Ἔργον
Ἰσαὰκ ὁ Σύρος – Λόγοι ἀσκητικοί
Αγαθοί και πονηροί λογισμοί
Διδασκαλία για την προέλευση των λογισμών, τη σημασία της ταπείνωσης, τη διάκριση πνευματικής και κοσμικής σοφίας και την εσωτερική νέκρωση των αισθήσεων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Αγαθοί και πονηροί λογισμοί
Διδασκαλία για την προέλευση των λογισμών, τη σημασία της ταπείνωσης, τη διάκριση πνευματικής και κοσμικής σοφίας και την εσωτερική νέκρωση των αισθήσεων.
ΛΟΓΟΣ ΟΓʹ ΠΕΡΙ ΕΧΩΝ ΣΥΜΒΟΥΛΙΑΣ ΠΕΠΛΗΡΩΜΕΝΑΣ ΩΦΕΛΕΙΑΣ ΑΣ ΕΝ Τῌ ΑΓΑΠῌ ΕΛΑΛΗΣΕ ΤΟΙΣ ΕΝ ΤΑΠΕΙΝΩΣΕΙ ΑΚΟΥΟΥΣΙΝ ΑΥΤΟΥ Οὐκ ἔστιν ἔννοια ἀγαθή, μὴ οὖσα ἐκ τῆς χάριτος τῆς θείας, ἐμπίπτουσα ἐν τῇ καρδίᾳ, καὶ οὐκ ἔστι λογισμὸς πονηρὸς προσεγγίζων τῇ ψυχῇ, εἰ μὴ πρὸς πειρασμὸν καὶ πεῖραν.
Ἄνθρωπος φθάσας γνῶναι τὸ μέτρον τῆς ἀσθενείας αὑτοῦ, οὗτος ἔφθασε τὸ τέλειον τῆς ταπεινώσεως. Ὁ ὁδηγῶν τὰ χαρίσματα τοῦ Θεοῦ πρὸς τὸν ἄνθρωπον, καρδία ἐστὶ κινουμένη πρὸς εὐχαριστίαν ἀδιάλειπτον. Ὁ ὁδηγῶν τὸν πειρασμὸν πρὸς τὴν ψυχήν, ἡ ἔννοιά ἐστι τοῦ γογγυσμοῦ, ἡ κινουμένη ἀεὶ ἐν τῇ καρδίᾳ. Πάσας τὰς ἀσθενείας τῶν ἀνθρώπων βαστάζει ὁ Θεός, ἄνθρωπον δὲ ἀεὶ γογγύζοντα οὐχ ὑπομένει, ἐὰν μὴ παιδεύσῃ αὐτόν.
Ψυχὴ ἡ ἀπέχουσα ἐκ πάσης ἐλλάμψεως τῆς γνώσεως, ἐν ταῖς τοιαύταις ἐννοίαις εὑρίσκεται. Στόμα διαπαντὸς εὐχαριστοῦν, εὐλογίαν δέχεται παρὰ τοῦ Θεοῦ, καὶ καρδία διαμένουσα ἐν εὐχαριστίᾳ, ἐμπίπτει ἐν αὐτῇ ἡ χάρις.
Πρὸ τῆς χάριτος τρέχει ἡ ταπείνωσις καὶ πρὸ τῆς παιδείας τρέχει ἡ οἴησις. Ὁ ἐν τῇ γνώσει ὑπερηφανευόμενος παραχωρεῖται πεσεῖν εἰς βλασφημίαν, καὶ ὁ ἐν τῇ ἀρετῇ τῆς πράξεως ἐπαιρόμενος, ἐν τῇ πορνείᾳ παραχωρεῖται πεσεῖν, καὶ ὁ ἐν τῇ σοφίᾳ αὑτοῦ ἐπαιρόμενος, ἐν ταῖς σκοτειναῖς παγίσι τῆς ἀγνοίας ἐμπεσεῖν παραχωρεῖται.
Ἄνθρωπος ἀπέχων ἐκ πάσης μνήμης τοῦ Θεοῦ, οὗτός ἐστιν ὁ βαστάζων ἐν τῇ καρδίᾳ αὑτοῦ κατὰ τοῦ πλησίον μέριμναν ἐν τῇ μνήμῃ τῇ πονηρᾷ. Ὁ τιμῶν πάντα ἄνθρωπον ἐν τῇ μνήμη τοῦ Θεοῦ, οὗτος εὑρίσκει βοήθειαν παρὰ παντὸς ἀνθρώπου ἐν τῷ νεύματι τοῦ Θεοῦ, ἐν τῷ κρυπτῷ.
Ὁ ἀπολογούμενος ὑπὲρ τοῦ ἀδικουμένου, εὑρίσκει τὸν Θεὸν ὑπέρμαχον αὑτοῦ. Ὁ παρέχων τὸν βραχίονα ἑαυτοῦ εἰς βοήθειαν τοῦ πλησίον αὑτοῦ, λαμβάνει τὸν βραχίονα τοῦ Θεοῦ εἰς βοήθειαν ἑαυτοῦ. Ὁ κατηγορῶν τὸν ἀδελφὸν αὑτοῦ ἐν τῇ κακίᾳ αὐτοῦ, εὑρίσκει τὸν Θεὸν κατήγορον ἑαυτοῦ.
