Ἔργον
Ἰσαὰκ ὁ Σύρος – Λόγοι ἀσκητικοί
Μετάνοια, ακτημοσύνη και παιδαγωγία των θλίψεων
Η αυστηρότητα του Θεού απέναντι στην αμαρτία, η απελευθέρωση από τον φόβο του θανάτου μέσω της ακτημοσύνης και η πνευματική ωφέλεια των δακρύων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Μετάνοια, ακτημοσύνη και παιδαγωγία των θλίψεων
Η αυστηρότητα του Θεού απέναντι στην αμαρτία, η απελευθέρωση από τον φόβο του θανάτου μέσω της ακτημοσύνης και η πνευματική ωφέλεια των δακρύων.
ΛΟΓΟΣ Οʹ ΠΕΡΙ ΤΩΝ ΛΟΓΩΝ ΤΗΣ ΘΕΙΑΣ ΓΡΑΦΗΣ ΤΩΝ ΠΡΟΣ ΜΕΤΑΝΟΙΑΝ ΕΡΕΘΙΖΟΝΤΩΝ ΟΤΙ ΠΡΟΣ ΤΗΝ ΑΣΘΕΝΕΙΑΝ ΤΩΝ ΑΝΘΡΩΠΩΝ ΕΡΡΕΘΗΣΑΝ, ΟΤΙ ΠΡΟΣ ΤΗΝ ΑΣΘΕΝΕΙΑΝ ΤΩΝ ΑΝΘΡΩΠΩΝ ΕΡΡΕΘΗΣΑΝ, ΙΝΑ ΜΗ ΑΠΟΛΩΝΤΑΙ ΑΠΟ ΘΕΟΥ ΖΩΝΤΟΣ, ΚΑΙ ΟΤΙ ΟΥ ΔΕΙ ΠΡΟΣ ΑΦΟΡΜΗΝ ΤΟΥ ΑΜΑΡΤΑΝΕΙΝ ΕΚΛΑΜΒΑΝΕΙΝ ΑΥΤΟΥΣ Τὴν ἀνδρείαν, ἣν οἱ πατέρες ἐν ταῖς θείαις Γραφαῖς αὐτῶν τεθείκασι καὶ τὴν δύναμιν τὴν ἐν ταῖς τῶν ἀποστόλων καὶ προφητῶν γραφαῖς περὶ τῆς μετανοίας, οὐ χρὴ ἡμᾶς ἐκλαμβάνειν πρὸς βοήθειαν τοῦ ἁμαρτάνειν καὶ καταλύειν τὰ ὅρια τοῦ Κυρίου τὰ ἀδιάβατα, ἅτινα ἀπὸ ἀρχαίων ἡμερῶν διὰ στόματος πάντων τῶν ἁγίων ἐν πάσαις ταῖς γραφαῖς καὶ νομοθεσίαις πρὸς ἀναίρεσιν τῆς ἁμαρτίας ὡρίσθησαν ἐν δυνάμει Θεοῦ.
Ἵνα γὰρ ἐλπίδα μετανοίας σχῶμεν, ἐμηχανήσαντο ὑποκλέπτειν ἐκ τῆς αἰσθήσεως τὸν φόβον τῆς ἀπογνώσεως, ὅπως πρὸς μετάνοιαν τρέχῃ φθάσαι πᾶς ἄνθρωπος, καὶ μὴ ἀδεῶς ἁμαρτάνῃ. Ἰδοὺ γὰρ παντὶ τρόπῳ ἀπεφήνατο ὁ Θεὸς τὸν φόβον ἐν πάσαις ταῖς γραφαῖς καὶ ἔδειξε παρ’ αὐτῷ μισητὴν τὴν ἀμαρτίαν.
