Ἔργον
Ἰσαὰκ ὁ Σύρος – Ἀσκητικαὶ ὁμιλίαι
Λόγοι ΝΑ΄-ΝΔ΄: Οι τέσσερις μέθοδοι του δαιμονικού πολέμου
Συστηματική έκθεση των στρατηγικών που μετέρχεται ο διάβολος ανάλογα με το πνευματικό επίπεδο του αγωνιστή, από τους ράθυμους έως τους πλέον έμπειρους.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Λόγοι ΝΑ΄-ΝΔ΄: Οι τέσσερις μέθοδοι του δαιμονικού πολέμου
Συστηματική έκθεση των στρατηγικών που μετέρχεται ο διάβολος ανάλογα με το πνευματικό επίπεδο του αγωνιστή, από τους ράθυμους έως τους πλέον έμπειρους.
ΛΟΓΟΙ ΝΑʹ. ΝΒʹ. ΝΓʹ. ΝΔʹ ΠΕΡΙ ΔΙΑΦΟΡΩΝ ΤΡΟΠΩΝ ΤΟΥ ΠΟΛΕΜΟΥ ΤΟΥ ΕΚ ΤΟΥ ΔΙΑΒΟΛΟΥ ΠΡΟΣ ΤΟΥΣ ΕΝ ΤΗι ΣΤΕΝΗι ΟΔΩι ΤΗι ΥΠΕΡΕΧΟΥΣΗι ΤΟΝ ΚΟΣΜΟΝ ΠΟΡΕΥΟΜΕΝΟΥΣ Ἔχει ἔθος παλαιὸν ὁ διάβολος, ὁ ἀντίπαλος ἡμῶν τοῖς ἐν τῷ ἀγῶνι τούτῳ κατιοῦσι μηχανικῶς, διαιρεῖν τὰς πάλας αὑτοῦ κατ’ αὐτῶν ἐκ τοῦ σχήματος τῶν ὅπλων αὑτοῦ καὶ πρὸς τὸν σκοπὸν τῶν προσώπων ἀλλάσσει τὸν τρόπον τοῦ ἀγῶνος αὑτοῦ.
[ΛΟΓΟΣ ΝΑʹ]. ΠΕΡΙ ΤΟΥ ΠΡΩΤΟΥ ΤΡΟΠΟΥ, ΠΡΟΣ ΤΟΥΣ ΑΜΕΛΕΙΣ Καὶ πρὸς μὲν τοὺς ὄντας ῥᾳθύμους τῇ προαιρέσει καὶ ἐν τοῖς λογισμοῖς ἀσθενεῖς, θεωρεῖ αὐτοὺς καὶ ἐξ ἀρχῆς πολεμεῖ αὐτοὺς σφοδρῶς, ὥστε ἐγείρειν κατ’ αὐτῶν πειρασμοὺς στερεοὺς καὶ ἰσχυρούς, ὅπως γεύσασθαι αὐτοὺς ποιήσῃ τῶν τρόπων τῆς πονηρίας αὑτοῦ ἐκ τῆς ἀρχῆς τῆς ὁδοῦ, ἵνα ἐκ τοῦ πρώτου ἀγῶνος κατάσχῃ αὐτοὺς δειλία καὶ φανῇ αὐτοῖς ἡ ὁδὸς αὐτῶν τραχεῖα καὶ δύσβατος, καὶ εἴπωσιν οὕτως·
Ἐὰν ἡ ἀρχὴ αὐτῆς οὕτω δυσχερὴς καὶ σκληρά, ἕως τοῦ τέλους αὐτῆς τίς δύναται ἀπαντῆσαι τοῖς ἀγῶσι τοῖς πολλοῖς, τοῖς ἐν μέσῳ αὐτῆς τεταγμένοις; Καὶ ἔκτοτε οὐ δύνανται πάλιν στῆναι ἢ ἐλθεῖν εἰς τὸ ἔμπροσθεν, ἀλλ’ οὐδὲ πρὸς ἄλλο τι ἰδεῖν ἐκ τῆς ἐπείξεως τῆς φροντίδος τῆς περὶ τούτου.
