Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσαὰκ ὁ Σύρος – Ἀσκητικαὶ ὁμιλίαι

Ἰσαὰκ ὁ Σύρος

Λόγοι ΚΖ΄-ΚΘ΄: Σαρκικές κινήσεις, αγρυπνία και νοερά εργασία

Ανάλυση της προέλευσης των σωματικών παθών, πρακτικές οδηγίες για τη νυκτερινή αγρυπνία και η αντιμετώπιση της χαυνότητας και των πειρασμών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσαὰκ ὁ Σύρος

—

Κεφάλαιο 1 από 11

ΛΟΓΟΣ ΚΖʹ ΠΕΡΙ ΤΗΣ ΚΙΝΗΣΕΩΣ ΤΟΥ ΣΩΜΑΤΟΣ Ἡ δὲ κίνησις τῶν κάτω μελῶν τοῦ σώματος, ἡ ἐκτὸς λογισμῶν ὀξυτέρων γινομένη τῆς ἀτόπου ἡδονῆς, ἥτις κινεῖται μετὰ πυρώσεως καὶ ἕλκει τὴν ψυχὴν εἰς ταλαιπωρίαν ἀπροαιρέτως, ἀδιστάκτως ἐκ τῆς πλησμονῆς τῆς γαστρός ἐστιν. Εἰ δέ γε ἴσως ἡ μὲν γαστὴρ εὐτακτεῖ ἐν τῇ διαίτῃ, τὰ δὲ μέλη ἀπροαιρέτως εἴτε κἂν ὁπωσοῦν κινοῦνται, γνῶθι ὅτι ἐν τῷ σώματι βρύει τὸ πάθος καὶ ὅπλον ἰσχυρὸν καὶ ἀκαταμάχητον λογίζου εἶναι ἐν τῷ ἀγῶνι τούτῳ τὸ ἀπέχεσθαι ἐκ τῆς θέας τῶν γυναικῶν. Διότι ὁ ἐναντίος οὐ δύναται ἐνεργῆσαι ἐν ἡμῖν ἅπερ ἡ φύσις δύναται πράξαι ἐν τῇ δυνάμει αὑτῆς.

Μὴ γὰρ νομίσης, ὅτι ἡ φύσις ἐπιλανθάνεται τῶν ἐν αὐτῇ φυσικῶς ἐνσπαρέντων ἐκ τοῦ Θεοῦ πρὸς τεκνογονίαν καὶ δοκιμασίαν τῶν ἐν τῷ ἀγῶνι, ἀλλ’ ἡ ἀποχὴ τῶν πραγμάτων νεκροῖ τὴν ἐπιθυμίαν ἐν τοῖς μέλεσι καὶ λήθην καὶ ἀπώλειαν ἐμποιεῖ αὐτοῖς.

Ἄλλοι εἰσὶν οἱ λογισμοὶ τῶν μακρὰν ἀπεχόντων πραγμάτων καὶ ἁπλῶς παρερχομένων ἐν τῇ διανοίᾳ καὶ κίνησιν μικρὰν καὶ ἀμυδρὰν ἐμποιούντων ἀφ’ ἑαυτῶν, ἄλλοι δέ εἰσιν οἱ λογισμοὶ οἱ ἐν ὁράσει τῆς ὕλης βυθίζοντες τὴν διάνοιαν ἀληθαργήτως καὶ ἐκ τοῦ πλησιασμοῦ κινοῦντες τὰ πάθη καὶ τρέφοντες τὸν ἄνθρωπον, ὡς τὸ ἔλαιον τρέφει τὴν ἔξαψιν τοῦ λύχνου, καὶ τὸ πάθος τὸ ἤδη νεκρωθὲν καὶ σβεσθὲν ἐξάπτοντες καὶ ταράσσοντες τὸ πέλαγος τοῦ σώματος διὰ τῆς κινήσεως τοῦ πλοίου τῆς διανοίας.

Αὕτη δὲ ἡ κίνησις ἡ φυσική, ἡ ἐν ἡμῖν κατοικοῦσα διὰ τὴν προαίρεσιν ταράξαι ἐκ τῆς καθαρότητος καὶ ὀχλῆσαι τὴν σωφροσύνην οὐ δύναται. Οὐ γὰρ ἔδωκεν ὁ Θεὸς δύναμιν τῇ φύσει νικῆσαι τὴν προαίρεσιν τὴν πρὸς αὐτόν, τὴν καλήν, ἀλλ’ ὅταν τις κινηθῇ ἢ ἐκ τοῦ θυμοῦ ἢ ἐκ τῆς ἐπιθυμίας, οὐχ ἡ φυσικὴ δύναμις αὐτὸν ἐξελθεῖν ἐκ τοῦ ὅρου τῆς φύσεως καὶ γενέσθαι ἔξωθεν ἐκ τῶν ὀφειλομένων βιάζεται, ἀλλ’ ἡ προσθήκη ἣν ποιοῦμεν ἐπὶ τῇ φύσει διὰ τῶν ἀφορμῶν τοῦ θελήματος. Ὁ γὰρ Θεὸς πάντα ὅσα ἐποίησε, καλῶς καὶ ἐμμέτρως ἐποίησε, καὶ ὅσον τὸ μέτρον τῆς ἀναλογίας τῶν φυσικῶν ὀρθῶς ἐν ἡμῖν φυλάττεται, τοσοῦτον αἱ φυσικαὶ κινήσεις οὐ δύνανται βιάσασθαι ἡμᾶς ἐκ τῆς ὁδοῦ ἐξελθεῖν, ἀλλὰ μόνον ἐν εὐτάκτοις κινήσεσι κινεῖται τὸ σῶμα, ὥστε εἰδέναι μόνον, ὅτι ἔστιν ἐν ἡμῖν τὸ πάθος τὸ φυσικόν, καὶ οὐκ εἰς τὸ γαργαλίσαι καὶ ὀχλῆσαι, ὥστε ἐμποδίσαι τὸν δρόμον τῆς σωφροσύνης, οὔτε πάλιν τὸ σκοτῶσαι τὸν νοῦν ἀπὸ θυμοῦ καὶ ἐκ τῆς εἰρήνης εἰς ὀργὴν κινῆσαι.