Ποίῳ γὰρ τρόπῳ ἀπεπνίγη ἡ κατὰ τὰς ἡμέρας τοῦ Νῶε γενεὰ ἐν τῷ κατακλυσμῷ; οὐχὶ χάριν τῆς λαγνείας, ἡνίκα ἐξεμάνησαν κατὰ τοῦ κάλλους τῶν θυγατέρων τοῦ Κάϊν; Οὐκ ἦν κατὰ τὸν καιρὸν ἐκεῖνον φιλαργυρία, οὐδὲ πόλεμοι. Διατί δὲ αἱ πόλεις Σοδόμων πυρίκαυστοι γεγόνασιν; οὐχ ὅτι δεδώκασιν ἑαυτῶν τὰ μέλη τῇ ἐπιθυμίᾳ καὶ τῇ ἀκαθαρσίᾳ, ὥστε ἐπικρατῆσαι πάντων αὐτῶν κατὰ τὸ ἑαυτοῖς θέλημα εἰς πάσας τὰς ἐναγεῖς καὶ ἀτόπους πράξεις; Οὐχὶ διὰ πορνείαν ἑνὸς ἀνθρώπου πεπτώκασιν εἰς θάνατον ἐν μιᾷ ῥοπῇ εἴκοσι καὶ πέντε χιλιάδες τῶν υἱῶν Ἰσραὴλ τοῦ πρωτοτόκου τοῦ Θεοῦ; Τίνος δὲ χάριν ἐκβέβληται τοῦ Θεοῦ Σαμψὼν ὁ γίγας, ὁ ἐκ μήτρας ἀφορισθεὶς τῷ Θεῷ καὶ ἁγιασθείς, καὶ πρὸ γενέσεως δι’ ἀγγέλου εὐαγγελισθεὶς κατὰ Ἰωάννην τὸν τοῦ Ζαχαρίου, ὁ μεγάλης δυνάμεως καταξιωθεὶς καὶ μεγάλων τεραστίων; Οὐχ ὅτι ἐμίανε τὰ μέλη αὑτοῦ τὰ ἅγια τῇ συνουσίᾳ τῆς πόρνης; Τούτου χάριν οὐκ ἐμακρύνθη ἀπ’ αὐτοῦ ὁ Θεὸς καὶ παρέδωκεν αὐτὸν τοῖς ἐχθροῖς αὐτοῦ; Δαβὶδ δὲ ὁ κατὰ τὴν καρδίαν τοῦ Θεοῦ, ὁ διὰ τὰς ἀρετὰς αὐτοῦ ἐκ σπέρματος αὑτοῦ ἀξιωθεὶς προσαγαγεῖν τὴν ἐπαγγελίαν τῶν πατέρων καὶ ἐξ αὐτοῦ ἐκλάμψαι τὸν Χριστὸν εἰς σωτηρίαν πάσης τῆς οἰκουμένης, οὐχὶ διὰ μοιχείαν μιᾶς γυναικὸς ἐτιμωρήθη, ἡνίκα τοῖς ὀφθαλμοῖς ἐθεάσατο τὸ κάλλος αὐτῆς καὶ τὸ βέλος εἰς τὴν ψυχὴν αὑτοῦ ἐδέξατο;
Τούτου γὰρ ἕνεκεν ἐπήγειρεν αὐτῷ ὁ Θεὸς ἐκ τοῦ οἴκου αὐτοῦ πόλεμον καὶ ὁ ἐκ τῆς ὀσφύος αὐτοῦ ἐδίωξεν αὐτόν· καὶ ταῦτα μετὰ πολλῶν δακρύων αὐτοῦ μετανοήσαντος, ὥστε τὴν στρωμνὴν αὐτοῦ βρέχειν τοῖς δάκρυσι, καὶ τοῦ Θεοῦ εἰρηκότος αὐτῷ διὰ τοῦ προφήτου, «ὁ Κύριος ἀφεῖλέ σου τὸ ἁμάρτημα».
Βούλομαι μνημονεῦσαι καί τινων πρὸ τούτου. Τίνος χάριν ἐπῆλθεν ἡ ὀργὴ καὶ ὁ θάνατος τῷ οἴκῳ τοῦ ἱερέως Ἠλὶ τοῦ δικαίου γέροντος, τοῦ τεσσαράκοντα ἔτη ἐν τῇ ἱερωσύνη διαπρέψαντος; Οὐχὶ διὰ τὴν ἀνομίαν τῶν τέκνων αὐτοῦ Ὀφνὶ καὶ Φινεές; Οὐδὲ γὰρ αὐτὸς ἐπλημμέλησεν, οὐδὲ ἐκεῖνοι τῇ τούτου γνώμῃ, ἀλλ’ ὅτι οὐκ εἶχε ζῆλον ἀπαιτῆσαι τὴν ἐκδίκησιν Κυρίου ἀπ’ αὐτῶν καὶ μᾶλλον τούτους ἠγάπα ἢ τὰ προστάγματα τοῦ Κυρίου. Ἵνα οὖν μὴ ὑπολάβῃ τις, ὅτι εἰς μόνους τοὺς πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτῶν ἐν ἀνομίαις ζήσαντας ἐνδείκνυσι τὴν ὀργὴν αὑτοῦ, χάριν τοῦ ἀτόπου τούτου ἁμαρτήματος, ἰδοὺ ἐν τοῖς γνησίοις αὑτοῦ ἐνδείκνυσι τὸν ζῆλον αὑτοῦ, ἔν τε ἱερεῦσι καὶ κριταῖς καὶ ἄρχουσι καὶ ἀνθρώποις ἡγιασμένοις αὐτῷ, οἷς τὰς θαυματουργίας ἐνεπίστευσεν.