Ὁ διορθούμενος τὸν ἀδελφὸν αὑτοῦ ἐν τῷ ταμείῳ αὐτοῦ, τὴν ἰδίαν κακίαν ἰᾶται, καὶ ὁ κατηγορῶν τινα ἐν συναθροίσματι, ἐνισχύει τὰ ἴδια τραύματα. Ὁ θεραπεύων τὸν ἀδελφὸν αὑτοῦ κρυπτῶς, τὴν ἰσχὺν τῆς ἀγάπης αὑτοῦ ἔκδηλον ποιεῖ· καὶ ὁ καταισχύνων αὐτὸν ἐν ὀφθαλμοῖς τῶν ἑταίρων αὑτοῦ, τὴν ἰσχὺν τοῦ ἐν αὑτῷ φθόνου ἀποδεικνύει.
Φίλος ἐν κρυπτῷ ἐλέγχων, ἰατρὸς σοφός ἐστιν, ὁ δὲ ἐν ὀφθαλμοῖς πολλῶν ἰατρεύων, ὀνειδίζων ἐστὶν ἐν ἀληθείᾳ. Σημεῖον τῆς συμπαθείας ἐστὶ συγχώρησις παντὸς ὀφλήματος, καὶ σημεῖον τοῦ πονηροῦ φρονήματος ἀντιλογία πρὸς τὸν πταίσαντα.
Ὁ πρὸς ὑγείαν προσφέρων τὴν παιδείαν, ἐν τῇ ἀγάπῃ παιδεύει, ὁ δὲ ἐκζητῶν ἐκδίκησιν, κενός ἐστιν ἐκ τῆς ἀγάπης. Ὁ Θεὸς παιδεύει ἐν τῇ ἀγάπῃ οὐκ ἀμυνόμενος, μὴ γένοιτο, ἀλλ’ ἵνα ἰαθῇ ἡ εἰκὼν αὐτοῦ ζητεῖ καὶ οὐ φυλάττει τὴν ὀργὴν εἰς καιρόν. Οὗτος ὁ τρόπος τῆς ἀγάπης ἐκ τῆς εὐθύτητός ἐστι καὶ ἐμπαθῶς εἰς ἄμυναν οὐκ ἐκκλίνει.
Δίκαιος σοφός, τῷ Θεῷ ἐστιν ὅμοιος· οὐ γὰρ παιδεύει παντελῶς ἄνθρωπον, ἀμυνόμενος αὐτὸν εἰς τὴν κακίαν αὐτοῦ, ἀλλ’ ἢ ἵνα διορθωθῇ ὁ ἄνθρωπος ἢ ἄλλοι φοβηθῶσιν· ἡ δὲ μὴ ὁμοιοῦσα ταύτῃ οὐκ ἔστι παιδεία.
Ὁ δι’ ἀνταπόδοσιν ποιῶν τὸ ἀγαθόν, ταχέως τρέπεται, ὁ δὲ τῇ δυνάμει τῆς γνώσεως ἑαυτοῦ θαυμάζων ἐν τῇ θεωρίᾳ τὴν γνῶσιν τὴν οὖσαν ἐν τῷ Θεῷ, οὗτος, εἰ καὶ κατακόπτεται σαρκί, οὐδὲ ἐν τῇ διανοίᾳ ἑαυτοῦ ἐπαίρεται, οὐδὲ ἐκ τῆς ἀρετῆς ἐκκλίνει ποτέ.
Ὁ φωτίζων τὴν διάνοιαν ἑαυτοῦ πρὸς τὴν ἐπάξιον τοῦ Θεοῦ ἀμοιβήν, οὗτος πρὸς τὸ βάθος τῆς ταπεινοφροσύνης κατήντησε ψυχῇ τε καὶ σώματι. Πρὸ τοῦ γὰρ ἐγγίσαι τις τῇ γνώσει, ἀνέρχεται καὶ κατέρχεται ἐν τῇ πολιτείᾳ αὑτοῦ, ὅτε δὲ προσεγγίσει τῇ γνώσει, ὅλος ἐπάρσει ἐπαίρεται, καὶ ὅσον ὑψωθῇ, οὐ τελειοῦται ἡ ἀνάβασις τῆς γνώσεως αὐτοῦ, ἕως ἂν ἔλθῃ ἐκεῖνος ὁ αἰὼν τῆς δόξης καὶ λάβῃ τὸν πλοῦτον αὑτοῦ πάμπαν.
Ὅσον γὰρ τελειοῦται ἄνθρωπος πρὸς τὸν Θεόν, τοσοῦτον ὀπίσω αὐτοῦ πορεύεται, ἐν δὲ τῷ ἀληθινῷ αἰῶνι, τὸ πρόσωπον ἑαυτοῦ δεικνύει αὐτῷ, οὐχ ὅ, τι ἐστίν. Ὅσον γὰρ οἱ δίκαιοι εἰσέλθωσιν ἐν τῇ θεωρίᾳ αὐτοῦ, τὴν εἰκόνα ὡς ἐν ἐσόπτρῳ θεωροῦσιν, ἐκεῖσε δὲ τὴν φανέρωσιν τῆς ἀληθείας θεωροῦσιν.
Τὸ πῦρ τὸ ἐν ξηροῖς ξύλοις ἀναφθὲν δυσχερῶς σβεσθήσεται, καὶ ἡ θέρμη τοῦ Θεοῦ ἡ γινομένη καὶ ἐμπίπτουσα ἐν τῇ καρδίᾳ τοῦ ἀποταξαμένου τῷ κόσμῳ, ἡ πυρπόλησις αὐτῆς οὐ σβεσθήσεται καὶ ἔστι τοῦ πυρὸς δριμυτέρα.
