Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσαὰκ ὁ Σύρος – Ἀσκητικαὶ ὁμιλίαι

Ἰσαὰκ ὁ Σύρος

Λόγοι ΝΗ΄-ΞΑ΄: Ζήλος, θεία αγαθότητα και προστασία της αγαθής προαιρέσεως

Η διάκριση μεταξύ του επιζήμιου και του κατά Θεόν ζήλου, ο ύμνος στην άπειρη μακροθυμία του Θεού έναντι της αυστηρής δικαιοσύνης, και η διαφύλαξη της εσωτερικής εγρήγορσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσαὰκ ὁ Σύρος

—

Κεφάλαιο 11 από 11

ΛΟΓΟΣ ΝΗʹ ΠΕΡΙ ΠΕΡΙ ΤΗΣ ΒΛΑΒΗΣ ΤΟΥ ΖΗΛΟΥ ΤΟΥ ΜΩΡΟΥ ΤΟΥ ΩΣ ΕΝ ΠΡΟΣΩΠΩι ΤΟΥ ΘΕΟΥ. ΠΕΡΙ ΤΕ ΗΣ ΒΟΗΘΕΙΑΣ ΤΗΣ ΕΚ ΤΗΣ ΠΡΑιΟΤΗΤΟΣ ΚΑΙ ΑΛΛΩΝ ΤΡΟΠΩΝ Ἄνθρωπος ζηλωτὴς οὐδέποτε φθάνει τὴν εἰρήνην τῆς διανοίας, ὁ δὲ ἀλλότριος τῆς εἰρήνης, ἀλλότριός ἐστι τῆς χαρᾶς. Ἐὰν γὰρ λέγηται ἡ εἰρήνη τῆς διανοίας ὑγεία τελεία, ὁ δὲ ζῆλος ἐναντίος τῆς εἰρήνης, λοιπὸν νόσον μεγάλην νοσεῖ ὁ ἔχων ζῆλον πονηρόν. Ὦ ἄνθρωπε, ὁ ἐξ ἐναντίας τῶν ἀλλοτρίων νοσημάτων δοκῶν ἐκφέρειν τὸν ζῆλόν σου, σὺ τὴν ὑγείαν τῆς ψυχῆς σου ἐδίωξας. Πρὸς ὑγείαν οὖν τῆς ψυχῆς σου φιλοπόνησον. Ἐὰν δὲ τοὺς ἀσθενεῖς ἐπιθυμεῖς θεραπεῦσαι, γνῶθι ὅτι οἱ ἄρρωστοι ἐπιμελείας χρῄζουσι μᾶλλον ἢ τοῦ ἐπιτιμίου.

Πάλιν ἐπειδὰν ἄλλοις σὺ οὐ βοηθῇς, σεαυτὸν εἰς μεγάλην νόσον ἐμβάλλεις ὀδυνηρῶς. Οὐκ ἐκ τῶν εἰδῶν τῆς σοφίας ψηφίζεται ὁ ζῆλος ἐν ἀνθρώποις, ἀλλ’ ἐκ τῶν νοσημάτων τῆς ψυχῆς, ὅπερ ἐστὶ στένωσις φρονήματος καὶ πολλὴ ἄγνοια.

Ἀρχὴ σοφίας Θεοῦ ἐπιείκεια καὶ πρᾳότης, ἥτις ἐκ μεγάλης ψυχῆς γίνεται καὶ βαστάζει τὰς ἀσθένειας τῶν ἀνθρώπων. «Ἡμεῖς», γάρ φησιν, «οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζετε», καὶ τὸν πταίοντα «διορθώσασθε ἐν πνεύματι πρᾳότητος». Ἐκ τῶν καρπῶν τοῦ Πνεύματος τοῦ ἁγίου ἀριθμεῖ ὁ Ἀπόστολος τὴν εἰρήνην καὶ τὴν ὑπομονήν.

Καρδία πεπληρωμένη λύπης ὑπὲρ τῆς ἀσθενείας καὶ ἀδυναμίας τῆς ὑπὲρ τῶν σωματικῶν πράξεων τῶν φανερῶν ἀναπληροῖ τὸν τόπον πάντων τῶν σωματικῶν ἔργων. Αἱ πράξεις τοῦ σώματος ἐκτὸς τῆς λύπης τῆς διανοίας, ὥσπερ σῶμα ἄψυχόν ἐστιν. Ὁ τῇ καρδίᾳ περίλυπος καὶ ταῖς αἰσθήσεσιν αὑτοῦ ἀπολελυμένος, ὥσπερ ἄρρωστός ἐστιν, ὁ πονῶν σωματικῶς καὶ τὸ στόμα αὑτοῦ λελυμένον ἔχων εἰς πᾶν βρῶμα βλάπτον αὐτόν. Ὁ τῇ καρδίᾳ περίλυπος καὶ ταῖς αἰσθήσεσιν αὑτοῦ λελυμένος, ὡς ἄνθρωπός ἐστιν ἔχων μονογενῆ υἱὸν καὶ θύων αὐτὸν ταῖς χερσὶν αὑτοῦ κατὰ μικρὸν καὶ μικρόν. Ἡ λύπη τῆς διανοίας δόσις τιμία παρὰ τῷ Θεῷ, καὶ ὁ βαστάζων αὐτὴν καθὼς πρέπει, ὥσπερ ἄνθρωπός ἐστι βαστάζων ἐν τοῖς μέλεσιν αὑτοῦ ἁγιότητα. Ἄνθρωπος ὁ ἀπολύσας τὴν γλῶσσαν αὑτοῦ κατὰ τῶν ἀνθρώπων, ἐν ἀγαθοῖς ἢ κακοῖς πράγμασιν, οὐκ ἔστιν ἄξιος τῆς χάριτος ταύτης. Μετάνοια μετὰ συντυχιῶν πίθος τετριμμένος. Φιλοτιμία μετὰ κολαφισμῶν μάχαιρα βεβαμμένη ἐν μέλιτι.

Σωφροσύνη καὶ ὁμιλία μετὰ γυναικὸς ὡς λέαινα μετὰ προβάτου ἐν οἴκῳ ἑνί. Ἔργα μετὰ ἀνελεημοσύνης ἐνώπιον τοῦ Θεοῦ, ὡς ἄνθρωπος θύων υἱὸν ἐνώπιον τοῦ πατρὸς αὐτοῦ. Ὁ τῇ ψυχῇ ἀσθενῶν, καὶ διορθούμενος τοὺς ἑταίρους αὑτοῦ, ὥσπερ ἄνθρωπός ἐστι τυφλὸς τοῖς ὀφθαλμοῖς καὶ δεικνύων ἄλλοις τὴν ὁδόν.

Ἡ ἐλεημοσύνη καὶ ἡ δικαιοκρισία ἐν μιᾷ ψυχῇ, ὡς ἄνθρωπος προσκυνῶν τῷ Θεῷ καὶ τοῖς εἰδώλοις ἐν ἑνὶ οἴκῳ. Ἡ ἐλεημοσύνη ἐναντία ἐστὶ τῇ δικαιοκρισία. Ἡ δικαιοκρισία ἐστὶν ἰσότης τοῦ μέτρου τοῦ ἴσου· ἑκάστῳ γὰρ ὡς ἔστιν ἄξιον δίδωσι, καὶ οὐκ ἐκκλίνει εἰς ἓν μέρος ἢ προσωποληπτεῖ ἐν ἀνταποδώσει.

Ἡ ἐλεημοσύνη δὲ λύπη ἐστὶ κινουμένη ἐκ τῆς χάριτος καὶ τοῖς πᾶσιν ἐκκλίνει συμπαθῶς, καὶ τὸν ἄξιον τῆς κακώσεως οὐκ ἀνταποδιδοῖ καὶ τὸν ἄξιον τοῦ ἀγαθοῦ ὑπερεμπιπλᾷ αὐτόν. Καὶ ἐὰν αὕτη ἐκ τοῦ μέρους τῆς δικαιοσύνης ἐστί, λοιπὸν ἐκείνη ἐκ τοῦ μέρους τῆς κακίας. Ὥσπερ χόρτος καὶ πῦρ οὐχ ὑπομένουσιν ἐν ἑνὶ οἴκῳ, οὕτως οὐδὲ ἡ δικαιοκρισία καὶ ἡ ἐλεημοσύνη ἐν μιᾷ ψυχῇ. Ὥσπερ οὐ συσταθμίζεται κόκκος ψάμμου πρὸς βάρος πολὺ χρυσίου, οὕτως ἡ χρεία τῆς δικαιοκρισίας τοῦ Θεοῦ οὐ συσταθμίζεται πρὸς ὁμοίωσιν τῆς ἐλεημοσύνης αὐτοῦ.

Ὥσπερ δρὰξ ψάμμου πίπτουσα εἰς μεγάλην θάλασσαν, οὕτω τὰ πταίσματα πάσης σαρκὸς πρὸς ὁμοίωσιν τῆς προνοίας καὶ τοῦ ἐλέους τοῦ Θεοῦ. Καὶ ὥσπερ οὐ φράττεται πηγὴ πηγάζουσα πλουσίως εἰς δράκα χοός, οὕτως οὐ νικᾶται ἡ ἐλεημοσύνη τοῦ δημιουργοῦ ὑπὸ τῆς κακίας τῶν κτισμάτων.