Ἀποδέδεικται, ὅτι οὐδαμῶς, ὅταν φανῶσι τὰς θεσμοθεσίας αὐτοῦ παραβάντες, παρορᾷ, ὡς γέγραπται ἐν τῷ Ἰεζεκιήλ, «εἰπὲ τῷ ἀνθρώπῳ, ᾧ ἐντέταλται πορθῆσαι τὴν Ἱερουσαλὴμ τῇ ἀοράτῳ ῥομφαίᾳ, ἀπ’ ἔμπροσθεν τοῦ θυσιαστηρίου μου ἄρξαι, καὶ μὴ ἐλεήσῃς γέροντα μήτε νεώτερον», ἵνα ἐνδείξηται, ὅτι γνήσιοι καὶ προσφιλεῖς αὐτῷ εἰσιν οἱ ἐν φόβῳ καὶ εὐλαβείᾳ πορευόμενοι ἔμπροσθεν αὐτοῦ καὶ ποιοῦντες τὸ θέλημα αὐτοῦ, καὶ ἅγιοι τοῦ Θεοῦ εἰσιν ἡ ἐνάρετος πρᾶξις καὶ ἡ καθαρὰ συνείδησις.
Τοὺς μέντοι ἐκφαυλίζοντας τὰς ὁδοὺς Κυρίου, καὶ αὐτὸς ἐκφαυλίζει αὐτοὺς καὶ ἀπορρίπτει ἀπὸ προσώπου αὐτοῦ καὶ τὴν χάριν αὐτοῦ αἴρει ἀπ’ αὐτῶν. Διατί γὰρ ἡ ἀπόφασις ἡ κατὰ τοῦ Βαλτάσαρ ἐξῆλθεν ἐξαίφνης καὶ ὡς ἐν τύπῳ χειρὸς τοῦτον ἐπάταξεν; Οὐχ ὅτι κατετόλμησε τῶν ἀψαύστων ἀναθημάτων, ὧν ἐφήρπασεν ἀπὸ Ἱερουσαλὴμ καὶ εἰς αὐτὰ ἔπιεν αὐτὸς καὶ αἱ παλακίδες αὐτοῦ; Οὕτω καὶ οἱ ἀφιερώσαντες τὰ ἑαυτῶν μέλη τῷ Θεῷ, καὶ πάλιν τολμῶντες τούτοις εἰς τὰς κοσμικὰς πράξεις κεχρῆσθαι, ἀοράτῳ πληγῇ ἀπόλλυνται.
Οὐκοῦν μή, τῇ προσδοκίᾳ τῆς μετανοίας καὶ ἐν τῇ εὐτολμίᾳ τῇ δεδομένῃ ἡμῖν παρὰ τῶν θείων Γραφῶν, καταφρονήσωμεν τῶν τοῦ Θεοῦ λογίων καὶ ἀπειλῶν καὶ παροργίσωμεν αὐτὸν τῇ ἀτοπίᾳ τῶν πράξεων ἡμῶν καὶ χράνωμεν τὰ μέλη ἡμῶν ἄπερ καθάπαξ ἀφιερώσαμεν δουλεύειν τῷ Θεῷ. Ἰδοὺ γὰρ ἡγιάσθημεν αὐτῷ καὶ ἡμεῖς, ὡς Ἠλίας καὶ Ἐλισσαῖος καὶ οἱ υἱοὶ τῶν προφητῶν καὶ οἱ λοιποὶ τῶν ἁγίων καὶ παρθένων, οἵτινες τὰς μεγάλας θαυματουργίας ἐπετέλουν καὶ πρόσωπον πρὸς πρόσωπον ἐλάλουν τῷ Θεῷ, καὶ ὅσοι μετ’ ἐκείνους, ὡς Ἰωάννης ὁ παρθένος καὶ ὁ ἅγιος Πέτρος καὶ ὁ λοιπὸς κατάλογος τῶν τῆς Καινῆς εὐαγγελιστῶν καὶ κηρύκων, οἵτινες ἀφιέρωσαν ἑαυτοὺς τῷ Κυρίῳ καὶ ἐδέξαντο παρ’ αὐτοῦ τὰ μυστήρια, οἱ μὲν ἐκ στόματος αὐτοῦ, οἱ δὲ δι’ ἀποκαλύψεων, καὶ ἐγένοντο μεσῖται Θεοῦ καὶ ἀνθρώπων καὶ κήρυκες τῆς βασιλείας τῇ οἰκουμένῃ.