Ὁ οἶνος, ὅταν ἡ δύναμις αὐτοῦ εἰσέλθῃ εἰς τὰ μέλη, ἐπιλανθάνεται ὁ νοῦς τὴν ἀκρίβειαν τῶν πάντων, καὶ ἡ μνήμη τοῦ Θεοῦ, ὅτε κρατήσει νομὴν εἰς τὴν ψυχήν, ἀπόλλυσι πᾶσαν μνήμης ὁράσεως ἐκ τῆς καρδίας. Διάνοια εὑροῦσα τὴν σοφίαν τοῦ πνεύματος, ὡς ἄνθρωπος εὑρίσκων πλοῖον ἐν τῇ θαλάσσῃ, καὶ ὅταν καθήσῃ ἐν αὐτῷ, διαβιβάζει ἑαυτὸν ἐκ τῆς θαλάσσης τοῦ κόσμου τούτου καὶ φθάσαι ποιεῖ τὴν νῆσον τοῦ μέλλοντος αἰῶνος. Οὕτως ἐστὶν ἡ αἴσθησις τοῦ μέλλοντος αἰῶνος ἐν τῷ κόσμῳ τούτῳ, ὡς νῆσος μικρὰ ἐν τῇ θαλάσσῃ, καὶ ὁ προσεγγίζων αὐτῇ οὐκέτι κοπιᾷ ἐν τοῖς κύμασι τῆς φαντασίας τοῦ αἰῶνος τούτου.
Ὁ ἔμπορος, ὅταν τελειωθῇ ὁ κλῆρος αὐτοῦ, σπουδάζει ἀπελθεῖν εἰς τὸν οἶκον αὐτοῦ· καὶ ὁ μοναχός, ὅσον ἀκμὴν ὑπολείπεται ὁ καιρὸς τῆς πράξεως αὐτοῦ, λυπεῖται χωρισθῆναι ἐκ τοῦ σώματος τούτου, καὶ ὅταν αἰσθηθῇ ἐν τῇ ψυχῇ αὑτοῦ, ὅτι ἐξηγόρασε τὸν καιρὸν καὶ ἔλαβε τὸν ἀρραβῶνα αὑτοῦ, ἐπιθυμεῖ τὸν μέλλοντα αἰῶνα.
Ὁ ἔμπορος ὅσον ἐστὶν ἐν τῇ θαλάσσῃ, ὁ φόβος ἐν τοῖς μέλεσιν αὐτοῦ ἐστι, μήπως ἐπαναστῶσιν αὐτῷ τὰ κύματα καὶ βυθισθῇ ἡ ἐλπὶς τῆς ἐργασίας αὐτοῦ· καὶ ὁ μοναχὸς ὅσον ἐστὶν ἐν τῷ κόσμῳ, ὁ φόβος κατακρατεῖ τῆς πολιτείας αὐτοῦ, μήπως ἐξυπνισθῇ κατ’ αὐτοῦ ὁ χειμὼν καὶ ἀπολεσθῇ τὸ ἔργον αὐτοῦ τὸ ἐκ τῆς νεότητος αὐτοῦ ἕως γήρως αὐτοῦ. Ὁ ἔμπορος τὴν χέρσον θεωρεῖ, καὶ ὁ μοναχὸς τὴν ὥραν τοῦ θανάτου.
Ὁ ναύτης τοὺς ἀστέρας βλέπει, ὅταν διαβαίνῃ ἐν μέσῳ τῆς θαλάσσης, καὶ πρὸς τοὺς ἀστέρας κατευθύνει τὸ πλοῖον αὑτοῦ, ἕως ἂν φθάσῃ τὸν λιμένα· καὶ ὁ μοναχὸς εἰς τὴν εὐχὴν βλέπει, διότι διορθοῖ αὐτὸν καὶ κατευθύνει αὑτοῦ τὴν πορείαν πρὸς ὁποῖον λιμένα εὐθύνει ἡ πολιτεία αὐτοῦ ἐν τῇ εὐχῇ τῇ καθ’ ὥραν.
Ὁ ναύτης ὁρᾷ τὴν νῆσον, ἐν ᾗ δήσει τὸ πλοῖον αὑτοῦ, καὶ ἐκεῖθεν ἐφοδιάζεται καὶ εὐθύνεται πάλιν εἰς ἄλλην νῆσον. Οὕτως ἐστὶν ἡ πορεία τοῦ μοναχοῦ ὅσον ἐστὶν ἐν τῇ ζωῇ ταύτῃ· ἀπὸ νήσου εἰς νῆσον διαβαίνει, ἤτοι ἀπὸ γνώσεως εἰς γνῶσιν, καὶ ἐν τῇ ἀλλαγῇ τῶν νήσων, ἤτοι τῶν γνώσεων, προκόπτει, ἕως ἂν ἀνέλθῃ ἐκ τῆς θαλάσσης καὶ πρὸς τὴν πόλιν τὴν ἀληθινὴν ἐκείνην καταφθάσῃ ἡ πορεία αὐτοῦ, ἐν ᾗ οἱ οἰκοῦντες ἐν αὐτῇ οὐκ ἐμπορεύονται πάλιν, ἀλλ’ ἕκαστος ἐν τῷ πλούτῳ αὐτοῦ ἐπαναπαύεται.