Ὥσπερ τις σπείρων ἐν τῇ θαλάσσῃ καὶ προσδοκῶν θερίσαι, οὕτως ὁ μνησικακῶν καὶ προσευχόμενος. Ὥσπερ οὐ δυνατὸν τὴν λαμπηδόνα τοῦ πυρὸς ἀποκλεῖσαι τοῦ μὴ ἀνελθεῖν ἄνω, οὕτως οὐκ ἐμποδίζονται αἱ εὐχαὶ τῶν ἐλεημόνων τοῦ ἀνελθεῖν εἰς οὐρανόν. Ὥσπερ ἡ ῥύσις τοῦ ὕδατος εἰς τὸν κατωφερῆ τόπον, οὕτως ἡ δύναμις τοῦ θυμοῦ ὅταν εὕρῃ τόπον ἐν τῇ διανοίᾳ ἡμῶν. Ὁ κτησάμενος τὴν ταπείνωσιν ἐν τῇ ἑαυτοῦ καρδίᾳ, οὗτος νεκρὸς τῷ κόσμῳ γέγονε. Καὶ ὁ νεκρωθεὶς τῷ κόσμῳ, ἐνεκρώθη τοῖς πάθεσιν, ὁ δὲ νεκρωθεὶς τῇ καρδίᾳ ἐκ τῶν ἰδίων αὐτοῦ, ὁ διάβολος. Ὁ εὑρὼν τὸν φθόνον, εὖρε μετ’ αὐτοῦ τὸν διάβολον.

Ἔστι ταπείνωσις ἐκ τοῦ φόβου τοῦ Θεοῦ, καὶ ἔστι ταπείνωσις ἐκ τῆς ἀγάπης τοῦ Θεοῦ. Καὶ ἔστιν ὁ διὰ τὸν φόβον τοῦ Θεοῦ ταπεινούμενος, καὶ ἔστιν ὁ διὰ τὴν χαρὰν ταπεινούμενος. Καὶ ἐκείνῳ μὲν τῷ διὰ τὸν φόβον τοῦ Θεοῦ ταπεινουμένῳ ἀκολουθεῖ ἐπιείκεια τῶν μελῶν μετὰ εὐτάκτων αἰσθήσεων καὶ καρδία συντετριμμένη ἐν παντὶ καιρῷ· τούτῳ δὲ τῷ διὰ τὴν χαρὰν ταπεινουμένῳ ἀκολουθεῖ ἁπλότης πολλὴ καὶ καρδία αὐξάνουσα καὶ ἀκράτητος.

Ἡ ἀγάπη οὐ γινώσκει τὴν αἰδῶ, διὰ τοῦτο οὐ γινώσκει δοῦναι σχῆμα εἰς εὐταξίαν τῶν μελῶν αὐτῆς. Ἡ ἀγάπη φυσικῶς ἔχει τὸ μὴ αἰδεῖσθαι καὶ λαθεῖν τὸ μέτρον αὑτῆς. Μακάριος ὁ εὑρών σε τὸν λιμένα πάσης χαρᾶς. Ἀγαπητόν ἐστιν ὑπὸ τοῦ Θεοῦ τὸ ἄθροισμα τῶν ταπεινῶν ὡς τὸ ἄθροισμα τῶν Σεραφίμ. Τίμιόν ἐστι παρὰ τῷ Θεῷ σῶμα σῶφρον πλεῖον θυσίας καθαρᾶς. Τὰ δύο γάρ, ἤγουν ἡ ταπείνωσις καὶ ἡ σωφροσύνη, ἐνέχυρον ἐκ τῆς Τριάδος ἑτοιμάζουσιν ἐν τῇ ψυχῇ.

Πρὸς τοὺς φίλους σου ἐν εὐλαβείᾳ πορεύθητι, καὶ ὅταν ποιήσῃς τοῦτο, καὶ σαυτὸν καὶ αὐτοὺς ὠφελήσεις. Ὅτι πολλάκις προφάσει τῆς ἀγάπης ἀποβάλλει ἡ ψυχὴ τὸν χαλινὸν τῆς παραφυλακῆς. Ἐκ τῶν συντυχιῶν παραφύλαξαι, ὅτι οὐκ ἐν παντὶ καιρῷ ὠφελοῦσιν. Ἐν συναθροίσματι τίμα τὴν σιωπήν· ζημίαν γὰρ πολλὴν κωλύει αὕτη.

Τὴν κοιλίαν τήρει, οὐχ ὡς τὴν ὅρασιν· πόλεμος γὰρ οἰκεῖος ἀδιστάκτως κουφότερος τοῦ ἐξωτέρου. Μὴ πιστεύσῃς, ὦ ἀδελφέ, ὅτι κωλύονται οἱ ἐσωτικοὶ λογισμοί, ἐκτὸς τοῦ καλῶς καὶ εὐτάκτως τὸ σῶμα καταστῆσαι.

Φοβήθητι τὰς συνηθείας πλείω τῶν ἐχθρῶν. Ὁ τρέφων παρ’ ἑαυτῷ συνήθειαν, ὡς ἄνθρωπός ἐστι τρέφων πῦρ. Τὸ γὰρ μέτρον τῆς δυνάμεως τῶν δύο ἐν ὕλῃ συνίσταται. Ἡ συνήθεια ἐὰν ζητήσῃ ἅπαξ καὶ κωλυθῇ τὸ αἴτημα αὐτῆς, ἄλλοτε εὑρίσκεις αὐτὴν ἀσθενῆ. Καὶ ἐὰν ποιήσῃς τὸ θέλημα αὐτῆς προσάπαξ, τὸ δεύτερον πλεῖον εὑρήσεις αὐτὴν ἰσχυροτέραν κατὰ σοῦ.

Περὶ παντὸς πράγματος αὕτη ἡ μνήμη ἐμμεινάτω ἐν σοί· κρείττων γάρ ἐστιν ἡ βοήθεια ἐκ τῆς παραφυλακῆς ὑπὲρ τῆς βοήθειαν τὴν ἐξ ἔργων. Τοῦ ἀγαπῶντος τὸν γέλωτα καὶ ἀγαπῶντος θεατρίσαι τοὺς ἀνθρώπους, φίλος μὴ γίνου· ὁδηγεῖ γάρ σε εἰς συνήθειαν χαυνώσεως.

Μετὰ τοῦ λελυμένου ἐν τῇ πολιτείᾳ αὐτοῦ μὴ ἱλαρύνῃς τὸ πρόσωπόν σου, φυλάττου δὲ τοῦ μὴ μισῆσαι αὐτόν. Καὶ ἐὰν βουλευθῇ ἀναστῆναι, δὸς αὐτῷ χεῖρα καὶ ἕως θανάτου μερίμνησον εὑρεῖν αὐτόν. Ἐὰν δὲ ἀσθενῇς ἀκμήν, μίσει καὶ τὴν ἰατρείαν. «Τὴν γὰρ ἀρχὴν τῆς ῥάβδου σου δὸς αὐτῷ», φησί, καὶ τὰ ἑξῆς.

Ἐνώπιον ὑψηλόφρονος καὶ νοσοῦντος φθόνον μετὰ παρατηρήσεως λάλει. Ὡς γὰρ σὺ λαλεῖς, αὐτὸς ποιεῖ ἐν καρδίᾳ αὑτοῦ ἐξήγησιν τῶν λόγων σου καθὼς ἀγαπᾷ καὶ ἐκ τῶν ἀγαθῶν τῶν ἐν σοὶ λαμβάνει ὕλην εἰς τὸ ποιῆσαι ἄλλους προσκόψαι, καὶ ἀλλάσσονται οἱ λόγοι σου ἐν τῇ διανοίᾳ αὐτοῦ πρὸς τὴν ὕλην τῆς ἀρρωστίας αὐτοῦ.

Ἐπὶ τοῦ προηγουμένου καταλαλῆσαι τὸν ἀδελφὸν αὑτοῦ ἔμπροσθέν σου, στύγνασον τὸ πρόσωπόν σου. Καὶ ὅτε τοῦτο ποιήσεις, εὑρίσκῃ τῷ Θεῷ καὶ αὐτῷ παραφυλαττόμενος. Ἐὰν δῶς τι τῷ χρῄζοντι, προλαβέτω τὴν δόσιν σου ἡ ἱλαρότης τοῦ προσώπου σου, καὶ λόγοις ἀγαθοῖς παρακάλει τὴν θλῖψιν αὐτοῦ. Καὶ ὅταν ποιήσῃς τοῦτο, νικᾷ τὴν δόσιν σου ἡ ἱλαρότης ἐν τῇ διανοίᾳ αὑτοῦ πλέον τῆς χρείας τοῦ σώματος.

Ἐν ἡμέρᾳ, ὅταν ἀνοίξῃς τὸ στόμα σου καὶ λαλήσῃς τι κατά τινος, λογίζου σαυτὸν τῷ Θεῷ νεκρὸν καὶ μάταιον ἐν πᾶσι τοῖς ἔργοις σου, κἂν δοκῇ ὅτι ἐν εὐθύτητι καὶ πρὸς οἰκοδομὴν ἠρέθισέ σε ὁ λογισμός σου λαλῆσαι. Τίς γὰρ ἀνάγκη καταλῦσαί τινα τὴν ἰδίαν οἰκοδομὴν καὶ διορθώσασθαι τὴν τοῦ ἑταίρου αὑτοῦ;

Ἐν ἡμέρᾳ, ἐν ᾗ λύπην ἔχεις περί τινος εἴς τινα τρόπον ἀσθενοῦντος ὑπὲρ τῶν ἀγαθῶν ἢ πονηρῶν, σωματικῶς ἢ ἐννοίᾳ, μάρτυρα λογίζου σεαυτὸν ἐν ἐκείνῃ τῇ ἡμέρα καὶ ὡς παθὼν ὑπὲρ τοῦ Χριστοῦ διάκεισο, καὶ ἀξιωθεὶς ὁμολογίας.