ΛΟΓΟΣ ΟΑʹ ΠΕΡΙ ΕΚΕΙΝΩΝ ΔΙ’ ΩΝ ΚΤΗΣΑΣΘΑΙ ΤΙΣ ΔΥΝΑΤΑΙ ΤΗΝ ΑΛΛΟΙΩΣΙΝ ΤΩΝ ΚΡΥΠΤΩΝ ΝΟΗΜΑΤΩΝ ΜΕΤΑ ΤΗΣ ΑΛΛΟΙΩΣΕΩΣ ΤΗΣ ΠΟΛΙΤΕΙΑΣ ΤΗΣ ΕΞΩ Ὅσον τίς ἐστιν ἐν τῇ ἀκτημοσύνῃ, ἡ ἐκδημίᾳ τῆς ζωῆς ἀνέρχεται ἐν τῇ αὐτοῦ διανοίᾳ ἀεὶ καὶ ἐν τῇ ζωῇ τῇ μετὰ τὴν ἀνάστασιν ποιεῖ τὴν ἑαυτοῦ μελέτην πάντοτε καὶ τὴν ἑτοιμασίαν ἅπασαν ἐκεῖσε μηχανᾶται ἐν παντὶ καιρῷ καὶ ὑπομονὴν κτᾶται κατὰ πάσης τιμῆς καὶ σωματικῆς ἀναπαύσεως ἐν τῷ λογισμῷ αὐτοῦ σπειρομένης καὶ λογισμὸς ὑπὲρ τῆς καταφρονήσεως τοῦ κόσμου ἐν τῇ διανοίᾳ αὐτοῦ σφύζει καθ’ ὥραν. Καὶ θαρρεῖ ἐν τῇ διανοίᾳ αὐτοῦ καὶ κτᾶται κραταιὰν καρδίαν ἐν παντὶ καιρῷ κατὰ παντὸς κινδύνου καὶ φόβου ἐργαζομένου θάνατον· ἀλλ’ οὐδὲ ἐκ τοῦ θανάτου φοβεῖται. Διότι ἐν πάσῃ ὥρᾳ αὐτῷ προσέχει, ὡς πλησιάζοντι καὶ αὐτὸν προσδοκᾷ, καὶ ἡ μέριμνα αὐτοῦ ἐρριμμένη ἐστὶν ἐπὶ τὸν Θεὸν ἐν πάσῃ πεποιθήσει ἀδιστάκτῳ. Καὶ ἐὰν ἀπαντήσωσιν αὐτῷ θλίψεις, γίνεται ὥσπερ τις πεπεισμένος καὶ γινώσκων ἀκριβῶς, ὅτι στέφανον προξενοῦσιν αὐτῷ, καὶ ἐν πάσῃ χαρᾷ ὑπομένει αὐτὰς καὶ ἐν ἀγαλλιάσει καὶ εὐφροσύνη ὑποδέχεται αὐτάς. Διότι γινώσκει, ὅτι ὁ Θεὸς αὐτός ἐστιν ὁ οἰκονομήσας αὐτὰς αὐτῷ, διὰ τὰ κέρδη τῶν αἰτιῶν τῶν ἀγνώστων ἐν οἰκονομίᾳ μὴ φανερουμένῃ.