Ἐὰν δὲ ἡμεῖς συναπαχθῶμέν ποτε τοῖς αἰσθητοῖς (δι’ ὧν τινων καὶ ὁ θυμὸς παρὰ φύσιν εἴωθε λαβεῖν ὁρμήν), ἢ ἐν βρώσει ἢ ἐν πόσει ἐν ὑπερβαλλούσῃ ποσότητι ἢ ἐν πλησιασμῷ γυναικῶν καὶ θεωρίᾳ τούτων σχολάσαι ἢ ἐν ταῖς ὁμιλίαις ταῖς περὶ αὐτῶν, ἐξ ὧν φλὸξ ἐπιθυμίας ἀναφλέγεται καὶ σκιρτᾷ ἐν τῷ σώματι, ἐντεῦθεν τὴν πρᾳότητα τὴν φυσικὴν εἰς ἀγριότητα μεταβάλλομεν, ἢ διὰ τὸ πλῆθος τοῦ χυμοῦ, ἢ διὰ τὰς διαφόρους ὁράσεις τῶν πραγμάτων.

Ἔστι δέ ποτε ἡ κίνησις τούτων καὶ ἐκ παραχωρήσεως, τῆς διὰ τὴν οἴησιν ἡμῶν γινομένης. Καὶ αὕτη οὐκ ἔστιν ὡς ἐκείνη· ἐκείνους γὰρ τοὺς πολέμους τῆς ἐλευθερίας καλοῦμεν, οἵτινές ἐστιν ὁδὸς τῆς κοινῆς φύσεως, τὸν δὲ πόλεμον τὸν ἐκ παραχωρήσεως, τὸν ἐξ αἰτίας τῆς οἰήσεως ἡμῶν γινόμενον, γινώσκομεν, ὅτε ἐν προσοχῇ καὶ κόποις ἐν πλείονι χρόνῳ γενώμεθα καὶ οἰόμεθά τι κατωρθωκέναι, παραχωρούμεθα πολεμηθῆναι, ἵνα μάθωμεν τὴν ταπείνωσιν. Οἱ δὲ λοιποί, οἱ ἄνευ τῆς αἰτίας ταύτης γινόμενοι ἡμῖν ὑπὲρ τὴν δύναμιν, ἐκ τῆς ῥᾳθυμίας ἡμῶν γίνονται. Διότι ἡ φύσις, ὅταν τινὰ προσθήκην τῶν αἰσθητῶν διὰ τῆς γαστριμαργίας δέξηται, οὐ πείθεται λοιπὸν φυλάξαι τὴν τάξιν, τὴν ἐκ τῆς διαπλάσεως αὐτῆς. Ὁ γὰρ τὰς θλίψεις καὶ τὸ ἀπρόϊτον ἀποβαλὼν ἑκουσίως, τὰς ἁμαρτίας ἀγαπᾶν βιάζεται.

Ἄνευ γὰρ τούτων χωρισθῆναι ἐκ τῶν κολακευμάτων τοῦ φρονήματος οὐ δυνάμεθα. Ὅσον γὰρ οἱ πόνοι πληθύνονται, οὗτοι ἐλαττοῦνται, ἐπειδὴ αἱ θλίψεις καὶ οἱ κίνδυνοι ἀποκτείνουσι τὴν ἡδυπάθειαν τῶν παθῶν, ἡ δὲ ἀνάπαυσις τρέφει καὶ αὔξει αὐτά.

Λοιπὸν σαφῶς ἐγνώσθη, ὅτι ὁ Θεὸς καὶ οἱ Ἄγγελοι αὐτοῦ ἐν ἀνάγκαις χαίρουσιν, ὁ δὲ Διάβολος καὶ οἱ ἐργάται αὐτοῦ ἐν ἀναπαύσει. Εἰ δὲ ἐν θλίψεσι καὶ στενοχωρίαις τελειοῦνται αἱ ἐντολαὶ τοῦ Θεοῦ, ἡμεῖς δὲ ταύτας ἐξουδενώσαμεν, λοιπὸν αὐτοῦ τοῦ ἐντειλαμένου τῶν ἐντολῶν καταφρονεῖν μηχανώμεθα.