Μακάριος ὅστις ἡ ἐμπορία αὐτοῦ οὐ συνεχύθη ἐν τῷ κόσμῳ τούτῳ τῷ ματαίῳ, ἔσωθεν τῆς μεγάλης θαλάσσης ταύτης. Μακάριος ὅστις τὸ πλοῖον αὐτοῦ οὐκ ἐκλάσθη, καὶ φθάσει ἐν χαρᾷ πρὸς τὸν λιμένα. Ὁ νηχόμενος, γυμνὸς καταδύνει ἐν τῇ θαλάσσῃ, ἕως ἂν εὕρῃ τὸν μαργαρίτην· καὶ ὁ σοφὸς μοναχὸς γυμνὸς διαπορεύεται ἐν τῷ βίῳ, ἕως ἂν εὕρῃ ἐν ἑαυτῷ τὸν μαργαρίτην Ἰησοῦν Χριστόν, καὶ ὅταν εὕρῃ αὐτόν, οὐκ ἔτι κτᾶται σὺν αὐτῷ τι τῶν ὄντων.
Ὁ μαργαρίτης ἐν τοῖς ταμείοις φυλάττεται· καὶ ἡ τρυφὴ τοῦ μοναχοῦ ἔσωθεν τῆς ἡσυχίας συντηρεῖται. Ἡ παρθένος ἐν ταῖς συναγωγαῖς καὶ ἐν τοῖς πλήθεσι τῶν λαῶν καταβλάπτεται· καὶ ἡ διάνοια τοῦ μοναχοῦ ἐν ταῖς τῶν πολλῶν συντυχίαις.
Τὸ ὄρνεον ἐκ παντὸς τόπου πρὸς τὴν καλλιὰν αὑτοῦ τρέχει τοῦ ποιῆσαι τέκνα· καὶ ὁ μοναχὸς ὁ ἔχων διάκρισιν ταχύνει εἰς τὸ σκήνωμα ἑαυτοῦ, τοῦ ποιῆσαι ἐν αὐτῷ καρπὸν ζωῆς. Ὁ ὄφις, ὅταν θλασθῇ ὅλον τὸ σῶμα αὐτοῦ, τὴν κεφαλὴν αὑτοῦ τηρεῖ· καὶ ὁ σοφὸς μοναχὸς παραφυλάττεται ἐν παντὶ καιρῷ τὴν πίστιν αὑτοῦ, ἥτις ἐστὶ ἀρχὴ τῆς ζωῆς αὐτοῦ.
Νεφέλη καλύπτει ἥλιον, καὶ λόγοι πολλοὶ τὴν ψυχὴν τὴν ἀρξαμένην φωτίζεσθαι ἐν τῇ θεωρίᾳ τῆς εὐχῆς καλύπτουσι. Τὸ ὄρνεον τὸ καλούμενον Ἐρωδιός, ἐν ἐκείνῳ τῷ καιρῷ εὐφραίνεται καὶ ἀγαλλιᾶται κατὰ τὸν λόγον τῶν σοφῶν, ὅταν ἀφορίσῃ ἑαυτὸν ἐκ τῆς οἰκουμένης καὶ πορευθῇ εἰς ἔρημον τόπον καὶ οἰκήσῃ ἐν αὐτῷ· οὕτω καὶ ἡ ψυχὴ τοῦ μονάζοντος ἐν ἐκείνῳ τῷ καιρῷ δέχεται τὴν οὐράνιον χαράν, ὅταν μακρυνθῇ ἐκ τῶν ἀνθρώπων καὶ ἀπέλθῃ καὶ οἰκήσῃ εἰς τὴν χώραν τῆς ἡσυχίας καὶ προσδοκήσῃ τὸν καιρὸν τῆς ἐξόδου αὐτοῦ.
Ἐρρέθη περὶ τοῦ ὀρνέου τοῦ λεγομένου σειρῆνος, ὅτι ἕκαστος ἀκούων τοῦ μέλους τῆς φωνῆς αὐτοῦ, οὕτως αἰχμαλωτίζεται ὀπίσῳ αὐτοῦ ἐν τῇ ὁδοιπορίᾳ τῆς ἐρήμου, ὡς ἐπιλανθάνεσθαι ἐν τῇ ἡδύτητι τοῦ μέλους καὶ αὐτῆς τῆς ζωῆς καὶ πίπτειν καὶ ἀποθνῄσκειν. Τούτῳ ἀπεικάζεται τὸ πρᾶγμα τῆς ψυχῆς. Ὅταν γὰρ ἐμπέσῃ ἡ γλυκύτης ἡ οὐράνιος ἐν αὐτῇ, ἐκ τοῦ μέλους τῆς ἡδύτητος τῶν λογίων τοῦ Θεοῦ τῶν ἐμπιπτόντων ἐν αἰσθήσει ἐν τῷ νοΐ, οὕτως ὅλη ἀπέρχεται ὀπίσω αὐτῆς, ὡς ἐπιλανθάνεσθαι τῆς ζωῆς ταύτης τῆς σωματικῆς καὶ στερεῖσθαι τὸ σῶμα τῶν ὀρέξεων αὑτοῦ καὶ ὑψοῦσθαι αὐτὴν πρὸς τὸν Θεὸν ἐκ τῆς ζωῆς ταύτης.
Δένδρον ἐὰν μὴ ἀποβάλῃ ἑαυτοῦ τὰ πρότερον φύλλα πρῶτον, οὐκ ἐκφέρει τοὺς νεαροὺς κλάδους· καὶ μοναχός, ἕως ἂν μὴ ἀπορρίψειεν ἀπὸ τῆς καρδίας αὑτοῦ τὴν μνήμην τῶν προτέρων ἑαυτοῦ, οὐκ ἐκφέρει νεαροὺς καρποὺς καὶ κλάδους ἐν Ἰησοῦ Χριστῷ.