Μνήσθητι γάρ, ὅτι ὁ Χριστὸς ὑπὲρ τῶν ἀμαρτωλῶν ἀπέθανεν, οὐχὶ ὑπὲρ τῶν δικαίων. Βλέπε πόσον ἐστὶ τὸ πρᾶγμα τοῦτο μέγα, τὸ λυπεῖσθαι ὑπὲρ τῶν πονηρῶν καὶ εὐεργετεῖν τοὺς ἁμαρτωλοὺς ὑπὲρ τοὺς δικαίους. Ὁ Ἀπόστολος, ὡς θαύματος ἄξιον, μνημονεύει τούτου.

Ἐὰν δυνηθῇς δικαιωθῆναι ἐν σεαυτῷ κατὰ ψυχήν σου, μὴ μεριμνήσῃς καταδιῶξαι ἄλλην δικαιοσύνην. Ἐν πᾶσι τοῖς ἔργοις σου προηγησάσθω ἐν σοὶ ἡ σωφροσύνη τοῦ σώματος καὶ ἡ καθαρότης τῆς συνειδήσεως. Ἐκτὸς γὰρ τούτων, μάταιόν ἐστι παρὰ τῷ Θεῷ πᾶν πρᾶγμα. Ἕκαστον ἔργον, ὃ ἐὰν ποιῇς χωρὶς διαλογισμοῦ καὶ ἐξετάσεως, γνῶθι ὅτι μάταιόν ἐστι, κἂν πρεπῶδες ᾖ. Διότι ὁ Θεὸς πρὸς τὴν διάκρισιν λογίζεται τὴν δικαιοσύνην καὶ οὐχὶ πρὸς τὴν ἐνέργειαν τὴν ἀδιάκριτον.

Λύχνος ἐν ἡλίῳ δίκαιος οὐ σοφός. Σπόρος ἐπὶ πέτρας εὐχὴ μνησικάκου. Δένδρον ἄκαρπον, ἀσκητὴς ἀνελεήμων. Βέλος ἰῶδες, ἔλεγχος ἀπὸ φθόνου. Παγὶς κεκρυμμένη, ἔπαινος δολίου. Σύμβουλος μωρός, σκοπὸς τυφλός.

Καρδίας κλάσις, κάθισμα μετὰ ἀσυνέτων. Πηγὴ γλυκεῖα, ὁμιλία συνετῶν. Σύμβουλος σοφός, τεῖχος ἐλπίδος. Φίλος μωρὸς καὶ ἀσύνετος, ταμεῖόν ἐστι ζημίας. Κρεῖσσόν ἐστι πενθούσαις οἰκοῦντα ἰδεῖν ἢ σοφὸν ἀκολουθοῦντα μωρῷ.

Κρεῖσσόν ἐστιν οἰκῆσαι μετὰ θηρίων, ἢ οἰκῆσαι μετὰ τῶν κακῶς. Κάθου μετὰ γυπῶν ἢ μετὰ πλεονέκτου καὶ ἀπλήστου. Γίνου ἑταῖρος τῷ φονευτῇ ἢ τῷ φιλονείκῳ. Μετὰ χοίρου ἢ μετὰ γαστριμάργου συλλάλει· κρεῖσσον γὰρ δεξαμενὴ χοίρων ἢ στόμα φάγων.

Κάθου μεταξὺ τῶν λωβῶν ἢ μεταξὺ τῶν ὑπερηφάνων. Καταδιώχθητι σύ, καὶ μὴ καταδιώξῃς. Σταυρώθητι καὶ μὴ σταυρώσῃς. Ἀδικήθητι, καὶ μὴ ἀδικήσῃς. Συκοφαντήθητι, καὶ μὴ συκοφαντήσῃς. Γίνου ἐπιεικής, καὶ μὴ ζηλωτὴς ἐν κακῷ.

Ἡ δικαιολογία οὐκ ἔστι τῆς πολιτείας τῶν Χριστιανῶν καὶ οὐκ ἔστι σεσημειωμένη ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ. Εὐφραίνου μετὰ τῶν εὐφραινομένων, καὶ κλαῖε μετὰ τῶν κλαιόντων. Τοῦτο γάρ ἐστι τὸ σημεῖον τῆς καθαρότητος. Μετὰ τῶν ἀρρώστων ἀρρώστησον, μετὰ τῶν ἁμαρτωλῶν πένθησον, μετὰ τῶν μετανοούντων χάρηθι.

Φίλος γενοῦ πᾶσιν ἀνθρώποις, καὶ μόνος γενοῦ ἐν τῇ διανοίᾳ σου. Κοινωνὸς γενοῦ τοῖς παθήμασι τῶν πάντων, καὶ τῷ σώματί σου μακρὰν γενοῦ ἐκ πάντων. Μὴ ἔλεγχέ τινα, μηδὲ ὀνείδιζε, μηδὲ τοὺς λίαν κακοὺς ἐν τῇ πολιτείᾳ αὐτῶν.

Ἅπλωσον τὸν χιτῶνά σου ἐπὶ τὸν πταίοντα καὶ σκέπασον αὐτόν, καὶ ἐὰν μὴ δύνῃ ἐπιθεῖναι ἐφ’ ἑαυτὸν τὰ πταίσματα καὶ δέξασθαι τὴν παιδείαν καὶ τὴν αἰσχύνην ἀντ’ αὐτοῦ, κἂν ὑπόμεινον, καὶ αὐτὸν μὴ καταισχύνῃς.

Γίνωσκε, ὦ ἀδελφέ, ὅτι διὰ τοῦτο χρὴ ἡμᾶς εἶναι ἔσωθεν τῆς θύρας τοῦ κελλίου, ἵνα μὴ γινώσκωμεν τὰ πράγματα τῶν ἀνθρώπων τὰ κακά, καὶ τότε θεωροῦμεν πάντας ἁγίους καὶ καλοὺς ἐν τῇ ἁγνείᾳ τῆς διανοίας ἡμῶν. Ἐὰν δὲ γενώμεθα ἐλέγχοντες καὶ παιδεύοντες, καὶ κρίνοντες καὶ ἐξετάζοντες, καὶ ἐκδικοῦντες καὶ μεμψίμοιροι, τί λοιπὸν διαφέρει τὸ κάθισμα ἡμῶν τοῦ καθίσματος τῶν πόλεων; Καὶ τί ἐστι χεῖρον τοῦ καθίσματος τῆς ἐρήμου, ἐὰν μὴ ταῦτα ἐάσωμεν;

Ἐὰν οὐχ ἡσυχάζῃς τῇ καρδίᾳ, ἡσύχασον κἂν τῇ γλώσσῃ. Καὶ ἐὰν οὐ δύνῃ εὐτάκτους τοὺς λογισμούς σου διαθεῖναι, κἂν τὰς αἰσθήσεις σου εὐτάκτους ποίησον. Καὶ ἐὰν οὐκ ᾖ μόνος ἐν τῇ διανοίᾳ σου, κἂν μόνος γενοῦ τῷ σώματί σου. Καὶ ἐὰν οὐ δύνῃ ἐργάσασθαι τῷ σώματί σου, λυπήθητι κἂν κατὰ διάνοιαν.

Καὶ ἐὰν οὐ δύνῃ ἱστάμενος ἀγρυπνῆσαι, ἀγρύπνησον καθεζόμενος ἐπὶ τῆς κλίνης σου, ἢ καὶ κείμενος. Καὶ ἐὰν οὐ δύνῃ διπλᾶς νηστεῦσαι, κἂν νήστευσον ἕως ἑσπέρας. Καὶ ἐὰν οὐ δύνῃ ἕως ἑσπέρας, κἂν φύλαξον τοῦ μὴ χορτασθῆναι. Εἰ οὐκ εἶ ἅγιος ἐν τῇ καρδίᾳ σου, κἂν γενοῦ ἁγνὸς τῷ σώματί σου. Ἐὰν οὐ πενθῇς ἐν τῇ καρδίᾳ σου, κἂν ἔνδυσαι πένθος ἐν τῷ προσώπῳ σου. Ἐὰν οὐ δύνῃ ἐλεῆσαι, λάλει ὡς ἁμαρτωλός. Οὐκ εἶ εἰρηνοποιός, μὴ γίνου φιλοτάραχος. Οὐ δύνῃ σπουδαῖος γενέσθαι, γίνου κἂν ἐν τῷ φρονήματί σου ὡς ἄοκνος. Οὐκ εἶ νικητής, μὴ ὑψηλοφρονήσῃς κατὰ τῶν ὑπευθύνων. Οὐκ ἰσχύεις φράξαι τὸ στόμα τοῦ καταλαλοῦντος κατὰ τοῦ ἑταίρου αὑτοῦ, φύλαξαι κἂν σαυτὸν μὴ κοινωνῆσαι αὐτῷ.

Γνῶθι, ὅτι ἐὰν ἐξέλθῃ ἐκ σοῦ πῦρ καὶ κατακαύσῃ ἄλλους, τὰς ψυχὰς τὰς καιομένας ἐν τῷ πυρί σου ὁ Θεὸς ἐκ τῶν χειρῶν σου ἐκζητήσει. Καὶ ἐὰν σὺ οὐ βάλῃς τὸ πῦρ, ἀλλὰ συνευδοκεῖς τῷ ῥίπτοντι καὶ ἐν τούτῳ ἀρέσκῃ, κοινωνὸς εἶ αὐτοῦ ἐν τῇ κρίσει. Ἐὰν ἀγαπᾷς τὴν πρᾳότητα, γενοῦ ἐν εἰρήνῃ, καὶ ἐὰν ἀξιωθῇς τῆς εἰρήνης, χαρήσῃ ἐν παντὶ καιρῷ. Ζήτησον τὴν σύνεσιν, καὶ μὴ χρυσόν. Ἔνδυσαι τὴν ταπείνωσιν, καὶ μὴ τὴν βύσσον. Κτῆσαι τὴν εἰρήνην, καὶ μὴ τὴν βασιλείαν.