Διὰ τὰ πάθη ἅπερ γεννῶνται ἐκ τῆς ἀναπαύσεως ἡμῶν καταργοῦμεν τὴν αἰτίαν τῆς ἀρετῆς, ἤγουν τὴν στένωσιν καὶ τὴν θλῖψιν, καὶ κατὰ τὸ μέτρον τῆς ἀναπαύσεως τῆς προσαγομένης ἡμῖν, κατὰ τοσοῦτον τόπον ποιοῦμεν τοῖς πάθεσιν ἐν ἡμῖν. Διότι ἐν σώματι στενοχωρουμένῳ οὐ δύνανται οἱ λογισμοὶ μετεωρηθῆναι εἰς τὰ μάταια.

Ὅταν δέ τις ἐν χαρᾷ ὑπομένῃ τοὺς κόπους καὶ τὰς θλίψεις, καὶ τοὺς λογισμοὺς κραταιῶς χαλινῶσαι δύναται. Διότι αὐτοὶ οἱ λογισμοὶ ἀργοῦσιν ἐν κόποις. Ὅταν δὲ ὁ ἄνθρωπος μνημονεύσῃ τῶν πρώτων αὑτοῦ ἁμαρτιῶν καὶ κολάσῃ ἑαυτόν, τότε καὶ ὁ Θεὸς φροντίδα ποιεῖται τοῦ ἀναπαῦσαι αὐτόν. Διότι χαίρει ὁ Θεός, ὅτι αὐτὸς ἑαυτῷ τὸ ἐπιτίμιον δέδωκε διὰ τὴν παράβασιν τῆς ὁδοῦ τοῦ Θεοῦ, ὅπερ σημεῖόν ἐστι τῆς μετανοίας.

Καὶ ὅσον αὐτὸς πολλὰ βιάσεται τὴν ψυχὴν αὑτοῦ, τοσοῦτον πληθύνεται ἐκ τοῦ Θεοῦ ἡ τιμὴ αὐτοῦ. Πᾶσα δὲ χαρά, ἥτις οὐκ ἔχει ἐξ ἀρετῆς τὴν αἰτίαν, ἡ τοιαύτη παραυτίκα κινήσεις ἐπιθυμιῶν ἐν τῷ εὑρηκότι αὐτὴν διεγείρει. Σύνες δὲ τοῦτο, ὅτι ἐπὶ πᾶσαν ἐπιθυμίαν ἐμπαθῆ, οὐκ ἐπὶ τὴν φυσικὴν τοῦτο εἰρήκαμεν.

Τῷ δὲ Θεῷ ἡμῶν εἴη δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ΚΗʹ ΠΕΡΙ ΑΓΡΥΠΝΙΑΣ ΤΩΝ ΝΥΚΤΩΝ ΚΑΙ ΠΕΡΙ ΔΙΑΦΟΡΩΝ ΤΡΟΠΩΝ ΤΗΣ ΕΡΓΑΣΙΑΣ ΑΥΤΗΣ Ὅταν θελήσῃς στῆναι ἐν τῇ λειτουργίᾳ τῆς ἀγρυπνίας σου συνεργοῦντός σοι τοῦ Θεοῦ, ποίησον ὡς λέγω σοι. Κλῖνόν σου τὰ γόνατα κατὰ τὸ ἔθος καὶ ἀνάστα, καὶ μὴ εὐθέως ἄρξῃ τῆς λειτουργίας σου, ἀλλ’ ὅταν προσεύξῃ πρῶτον καὶ τελειώσῃς αὐτὴν καὶ σφραγίσῃς τὴν καρδίαν σου καὶ τὰ μέλη σου ἐν τῷ ζωοποιῷ τύπῳ τοῦ σταυροῦ, στῆθι ὡς ἐν ῥοπῇ ὥρας σιωπῶν, ἕως ἂν ἀναπαυθῶσιν αἱ αἰσθήσεις σου καὶ οἱ λογισμοί σου γαληνιάσωσι, καὶ μετὰ τοῦτο ὕψωσον τὴν θεωρίαν σου τὴν ἐσωτέραν πρὸς Κύριον καὶ πεῖσον αὐτὸν ἐν λύπῃ ἐνισχύσαι τὴν ἀσθένειάν σου καὶ γενέσθαι τὴν στιχολογίαν σου καὶ τὰς ἐννοίας τῆς καρδίας σου εὐαρέστους τῷ θελήματι αὐτοῦ τῷ ἁγίῳ. Καὶ εἰπὲ ἡσύχως ἐν τῇ εὐχῇ τῆς καρδίας σου οὕτω.

Εὐχή Κύριε Ἰησοῦ ὁ Θεός μου, ὁ ἐπισκεπτόμενος τὴν κτίσιν σου, ᾧ δῆλα τὰ πάθη μου καὶ ἡ ἀσθένεια τῆς φύσεως ἡμῶν καὶ ἡ ἰσχὺς τοῦ ἀντιπάλου ἡμῶν, σὺ αὐτὸς σκέπασόν με ἐκ τῆς κακίας αὐτοῦ. Διότι ἡ δύναμις αὐτοῦ κραταιὰ καὶ ἡ φύσις ἡμῶν ταλαίπωρος καὶ ἡ δύναμις ἡμῶν ἀσθενής. Σὺ οὖν, ἀγαθέ, ὁ ἐπιστάμενος τὴν ἀσθένειαν ἡμῶν, ὁ καὶ βαστάζων τὴν δυσκολίαν τῆς ἀδυναμίας ἡμῶν, φύλαξόν με ἐκ τῆς ταραχῆς τῶν λογισμῶν καὶ τοῦ κατακλυσμοῦ τῶν παθῶν, καὶ ἄξιον ποίησόν με ταύτης τῆς λειτουργίας τῆς ἁγίας, μήπως ἐν τοῖς πάθεσί μου φθείρω τὴν γλυκύτητα αὐτῆς καὶ εὑρεθῶ ἀναιδὴς ἐνώπιόν σου καὶ τολμηρός.