Ὁ ἄνεμος λιπαίνει τοὺς καρπούς, καὶ ἡ μέριμνα τοῦ Θεοῦ τοὺς καρποὺς τῆς ψυχῆς. Μύαξ, ἐν ᾧ ὁ μαργαρίτης τίκτεται, κτίζεται ἐν αὐτῷ εἶδός τι σπινθῆρος ἐκ τῆς ἀστραπῆς καὶ ἐκ τοῦ ἀέρος δέχεται τὴν ὕλην, καθώς ἐστι λόγος, καὶ ἕως τότε σάρξ ἐστι ψιλή· καὶ ἡ καρδία τοῦ μοναχοῦ ἕως ἂν δέξηται τὴν ὕλην τὴν οὐράνιον ἐν συνέσει, τὸ ἔργον αὐτῆς ψιλόν ἐστι καὶ οὐκ ἔχει ἔσωθεν τῶν μυάκων τὸν καρπὸν τῆς παρακλήσεως.
Ὁ κύων ὁ λείχων τὸ ῥινίον, ἐκ τοῦ αἵματος ἑαυτοῦ πίνει, καὶ οὐκ οἶδε τὴν βλάβην αὑτοῦ ἐκ τῆς γλυκύτητος τοῦ ἰδίου αἵματος· καὶ ὁ μοναχὸς ὁ κλίνων πιεῖν κενοδοξίαν, ἐκ τῆς ζωῆς αὑτοῦ συμπίνει, καὶ οὐκ αἰσθάνεται τῆς βλάβης αὑτοῦ ἐκ τῆς γλυκύτητος τῆς πρὸς ὥραν γινομένης.
Ἡ δόξα ἡ κοσμικὴ πέτρα ἐστὶν ἐν τῇ θαλάσσῃ σκεπαζομένη ὑπὸ τῶν ὑδάτων, καὶ οὐ γινώσκεται τῷ ναύτῃ, ἕως ἂν ἐπιστῇ ἐν αὐτῇ τὸ πλοῖον κάτωθεν καὶ πληρωθῇ ὕδατος· οὕτως ἡ κενοδοξία ποιεῖ εἰς τὸν ἄνθρωπον, ἕως ἂν βυθίσῃ καὶ ἀπολέσῃ αὐτόν. Ἐρρέθη περὶ αὐτῆς τοῖς πατράσιν, ὅτι ἐν τῇ κενοδόξῳ ψυχῇ στρέφονται πάλιν τὰ πάθη τὰ ἅπαξ ἡττηθέντα καὶ ἐξελθόντα ἐξ αὐτῆς.
Νεφέλη μικρὰ σκεπάζει τὸν κύκλον τοῦ ἡλίου, καὶ ὁ ἥλιος μετὰ τὴν νεφέλην λίαν ἐστὶ θερμός· καὶ ἀκηδία μικρὰ σκεπάζει τὴν ψυχήν, καὶ ἡ χαρὰ ἡ μετ’ αὐτὴν μεγάλη ἐστί. Τοῖς λόγοις τῶν μυστηρίων τῶν ἐν τῇ θείᾳ Γραφῇ, χωρὶς εὐχῆς καὶ αἰτήσεως βοηθείας παρὰ τοῦ Θεοῦ, μὴ προσεγγίσῃς, ἀλλὰ λέγε· ‘Κύριε, δός μοι λαβεῖν αἴσθησιν τῆς δυνάμεως τῆς ἐν αὐταῖς’. Κλεῖδας τῶν νοημάτων τῶν ἀληθινῶν τῶν ἐν ταῖς θείαις Γραφαῖς τὴν εὐχὴν λογίζου εἶναι.
Ὅταν θελήσῃς προσεγγίσαι τῷ Θεῷ τῇ καρδίᾳ σου, πρῶτον ἐν τοῖς σωματικοῖς κόποις δεῖξον αὐτῷ τὸν πόθον σου. Ἐκ τούτων ἐστὶν ἡ ἀρχὴ τῆς πολιτείας· μεγάλως γὰρ προσεγγίζει ἡ καρδία τῷ Θεῷ ἐν τῇ ἐνδείᾳ τῆς χρείας ἐν τῇ ἀσκήσει τοῦ ἐνὸς εἴδους τῆς τροφῆς, καὶ ἀκολουθεῖ τοῖς ἔργοις.
Καὶ γὰρ καὶ ὁ Κύριος ἐκ τούτου ἐποίησε τὸν θεμέλιον τῆς τελειώσεως. Λόγισαι δὲ τὴν ἀργίαν ἀρχὴν σκοτώσεως τῆς ψυχῆς, σκότωσιν δὲ ἐπὶ σκοτώσει τὰς συντυχίας τῶν λόγων. Ἀφορμὴ δὲ τοῦ προτέρου, τὸ δεύτερον. Ἐὰν γὰρ οἱ λόγοι τῆς ὠφελείας οἱ ἀμέτρως γινόμενοι σκότωσιν ἐμποιοῦσι, πόσῳ μᾶλλον τὰ μάταια; Εὐτελίζεται γὰρ ἡ ψυχὴ ἐν τῷ πλήθει τῆς ὁμιλίας τῆς πολλῆς, κἂν ἡ παρασκευὴ αὐτῆς εἰς τὸν φόβον τοῦ Θεοῦ ᾖ.
