἑαυτῷ, τὸ φθάσαι τὴν καθαρότητα, ἕτεροι δέ, οἱ μὴ ἐπιστάμενοι, εἰς τὸν σκοπὸν αὐτοῦ σκανδαλίζωνται, οὐκ αὐτός ἐστιν ὁ ὑπεύθυνος, ἀλλ’ αὐτοί. Οὐχὶ διὰ τοῦτο ἐγκρατεύεται ἢ νηστεύει ἢ ἐγκλείεται περισσοτέρως καὶ ποιεῖ ὅπερ ὤφειλε τῷ σκοπῷ αὑτοῦ, ἵνα ἄλλοι σκανδαλίζωνται, ἀλλ’ ἵνα καθαρεύσῃ τὸν ἑαυτοῦ νοῦν. Οὗτοι δέ, διὰ τὸ μὴ γινώσκειν τὸν σκοπὸν αὐτοῦ τῆς πολιτείας, καταμέμφονται αὐτοῦ, καὶ ὑπεύθυνοι γίνονται τῇ ἀληθείᾳ· διότι οὐχὶ ἱκανοὶ ἐγένοντο, ἐν ἀμελείᾳ ὄντες, αἰσθηθῆναι τοῦ σκοποῦ ἐκείνου τοῦ πνευματικοῦ, οὗ ἔθηκεν οὗτος εἰς καθαρότητα τῆς ἑαυτοῦ ψυχῆς.
Περὶ ὧν ὁ μακάριος Παῦλος ἔγραψεν· «ὁ λόγος ὁ τοῦ σταυροῦ», λέγων, «τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστί». Τί οὖν ἄρτι, διότι μωρία ὁ λόγος ἐλογίζετο ἐκείνοις ὁ τοῦ σταυροῦ, μὴ αἰσθανομένοις εἰς τὴν δύναμιν τοῦ λόγου, σιωπᾶν ἔδει τὸν Παῦλον κηρύξαι; Ἀλλὰ καὶ ἰδού, ἕως τῆς σήμερον ἡ ὑπόθεσις τοῦ σταυροῦ πρόσκομμα καὶ σκάνδαλον τοῖς Ἰουδαίοις τε καὶ τοῖς Ἕλλησι. Σιωπῶμεν τοίνυν ἐκ τῆς ἀληθείας, ἵνα μὴ σκανδαλισθῶσιν οὗτοι; Παῦλος γὰρ οὐ μόνον οὐκ ἐσιώπησεν, ἀλλὰ καὶ ἔκραξε λέγων, «ἐμοὶ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ». Ἡ καύχησις αὕτη ἡ ἐν τῷ σταυρῷ, οὐχ ἵνα ἄλλους σκανδαλίσῃ, διηγήθη παρὰ τοῦ ἁγίου, ἀλλ’ ὡς κηρυττομένης τῆς μεγάλης δυνάμεως τοῦ σταυροῦ.
Καὶ σὺ οὖν ἀρτίως, ὦ ἅγιε, τελείωσον τὴν πολιτείαν σου ἐν τῷ σκοπῷ, ὃν τέθεικας ἑαυτῷ πρὸς τὸν Θεόν, ἔνθα μὴ κατακρίνεταί σου ἡ συνείδησις, καὶ τὴν πολιτείαν σου κατέναντι τῶν θείων ἐξέτασον καὶ κατέναντι ὧν ἐδέξω παρὰ τῶν πατέρων τῶν ἁγίων. Καὶ ἐὰν μὴ ὑπὸ τούτων κατηγορηθῇς, ἐξ ἐκείνων, περὶ ὧν ἐσκανδαλίσθησαν ἕτεροι, μὴ φοβηθῇς. Οὐδεὶς γὰρ ἄνθρωπος τοὺς πάντας δύναται ἐπίσης πληροφορῆσαι ἢ ἀρέσαι, καὶ τῷ Θεῷ ἐργάσασθαι ἐν τῷ κρυπτῷ ἑαυτοῦ.