Οὐκ ἔστιν ὁ συνιών, μὴ ἔχων ταπείνωσιν, καὶ ὁ μὴ ἔχων ταπείνωσιν, οὐ μὴ συνῇ. Οὐκ ἔστι ταπεινόφρων ὁ μὴ εἰρηνικός, καὶ ὁ μὴ ὢν εἰρηνικός, οὐδὲ ταπεινόφρων. Καὶ οὐκ ἔστιν, εἰ μὴ χαίρων εἰρηνικός. Ἐν πάσαις ταῖς ὁδοῖς, ἐν αἷς πορεύονται οἱ ἄνθρωποι ἐν τῷ κόσμῳ, οὐχ εὑρίσκουσιν ἐν αὐταῖς τὴν εἰρήνην, ἕως ἂν πλησιάσωσι τῇ ἐλπίδι τοῦ Θεοῦ. Οὐκ εἰρηνεύει ἡ καρδία ἐκ τοῦ κόπου καὶ τῶν προσκομμάτων, ἕως ἂν φθάσῃ ταύτην ἡ ἐλπὶς καὶ εἰρηνεύσει τὴν καρδίαν καὶ ἐκχεεῖ τὴν χαρὰν ἐν αὐτῇ. Καὶ αὕτη ἐστίν, ἣν εἶπε τὸ προσκυνητὸν στόμα καὶ πεπληρωμένον ἁγιότητος· «δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς». Ἔγγισον, φησίν, εἰς τὸ ἐλπίσαι εἰς ἐμέ, καὶ ἀναπαύῃ ἐκ τοῦ ἔργου καὶ τοῦ φόβου.

Ἡ ἐλπὶς τοῦ Θεοῦ ὑψοῖ τὴν καρδίαν, ὁ δὲ φόβος τῆς γεέννης συντρίβει αὐτήν. Τὸ φῶς τῆς διανοίας γεννᾷ τὴν πίστιν, καὶ ἡ πίστις γεννᾷ τὴν παράκλησιν τῆς ἐλπίδος, ἡ δὲ ἐλπὶς κρατύνει τὴν καρδίαν. Ἡ πίστις ἐστὶν ἡ ἀποκάλυψις τῆς συνέσεως, Καὶ ὅταν σκοτισθῇ ἡ διάνοια, κρύπτεται ἡ πίστις καὶ κατακυριεύει ἡμῶν ὁ φόβος καὶ κόπτει τὴν ἐλπίδα ἡμῶν. Ἡ πίστις ἡ ἐκ τῆς μαθήσεως οὐκ ἐλευθεροῖ τὸν ἄνθρωπον ἐκ τῆς ὑπερηφανίας καὶ τοῦ δισταγμοῦ, ἀλλ’ ἡ ἐν τῇ συνέσει ὁρωμένη καὶ ἀνατέλλουσα, καὶ καλεῖται ἐπίγνωσις καὶ φανέρωσις τῆς ἀληθείας.

Ἕως ἂν συνῇ ὁ νοῦς τὸν Θεὸν ὡς Θεὸν ἐν φανερώσει τῆς συνέσεως, οὐκ ἐγγίζει ὁ φόβος τῇ καρδίᾳ. Ὅταν παραχωρηθῶμεν ἐν τῇ σκοτώσει καὶ ἀπολέσωμεν ταύτην τὴν σύνεσιν, ἕως ἂν ταπεινωθῶμεν, συμβαίνει ἡμῖν ὁ φόβος, ἕως προσπελάσῃ ἡμᾶς τῇ ταπεινώσει καὶ τῇ μετανοίᾳ.

Ὁ υἱὸς τοῦ Θεοῦ σταυρὸν ὑπέμεινεν. Οἱ οὖν ἁμαρτωλοὶ θαρσῶμεν ἐν τῇ μετανοίᾳ. Εἰ γὰρ τὸ σχῆμα τῆς μετανοίας μετέβαλε τὴν ὀργὴν ἐκ τοῦ βασιλέως Ἀχαάβ, οὐκ ἀχρειοῖ νῦν ἡμᾶς ἡ ἀλήθεια τῆς μετανοίας ἡμῶν. Καὶ εἰ ἐξ ἐκείνου τοῦ μὴ ἀληθεύοντος τὸ σχῆμα τῆς ταπεινώσεως ἀπέστρεψε τὴν ὀργὴν ἐξ αὐτοῦ, πόσῳ μᾶλλον ἐξ ἡμῶν τῶν ἐν ἀληθείᾳ λυπουμένων ὑπὲρ τῶν πταισμάτων ἡμῶν; Ἱκανὴ ἡ λύπη τῆς διανοίας ἀντὶ πάσης ἐργασίας σωματικῆς.

Ὁ ἅγιος Γρηγόριος λέγει· «ναὸς τῆς χάριτός ἐστιν ὁ συγκεκραμένος ἐν τῷ Θεῷ καὶ διαμένων ἐν φροντίδι τῆς κρίσεως αὐτοῦ». Τί δέ ἐστιν ἡ μέριμνα τῆς κρίσεως αὐτοῦ, εἰ μὴ τὸ ἐκζητῆσαι ἀεὶ τὴν ἀνάπαυσιν αὐτοῦ καὶ λυπεῖσθαι διηνεκῶς καὶ φροντίζειν ὑπὲρ τοῦ μὴ δύνασθαι φθάσαι τὴν τελείωσιν διὰ τὴν ἀσθένειαν τῆς φύσεως ἡμῶν; Καὶ ἡ διηνεκὴς ὑπὲρ τούτου λύπη ἐστὶ τὸ βαστάζειν ἐν τῇ ψυχῇ αὑτοῦ τὴν διηνεκῆ μνήμην τοῦ Θεοῦ, καθὼς εἶπεν ὁ μακάριος Βασίλειος.

Εὐχὴ ἀμετεώριστός ἐστιν ἡ ἐμποιοῦσα ἐν τῇ ψυχῇ ἔννοιαν Θεοῦ ἐναργῇ. Καὶ τοῦτό ἐστι τοῦ Θεοῦ ἐνοίκησις, τὸ διὰ τῆς μνήμης ἐνιδρυμένον ἔχειν ἐν ἑαυτῷ τὸν Θεόν. Οὕτω γινόμεθα ναὸς Θεοῦ. Τοῦτο δέ ἐστι φροντὶς καὶ συντετριμμένη καρδία ἐν τῇ ἑτοιμασίᾳ τῆς ἀναπαύσεως αὐτοῦ.

Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

ΛΟΓΟΣ ΝΘʹ ΠΕΡΙ ΤΩΝ ΑΛΛΟΙΩΣΕΩΝ ΤΩΝ ΠΟΛΛΩΝ ΤΩΝ ΑΚΟΛΟΥΘΟΥΣΩΝ ΤΗι ΔΙΑΝΟΙΑι ΚΑΙ ΤΗι ΕΥΧΗι ΔΟΚΙΜΑΖΟΜΕΝΩΝ Τὸ μὲν προκρίνειν τὸ ἀγαθὸν θέλημα, τοῦ ἐπιθυμοῦντός ἐστιν αὐτό, τὸ δὲ τελειῶσαι τὴν τοῦ ἀγαθοῦ θελήματος ἐκλογήν, τοῦ Θεοῦ, καὶ δέεταί τις τῆς παρ’ αὐτοῦ ἀντιλήψεως.

Διὰ τοῦτο ἐν τῇ ἐπιθυμίᾳ τῇ γενομένῃ ἐν ἡμῖν εὐχὰς συνεχεῖς ἐπακολουθεῖν ποιήσωμεν, οὐ μόνον δεόμενοι τῆς ἀντιλήψεως, ἀλλὰ καὶ ἵνα ποιήσῃ ἐν αὐτῇ διαφοράν, εἴ ἐστι πρὸς ἀρέσκειαν τοῦ θελήματος αὐτοῦ ἢ οὔ. Οὐ γὰρ πᾶσα ἐπιθυμία καλὴ ἐκ τοῦ Θεοῦ ἐμπίπτει εἰς τὴν καρδίαν, ἀλλ’ ἐκείνη ἡ ὠφελοῦσα.

Ἔστι γὰρ ὅτε ἐπιθυμεῖ ὁ ἄνθρωπος ἀγαθόν, καὶ οὐ βοηθεῖ αὐτῷ ὁ Θεός. Πίπτει γὰρ καὶ ἐκ τοῦ διαβόλου ὁμοία τις ἐπιθυμία ταύτης, καὶ αὐτὴ νομίζεται εἰς βοήθειαν. Καὶ πολλάκις οὐκ ἔστι τοῦ μέτρου αὐτοῦ· αὐτὸς δὲ ὁ διάβολος τὴν βλάβην αὐτοῦ μηχανᾶται καὶ ἀναγκάζει τὸν ἄνθρωπον ζητῆσαι αὐτήν, μήπω ἀκμὴν φθάσαντα τὴν πολιτείαν αὐτῆς ἢ ἀλλοτρία τοῦ σχήματος αὐτοῦ ἐστὶν ἢ πάλιν οὐκ ἔστι καιρός, ἐν ᾧ δυνατὸν ταύτην πληρῶσαι ἢ κινῆσαι ἢ οὐκ ἔστιν ἱκανὸς τῷ πράγματι ἢ τῇ γνώσει ἢ τῷ σώματι· ἢ καιρὸς οὐ παρέχει ἡμῖν χεῖρα, καὶ παντὶ τρόπῳ, ὡς ἐν προσώπῳ ἐκείνου τοῦ ἀγαθοῦ, ἢ ταράσσει αὐτὸν ἢ βλάπτει ἐν τῷ σώματι αὐτοῦ ἢ κρύπτει παγίδα ἐν τῇ διανοίᾳ αὐτοῦ.