Δεῖ δὲ ἡμᾶς ἐν πάσῃ ἐλευθερίᾳ πορεύεσθαι ἐν τῇ λειτουργίᾳ ἡμῶν, ἔξωθεν πάσης διανοίας νηπιώδους τεταραγμένης. Ἐὰν δὲ ἴδωμεν, ὅτι ὥρα οὐκ ἔστι πολλὴ καὶ ὀρθρίζωμεν πρὸ τοῦ τελειῶσαι ἡμᾶς, ἐάσωμεν ἑκουσίως ἐν γνώσει δόξαν μίαν ἢ καὶ δύο ἐκ τοῦ ἔθους, ἵνα μὴ γένηται τόπος τῇ ταραχῇ, ἀφανίσαι τὴν γεῦσιν τῆς λειτουργίας ἡμῶν καὶ θολώσωμεν τοὺς ψαλμοὺς τῆς πρώτης ὥρας.

Ἐάν, ἡνίκα λειτουργεῖς, προσλαλήσῃ σοι καὶ ψιθυρίσῃ ὁ λογισμὸς λέγων σοι, ‘Τάχυνον ὀλίγον καὶ πληθύνεσθαι τὸ ἔργον, καὶ ἐκλυτρώσῃ ταχέως’, μὴ κανονίσῃς σεαυτόν· ἐὰν δὲ σφοδροτέρως ὀχλῇ ἐν τούτῳ, στράφηθι εὐθέως εἰς τὰ ὀπίσω δόξαν μίαν ἢ ὅσον ἐθέλεις, καὶ ἕκαστον στίχον βαστάζοντα τὸν τρόπον τῆς εὐχῆς μετὰ κατανοήσεως στιχολόγησον αὐτὸν πολλὰς βολάς· καὶ ἐὰν πάλιν ταράξῃ σε ἢ σφίγξῃ κατὰ σοῦ, ἄφες τὴν στιχολογίαν καὶ θοῦ τὸ γόνυ εἰς προσευχὴν καὶ εἰπέ· Ἐγὼ οὐ ῥήματα θέλω μετρῆσαι, ἀλλὰ τὰς μονὰς καταφθάσαι. Ἐν πάσῃ γὰρ τρίβῳ μου, ᾗ ὁδηγήσεις με, ταχέως ἐγὼ ἐν αὐτῇ πορεύσομαι.

Ἐκεῖνος ὁ λαὸς ὁ χωνεύσας τὸν μόσχον ἐν τῇ ἐρήμῳ, τεσσαράκοντα ἔτη ἐπορεύθησαν αὐτὴν διερχόμενοι, ἀνερχόμενοι καὶ κατερχόμενοι τὰ ὄρη καὶ τοὺς βουνούς, καὶ τὴν γῆν τῆς ἐπαγγελίας οὐδὲ μακρόθεν ἐθεάσαντο.

Ἐὰν δὲ ὅταν ἀγρυπνῇς, ἡ στάσις νικήσῃ σε ἐκ τοῦ μήκους τῆς ἐκτάσεως καὶ ἀσθενήσῃς ἐκ τῆς ἀτονίας καὶ εἴπῃ σοι ὁ λογισμός, μᾶλλον δὲ ὁ κακομήχανος προσλαλήσῃ τῷ λογισμῷ, καθὼς καὶ τῷ ὄφει, ‘Τελείωσον, ἐπεὶ οὐ δύνασαι στῆναι’, εἰπὲ αὐτῷ, ‘Οὐχ οὕτως, ἀλλὰ καθίσαιμι κάθισμα ἓν (καὶ αὐτὸ κρεῖττον τοῦ ὕπνου)’. Καὶ ἐὰν ἡ γλῶσσά μου σιωπᾷ καὶ οὐ λέγῃ ψαλμόν, ἡ διάνοιά μου δὲ ἀδολεσχῇ μετὰ τοῦ Θεοῦ ἐν τῇ εὐχῇ καὶ τῇ ὁμιλίᾳ τῇ μετ’ αὐτοῦ, ἡ ἐγρήγορσις ἐκ παντὸς τοῦ ὕπνου ὠφελιμωτέρα ἐστίν.

Οὐχὶ ἡ στάσις δὲ ὅλη ἡ ἀγρυπνία ἐστίν, οὐδὲ πάλιν ἡ στιχολογία τῶν ψαλμῶν μόνων, ἀλλ’ ἔστιν αʹ, ὁ ἐν ψαλμοῖς ἐκφέρων ὅλην τὴν νύκτα· βʹ, καὶ ἔστιν ὁ ἐν μετανοίᾳ καὶ εὐχαῖς κατανύξεως καὶ καταλίσεσιν ἐπὶ τῆς γῆς· γʹ, καὶ ἔστιν ὁ ἐν κλαυθμῷ καὶ δάκρυσι καὶ θρήνοις ἐπὶ τοῖς ἑαυτοῦ παραπτώμασιν.