Μακάριος ὁ μοναχός, ὦ μακάριε, ὁ τρέχων ἐν ἀληθείᾳ ὀπίσω τῆς καθαρότητος τῆς ἑαυτοῦ ψυχῆς ἐν ὅλῃ τῇ ἰσχύϊ αὑτοῦ, καὶ τῇ ὁδῷ τῇ νοουμένῃ, ἐν ᾗ ὥδευσαν οἱ πατέρες ἡμῶν, ὁδεύων πρὸς αὐτήν, καὶ ἐν τοῖς βαθμοῖς αὐτῆς, ἐν οἷς ὥδευσαν ἀναβαίνοντες, κατὰ τάξιν καὶ κατὰ βαθμόν, καὶ ὑψωθήσεται πρὸς τὸν πλησιασμὸν αὐτῆς ἐν σοφίᾳ καὶ ὑπομονῇ θλίψεως, ἀλλ’ οὐκ ἐν τοῖς βαθμοῖς τοῖς ἀλλοτρίοις τῶν μηχανημάτων.
Ἡ καθαρότης τῆς ψυχῆς χάρισμά ἐστι τὸ πρῶτον τῆς φύσεως ἡμῶν. Καὶ ἐκτὸς καθαρότητος τῶν παθῶν, οὐ θεραπεύεται ἡ ψυχὴ ἐκ τῶν νόσων τῆς ἁμαρτίας, οὐδὲ κτᾶται τὴν δόξαν, ἣν ἀπώλεσεν ἐν τῇ παραβάσει. Ἐὰν δέ τις ἀξιωθῇ τῆς καθάρσεως, ὅπερ ἐστὶν ὑγεία ψυχῆς, ἐν αὐτοῖς τοῖς πράγμασιν ἐνεργητικῶς ὑποδέχεται ὁ νοῦς αὐτοῦ χαρὰν ἐν αἰσθήσει τοῦ Πνεύματος· γίνεται γὰρ υἱὸς τοῦ Θεοῦ καὶ ἀδελφὸς τοῦ Χριστοῦ καὶ οὐκ εὐκαιρεῖ αἰσθηθῆναι τῶν ἀγαθῶν καὶ τῶν κακῶν τῶν ἀπαντώντων αὐτῷ.
Ὁ δὲ ἔχων τὸν κανόνα τῆς ἡσυχίας αὑτοῦ ἐν ὥρᾳ ἑβδομάδων ἑπτά, ἢ καθ’ ἑβδομάδα, καὶ μετὰ τὸ πληρῶσαι τὸν κανόνα αὑτοῦ ἀπαντᾷ καὶ συμμίσγεται τοῖς ἀνθρώποις καὶ συμπαραμυθεῖται μετ’ αὐτῶν, καὶ ἀμελῶν εἰς τοὺς ἐν θλίψεσιν ὄντας ἑαυτοῦ ἀδελφούς, ἡνίκα δοκεῖ κατέχειν ἐν δεσμῷ τὸν ἑβδομαδιαῖον κανόνα, οὗτος ἀνηλεὴς καὶ ἀπότομος. Καὶ τοῦτο ἔκδηλόν ἐστιν, ὅτι διὰ τὸ μὴ ἔχειν ἐλεημοσύνην αὐτὸν καὶ ἐκ τῆς οἰήσεως καὶ ἐκ τῶν ψευδῶν λογισμῶν ἑαυτοῦ τοῖς τοιούτοις κοινωνῆσαι οὐ συγκαταβαίνει πράγμασιν.