Ἐὰν δὲ συμβῇ αὐτῷ ἐξ αἰτίας τινός τι τῶν παρερχομένων κτήσασθαι ἐν τῇ ἐργασίᾳ καὶ μηχανῇ ἐκείνου τοῦ σοφοῦ τῶν κακῶν πάντων, αὐτῇ τῇ ὤρᾳ ὁ πόθος τοῦ σώματος ἄρχεται κινεῖσθαι ἐν τῇ ψυχῇ αὐτοῦ, καὶ ζωὴν μακρὰν ἐννοεῖ καὶ λογισμοὶ τῆς ἀναπαύσεως τῆς σαρκὸς ἀναβαίνουσι καὶ ἐξανθοῦσιν ἐν αὐτῷ κατὰ πᾶσαν ὥραν καὶ κατακρατεῖ τὰ τοῦ σώματος καὶ ζητεῖ ἐν ἑαυτῷ εἰ δυνατὸν κατὰ πάντα τρόπον τροπώσασθαι τὰ συνιστῶντα αὐτῷ τὴν ἀνάπαυσιν αὐτοῦ καὶ ἐξέρχεται ἐκ τῆς ἐλευθερίας ἐκείνης τῆς ἀνυποτάκτου τινὸς τῶν λογισμῶν τῶν τοῦ φόβου. Καὶ ἐντεῦθεν ἐν πᾶσι τούτοις τὰς ἐννοίας τὰς ποιούσας τὴν πτόησιν καὶ τὰς αἰτίας τοῦ φόβου ἐννοεῖ καὶ διαλογίζεται, διότι ἐλήφθη ἐξ αὐτοῦ τὸ θάρσος ἐκεῖνο τῆς καρδίας, ὅπερ ἐκτήσατο ὅτε ἦν ὑψηλότερος τοῦ κόσμου ἐν τῇ ἀκτημοσύνῃ αὑτοῦ, ὃ ἐπλούτισεν ἐν τῇ ἑαυτοῦ ψυχῇ, διὰ τὸ κληρονόμον εἶναι τοῦ κόσμου κατὰ τὸ μέτρον, ὧν ἐκτήσατο, καὶ τὸν φόβον δέχεται κατὰ τὸν νόμον καὶ τὴν οἰκονομίαν τὴν ὁρισθεῖσαν ἐκ Θεοῦ. Ὁποίῳ μέρει ἑτοιμαζομένων τῶν μελῶν ἡμῶν εἰς τὴν ἐνέργειαν αὐτοῦ, δοῦλοι γινόμεθα καὶ πειθήνιοι ἐν τῷ δουλεύειν παντὶ φόβῳ κατὰ τὸν λόγον τοῦ Ἀποστόλου.
Πρὸ πάντων τῶν παθῶν ἡ φιλαυτία, πρὸ δὲ πασῶν τῶν ἀρετῶν ἡ τῆς ἀναπαύσεως καταφρόνησις. Ὁ παραβάλλων τὸ σῶμα αὑτοῦ ἐν ἀναπαύσεσιν, ἐν χώρᾳ εἰρήνης θλίβει αὐτό. Ὁ τρυφήσας ἐν νεότητι αὑτοῦ, δοῦλος ἐν τῷ γήρᾳ αὑτοῦ γίνεται καὶ εἰς τὰ τελευταῖα αὑτοῦ στενάζει. Καθάπερ οὐ δύναται ὁ τὴν κεφαλὴν ἔχων εἰς τὸ ὕδωρ ἀναπνεῦσαι τὸν ἀέρα τὸν λεπτὸν τὸν ἐπιχεόμενον ἐν τῷ κόλπῳ τῷ κενῷ τούτῳ, οὕτως οὐ δύναται ὁ βαπτίζων τὴν διάνοιαν ἑαυτοῦ ἐν τῇ ἐνταῦθα μερίμνῃ εἰσδέξασθαι τὴν ἀναπνοὴν τῆς αἰσθήσεως ἐκείνου τοῦ κόσμου τοῦ καινοῦ. Καθάπερ συγχέει ἡ ὀσμὴ τοῦ θανάτου τὴν κρᾶσιν τοῦ σώματος, οὕτως ἡ θεωρία ἡ ἄτοπος τὴν εἰρήνην τῆς διανοίας.
Καθάπερ ἀδύνατον γενέσθαι τὴν ὑγείαν καὶ τὴν νόσον ἐν ἑνὶ σώματι καὶ μὴ φθαρῆναι τὸ θάτερον ὑπὸ τοῦ ἑτέρου, οὕτως ἀδύνατον τὸν πλοῦτον τοῦ ἀργύρου καὶ τὴν ἀγάπην ἐν οἴκω γενέσθαι ἑνὶ καὶ μὴ φθαρῆναι τὸ ἓν ὑπὸ τοῦ ἑτέρου αὐτῶν.
Καθάπερ ἡ ὕαλος οὐ δύναται ἐν τῷ κρούσματι τῆς γειτνιάσεως τοῦ λίθου σῴα διαμεῖναι, οὕτως οὐδὲ ὁ ἅγιος διαμένων καὶ προσμένων καὶ συνομιλῶν μετὰ γυναικὸς διαμεῖναι ἐν τῇ ἑαυτοῦ καθαρότητι καὶ μὴ σπιλωθῆναι. Καθάπερ ἐκτίλλονται τὰ δένδρα ὑπὸ τῆς ῥαγδαίας τῶν ὑδάτων καὶ διηνεκοῦς ἐπιρρεύσεως, οὕτω καὶ ἡ τοῦ κόσμου ἀγάπη ἐκ τῆς καρδίας ἐν τῇ ἐπιρρεύσει τῶν πειρασμῶν ἐπιπιπτόντων τῷ σώματι.