Ἐρρέθη περί τινος τῶν πρώτων ἡμῶν, ὅτι τεσσαράκοντα ἔτη εἷς λόγος ἦν ἡ εὐχὴ αὐτοῦ, ‘Ἐγὼ ὡς ἄνθρωπος ἥμαρτον, σὺ δὲ ὡς Θεὸς συγχώρησον’. Καὶ ἤκουον αὐτοῦ οἱ πατέρες μελετῶντος τὸν στίχον ἐν λύπῃ· ὅτι ἔκλαιε καὶ οὐχ ἡσύχαζε καὶ ἀντὶ τῆς λειτουργίας ἦν αὐτῷ αὕτη ἡ εὐχὴ μόνη νυκτὸς καὶ ἡμέρας· δʹ, καὶ ἔστιν ὁ ὀλίγα ἑσπέρας στιχολογῶν, τὸ δὲ ὑπόλοιπον τῆς νυκτὸς διατρίβων εἰς τροπάρια· εʹ, καὶ ἔστιν ὁ εἰς δοξολογίαν καὶ ἀνάγνωσιν· στʹ, καὶ ἔστι πάλιν ὁ τιθεὶς ἑαυτῷ ὅρον μὴ κλῖναι γόνυ κατ’ ἐκεῖνον τὸν καιρόν, μεθ’ οὗ ἐπολέμει ὁ λογισμὸς τῆς πορνείας.

Τῷ δὲ Θεῷ ἡμῶν δόξα καὶ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ΚΘʹ ΠΕΡΙ ΤΩΝ ΟΔΩΝ ΤΩΝ ΠΛΗΣΙΑΖΕΙΝ ΤΩι ΘΕΩι ΠΟΙΟΥΣΩΝ ΚΑΙ ΦΑΝΕΡΟΥΜΕΝΩΝ ΤΩι ΑΝΘΡΩΠΩι ΕΚ ΤΩΝ ΗΔΕΩΝ ΕΡΓΩΝ ΤΗΣ ΝΥΚΤΕΡΙΝΗΣ ΑΓΡΥΠΝΙΑΣ. ΚΑΙ ΟΤΙ ΟΙ ΕΝ ΤΗι ΔΙΑΓΩΓΗι ΤΑΥΤΗι ΕΡΓΑΖΟΜΕΝΟΙ ΜΕΛΙ ΤΡΕΦΟΝΤΑΙ ΠΑΣΑΣ ΤΑΣ ΗΜΕΡΑΣ ΤΗΣ ΖΩΗΣ ΑΥΤΩΝ Μὴ νομίσῃς, ὦ ἄνθρωπε, ὅτι ἐν πάσῃ τῇ ἐργασίᾳ τῶν μοναχῶν ἔστι τις διαγωγὴ μείζων τῆς ἀγρυπνίας τῆς νυκτός. Ἀληθῶς, ἀδελφέ, καὶ μεῖζόν ἐστι καὶ ἀναγκαιότατον τῷ ἐγκρατεῖ. Ἐὰν μὴ γένηται τῷ ἀσκητῇ σκορπισμὸς καὶ ταραχὴ ἐν τοῖς σωματικοῖς πράγμασι καὶ ἐν τῇ μερίμνῃ τῶν παρερχομένων, ἀλλὰ παρατηρήσηται ἑαυτὸν ἀπὸ τοῦ κόσμου καὶ φυλάξῃ ἑαυτὸν μετὰ ἀγρυπνίας, τούτου ὡς διὰ πτερύγων πέταται ἡ διάνοια ἐν βραχεῖ καιρῷ καὶ ὑψωθήσεται πρὸς τὴν τερπνότητα τοῦ Θεοῦ καὶ τὴν δόξαν αὐτοῦ ταχέως καταντήσει, καὶ ἐν τῇ γνώσει τῇ ὑπὲρ ἀνθρωπίνην ἔννοιαν νήχεται διὰ τῆς ἐλαφρότητος καὶ κουφότητος αὐτῆς.

Μοναχὸν διαμένοντα ἐν τῇ ἀγρυπνίᾳ μετὰ διακρίσεως νοός, τοῦτον μὴ ἴδῃς ὡς σαρκοφόρον· τάξεως γὰρ ἀγγελικῆς ὡς ἀληθῶς τοῦτο τὸ ἔργον. Ἀδύνατον γὰρ τοὺς ἐν τῇ διαγωγῇ ταύτῃ διαπαντὸς πολιτευομένους ἄνευ χαρισμάτων μεγάλων παρὰ Θεοῦ ἀφεθῆναι διὰ τὴν νῆψιν αὐτῶν καὶ ἐγρήγορσιν τῆς καρδίας, καὶ διὰ τὴν ἐμμέριμνον διαγωγὴν τῶν λογισμῶν αὐτῶν πρὸς αὐτόν. Ψυχὴ ἡ ἐν τῇ διαγωγῇ ταύτης τῆς ἀγρυπνίας κοπιῶσα καὶ διαπρέπουσα ὀφθαλμοὺς χερουβικοὺς ἕξει, τοῦ διαπαντὸς ἀτενίζειν καὶ κατοπτεύειν τὴν ἐπουράνιον θεωρίαν.