Ὅμως, καθὼς εἶπον, συνεχεῖς προσευχὰς ποιήσωμεν σπουδῇ ἐν τῇ ἐπιθυμίᾳ τῇ ἀγαθῇ τῇ γινομένῃ ἐν ἡμῖν, καὶ εἴπωμεν ἕκαστος ἡμῶν. Γενηθήτω τὸ θέλημά σου, ἕως οὗ τελειώσω τὸ ἔργον τὸ ἀγαθόν, ὅπερ ποιῆσαι ἐπεθύμησα, ἐάν περ ἀρέσκῃ τῷ θελήματί σου. Τὸ θελῆσαι γὰρ ἐν αὐτῷ εὐχερές μοί ἐστι, τὸ ποιῆσαι δὲ αὐτό, ἐκτὸς χαρίσματος ἐκ σοῦ γινομένου, οὐ δύναμαι, καὶ ἐὰν τὰ δύο ἐκ σοῦ ὦσι, τό τε θέλειν καὶ τὸ ἐνεργεῖν. Οὐ γὰρ χωρὶς τῆς χάριτός σου ταύτην τὴν ἐπιθυμίαν τὴν κινηθεῖσαν ἐν ἐμοὶ δέξασθαι ἐπείσθην ἢ ἐπτοήθην ἐξ αὐτῆς. Τοῦτο γὰρ τὸ ἔθος τῷ ἐπιθυμοῦντι τὸ ἀγαθὸν ἐν τῇ διακρίσει τοῦ νοῦ ἐργάζεσθαι διὰ προσευχῆς πρὸς βοήθειαν τῆς ἐργασίας αὐτῆς καὶ σοφίαν τὴν διαιροῦσαν τὴν ἀλήθειαν ἐκ τοῦ νόθου. Ἐν προσευχαῖς γὰρ πολλαῖς καὶ ἐργασίᾳ καὶ φυλακῇ καὶ πόθῳ ἀπαύστῳ τὸ ἀγαθὸν διακρίνεται, ἐν συνεχέσι τε δάκρυσι καὶ ἐν ταπεινώσει καὶ οὐρανίῳ ἀντιλήψει, μάλιστα ὅτε ἔχει ἐναντίους λογισμοὺς τῆς ὑπερηφανίας. Οὗτοι γὰρ κωλύουσι τὴν βοήθειαν τοῦ Θεοῦ ἐξ ἡμῶν, καταργοῦμεν δὲ τούτους διὰ προσευχῆς.

ΛΟΓΟΣ Ξʹ ΠΕΡΙ ΛΟΓΙΣΜΩΝ ΠΟΝΗΡΩΝ ΑΚΟΥΣΙΩΝ ΤΩΝ ΕΚ ΤΗΣ ΛΥΣΕΩΣ ΤΗΣ ΑΜΕΛΕΙΑΣ ΤΗΣ ΠΡΟ ΑΥΤΩΝ ΓΕΝΟΜΕΝΩΝ Εἰσί τινες, οἱ ἐρείδοντες τὸ σῶμα καὶ ἐπιθυμοῦντες ἀναπαῦσαι αὐτὸ διὰ τὸ ἔργον τοῦ Θεοῦ μικρόν, ἕως ἂν ἐνδυναμωθῶσι καὶ πάλιν στρέφονται εἰς τὸ ἔργον αὑτῶν.

Ἐν ταῖς ὀλίγαις οὖν ἡμέραις τῆς ἀναπαύσεως ἡμῶν μὴ λύσωμεν τελείως τὴν φυλακὴν ἡμῶν καὶ δῶμεν ὅλην τὴν ψυχὴν ἡμῶν εἰς λύσιν, ὡς ἄνθρωποι μὴ βουλόμενοι στραφῆναι πάλιν εἰς τὸ ἔργον αὑτῶν. Οἵ τινες ἐν καιρῷ εἰρήνης τοῖς βέλεσι τοῦ ἐχθροῦ τύπτονται, οὗτοί εἰσιν οἱ ἐκ τῆς παρρησίας τοῦ θελήματος ὕστερον θησαυρίζοντες ταῖς ψυχαῖς αὑτῶν καὶ ἔνδυμα ῥυπαρὸν ἐν τῇ χώρᾳ τῇ ἁγίᾳ, ἤγουν ἐν τῇ εὐχῇ, θεωροῦσιν ὅτι ἐνδεδυμένοι εἰσί. Τοῦτο δέ ἐστιν, ὅπερ ἐν τῇ ὥρᾳ τῆς ἐννοίας τοῦ Θεοῦ καὶ τῆς εὐχῆς ἐν τῇ ψυχῇ αὐτῶν κινεῖται. Ταῦτά εἰσιν, ἅπερ ἐκτησάμεθα ἐν τῷ καιρῷ τῆς ἀμελείας ἡμῶν καὶ αὐτὰ καταισχύνουσιν ἡμᾶς ἐν τῷ καιρῷ τῆς προσευχῆς ἡμῶν.

Βοηθεῖ τῷ ἀνθρώπῳ ἡ νῆψις πλεῖον τοῦ ἔργου καὶ βλάπτει αὐτὸν ἡ λύσις πλέον τῆς ἀναπαύσεως. Ἐκ τῆς ἀναπαύσεως γὰρ πόλεμοι οἰκεῖοι γίνονται καὶ ἐνοχλοῦσι τῷ ἀνθρώπῳ, ἀλλ’ ἐξουσίαν ἔχει λύσαι αὐτούς. Ὅταν γὰρ ἀφῇ ἄνθρωπος τὴν ἀνάπαυσιν καὶ στραφῇ εἰς τὸν τόπον τοῦ ἔργου, αἴρονται ἐξ αὐτοῦ καὶ φεύγουσιν. Οὐχ οὕτω τὸ ἐκ τῆς λύσεως τικτόμενον, ὡς ἐκ τῆς χαυνώσεως καὶ τῆς ἀναπαύσεως. Ὅσον γὰρ ἀκμήν ἐστιν ἐν τῇ χώρᾳ τῆς ἐλευθερίας αὐτοῦ ἐν τῇ ἀναπαύσει, δύναται πάλιν στραφῆναι καὶ κυβερνῆσαι ἑαυτὸν ἐν τῇ καταστάσει τοῦ κανόνος αὐτοῦ. Διότι ἀκμὴν ἐν τῇ χώρᾳ τῆς ἐλευθερίας αὑτοῦ, ἐν δὲ τῇ λύσει ἐξέρχεται ἐκ τῆς χώρας τῆς ἐλευθερίας αὑτοῦ. Εἰ γὰρ μὴ ὁ ἄνθρωπος τελείως ἀπέρριψεν ἐξ αὐτοῦ τὴν φυλακήν, οὐκ ἂν ἐν τῷ μέσῳ τῆς βίας ἀκουσίως ἠναγκάσθη πεισθῆναι τοῖς μὴ ἀναπαύουσιν αὐτόν. Εἰ τὸν ὅρον τῆς ἐλευθερίας ἐξ ἑαυτοῦ παντελῶς μὴ ἀφῆκεν, οὐκ ἂν συνέβη αὐτῷ συναντήματα, τὰ δεσμοῦντα αὐτὸν ἐξ ἀνάγκης, οἷσπερ ἀντιστῆναι οὐκ ἠδυνήθη.

Μὴ ἀφῇς τὴν ἐλευθερίαν τινὸς τῶν αἰσθήσεών σου, ὦ ἄνθρωπε, μήπως πάλιν ἐπανελθεῖν ἐπ’ αὐτὴν οὐ δυνήσῃ. Ἡ μὲν ἀνάπαυσις τοὺς νέους μόνον βλάπτει, ἡ λύσις δὲ καὶ τοὺς τελείους καὶ τοὺς γέροντας· οἱ μὲν ἐκ τῆς ἀναπαύσεως, εἰς τοὺς πονηροὺς λογισμοὺς ἐρχόμενοι, δύνανται πάλιν στραφῆναι ἐν τῇ φυλακῇ καὶ στῆναι ἐν τῇ ὑψηλῇ αὑτῶν πολιτείᾳ, οἱ δὲ ἐν τῇ ἐλπίδι τοῦ ἔργου ἀμελήσαντες εἰς τὴν φυλακήν, ἐκ τῆς ὑψηλῆς πολιτείας πρὸς λύσιν τῆς ζωῆς ᾐχμαλωτίσθησαν.

Ἔστιν ὁ ἐν τῇ χώρᾳ τῶν ἐχθρῶν τυφθεὶς καὶ ἐν καιρῷ τῆς εἰρήνης ἀποθνῄσκων, καὶ ἔστιν ὁ ἐν προφάσει ἐμπορίας τῆς ζωῆς ἐξερχόμενος καὶ σκόλοπα τῇ ψυχῇ αὑτοῦ λαμβάνων. Μὴ ὅταν ὀλισθήσωμεν ἔν τινι, τότε λυπηθῶμεν, ἀλλ’ ὅταν ἐμμείνωμεν ἐν αὐτῷ. Τὸ γὰρ ὀλίσθημα συμβαίνει πολλάκις καὶ τοῖς τελείοις, τὸ δὲ ἐμμεῖναι ἐν αὐτῷ νέκρωσίς ἐστι τελεία. Ἡ λύπη δέ, ἣν λυπούμεθα ὑπὲρ τῶν ἰδίων ὀλισθημάτων, εἰς τόπον ἐργασίας καθαρᾶς λογίζεται ἡμῖν ἐκ τῆς χάριτος. Ὁ ἐν ἐλπίδι μετανοίας ὀλισθαίνων ἐκ δευτέρου, οὗτος μετὰ πανουργίας πορεύεται μετὰ τοῦ Θεοῦ. Τούτῳ ἀγνώστως ἐπιπίπτει ὁ θάνατος καὶ οὐ φθάνει τὸν καιρὸν τῆς ἐλπίδος αὑτοῦ τὰ ἔργα τῆς ἀρετῆς πληρῶσαι. Ἕκαστος λελυμένος τὰς αἰσθήσεις, ἔστι καὶ τῇ καρδίᾳ λελυμένος.