Καὶ πρὸς ὀλίγον σφίγγει τὸν πόλεμον αὑτοῦ ὁ διάβολος πρὸς αὐτούς, ἵνα οὕτω φύγωσι. Μᾶλλον δὲ ὁ Θεὸς αὐτός ἐστιν ὁ παραχωρῶν αὐτῷ ἰσχύειν κατ’ αὐτῶν καὶ ἐν μηδενὶ αὐτοῖς βοηθῶν. Διότι ἐν δισταγμῷ καὶ ψυχρότητι εἰς τὸν ἀγῶνα τοῦ Κυρίου εἰσῆλθον. Λέγει γάρ, «ἐπικατάρατος πᾶς ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμελῶς, καὶ κωλύει τὴν χεῖρα ἐκ τοῦ αἵματος»· καὶ πάλιν, «ἐγγὺς Κύριος τοῖς φοβουμένοις αὐτόν». Ἄνευ γὰρ φόβου καὶ ψυχρότητος ἀπαντῆσαι τῷ διαβόλῳ ἐπιτρέπει ὁ Θεός, λέγων· «ἄρξαι τοίνυν τοῦ ἀπολέσαι αὐτὸν καὶ ὅρμησον κατ’ αὐτοῦ πρὸς πόλεμον, καὶ συμπλάκηθι αὐτῷ ἀνδρείως. Καὶ ἄρξομαι ἐπιθεῖναι τὸν φόβον σου ἐπὶ πάντας τοὺς ἐχθρούς σου τοὺς ὑποκάτω τοῦ οὐρανοῦ, λέγει Κύριος». Ἐὰν γὰρ μὴ ἀποθάνῃς θάνατον αἰσθητὸν ἑκουσίως ὑπὲρ τῆς ἀγαθότητος τοῦ Θεοῦ, ἀκουσίως μέλλεις ἀποθανεῖν ἐκ τοῦ Θεοῦ νοητῶς.
Ὅπερ οὖν ἐστι μέρος σου, μὴ δυσχεράνῃς δέξασθαι ὑπὲρ αὐτοῦ ἑκουσίως πρόσκαιρα παθήματα καὶ εἰσελθεῖν εἰς τὴν δόξαν τοῦ Θεοῦ. Ἐὰν γὰρ ἐν τῷ ἀγῶνι τοῦ Κυρίου ἀποθάνῃς σωματικῶς, αὐτός σε ὁ Κύριος στεφανοῖ καὶ τοῖς λειψάνοις σου τοῖς τιμίοις παρέχει ὁ Θεὸς τὴν τιμὴν τῶν μαρτύρων.
Διὰ τοῦτο, ὡς προεῖπον, ὅτι οἱ ἐν προοιμίοις αὐτῶν ἀμελεῖς καὶ χαῦνοι καὶ μὴ βιασθέντες πρὸς θάνατον δοῦναι ἑαυτούς, ἐντεῦθεν ἐν πᾶσι τοῖς πολέμοις εὑρίσκονται ἐλάχιστοι καὶ οὐκ ἀνδρεῖοι· μᾶλλον δὲ ὁ Θεὸς παραχωρεῖ αὐτοὺς διωχθῆναι καὶ πολεμηθῆναι· διότι οὐκ ἐν ἀληθείᾳ ἐξεζήτησαν αὐτόν, ἀλλ’ ὡς πειράζοντες καὶ χλευάζοντες ἐδοκίμασαν τελειῶσαι τὸ ἔργον τοῦ Θεοῦ. Διὰ τοῦτο καὶ αὐτὸς ὁ διάβολος ἐξ ἀρχῆς ἐγνώρισεν αὐτοὺς καὶ ἐδοκίμασε τοὺς λογισμοὺς αὐτῶν, ὁποῖοί εἰσι, τουτέστι δειλοὶ καὶ φίλαυτοι, καὶ μᾶλλον φειδόμενοι τοῦ σώματος αὑτῶν. Διὰ τοῦτο ὡς ἐν καταιγίδι καταδιώκει αὐτούς, διότι δύναμιν νοητήν, ἥνπερ ἔχει ἔθος θεωρεῖν ἐν τοῖς ἁγίοις, οὐ θεωρεῖ ἐν αὐτοῖς. Πρὸς τὴν προαίρεσιν γὰρ τοῦ ἀνθρώπου τὴν πρὸς τὸν Θεὸν καὶ τὴν πρόθεσιν τὴν πρὸς τὸν σκοπὸν τὸν δι’ αὐτόν, οὕτω συνεργεῖ αὐτῷ ὁ Θεὸς καὶ βοηθεῖ καὶ δεικνύει αὐτῷ τὴν πρόνοιαν αὑτοῦ. Οὐ δύναται γὰρ ὁ διάβολος προσεγγίσαι τῷ ἀνθρώπῳ ἢ προσενέγκαι αὐτῷ πειρασμούς, εἰ μὴ ἀμελήσῃ ἢ καὶ παραχωρήσῃ αὐτὸν ὁ Θεός, ἢ ἐὰν χαυνώσῃ αὐτὸν εἰς αἰσχροὺς λογισμοὺς ἀπὸ οἰήσεως καὶ ἐπάρσεως, ἢ ἀπὸ λογισμοῦ δισταγμοῦ καὶ διψυχίας. Τοὺς τοιούτους ὁ διάβολος ἐξαιτεῖται τοῦ περάσαι.