Ὥσπερ καθαίρουσι τὰ φάρμακα τὴν ἀκαθαρσίαν τῶν χυμῶν τῶν πονηρῶν ἐκ τοῦ σώματος, οὕτως ἡ σφοδρότης τῶν θλίψεων καθαίρει τὰ πονηρὰ ἐκ τῆς καρδίας. Καθάπερ οὐ δυνατὸν τὸν νεκρὸν αἰσθέσθαι τῶν πραγμάτων τῶν ζώντων, οὕτω τοῦ μοναχοῦ τοῦ τεθαμμένου ἐν τῇ ἡσυχίᾳ ὡς ἐν τάφῳ ἡ ψυχὴ στερεῖται τοῦ χειμῶνος τοῦ συνήθους ἔχοντος ὑποκαπνίζειν ἐκ τῆς αἰσθήσεως τῶν πραγμάτων τῶν ἐν μέσῳ ἀνθρώπων ἀναστρεφομένων.
Ὥσπερ οὐ δυνατὸν ἀβλαβῆ διαμεῖναι τὸν φειδόμενον τοῦ ἐχθροῦ αὑτοῦ ἐν τῇ παρεμβολῇ τοῦ πολέμου, οὕτως ἀδύνατον καὶ τὸν ἀγωνιστὴν τὴν ψυχὴν ἑαυτοῦ ῥύσασθαι ἐκ τῆς ἀπωλείας τοῦ ἰδίου φειδόμενον σώματος. Ὥσπερ ἡ νεότης ἐκ τῶν φοβερῶν θεαμάτων ἐκπλήττεται καὶ δραμοῦσα ἐπικρατεῖ τὰ κράσπεδα τῶν γονέων αὑτῆς, ἐπικαλουμένη αὐτούς, οὕτως ἡ ψυχὴ καθ’ ὅσον στενοῦται καὶ θλίβεται ἐκ τοῦ φόβου τῶν πειρασμῶν, προστρέχει προσκολληθῆναι τῷ Θεῷ, ἐπικαλουμένη αὐτὸν ἐν δεήσει διηνεκεῖ. Καὶ ὅσον οἱ πειρασμοὶ διαμένουσιν ἀλλεπαλλήλως προσπίπτοντες, πληθύνει τὴν δέησιν καί, ὅταν ἐν πλατυσμῷ πάλιν γένηται, τῷ μετεωρισμῷ ἑαυτὴν ἐκδίδωσιν.
Ὥσπερ οἱ παραδιδόμενοι εἰς τὰς χεῖρας τῶν κριτῶν τοῦ τιμωρηθῆναι ὑπὲρ τῆς κακίας, ἐὰν ὅταν προσεγγίσωσι ταῖς βασάνοις, ταπεινώσωσιν ἑαυτοὺς καὶ παραχρῆμα ἐξομολογῶνται εἰς τὴν ἀδικίαν αὑτῶν, ἐλαττοῦται ἡ τιμωρία αὐτῶν καὶ ἐν μικραῖς θλίψεσι λυτροῦνται ἐν τάχει, ἐὰν δὲ σκληροὶ πρὸς ἐξομολόγησιν γένωνται ἄδικοί τινες ἐν αὐτοῖς προστίθενται αὐτοῖς βάσανα καὶ ἐσχάτως ἀκουσίως ἐξομολογοῦνται μετὰ τὰ πολλὰ βάσανα, ἡνίκα καὶ αἱ πλευραὶ αὐτῶν πληρωθῶσι πληγῶν καὶ οὐδὲν ὠφελοῦνται· οὕτω ἡμεῖς ὅταν ὑπὲρ τῶν πλημμελημάτων ἡμῶν, ὧν ἀσκόπως ἐκτησάμεθα, ὑπὸ τοῦ ἐλέους παραδιδώμεθα ταῖς χερσὶ τοῦ δικαιοκρίτου τῶν ἁπάντων καὶ κελευώμεθα κατέναντι τῆς ῥάβδου τῶν πειρασμῶν, ἕως ἂν εὐχερὴς γένηται ἡμῖν ἡ κόλασις ἡ ἐκεῖθεν· ἐάν, ὅτε προσεγγίσει ἐν ἡμῖν