Ἐγὼ μὲν οἶμαι ἀδύνατον εἶναι, τὸν μετὰ γνώσεως καὶ διακρίσεως ἐκλεξάμενον ἑαυτῷ τοῦτον τὸν κόπον τὸν μέγαν καὶ θεῖον καὶ τὸ βάρος τοῦτο προαιρησάμενον βαστάσαι, μὴ ἀγωνίσασθαι ἐν τούτῳ τῷ δεδοξασμένῳ μέρει, ᾧ ἐξελέξατο, καὶ ἐν ἡμέρᾳ διαφυλάξαι ἑαυτὸν ἀπὸ τῆς ταραχῆς τῶν συντυχιῶν καὶ τῆς τῶν ἔργων μερίμνης, ἵνα μὴ κενὸς γένηται ἀπὸ τῆς ἐπικαρπίας τῆς θαυμαστῆς καὶ τῆς μεγάλης τρυφῆς, τῆς προσδοκωμένης τρυγηθῆναι ἐξ αὐτῆς. Ὁ μέντοι ἀμελῶν τούτου, θαρρῶ λέγειν, ὅτι ἀγονεῖ τίνος χάριν κοπιᾷ καὶ τοῦ ὕπνου ἀπέχεται, καὶ ἐν τῇ στιχολογίᾳ τῇ πολλῇ καὶ τῷ μόχθῳ τῆς γλώττης καὶ τῇ ὁλονύκτῳ στάσει κακοπαθεῖ, μὴ ἔχων τὸν νοῦν αὑτοῦ ἐν τῇ ψαλμῳδίᾳ αὑτοῦ καὶ τῇ προσευχῇ, ἀλλ’ ὡς ἀπὸ συνηθείας ἀγόμενος κοπιᾷ ἀδιακρίτως. Καὶ εἰ μὴ ταῦτα οὕτως ἐστίν, ὡς ἔφην, πῶς ἂν ἐστέρηται τοῦ θερίζειν ἀπὸ τοῦ διηνεκοῦς σπέρματος αὑτοῦ, τοῦ ἐν τῷ κόπω, τὰς μεγίστας εὐεργεσίας καὶ ἐπικαρπίας;

Εἰ γὰρ ἀντὶ τούτων τῶν φροντίδων ἐξησχόλει ἑαυτὸν εἰς τὴν ἀνάγνωσιν τῶν θείων Γραφῶν, τὴν ἐνδυναμοῦσαν τὸν νοῦν, καὶ μάλιστα οὖσαν ἀρδείαν τῆς προσευχῆς καὶ βοηθοῦσαν εἰς τὴν ἀγρυπνίαν, καὶ ταύτης μὲν ὁμόζυγον, φῶς δὲ τῆς διανοίας ὑπάρχουσαν, εὗρεν ἂν αὐτὴν ὁδηγὸν εἰς τὴν εὐθεῖαν τρίβον καὶ σπερματικὴν τῆς ὕλης τῆς θεωρίας ἐν τῇ προσευχῇ, τὴν δεσμεύουσαν τὰς ἐνθυμήσεις ἀπὸ τοῦ μετεωρισμοῦ, τοῦ μὴ ῥέμβεσθαι καὶ νέμεσθαι ἐν τοῖς ματαίοις καὶ σπείρουσαν τὴν μνήμην τοῦ Θεοῦ ἐν τῇ ψυχῇ ἀδιαλείπτως καὶ τὰς ὁδοὺς τῶν ἁγίων τῶν εὐαρεστησάντων αὐτῷ, τὴν ἐμποιοῦσαν τὸν νοῦν κτήσασθαι λεπτότητα καὶ σοφίαν, εὗρεν ἂν πέπειρον τὸν καρπὸν τῶν τοιούτων ἐργασιῶν.

Τίνος οὖν ἕνεκεν, ὦ ἄνθρωπε, οὕτως ἀδιακρίτως διοικεῖς τὰ κατὰ σεαυτόν; Ὅτι νυκτὸς μὲν παννύχιον στάσιν ἐπιτελεῖς καὶ καταπονεῖς σεαυτὸν ἔν τε ψαλμῳδίαις καὶ ὑμνῳδίαις καὶ δεήσεσι, βαρὺ δέ σοι καὶ οὐ μικρὸν φαίνεται, διὰ βραχυτάτης ἐπιμελείας τῆς ἡμέρας καταξιωθῆναι τῆς χάριτος τοῦ Θεοῦ, χάριν τῆς σῆς κακοπαθείας ἐν τοῖς ἑτέροις. Τίνος χάριν καταπονεῖς σεαυτὸν καὶ νυκτὸς μὲν σπείρεις, ἡμέρας δὲ πετάζεις τὸν κόπον σου, καὶ εὑρίσκῃ ἄκαρπος καὶ σκορπίζεις τὴν ἐγρήγορσιν καὶ νῆψιν καὶ θέρμην, ἣν ἐκτήσω, καὶ ἀπολύεις τὸν κόπον σου μάτην ἐν ταῖς ταραχώδεσιν ὁμιλίαις τῶν ἀνθρώπων καὶ τῶν πραγμάτων, ἄνευ τινὸς εὐλόγου προφάσεως; Εἰ γὰρ τῇ νυκτερινῇ μελέτῃ ἀκόλουθον ἐποίεις τὴν ἡμερινὴν γεωργίαν καὶ τὴν θέρμην τῆς καρδιακῆς ὁμιλίας, καὶ μὴ διάστασιν ἐν τῷ μέσῳ ἐτίθεις, ἐν ὀλίγῳ καιρῷ συμπλακῆναι τῷ στήθει τοῦ Ἰησοῦ εἶχες. Ἀλλ’ ἐντεῦθεν φανερόν ἐστιν, ὅτι ἀδιακρίτως πολιτεύῃ καὶ οὐκ οἶδας τίνος χάριν χρὴ τοὺς μοναχοὺς ἐγρηγορέναι.