Λοιπὸν ἡ σκότωσις τῆς ψυχῆς ἐκ τῆς ἀταξίας τῆς πολιτείας γίνεται. Τὸ μέτρον καὶ ὁ ὅρος ἐν τῇ πολιτείᾳ φωτίζουσι τὴν διάνοιαν καὶ τὴν σύγχυσιν ἀποδιώκουσι. Ἡ σύγχυσις τῆς διανοίας ἡ ἀπὸ τῆς ἀταξίας σκότωσιν ἐμποιεῖ τῇ ψυχῇ, καὶ ἡ σκότωσις θόλωσιν. Ἡ εἰρήνη ἐκ τῆς καλῆς τάξεως γίνεται καὶ τὸ φῶς ἐκ τῆς εἰρήνης γεννᾶται ἐν τῇ ψυχῇ, καὶ ἐκ τῆς εἰρήνης ὁ καθαρὸς ἀὴρ ἐν τῇ διανοίᾳ αὐγάζει.
Καὶ πρὸς τὸ μέτρον τοῦ πελασμοῦ τῆς καρδίας πρὸς τὴν σοφίαν τοῦ πνεύματος ἐκ τῆς τοῦ κόσμου ἀποξενώσεως, τοσοῦτον δέχεται τὴν χαρὰν παρὰ τοῦ Θεοῦ καὶ διάκρισιν τῆς σοφίας τοῦ πνεύματος ἐκ τῆς τοῦ κόσμου αἰσθάνεται ἐν τῇ ψυχῇ ἑαυτοῦ· ὅτι ἐν τῇ σοφίᾳ τοῦ πνεύματος ἡ σιωπὴ κατακρατεῖ ἐν τῇ ψυχῇ, ἐν δὲ τῇ κοσμικῇ σοφίᾳ ἡ πηγὴ τοῦ μετεωρισμοῦ.
Καὶ μετὰ τὴν εὕρεσιν τῆς πρώτης σοφίας πληροῦσαι ταπεινοφροσύνης πολλῆς καὶ ἐπιεικείας καὶ εἰρήνης τῆς βασιλευούσης πάντων τῶν λογισμῶν σου. Ἐντεῦθεν καὶ τὰ μέλη σου παύσονται καὶ ἡσυχάσουσιν ἐκ τῆς ταραχῆς καὶ τοῦ στρηνιασμοῦ. Μετὰ δὲ τὴν εὕρεσιν τῆς δευτέρας σοφίας κτᾶσαι τὴν ὑπερηφανίαν ἐν τῷ φρονήματί σου καὶ λογισμοὺς παρηλλαγμένους ἀρρήτους καὶ ταραχὴν τοῦ νοὸς καὶ ἀναίδειαν τῶν αἰσθήσεων καὶ γαυρίασιν.
Μὴ νομίσῃς, ὅτι παρρησιασθήσεται ἐν προσευχῇ ἐνώπιον τοῦ Θεοῦ ἄνθρωπος δεδεμένος ἐν τοῖς σωματικοῖς. Ψυχὴ σκνιπευομένη στερεῖται τῆς σοφίας, ἡ δὲ ἐλεήμων σοφισθήσεται παρὰ τοῦ Πνεύματος. Ὥσπερ ἔλαιον εἰς φαῦσιν τῆς λαμπάδος, οὕτως ἡ ἐλεημοσύνη τρέφει τὴν γνῶσιν ἐν τῇ ψυχῇ.
Ἡ κλεὶς τῆς καρδίας τῶν θείων χαρισμάτων ἐν τῇ ἀγάπῃ τοῦ πλησίον δίδοται, καὶ κατὰ τὸ μέτρον τῆς λύσεως τῆς καρδίας ἐκ τοῦ δεσμοῦ τοῦ σώματος κατὰ τοσοῦτον ἀνοίγεται ἔμπροσθεν αὐτοῦ ἡ θύρα τῆς γνώσεως. Διάβασις τῆς ψυχῆς ἀπὸ κόσμου εἰς κόσμον ἡ ὑποδοχὴ τῆς συνέσεώς ἐστι. Τί ὡραία καὶ ἐπαινετή ἐστιν ἡ ἀγάπη τοῦ πλησίον, ἐὰν μὴ ἡ μέριμνα αὐτῆς περισπάσῃ ἡμᾶς ἐκ τῆς ἀγάπης τοῦ Θεοῦ; Τί ἡδεῖά ἐστιν ἡ συντυχία τῶν πνευματικῶν ἡμῶν ἀδελφῶν, ἐὰν δυνηθῶμεν φυλάξαι μετ’ αὐτῆς καὶ τὴν μετὰ τοῦ Θεοῦ;
Λοιπόν, καλόν ἐστι φροντίσαι καὶ περὶ τούτων, ἕως ἂν ἐπιτρέπῃ τὸ ἁρμόζον· τοῦτο δέ ἐστι τὸ μὴ πεσεῖν, προφάσει τούτου, τῆς κρυπτῆς ἐργασίας καὶ πολιτείας καὶ ἀδιαλείπτου ὁμιλίας τῆς πρὸς τὸν Θεόν. Ἡ γὰρ σύγχυσις τοῦ δευτέρου, ἐκ τῆς τοῦ πρώτου συστάσεως. Οὐχ ἱκανοῖ δὲ ὁ νοῦς πρὸς δύο ὁμιλίας.