ἡ ῥάβδος τοῦ κριτοῦ, ταπεινωθῶμεν καὶ μνημονεύσωμεν τῶν ἀδικημάτων καὶ ἐξομολόγησιν ποιησώμεθα ἐνώπιον τοῦ ἐκδικητοῦ, ἐν πειρασμοῖς βραχέσι ταχὺ ῥυσθησόμεθα, ἐὰν δὲ σκληρυνθῶμεν ἐν ταῖς θλίψεσιν ἡμῶν καὶ μὴ ἐξομολογησώμεθα, ὡς αἴτιοι τῶν τοιούτων ὑπάρχοντες καὶ ἄξιοι καὶ πλείονα τούτων παθεῖν, ἀλλ’ ἐπαιτιώμεθα τοὺς ἀνθρώπους, ποτὲ δὲ καὶ τοὺς δαίμονας, καὶ ἐν καιρῷ τὴν δικαιοσύνην τοῦ Θεοῦ, καὶ συνιστῶμεν ἑαυτοὺς ἀθώους τῶν τοιούτων ἔργων καὶ οὐκ ἐννοῶμεν, ὅτι ὁ Θεὸς ἡμᾶς ἐπὶ πλέον ἐπίσταται καὶ γινώσκει καὶ ὅτι ἐν πάσῃ τῇ γῇ τὰ κρίματα αὐτοῦ ἐστι καὶ ὅτι χωρὶς τῆς ἐντολῆς αὐτοῦ οὐ παιδεύεται ἄνθρωπος, διὰ τοῦτο πάντα τὰ ἐπερχόμενα ἡμῖν λύπην διηνεκῆ ἐμποιεῖ καὶ αἱ θλίψεις ἡμῶν σφοδραὶ γίνονται καὶ ἐξ ἄλλης εἰς ἄλλην ὡς ἐν σχοινίῳ παραδιδόμεθα, ἕως ἂν γνῶμεν ἑαυτοὺς καὶ ταπεινωθῶμεν καὶ αἰσθηθῶμεν τῶν ἀνομιῶν ἡμῶν.
Ἐκτὸς γὰρ τοῦ αἰσθηθῆναι ἡμᾶς τούτων ἀδύνατον ἐλθεῖν εἰς κατόρθωσιν. Καὶ ἐσχάτως ἐν πολλαῖς καταπονούμενοι θλίψεσιν, ἀνωφελῆ ποιοῦμεν ἐξομολόγησιν, ὁπότε μὴ γενέσθαι παράκλησιν πέφυκεν. Ἀλλὰ τοῦτο τὸ αἰσθηθῆναί τινα τῶν ἁμαρτημάτων αὑτοῦ, ἐν Θεοῦ ἐστὶ γινόμενον χάρισμα καὶ ἐμπίπτον εἰς τὸ φρόνημα, ὅταν ἴδῃ ὁ Θεὸς ἡμᾶς, ὅτι κατεπονήθημεν ἐν τοῖς πολυτρόποις πειρασμοῖς, ἵνα μὴ ἀπέλθωμεν ἐν πάσαις ταῖς συμφοραῖς ἡμῶν καὶ ταῖς θλίψεσι, μηδὲν ὠφελούμενοι ἐκ τοῦ κόσμου τούτου.
Καὶ οὐκ ἔστιν ὅτι ἐκ τῆς τῶν πειρασμῶν δυσκολίας οὐ συνίεμεν, ἀλλ’ ἐκ τῆς ἀγνωσίας. Πολλάκις δέ τινες ἐν τοῖς τοιούτοις ὄντες ἐξέρχονται τοῦ κόσμου τούτου ὑπεύθυνοι καὶ μὴ ἐξομολογούμενοι, ἀλλ’ ἀπαρνούμενοι καὶ ἐπαιτιώμενοι, ὁ δὲ Θεὸς ὁ ἐλεήμων ἐξεδέχετο, εἴ πως ταπεινωθῶσιν, ἵνα συγχωρήσῃ αὐτοῖς καὶ ποιήσειεν ἔκβασιν. Καὶ οὐ μόνον τῶν πειρασμῶν αὐτῶν ἐποίει ἂν ἔκβασιν, ἀλλὰ καὶ τὰ παραπτώματα συνεχώρησεν, ἱλεούμενος τῇ ἐξομολογήσει τῇ μικρᾷ τῆς καρδίας.