Σὺ μὲν νομίζεις, ὅτι χάριν τοῦ κοπιᾶν σε καὶ μόνον τέθεινται ταῦτα καὶ οὐ δι’ ἕτερόν τι τικτόμενον ἐκ τούτων, ὁ δὲ καταξιωθεὶς ὑπὸ τῆς χάριτος μαθεῖν, χάριν ποίας ἐλπίδος ἀνθίστανται οἱ ἀγωνισταὶ τῷ ὕπνῳ καὶ ἐκβιάζονται τὴν φύσιν καὶ διὰ τῆς ἐγρηγόρσεως τῶν σωμάτων αὑτῶν καὶ τῶν ἐνθυμήσεων προσφέρουσι τὰς ἐντεύξεις αὑτῶν καθ’ ἑκάστην νύκτα, ἐκεῖνος ἐπίσταται τὴν δύναμιν, τὴν γινομένην ἀπὸ τῆς ἡμερινῆς φυλακῆς καὶ ὁποίαν βοήθειαν δίδωσι τῷ νῷ ἐν τῇ ἡσυχίᾳ τῆς νυκτὸς καὶ ποίαν ἐξουσίαν κατὰ τῶν λογισμῶν λαμβάνει καὶ ποίαν καθαρότητα καὶ σύννοιαν, καὶ πῶς ὁ ἐσμὸς τῶν ἀρετῶν ἀβιάστως καὶ ἀμάχως αὐτῷ χαρίζεται, καὶ μετὰ ἐλευθερίας ποιεῖ ἐννοῆσαι τὴν εὐγένειαν τῶν λογισμῶν.

Ἐγὼ δὲ λέγω, ὅτι, ἐὰν τὸ σῶμα ἀτονήσῃ διὰ τὴν ἀσθένειαν αὐτοῦ καὶ μὴ δυνηθῇ νηστεῦσαι, δύναται καὶ μόνῃ τῇ ἀγρυπνίᾳ κτήσασθαι ὁ νοῦς τὴν κατάστασιν τῆς ψυχῆς καὶ δοῦναι τῇ καρδίᾳ νόησιν, τοῦ καταμαθεῖν τὴν δύναμιν τὴν πνευματικήν, μόνον ἐὰν μὴ γένηται αὐτῷ ἀφανισμὸς ἐκ τοῦ πλατυσμοῦ τῶν ἡμερινῶν αἰτιῶν.

Διὸ παρακαλῶ σε τὸν ἐφιέμενον κτήσασθαι νοῦν νηφάλιον πρὸς τὸν Θεὸν καὶ ἐπίγνωσιν τῆς καινῆς ζωῆς, ἐν πάσῃ τῇ ζωῇ σου μὴ ἀμελήσῃς τῆς ἀγρυπνίας τὴν πολιτείαν· διότι ἐξ αὐτῆς ἀνοίγονταί σου οἱ ὀφθαλμοὶ εἰς τὸ ἰδεῖν πᾶσαν τὴν δόξαν τῆς πολιτείας καὶ τὴν δύναμιν τῆς ὁδοῦ τῆς δικαιοσύνης.

Ἐὰν δὲ γένηταί σοι πάλιν, ὅπερ μὴ γένοιτο, λογισμὸς χαυνότητος καὶ ἐμφωλεύσῃ σοι τυχὸν ἐκ πείρας τοῦ ἀντιλήπτορός σου, τοῦ συνήθως σε παραχωροῦντος ἀλλοιωθῆναι ἐν τοῖς τοιούτοις, εἴτε ἐν θερμότητι εἴτε ἐν ψυχρότητι, ἢ ἐξ αἰτίας τινὸς ἢ ἀσθενείας σώματος, ἢ διὰ τὸ μὴ δύνασθαί σε ὑπομεῖναι τὸν κόπον τῆς συνήθως παρὰ σοῦ γινομένης πολλῆς ψαλμῳδίας καὶ τῆς εὐτόνου εὐχῆς καὶ τῆς πολλῆς γονυκλισίας, ἃ εἴωθες ἀεὶ ἐκτελεῖν, παρακαλῶ σε ἐν ἀγάπῃ, ἐὰν καταληφθῇς ἐκ τούτων καὶ μὴ δυνηθῇς αὐτὰ διαπράξασθαι, κἂν καθήμενος γρηγόρησον καὶ ἐν τῇ καρδίᾳ πρόσευξαι καὶ μὴ ὑπνώσῃς, καὶ πάσῃ μηχανῇ διεξάγαγε τὴν νύκτα καθήμενος καὶ διαλογιζόμενος ἐννοίας ἀγαθάς. Καὶ μὴ σκληρύνῃς τὴν καρδίαν σου καὶ σκοτώσῃς αὐτὴν ἐν τῷ ὕπνῳ, καὶ πάλιν ἥξει σοι διὰ τῆς χάριτος ἡ πρώτη ἐκείνη θέρμη καὶ ἡ ἐλαφρότης καὶ ἡ δύναμις, καὶ σκιρτήσας χαρήσῃ εὐχαριστῶν τῷ Θεῷ.