Ὁ καταφρονῶν τοῦ ἀσθενοῦς οὐκ ὄψεται φῶς, καὶ ὁ ἀποστρέφων τὸ ἑαυτοῦ πρόσωπον ἐκ τοῦ ἐν στενοχωρίᾳ ὄντος ἡ ἡμέρα αὐτοῦ σκοτισθήσεται. Καὶ τοῦ καταφρονοῦντος τῆς φωνῆς τοῦ ἐν μόχθῳ ὄντος, οἱ υἱοὶ τῶν οἴκων ἑαυτοῦ ἐν τῇ ἀορασίᾳ ψηλαφήσωσι. Μὴ καθυβρίσωμεν τὸ ὄνομα τὸ μέγα τῆς ἡσυχίας ἐν τῇ ἀγνωσίᾳ ἡμῶν. Πάσῃ γὰρ πολιτείᾳ καιρός ἐστι καὶ τόπος καὶ διαφορά, καὶ τότε τῷ Θεῷ ἔγνωσται, εἰ δεκτὴ γενήσεται πᾶσα ἡ ἐργασία αὐτῆς. Καὶ ἐκτὸς τούτων, ματαία ἡ ἐργασία αὐτῶν πάντων τῶν τὸ μέτρον μεριμνώντων τῆς τελειότητος.
Ὁ προσδοκῶν παρακληθῆναι καὶ ἐπισκεφθῆναι τὴν ἀσθένειαν αὑτοῦ ἐξ ἄλλων, οὗτος ταπεινώσει ἑαυτὸν καὶ συγκοπιάσει τῷ πλησίον ἑαυτοῦ ἐν τοῖς καιροῖς, ἐν οἷς πειράζεται, ἵνα γένηται ἡ ἐργασία αὐτοῦ ἐν χαρᾷ ἐν τῇ ἡσυχίᾳ ἑαυτοῦ, ἀπέχουσα ἀπὸ πάσης οἰήσεως καὶ πλάνης τῶν δαιμόνων.
Ἐρρέθη τινὶ τῶν ἁγίων γνωστικῷ ὄντι, ὅτι οὐδὲν δύναται λυτρώσασθαι τὸν μοναχὸν ἐκ τοῦ τῆς ὑπερηφανίας δαίμονος καὶ συνεργῆσαι τῷ ὅρῳ τῆς ἑαυτοῦ σωφροσύνης ἐν τῷ καιρῷ τῆς ἐξάψεως τοῦ πάθους τῆς πορνείας, ὡς ἐκεῖνο, τὸ τοὺς ἀνθρώπους τοὺς κατακειμένους ἐν ταῖς ἑαυτῶν στρωμναῖς καὶ τοὺς κατατηχθέντας ἐν τῇ θλίψει τῆς σαρκὸς ἐπισκέπτεσθαι.
Μεγάλη ἐστὶν ἡ πρᾶξις ἡ ἀγγελικὴ τῆς ἡσυχίας, ὅταν διάκρισιν τοιαύτην συμμίξῃ ἑαυτῇ διὰ τὴν χρείαν τῆς ταπεινώσεως. Ἔνθα γὰρ οὐ γινώσκομεν, κλεπτόμεθα καὶ πορθούμεθα. Ταῦτα εἶπον, ἀδελφοί, οὐχ ἵνα ἀμελήσωμεν καὶ καταφρονήσωμεν εἰς τὸ ἔργον τῆς ἡσυχίας. Ἡμεῖς γὰρ εἰς ἕκαστον τόπον περὶ τούτου πείθομεν καὶ οὐκ ἐξ ἐναντίας τῶν ῥημάτων ἡμῶν ἀνθιστάμενοι εὑρέθημεν νῦν. Μηδεὶς λάβῃ καὶ ἐξαγάγῃ λόγον γυμνὸν ἐκ τῶν λόγων ἡμῶν, καὶ ἀφῇ τὸ ὑπόλοιπον, καὶ κρατήσῃ αὐτὸ ἐν ταῖς ἑαυτοῦ χερσὶν ἀνοήτως.