Ἡ ἐργασία τῆς καρδίας δεσμός ἐστι τῶν ἐξωτέρων μελῶν, καὶ ἐὰν ἐν διακρίσει ποιῇ τις ταύτην, κατὰ τὰς τοὺς πρὸ ἡμῶν πατέρας, ἔκδηλός ἐστιν ἐκ τῶν ἀλλοτρίων τῶν φαινομένων ἐν αὐτῷ, ὅτι οὐκ ἔστι δεδεμένος ἐν τῷ κέρδει τῷ σωματικῷ, οὐδὲ ἀγαπᾷ τὴν γαστριμαργίαν, καὶ ὁ θυμὸς ἀπέχει ἐξ αὐτοῦ παντελῶς. Ὅπου γὰρ τὰ τρία ταῦτα, τὸ κέρδος τὸ σωματικόν, κᾂν σμικρὸν ᾖ ἢ μέγα, καὶ ἡ ὀξυχολία καὶ ἡ ἧττα τῆς γαστριμαργίας, κἂν φαίνηταί τις ὅμοιος τῶν παλαιῶν ἁγίων, γνῶθι ὅτι ἐκ τῆς ἀνυπομονησίας τῶν ἔσω ἐστὶν ἡ λύσις τῶν ἔξω αὐτοῦ, καὶ οὐχὶ ἀπὸ διαφορᾶς καταφρονήσεως τῆς ψυχῆς αὐτοῦ. Εἰ δὲ μή, πῶς κατεφρόνησε τῶν σωματικῶν καὶ τὴν πρᾳότητα οὐκ ἐκτήσατο;

Τῇ μετὰ διακρίσεως καταφρονήσει ἀκολουθεῖ τὸ μὴ δεσμεῖσθαι ἔν τινι, καὶ ἡ καταφρόνησις τῆς ἀναπαύσεως καὶ τοῦ πόθου τῶν ἀνθρώπων. Καὶ ἐὰν ἐν ἑτοιμασίᾳ δέχηταί τις ζημίας διὰ τὸν Θεὸν χαίρων, καθαρός ἐστιν ἔσωθεν. Καὶ ἐὰν μὴ καταφρονήσῃ τινός, διὰ τὰς πηρώσεις τὰς ἐν αὐτῷ, ἐν ἀληθείᾳ ἐλεύθερός ἐστι, καὶ ἐὰν μὴ προσίεται πρὸς τὸν τιμῶντα αὐτὸν ἢ καὶ ἀηδιάζεται πρὸς τὸν ἀτιμάζοντα, οὗτος νενέκρωται τῷ κόσμῳ ἐν τῇ ζωῇ ταύτῃ. Ἡ φυλακὴ τῆς διακρίσεως κρειττοτέρα ἐστὶν ὑπὲρ πᾶσαν πολιτείαν, τὴν ἐνεργουμένην ἐν παντὶ τρόπῳ καὶ παντὶ μέτρῳ τῶν ἀνθρώπων.

Μὴ μισήσῃς τὸν ἁμαρτωλόν. Πάντες γάρ ἐσμεν ὑπεύθυνοι. Καὶ ἐὰν διὰ τὸν Θεὸν κινῆσαι κατ’ αὐτοῦ, κλαῦσον ὑπὲρ αὐτοῦ. Καὶ διατί μισεῖς αὐτόν; Τὰς ἁμαρτίας αὐτοῦ μίσησον καὶ εὖξαι ὑπὲρ αὐτοῦ, ἵνα ὁμοιωθῇς τῷ Χριστῷ, ὅστις οὐκ ἠγανάκτει κατὰ τῶν ἁμαρτωλῶν, ἀλλ’ ὑπερηύχετο. Οὐχ ὁρᾷς πῶς ἔκλαυσεν ὑπὲρ τῆς Ἱερουσαλήμ; Ἐν πολλοῖς καταγελώμεθα καὶ ἡμεῖς ὑπὸ τοῦ διαβόλου. Καὶ διατί τὸν καταγελασθέντα καθ’ ἡμᾶς ἐκ τοῦ καταγελῶντος ἡμῶν διαβόλου μισοῦμεν; Καὶ διατί μισεῖς τὸν ἁμαρτωλόν, ὦ ἄνθρωπε; Ἆρα, ὅτι οὐκ ἔστι δίκαιος κατὰ σέ; Καὶ ποῦ ἐστὶν ἡ δικαιοσύνη σου, ὅτι οὐκ ἔχεις ἀγάπην; Διατί οὐκ ἔκλαυσας ἐπ’ αὐτῷ, ἀλλὰ σὺ καταδιώκεις αὐτόν; Ἐν ἀγνοίᾳ γὰρ κινοῦνταί τινες ὀργιζόμενοι, οἱ δοκοῦντες εἶναι διακριτικοί, εἰς τὰ ἔργα τῶν ἁμαρτωλῶν.

Γίνου κῆρυξ τῆς ἀγαθότητος τοῦ Θεοῦ, ὅτι ἀνάξιόν σε ὄντα κυβερνᾷ καὶ ὅτι χρεωστεῖς χρέος πολὺ καὶ ἡ ἐκδίκησις αὐτοῦ οὐ φανεροῦται ἐν σοί, καὶ ἀντὶ τῶν μικρῶν ἔργων, ὧν ποιεῖς, ἀντιπαρέχει σοι τὰ μεγάλα. Μὴ καλέσῃς τὸν Θεὸν δίκαιον, ὅτι ἡ δικαιοσύνη αὐτοῦ οὐ γνωρίζεται ἐν τοῖς πράγμασί σου. Καὶ ἐὰν ὁ Δαβὶδ καλῇ αὐτὸν δίκαιον καὶ εὐθύν, ἀλλὰ ὁ υἱὸς αὐτοῦ ἐφανέρωσεν ἡμῖν ὅτι μᾶλλον ἀγαθός ἐστι καὶ χρηστός. «Ἀγαθός ἐστι», φησί, «τοῖς πονηροῖς καὶ ἀσεβέσι».

Καὶ πῶς ὀνομάζεις τὸν Θεὸν δίκαιον, ὅταν ἀπαντήσῃς τῷ κεφαλαίῳ, τῷ περὶ τοῦ μισθοῦ τῶν ἐργατῶν; «ἑταῖρε, οὐκ ἀδικῶ σε, θέλω δοῦναι τούτῳ τῷ ἐσχάτῳ, ὡς καὶ σοί. Ἢ ὁ ὀφθαλμός σου πονηρός ἐστιν, ὅτι ἐγὼ ἀγαθός εἰμι;» Πῶς πάλιν καλεῖ ἄνθρωπος τὸν Θεὸν δίκαιον, ὅταν ἀπαντήσῃ τῷ κεφαλαίῳ τοῦ ἀσώτου υἱοῦ, ὃς ἐσκόρπισε τὸν πλοῦτον ἐν ἀσωτείᾳ, ὅτε ἐν τῇ κατανύξει μόνῃ, ἐν ᾗ ἔδειξε, πῶς ἔδραμε καὶ ἔπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ ἐξουσίαν ἔδωκεν αὐτῷ ἐπὶ πάντα τὸν πλοῦτον αὑτοῦ; Οὐδεὶς γὰρ ἄλλος εἶπε περὶ αὐτοῦ ταῦτα, ἵνα διστάσωμεν εἰς αὐτόν, ἀλλ’ αὐτὸς ὁ Υἱὸς αὐτοῦ, αὐτὸς ἐμαρτύρησε περὶ αὐτοῦ ταῦτα. Ποῦ ἐστιν ἡ δικαιοσύνη τοῦ Θεοῦ, ὅτι ἦμεν ἁμαρτωλοὶ καὶ ὁ Χριστὸς ἀπέθανεν ὑπὲρ ἡμῶν; Εἰ δὲ ὧδέ ἐστιν ἐλεήμων, πιστεύσωμεν, ὅτι ἀλλοίωσιν οὐ δέχεται.

Μὴ γένοιτο ἡμᾶς λογίσασθαί ποτε τοῦτο τὸ ἀνόμημα, ἵνα ποτὲ εἴπωμεν τὸν Θεὸν ἀνελεήμονα· ὅτι οὐκ ἀλλοιοῦται τὸ ἴδιον τοῦ Θεοῦ, ὥσπερ οἱ νεκροί, καὶ οὐ κτᾶταί τι ὅπερ οὐκ ἔχει, ἢ ὅπερ ἔχει ὑστερεῖ ἢ προσθήκην λαμβάνει, καθάπερ τὰ κτίσματα. Ἀλλ’ ὅπερ ἔχει ὁ Θεὸς ἐξ ἀρχῆς, ἔξει ἀεὶ ἕως ἀτελευτήτου τέλους, καὶ ἔχει, καθάπερ ὁ μακάριος Κύριλλος εἶπεν ἐν τῇ ἑρμηνείᾳ τῆς γενέσεως. Φοβοῦ, φησί, ἐκ τῆς ἀγάπης αὐτόν, καὶ μὴ ἐκ τοῦ ὀνόματος τοῦ σκληροῦ τοῦ τεθέντος ἐπ’ αὐτόν.