Ἡ γὰρ ψυχρότης καὶ τὸ τοιοῦτον βάρος, πρὸς πεῖραν καὶ δοκιμὴν παραχωρεῖται τῷ ἀνθρώπῳ. Καὶ ἐὰν διεγείρῃ ἑαυτὸν μετὰ θερμότητος καὶ ἐκτινάξῃ αὐτὰ ἀφ’ ἑαυτοῦ μικρὸν ἀναγκασθείς, τηνικαῦτα πλησιάζει αὐτῷ ἡ χάρις, ὥσπερ ἦν, καὶ ἔρχεται αὐτῷ ἄλλη δύναμις, ἔχουσα πᾶν ἀγαθὸν ἐν ἑαυτῇ κεκρυμμένον καὶ τὰ εἴδη τῆς ἀντιλήψεως. Καὶ θαυμάσει ἐκπληττόμενος ὁ ἄνθρωπος, μνημονεύων τοῦ προτέρου βάρους καὶ τῆς ἐπελθούσης ἐλαφρότητος καὶ δυνάμεως, καὶ τὴν διαφορὰν καὶ ἐλαφρότητα ἐννοῶν, καὶ πῶς αἰφνιδίως τοιαύτην ἐδέξατο ἀλλοίωσιν. Καὶ ἔκτοτε σοφίζεται, ἵνα, ἐὰν ἐπέλθῃ αὐτῷ τοιοῦτον βάρος, γνωρίσει αὐτὸ ἐκ τῆς πρώτης αὐτοῦ πείρας. Ἐὰν γὰρ ἐν τῷ πρώτῳ καιρῷ μὴ ἀγωνίσηται ὁ ἄνθρωπος, ταύτην τὴν πεῖραν οὐ δύναται κτήσασθαι. Ὁρᾷς πόσον σοφίζεται ὁ ἄνθρωπος, ὅταν ἐξυπνίσῃ ἑαυτὸν μικρὸν καὶ ὑπομείνῃ ἐν τῷ καιρῷ τοῦ πολέμου; Μόνον εἰ μὴ ἡ φύσις τοῦ σώματος ἐξησθένησε, καὶ οὐκ ἔστι συμφέρον πολεμῆσαι τὴν φύσιν· ἐν μέντοι τοῖς λοιποῖς καλόν ἐστι τὸ ἀναγκάσαι τινὰ ἑαυτὸν ἐν πᾶσι τοῖς ὠφελοῦσιν αὐτόν.

Ἡ διηνεκὴς γοῦν ἡσυχία ἡ μετὰ ἀναγνώσεως καὶ ἡ σύμμετρος τῶν βρωμάτων μετάληψις καὶ ἡ ἀγρυπνία ταχέως τὴν διάνοιαν ἐξυπνίζουσιν εἰς ἔκπληξιν τῶν πραγμάτων, ἐὰν μὴ γένηταί τις αἰτία λύουσα τὴν ἡσυχίαν. Αἱ ἔννοιαι αἱ κινούμεναι ἐν τοῖς ἡσυχάζουσιν αὐτομάτως χωρὶς σκέψεως ποιοῦσιν ἀμφοτέρους τοὺς ὀφθαλμοὺς δίκην κολυμβήθρας βαπτισμοῦ ἐν τοῖς χεομένοις δάκρυσι καὶ τὰς παρειὰς βάπτουσι τῷ πλήθει ἑαυτῶν.

Ὅταν δι’ ἐγκρατείας δαμασθῇ σου τὸ σῶμα καὶ ἀγρυπνίας καὶ τῇ προσοχῇ τῆς ἡσυχίας καὶ αἰσθάνῃ τοῦ σώματός σου τῇ ὀξύτητι τοῦ πάθους τῆς πορνείας ἔξωθεν τῆς φυσικῆς κινήσεως γινομένου, γίνωσκε ὅτι ἀπὸ λογισμῶν ὑπερηφανίας ἐπειράθης. Καὶ μῖξον τῇ τροφῇ σου σποδὸν καὶ προσκόλλησον τῇ γῇ τὴν σὴν γαστέρα καὶ ἐξερεύνησον τί ἐνενόησας καὶ μάθε τὴν ἀλλοίωσιν τῆς φύσεώς σου καὶ τὰ παρὰ φύσιν σου ἔργα, καὶ ἴσως ἐλεήσει σε ὁ Θεὸς καὶ ἐξαποστείλει σοι φῶς τοῦ μαθεῖν ταπεινωθῆναι, ἵνα μὴ αὐξηθῇ ἡ κακία σου.

Μὴ οὖν παυσώμεθα ἀγωνιζόμενοι καὶ σπουδάζοντες, ἕως ἂν ἐν ἡμῖν μετάνοιαν ἴδωμεν καὶ εὕρωμεν τὴν ταπείνωσιν καὶ ἐπαναπαύσεται ἡ καρδία ἡμῶν ἐν τῷ Θεῷ. Ὧι ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.