Ἐγὼ μνημονεύω, ὅτι ἐν τόποις πολλοῖς εἶπον παρακαλῶν, ὅτι καὶ ἐὰν συμβῇ τινι ἐν ἀργίᾳ τελείᾳ εἶναι ἐν τῷ ἑαυτοῦ κελλίῳ, διὰ τὴν ἀνάγκην τῆς ἀσθενείας ἡμῶν τῆς ἐπερχομένης ἡμῖν χάριν τούτου, οὐ δεῖ ἐπιλέγεσθαι τελείαν ἔξοδον ἐξ αὐτοῦ καὶ τὴν ἐξωτέραν ἐργασίαν κρείττονα εἶναι τῆς ἐργασίας τῆς ἐκεῖσε λογίζεσθαι. Ἔξοδον δὲ τελείαν εἶπον, οὐχὶ ἐὰν ἀπαντήσῃ ἡμῖν ἐν καιρῷ πρᾶγμα ἀναγκαῖον, ἵνα ἐξέλθῃς ἐν αὐτῷ ἑβδομάδας τινὰς τοῦ ἐμπορεύσασθαι ἐν αὐταῖς τὴν ἀνάπαυσιν καὶ τὴν ζωὴν τοῦ πλησίον σου, ἤδη τοῦτο ἀργίαν ψηφίσεις καὶ σχολίαν λογίσῃ. Ἐὰν δέ τις δοκήσῃ ἐν ἑαυτῷ, ὅτι τέλειός ἐστι καὶ ἀνώτερος ἐκ πάντων τῶν ἐνταῦθα ἐν τῇ διαμονῇ αὐτοῦ τῇ πρὸς τὸν Θεὸν καὶ τῇ ἀποχῇ τῇ ἐκ πάντων τῶν ὁρωμένων πραγμάτων, εὐλόγως καὶ ἐκ τούτων παραιτησάσθω.
Μεγάλη ἐστὶν ἡ ἐργασία τῆς διακρίσεως τῶν συνεργουμένων ὑπὸ τοῦ Θεοῦ, ὃς τῷ ἐλέει αὐτοῦ δῴη ἡμῖν πληρῶσαι τὸν λόγον αὐτοῦ, ὃν εἴρηκε λέγων· «εἴ τι θέλετε, ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως».
Ὅπου δὲ οὐκ ἔχει ὁ ἄνθρωπος ἐν τοῖς πράγμασι τοῖς ὁρατοῖς καὶ ἐν τῷ σώματι τελειῶσαι τὴν ἀγάπην τοῦ πλησίον αὐτῷ, ἡ ἐν τῷ φρονήματι ἡμῶν μόνη φυλαττομένη ἀγάπη τοῦ πλησίον πρὸς τὸν Θεὸν αὐταρκεῖ· μάλιστα ἐὰν τὸ μέρος ἐκεῖνο τοῦ ἐγκλεισμοῦ καὶ τῆς ἡσυχίας καὶ ἡ ἐν αὐτῇ ὑπεροχὴ ἀρκούντως διαμείνῃ ἐν τῇ ἑαυτῆς ἐργασίᾳ.
Ἐὰν δὲ ἐξ ὅλων τῶν μερῶν τῆς ἡσυχίας ἐκείνης ὑστερώμεθα, πληρώσωμεν τὴν ἔλλειψιν αὐτῆς εἰς τὴν μετ’ αὐτὴν ἐντολήν, ἥτις ἐστὶν ἡ πρᾶξις ἡ αἰσθητή, ἣν ὡς πλήρωμα τῆς ἀναπαύσεως τῆς ζωῆς ἡμῶν πληρώσωμεν ἐν τῷ σκοπῷ τοῦ σώματος ἡμῶν, ἵνα μὴ εὑρεθῇ ἡ ἐλευθερία ἡμῶν πρόφασις ὑποταγῆναι τῇ σαρκί.
Ὁ Θεὸς δῴη ἡμῖν γνῶναι τὸ θέλημα αὐτοῦ, ἵνα, ᾀεὶ ἐν αὐτῷ πορευόμενοι, καταντήσωμεν εἰς τὴν αἰώνιον αὐτοῦ ἀνάπαυσιν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ πρέπει πᾶσα δόξα, τιμή, καὶ προσκύνησις νῦν καὶ εἰς τοὺς αἰῶνας τῶν ἀπεράντων αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.