Ἀγάπησον αὐτόν, ὡς χρεωστεῖς ἀγαπῆσαι αὐτόν, καὶ μὴ διὰ τὰ μέλλοντα δίδοσθαι ὑπ’ αὐτοῦ, ἀλλ’ ὑπὲρ ὧν ἐλάβομεν. Καὶ διὰ τὸν κόσμον τοῦτον μόνον, ὃν ἐποίησε δι’ ἡμᾶς, τίς γάρ ἐστιν ὁ δυνάμενος ἀνταμείψασθαι αὐτόν; Ποῦ ἐστι ἡ ἀνταπόδοσις αὐτοῦ ἐν τοῖς ἔργοις ἡμῶν; Τίς ἔπεισεν αὐτὸν ἐξ ἀρχῆς παραγαγεῖν ἡμᾶς εἰς τὴν κτίσιν; Καὶ τίς ἐστιν ὁ παρακαλῶν αὐτὸν ὑπὲρ ἡμῶν, ὅταν γινώμεθα ἀμνήμονες; Ὅτε δὲ οὐκ ἦμέν ποτε, τίς ἐστιν ὁ ἐξυπνίσας τὸ σῶμα ἡμῶν ἐκεῖνο πρὸς τὴν ζωήν;

Καὶ πάλιν πόθεν πίπτει ἡ ἔννοια τῆς γνώσεως εἰς τὸν χοῦν; Ὦ τῆς θαυμαστῆς ἐλεημοσύνης τοῦ Θεοῦ. Ὢ ἔκπληξις τῆς χάριτος τοῦ Θεοῦ καὶ κτίστου ἡμῶν. Ὢ δύναμις ἡ ἱκανοῦσα εἰς πάντα. Ὢ τῆς χρηστότητος τῆς ἀμέτρου, ἧς τὴν φύσιν ἡμῶν τῶν ἁμαρτωλῶν πάλιν εἰσάγει πρὸς ἀνάπλασιν αὐτῶν.

Τίς ἱκανοῖ πρὸς τὴν δόξαν αὐτοῦ; Τὸν παραβάντα αὐτὸν καὶ βλασφημήσαντα ἐγείρει, τὸν χοῦν τὸν ἀλόγιστον καινίζει, καὶ συνετὸν καὶ λογικὸν ποιεῖ, καὶ τὸν διεσκορπισμένον νοῦν καὶ ἀναίσθητον καὶ τὰς διεσκορπισμένας αἰσθήσεις, φύσιν λογικὴν καὶ ἀξίαν ἐννοίας ἐμποιεῖ. Οὐχ ἱκανοῖ γὰρ ὁ ἁμαρτωλὸς ἐννοῆσαι τὴν χάριν τῆς ἀναστάσεως αὐτοῦ. Ποῦ ἐστιν ἡ γέεννα, ἡ δυναμένη λυπῆσαι ἡμᾶς; Καὶ ποῦ ἐστιν ἡ κόλασις, ἡ ἐκφοβοῦσα ἡμᾶς πολυμερῶς καὶ νικῶσα τὴν εὐφροσύνην τῆς ἀγάπης αὐτοῦ; Καὶ τί ἐστιν ἡ γέεννα πρὸς τὴν χάριν τῆς ἀναστάσεως αὐτοῦ, ὅταν ἐγείρῃ ἡμᾶς ἐκ τοῦ ᾅδου καὶ ποιήσῃ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι τὴν ἀφθαρσίαν, καὶ τὸν εἰς ᾅδην πεσόντα ἐγείρῃ ἐν δόξῃ;

Ὦ διακριτικοί, δεῦτε καὶ θαυμάσατε. Τίς ἔχων σοφὴν διάνοιαν καὶ θαυμαστὴν θαυμάσει κατ’ ἀξίαν τὴν χάριν τοῦ δημιουργοῦ ἡμῶν; Ἡ ἀνταπόδοσις τῶν ἁμαρτωλῶν ἐστι, καὶ ἀντὶ τῆς ἀνταποδόσεως τῆς δικαίας, αὐτὸς ἀνάστασιν ἀνταποδίδωσιν αὐτοῖς· καὶ ἀντὶ τῶν σωμάτων τῶν καταπατησάντων τὸν νόμον αὐτοῦ, ἀφθαρσίας δόξαν τελείαν ἐνδύει αὐτούς. Αὕτη ἡ χάρις ἐστὶν ἡ μειζοτέρα, ἡ μετὰ τὸ ἁμαρτῆσαι ἡμᾶς ἀναστήσασα, ὑπὲρ ἐκείνην, ὅτε οὐκ ἦμεν, καὶ παρήγαγεν ἡμᾶς εἰς κτίσιν.

Δόξα, Κύριε, τῇ χάριτί σου τῇ ἀμέτρῳ. Ἰδού, Κύριε, τὰ κύματα τῆς χάριτός σου σιωπῆσαί με ἐποίησαν, καὶ οὐκ ἀπελείφθη ἐν ἐμοὶ ἔννοια ἐξ ἐναντίας τῶν εὐχαριστιῶν σου. Ποίοις στόμασιν ἐξομολογησόμεθά σοι, βασιλεῦ ἀγαθέ, ὁ ἀγαπῶν τὴν ζωὴν ἡμῶν; Δόξα σοι ἐπὶ τοῖς δυσὶ κόσμοις, οὓς ἐδημιούργησας πρὸς αὔξησιν καὶ τρυφὴν ἡμῶν, ἄγων ἡμᾶς ἐκ πάντων, ὧν ἐδημιούργησας, πρὸς γνῶσιν τῆς δόξης σου, ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. Ἀμήν.

ΛΟΓΟΣ ΞΑʹ ΠΕΡΙ ΤΟΥ ΠΟΘΕΝ ΦΥΛΑΤΤΕΤΑΙ Η ΝΗΨΙΣ Η ΚΡΥΠΤΗ Η ΕΣΩ ΕΝ ΤΗι ΨΥΧΗι ΓΙΝΟΜΕΝΗ ΚΑΙ ΠΟΘΕΝ ΕΙΣΕΡΧΕΤΑΙ Ο ΥΠΝΟΣ ΚΑΙ Η ΨΥΧΡΟΤΗΣ ΕΝ ΤΗι ΔΙΑΝΟΙΑι ΚΑΙ ΣΒΕΝΝΥΕΙ ΤΗΝ ΘΕΡΜΗΝ ΤΗΝ ΑΓΙΑΝ ΑΠΟ ΤΗΣ ΨΥΧΗΣ ΚΑΙ ΑΠΟΝΕΚΡΟΙ ΤΗΝ ΕΙΣ ΘΕΟΝ ΕΠΙΘΥΜΙΑΝ ΑΠΟ ΤΗΣ ΘΕΡΜΗΣ ΤΩΝ ΠΝΕΥΜΑΤΙΚΩΝ ΚΑΙ ΟΥΡΑΝΙΩΝ Οὐκ ἔστι δυνατὸν τοῖς ἔχουσι τὰς καλὰς ἐπιθυμίας ὑπὸ τῆς ἐναντιώσεως κωλυθῆναι δρᾶσαι ταύτας, ἐὰν μὴ εὕρῃ ὁ πονηρὸς χώραν καλῆς προφάσεως ἐν τοῖς ποθοῦσι τὸ καλόν. Ἔστι δὲ τὸ πρᾶγμα παρὰ τοῦτο. Πάσῃ ἐννοίᾳ ἐπιθυμίας ἀγαθῆς ἐν τῇ ἀρχῇ τῆς κινήσεως αὐτῆς ἀκολουθεῖ ζῆλός τις, ὅμοιος τοῖς τοῦ πυρὸς ἄνθραξιν ἐν τῇ ἑαυτοῦ θερμότητι, καὶ οὗτος εἴωθε περιτειχίζειν ταύτην τὴν ἔννοιαν καὶ ἀποδιώκειν ἀπὸ τῶν ἔγγιστα αὐτῆς πᾶσαν ἐναντίωσιν καὶ ἐμποδισμὸν καὶ κώλυμα γινόμενον αὐτῇ. Ἰσχὺν γὰρ πολλὴν καὶ δύναμιν ἄρρητον κτᾶται οὗτος ὁ ζῆλος τοῦ περιτειχίζειν τὴν ψυχὴν πᾶσαν ὥραν ἐκ τῆς χαυνώσεως ἢ τοῦ μὴ πτοεῖσθαι τὰς ὁρμὰς τῶν περιστάσεων ἁπασῶν.