Ἡ θεωρία τῶν κοσμικῶν σύγχυσιν τῇ ἀποταξαμένῃ αὐτοὺς ψυχῇ ποιεῖ διὰ τὸ ἔργον τοῦ Θεοῦ. Καὶ τῶν μὲν πνευματικῶν ἀδελφῶν ἡ ἀδιάλειπτος ὁμιλία βλάπτει, τῶν δὲ κοσμικῶν ἡ θεωρία ἡ ἐξωτέρα καὶ μόνη. Τὴν πρᾶξιν τὴν σωματικὴν οὐ κωλύει ἡ ἀπάντησις τῶν αἰσθήσεων, ὁ δὲ θέλων ἐκ τῆς εἰρήνης τῆς διανοίας τρυγῆσαι τὴν χαρὰν ἐν τῇ ἐργασίᾳ τῶν κρυπτῶν καὶ ἐκ τῶν φωνῶν, χωρὶς θεωρίας, ταράσσεται εἰς τὴν ἀνάπαυσιν τῆς καρδίας αὑτοῦ.
Ἡ νέκρωσις ἡ ἐσωτέρα χωρὶς τῆς ἀργίας τῶν αἰσθήσεων οὐχ ἵσταται, καὶ ἡ σωματικὴ πολιτεία ἐξυπνισμὸν τῶν αἰσθήσεων θέλει, ἡ δὲ ψυχικὴ πολιτεία τὸν ἐξυπνισμὸν τῆς καρδίας. Ὥσπερ ἐν τῇ φύσει κρείττων ἐστὶν ἡ ψυχὴ τοῦ σώματος, οὕτω κρεῖσσόν ἐστι τὸ ἔργον τῆς ψυχῆς τοῦ σώματος.
Καὶ ὥσπερ ἐν πρώτοις προηγήσατο ἡ πλάσις τοῦ σώματος τοῦ ἐμφυσήματος, οὕτω καὶ τὰ σωματικὰ ἔργα προηγεῖται τοῦ ἔργου τῆς ψυχῆς. Μεγάλη δύναμις ἡ μικρὰ πολιτεία ἡ ἀεὶ διαμένουσα, καὶ σταγὼν ἁπαλὴ διαμένουσα τὴν πέτραν τὴν σκληρὰν κοιλαίνει.
Ὅταν προσεγγίσῃ ἀναστῆναι ἐν σοὶ ὁ πνευματικὸς ἄνθρωπος, ἡ νέκρωσις ἡ ἐκ πάντων ἐξυπνίζεται ἐν σοὶ καὶ θερμαίνεται ἡ χαρὰ ἐν τῇ ψυχῇ σου τῇ ἀνομοίῳ τῆς κτίσεως καὶ συγκλείονται οἱ λογισμοί σου ἐντός σου ἐν τῇ ἡδύτητι τῇ ἐν τῇ καρδίᾳ σου.
Καὶ ὅταν μέλλῃ ὁ κόσμος ἀναστῆναι ἐν σοί, ὁ μετεωρισμὸς τῆς διανοίας πληθύνεται ἐν σοὶ καὶ τὸ φρόνημα τὸ μικρόν τε καὶ ἄστατον. Κόσμον δὲ καλῶ τὰ πάθη, ἅπερ κυΐσκει ὁ μετεωρισμός, καὶ ὅταν τεχθῶσι καὶ τελειωθῶσι, γίνονται ἁμαρτίαι καὶ ἀποκτείνουσι τὸν ἄνθρωπον. Ὥσπερ οὐ γεννῶνται τέκνα χωρὶς μητρός, οὕτως οὐ γεννῶνται τὰ πάθη χωρὶς τοῦ μετεωρισμοῦ τῆς διανοίας, καὶ οὐδὲ τελείωσις τῆς ἁμαρτίας χωρὶς τῆς ὁμιλίας τῶν παθῶν.
Ὅταν πληθυνθῇ ἡ ὑπομονὴ ἐν ταῖς ψυχαῖς ἡμῶν, σημεῖόν ἐστιν, ὅτι ἐλάβομεν ἐν τῷ κρυπτῷ τὴν χάριν τῆς παρακλήσεως. Ἡ ἰσχὺς τῆς ὑπομονῆς ἰσχυροτέρα ἐστὶ τῶν ἐννοιῶν τῆς χαρᾶς τῶν ἐμπιπτουσῶν ἐν τῇ καρδίᾳ.
Ἡ ζωὴ ἐν Θεῷ, ἡ κατάπτωσις τῶν αἰσθήσεών ἐστιν. Ὅτε δὲ ζήσει ἡ καρδία, καταπίπτουσιν αἱ αἰσθήσεις. Ἡ ἀνάστασις τῶν αἰσθήσεών ἐστιν ἡ νέκρωσις τῆς καρδίας. Καὶ ὅταν αὗται ἀναστῶσι, σημεῖόν ἐστι τῆς νεκρώσεως τῆς καρδίας ἀπὸ τοῦ Θεοῦ.