Ὥσπερ τις ἄνθρωπος, προσφορὰν μεγάλην προσφέρων τῷ βασιλεῖ, κτᾶται ὄψιν ἱλαράν, οὕτω τοῦ ἔχοντος δάκρυα ἐν τῇ προσευχῇ αὑτοῦ, ὁ Θεὸς ὁ μέγας ὁ βασιλεὺς τῶν αἰώνων πάντα τὰ μέτρα τῶν παραπτωμάτων συγχωρεῖ καὶ κτᾶσθαι παρ’ αὐτῷ κεχαριτωμένην ὄψιν ποιεῖ. Ὥσπερ πρόβατον τῆς μάνδρας ἐξερχόμενον καὶ ἐν τῷ μετεωρισμῷ τῆς ποιμάνσεως πορευόμενον, παρὰ τῷ φωλεῷ τῶν λύκων ἱστᾷ ἑαυτό, οὕτως ὁ μοναχὸς ὁ ἀφορίζων ἑαυτὸν ἐκ τῆς συναγωγῆς τῶν ἑταίρων αὐτοῦ ἐν ὀνόματι καθίσματος ἡσυχαστικοῦ, καὶ διαμένει ἀπαντῶν καὶ ἀπερχόμενος καὶ προσεγγίζων ταῖς θεωρίαις καὶ τοῖς θεάτρων θεάμασιν ἐν ταῖς πόλεσι διερχόμενος.
Ὥσπερ ἄνθρωπος ἐπὶ τῶν ὤμων ἑαυτοῦ μαργαρίτην βαστάζων πολύτιμον καὶ ἀπερχόμενος ἐν ὁδῷ λῃστευομένη καὶ ἐν φήμαις φημιζομένῃ κακαῖς, ἐν πάσῃ ὥρᾳ ἐν φόβῳ ἐστί, μήπως ἐπιβουλευθῇ, οὕτως ὁ τὸν μαργαρίτην τῆς σωφροσύνης βαστάζων καὶ ὁδεύων ἐν τῷ κόσμῳ, τῇ τῶν ἐχθρῶν ὁδῷ, ἕως ἂν ἔλθῃ ἐν τῇ μονῇ τοῦ μνήματος (ἥτις ἐστὶν ἡ χώρα τῆς πεποιθήσεως) οὐκ ἔχει ἐλπίδα ἐξειλῆσαι τῶν λῃστῶν καὶ τῶν πορθητῶν. Μὴ τάχα ἐκεῖνος ὁ φέρων τὸν μαργαρίτην τὸν πολύτιμον δύναται μὴ φοβηθῆναι; Οὕτως οὐδὲ οὗτος γινώσκει ἐν ποίῳ τόπῳ καὶ ἐκ ποίων καὶ ποίᾳ ὥρᾳ παρακύπτουσιν ἐπ’ αὐτῷ καὶ γυμνοῦσιν ἐξαίφνης αὐτὸν τῆς ἐλπίδος αὐτοῦ, καὶ ἔσται ἐν τῇ θύρᾳ τοῦ οἴκου αὑτοῦ, ὅπερ ἐστὶν ὁ καιρὸς τοῦ γήρως αὐτοῦ ἐκπορθούμενος.
Ὥσπερ ἄνθρωπος πίνων οἶνον ἐν ἡμέρᾳ πένθους καὶ μεθυσκόμενος ἁπάσης λύπης τῶν ἑαυτῶν πόνων ἐπιλανθάνεται, οὕτως ὁ μεθυσθεὶς τῇ ἀγάπῃ τοῦ Θεοῦ ἐν τῷ κόσμῳ τούτῳ (ὅς ἐστιν οἶκος κλαυθμοῦ) τῶν πόνων καὶ τῶν λυπῶν ἑαυτοῦ ἁπασῶν καὶ γίνεται ἀναίσθητος ἐξ ὅλων τῶν παθῶν τῆς ἁμαρτίας, διὰ τὴν μέθην ἑαυτοῦ. Οὗ τινος ἡ καρδία τῇ ἐλπίδι ἐπιστήρικται τοῦ Θεοῦ καὶ ἡ ψυχὴ ζῶον πτερωτὸν κοῦφόν ἐστι, καὶ ἐν πάσῃ ὥρᾳ ἡ διάνοια αὐτοῦ ἐκ τῆς γῆς ὑψοῦται καὶ ὑπεράνω τῶν ἀνθρωπίνων ἵπταται ἐν τῇ ἀδολεσχίᾳ τῶν λογισμῶν ἑαυτοῦ καὶ ἐν τοῖς ἀθανάτοις τοῦ ὑψίστου κατατρυφᾷ. ᾯ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.