Καὶ αὕτη μὲν ἡ ἔννοια ἡ πρώτη, ἡ δύναμίς ἐστι τῆς ἁγίας ἐπιθυμίας, ἡ ἐν τῇ φύσει τῆς ψυχῆς φυσικῶς πεφυτευμένη. Οὗτος δὲ ὁ ζῆλός ἐστιν ἡ ἔννοια ἡ κινουμένη ἐκ τῆς θυμικῆς δυνάμεως, τῆς οὔσης ἐν αὐτῇ, ἡ ἐκ Θεοῦ τεθεῖσα ἡμῖν συμφερόντως, τοῦ τηρῆσαι τὸν ὅρον τῆς φύσεως, τοῦ ἐκπέμψαι τὴν ἔννοιαν τῆς ἐλευθερίας αὐτῆς, εἰς πλήρωσιν τῆς φυσικῆς ἐπιθυμίας, τῆς ἐν τῇ ψυχῇ οὔσης, ἥτις ἐστὶν ἡ ἀρετή, ἧς χωρὶς ἀγαθὸν οὐκ ἐργάζεται. Καὶ καλεῖται ζῆλος, ὅτι αὐτός ἐστιν ὁ κινῶν καὶ ζηλῶν καὶ ἐξάπτων καὶ ἐνισχύων τὸν ἄνθρωπον κατὰ καιρὸν καὶ καιρὸν καταφρονεῖν τῆς σαρκὸς ἐν ταῖς θλίψεσι καὶ τοῖς πειρασμοῖς τοῖς φοβεροῖς τοῖς ἀπαντῶσιν αὐτῷ καὶ τοῦ παραδιδόναι εἰς θάνατον ἀεὶ τὴν ἑαυτοῦ ψυχήν, καὶ ἀπαντᾶν τῇ ἀποστατικῇ δυνάμει ὑπὲρ τῆς τελειώσεως ἐκείνου τοῦ πράγματος, οὗ ἡ ψυχὴ πόθον ἔσχε σφοδρόν.

Ἄνθρωπος γάρ τις ἐνδεδυμένος τὸν Χριστόν, κῦνα τὸν ζῆλον τοῦτον ἐκάλεσεν ἐν τοῖς λόγοις αὑτοῦ καὶ φύλακα τοῦ νόμου τοῦ Θεοῦ, ὅπερ ἐστὶν ἡ ἀρετή· ἡ γὰρ ἀρετὴ νόμος Θεοῦ καλεῖται. Στερεοῦται δὲ ἡ δύναμις αὕτη τοῦ ζήλου καὶ ἐξυπνίζεται καὶ ἐξάπτεται εἰς φυλακὴν τοῦ οἴκου κατὰ δύο τρόπους, καὶ ἀσθενεῖ πάλιν καὶ νυστάζει καὶ ῥᾳθυμεῖ κατὰ δύο τρόπους. Ἤγουν, ὁ ἐξυπνισμὸς καὶ ἡ ἔξαψις γίνεται, ὅταν τῷ ἀνθρώπῳ ἐννοηθῇ φόβος τις, καταπτοῶν αὐτὸν ὑπὲρ τοῦ ἀγαθοῦ, οὗ ἐκτήσατο, ἢ ὃ μέλλει κτήσασθαι, μήπως κλαπείη, ἤτοι ἀφανισθείη ἔκ τινος τῶν συμβαινόντων καὶ ἀκολουθούντων αὐτῷ. Καὶ τοῦτο ἐκ τῆς θείας προνοίας κινεῖται· λέγω δὴ ὁ φόβος ἐν πᾶσι τοῖς ἐργαζομένοις τὴν ἀρετὴν ἐξ ἀληθείας εἰς ἐξυπνισμὸν καὶ ζῆλον διαμένοντα ἐν τῇ ψυχῇ, ἵνα μὴ νυστάξῃ.

Ὅταν δὲ ὁ φόβος οὗτος κινηθῇ ἐν τῇ φύσει, ὁ ζῆλος ὁ ῥηθεὶς ὑφ’ ἡμῶν κύων, νυκτὸς καὶ ἡμέρας ὥσπερ κλίβανος καιόμενος θερμαίνεται καὶ ἐξυπνίζει τὴν φύσιν, καὶ καθ’ ὁμοιότητα τῶν Χερουβὶμ ἐξυπνίζεται καὶ προσέχει τοῖς περικύκλῳ αὐτοῦ κατὰ πᾶσαν ὥραν. Καὶ ὡς λέγει ὁ ἄνθρωπος, ἐὰν ὄρνεον διέρχεται, κύκλῳ αὐτοῦ κινεῖται καὶ ὑλακτεῖ ἐν ὁρμῇ ὀξυτάτῃ καὶ ἀρρήτῳ.

Καὶ αὐτὸς ὁ φόβος ὅταν γίνηται, διότι ἐδίστασεν εἰς τὴν πρόνοιαν τοῦ Θεοῦ ἐν τῇ πίστει αὑτοῦ καὶ ἐπελάθετο πῶς ἐπιμελεῖται ὁ Θεὸς καὶ προνοεῖται τῶν ἀγωνιζομένων ὑπὲρ τῆς ἀρετῆς, τοῦ ἐπισκέπτεσθαι αὐτοὺς καθ’ ὥραν, ὡς καὶ τὸ Πνεῦμα τὸ ἅγιον, διὰ στόματος τοῦ Προφήτου λέγει, «ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους», καὶ τὰ ἑξῆς. Καὶ πάλιν, «κραταίωμα Κύριος τῶν φοβουμένων αὐτόν». Καὶ αὐτὸς ὡς ἐκ προσώπου αὐτοῦ εἶπε τοῖς φοβουμένοις αὐτόν· «οὐ προσελεύσεται πρὸς σὲ κακά, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου».

Ὅταν δὲ ὑπὲρ τῆς ψυχῆς γένηται ὁ φόβος, διὰ τὰ συμβαίνοντα τῇ ἀρετῇ καὶ ἀκολουθοῦντα, ἵνα μὴ κλαπῇ ἢ βλαβῇ ἔκ τινος τῶν αἰτιῶν, οὗτος ὁ λογισμὸς θεϊκός ἐστι, καὶ μέριμνα ἀγαθὴ καὶ ἐκ τῆς προνοίας τοῦ Θεοῦ ἐστιν ἡ λύπη αὕτη καὶ ἡ βάσανος.

Καὶ πάλιν ὁ δεύτερος τρόπος, ἤγουν ἡ ἰσχὺς καὶ ἡ ἔξαψις τοῦ κυνός ἐστιν, ὅταν ἐπὶ πλεῖον αὐξηθῇ ἡ ἐπιθυμία τῆς ἀρετῆς ἐν τῇ ψυχῇ. Καθ’ ὅσον γὰρ ἡ ἐπιθυμία ἐν τῇ ψυχῇ αὐξάνεται, κατὰ τοσοῦτον καὶ οὗτος ὁ κύων ἐξάπτεται, ὅς ἐστιν ὁ φυσικὸς ζῆλος ὑπὲρ τῆς ἀρετῆς.

Ἡ δὲ πρώτη πρόφασις τῆς ψυχρότητος αὐτοῦ ἐστιν, ὅταν αὕτη ἡ ἐπιθυμία λήξῃ καὶ ἐλαττωθῇ ἐν τῇ ψυχῇ· ἡ δευτέρα δέ ἐστιν, ὅταν πεποιθήσεως καὶ θάρσους λογισμός τις εἰσέλθῃ ἐν τῇ ψυχῇ καὶ καταμείνῃ ἐν αὐτῇ καὶ ἐλπίσῃ ὁ ἄνθρωπος καὶ ἐνθυμηθῇ καὶ δοκήσῃ ὅτι οὐκ ἔστιν αὐτῷ φόβος ἔκ τινος δυνάμεως βλάψαι αὐτόν. Καὶ ἐκ τούτου λύει ἐξ αὐτοῦ τὰ ὅπλα τοῦ ζήλου καὶ γίνεται ὥσπερ οἶκος ἀφύλακτος. Καὶ ὑπνοῖ ὁ κύων καὶ ἀφίησι τὴν φυλακὴν ἐπὶ πολύ.

Ἐκ τούτου τοῦ λογισμοῦ κλέπτονται οἱ πλεῖστοι τῶν νοητῶν οἴκων. Καὶ τοῦτο γίνεται, ὅταν ἀμαυρωθῇ τὸ καθαρὸν τῆς ἐλλάμψεως ἐκείνης τῆς γνώσεως τῆς ἁγίας, τῆς ἐν τῇ ψυχῇ. Καὶ πόθεν ἀμαυροῦται τόδε, εἰ μὴ λογισμός τις λεπτότατος τῆς ὑπερηφανίας ὑπεισῆλθε τῇ ψυχῇ καὶ ἐνεφώλευσεν ἐκεῖ, ἢ ἐξηκολούθησεν ὁ ἄνθρωπος ἐπὶ πλέον τῇ μερίμνῃ τῶν παρερχομένων, ἢ τῇ ἀπαντήσει τῇ συνεχεῖ τοῦ κόσμου τῇ ἀπατώσῃ αὐτόν, ἢ ἐκ τῆς γαστρὸς τῆς κυρίας πάντων τῶν κακῶν.

Πάντοτε γάρ, ὅταν ἔλθῃ ὁ ἀγωνιστὴς πρὸς τὴν ἀπάντησιν τοῦ κόσμου, εὐθὺς ἡ ψυχὴ αὐτοῦ ἀτονεῖ. Ὡσαύτως δέ, καὶ ὅταν εἰς τὴν ἀπάντησιν τῶν πολλῶν, τῶν μόνων ἐξ ἀνάγκης ἐκ τῆς κενοδοξίας συντριβόντων τὴν ψυχὴν αὐτοῦ. Καὶ εἰ δεῖ συντόμως εἰπεῖν, ὅμοιός ἐστιν ὁ νοῦς τοῦ δραπετεύοντος, ἡνίκα ἀπαντήσει τῷ κόσμῳ, τῷ κυβερνήτῃ τῷ ἐν γαλήνῃ διαπορευομένῳ ἐν τῇ θαλάσσῃ καὶ ἐξαίφνης ἐμπεσόντι ἐν μέσῳ τῶν πετρῶν καὶ ναυαγοῦντι.

Τῷ δὲ Θεῷ ἡμῶν δόξα, κράτος, τιμὴ καὶ μεγαλοπρέπεια εἰς τοὺς αἰῶνας. Ἀμήν.