Ἐκ τῶν ἀρετῶν τῶν μεταξὺ τῶν ἀνθρώπων πραττομένων οὐ λαμβάνει ἡ συνείδησις τὴν εὐθύτητα. Ἀρετή, ἣν δι’ ἄλλων πράττει τις, οὐ δύναται καθάραι τὴν ψυχήν, πρὸς γὰρ μισθὸν ἔργων λογίζεται ἐνώπιον τοῦ Θεοῦ. Ἣν δὲ ἐν ἑαυτῷ ποιήσει ἄνθρωπος, πρὸς τελείαν λογίζεται ἀρετὴν καὶ τελειοῖ τὰ ἀμφότερα καὶ πρὸς ἀνταπόδοσιν λογίζεται καὶ καθαρότητα ἐμποιεῖ. Διὰ τοῦτο χωρίσθητι τοῦ πρώτου καὶ ἀκολούθησον τῷ δευτέρῳ. Ἐκτὸς γὰρ μερίμνης τῆς ἐν τούτῳ, τὸ καταλεῖψαι τὸ ἄλλο, ἔκπτωσις φανερὰ ἐκ τοῦ Θεοῦ. Τὸ δεύτερον δέ, καὶ τὸν τόπον τοῦ πρώτου ἀναπληροῖ χωρὶς ἐνεργείας αὐτοῦ.
Ἡ ἀνάπαυσις καὶ ἡ ἀργία, ἀπώλεια ψυχῆς ἐστι καὶ πλείω τῶν δαιμόνων δύνανται βλάψαι αὗται. Τὸ σῶμα τὸ ἀσθενές, ὅταν καταναγκάσῃς εἰς ἔργα περισσότερα τῆς δυνάμεως αὐτοῦ, σκότωσιν ἐπὶ σκοτώσει ἐντίθης τῇ σῇ ψυχῇ καὶ σύγχυσιν αὐτῇ μᾶλλον ἐπιφέρεις. Τὸ δὲ σῶμα τὸ ἰσχυρόν, ἐὰν τῇ ἀναπαύσει καὶ τῇ ἀργίᾳ ἐκδῷς, πᾶσα κακία τελειοῦται ἐν τῇ ψυχῇ τῇ οἰκούσῃ ἐν αὐτῷ, καὶ ἐάν τις μεγάλως ἐπιθυμῇ τὸ ἀγαθόν, ἀλλὰ μετὰ μικρὸν καὶ αὐτὴν τὴν ἔννοιαν τοῦ ἀγαθοῦ, ἣν εἶχεν, αἴρει ἀπ’ αὐτοῦ.
Ὅταν ἡ ψυχὴ μεθυσθῇ ἐν τῇ χαρᾷ τῆς ἐλπίδος αὑτῆς καὶ ἐν τῇ εὐφροσύνῃ τοῦ Θεοῦ, ἀναισθητεῖ τὸ σῶμα τῶν θλίψεων, κἂν ἀσθενὲς ᾖ· βαστάζει γὰρ διπλοῦν βάρος καὶ οὐκ ἀτονεῖ, ἀλλὰ συναπολαύει καὶ συνεργεῖ τὸ σῶμα ἐν τῇ τρυφῇ τῆς ψυχῆς, καὶ ἐὰν ᾖ ἀσθενές, ὅταν εἰσέλθῃ ἡ ψυχὴ εἰς ἐκείνην τὴν χαρὰν τοῦ Πνεύματος.
Ἐὰν φυλάξῃς τὴν γλῶσσάν σου, ὦ ἀδελφέ, δίδοταί σοι παρὰ Θεοῦ ἡ χάρις τῆς κατανύξεως τῆς καρδίας, τοῦ θεάσασθαι ἐν αὐτῇ τὴν ψυχήν σου, καὶ ἐν ταύτῃ εἰσέρχῃ εἰς τὴν χαρὰν τοῦ πνεύματος. Ἐὰν δὲ ἡ γλῶσσά σου νικήσῃ σε, πίστευσόν μοι εἰς ὅπερ λέγω σοι, ὅτι οὐδέποτε δυνήσῃ ἐξειλῆσαι ἐκ τῆς σκοτώσεως.
Ἐὰν μὴ ἔχῃς καρδίαν καθαράν, ἔχε κἂν στόμα καθαρόν, ὡς ὁ μακάριος Ἰωάννης εἶπεν. Ὅταν θελήσῃς νουθετῆσαί τινα εἰς τὸ ἀγαθόν, πρῶτον ἀνάπαυσον αὐτὸν σωματικῶς, καὶ τίμησον αὐτὸν ἐν λόγῳ ἀγάπης. Οὐδὲν γὰρ οὕτως αἰδεῖσθαι πείθει τὸν ἄνθρωπον καὶ μεταλλαγῆναι ποιεῖ ἀπὸ τῆς κακίας αὑτοῦ ἐπὶ τὰ βελτίονα, εἰ μὴ τὰ σωματικὰ ἀγαθὰ καὶ ἡ τιμὴ ἥνπερ θεωρεῖ ἀπὸ σοῦ.
Ὅσον γὰρ εἰς τὸν ἀγῶνα τὸν ὑπὲρ τοῦ Θεοῦ εἰσέλθῃ τις, τοσοῦτον παρρησιάζεται ἡ καρδία αὐτοῦ ἐν τῇ εὐχῇ αὑτοῦ. Καὶ ὅσον ἐκ πολλῶν ἑλκυσθῇ ὁ ἄνθρωπος, στερεῖται τῆς βοηθείας τοῦ Θεοῦ. Μὴ λυποῦ εἰς τὰς πηρώσεις τοῦ σώματος· διότι ὁ Θεὸς ἀναλαμβάνει αὐτὰς ἀπὸ σοῦ τελείως. Μὴ φοβοῦ θάνατον· διότι ὁ Θεὸς ἡτοίμασε τοῦ ποιῆσαι ἐπάνωθεν αὐτοῦ.
Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.