Τοὺς δὲ ἀρχαρίους καὶ ἁπλοῦς καὶ ἀπείρους οὐκ ἐξαιτεῖται παρὰ τοῦ Θεοῦ, ὥσπερ τοὺς ἁγίους καὶ μεγάλους, τοῦ πειράσαι αὐτούς. Διότι γινώσκει, ὅτι οὐ παραχωρεῖ αὐτοὺς ὁ Θεὸς πεσεῖν εἰς τὰς χεῖρας αὐτοῦ. Οἶδε γὰρ ὁ Θεός, ὅτι οὐχ ἱκανοῦσι πρὸς τοὺς πειρασμοὺς τοῦ διαβόλου, εἰ μὴ σχῶσι μίαν αἰτίαν ἐκ τῶν αἰτιῶν, ὧν προεῖπον. Καὶ τότε ἡ δύναμις τῆς προνοίας τοῦ Θεοῦ μακρύνεται ἐξ αὐτῶν.
Οὗτός ἐστιν ὁ εἷς τρόπος τῶν πολέμων τοῦ διαβόλου.
[ΛΟΓΟΣ ΝΒʹ] ΠΕΡΙ ΠΕΡΙ ΤΟΥ ΔΕΥΤΕΡΟΥ ΤΡΟΠΟΥ, ΠΡΟΣ ΤΟΥΣ ΨΥΧΡΟΥΣ Οὓς δὲ ἀνδρείους καὶ δυνατοὺς θεωρεῖ ὁ διάβολος, καὶ τὸν θάνατον εἰς οὐδὲν λογιζομένους καὶ ἐν μεγάλῳ ζήλῳ ἐξελθόντας καὶ εἰς πάντα πειρασμὸν καὶ θάνατον ἐκδεδωκότας ἑαυτοὺς καὶ καταφρονοῦντας τῆς ζωῆς τοῦ κόσμου καὶ τοῦ σώματος καὶ πάντων τῶν πειρασμῶν, τούτοις οὐκ ἀπαντᾷ παραυτίκα ὁ διάβολος, οὐδὲ δεικνύει ἑαυτὸν τούτοις ὡς ἐπὶ πολύ, ἀλλὰ συστέλλει ἑαυτὸν καὶ τόπον δίδωσιν αὐτοῖς καὶ οὐκ ἀπαντᾷ αὐτοῖς πρὸς τὴν πρώτην ὁρμὴν αὐτῶν, οὐδὲ παρατάσσεται πρὸς αὐτοὺς εἰς πόλεμον. Γινώσκει γάρ, ὅτι πᾶσα ἀρχὴ θερμοτέρα ὑπάρχει τοῦ πολέμου καὶ οἶδεν ὅτι πολὺν ζῆλον ἔχει ὁ ἀγωνιστής, καὶ οὐχ ὡς ἔτυχε νικῶνται οἱ ζηλωταὶ τῶν πολεμιστῶν.
Καὶ οὐχ ὡς δειλιῶν ὁ διάβολος ποιεῖ τοῦτο, ἀλλ’ ἐκ τῆς περικειμένης αὐτοῖς θείας δυνάμεως τῆς φοβεριζούσης αὐτὸν ἐκφοβεῖται. Ὅσον οὖν θεωρεῖ αὐτοὺς οὕτως, οὐ τολμᾷ προσψαῦσαι αὐτοῖς, ἕως ὅτου ἴδῃ αὐτοὺς ψυχρανθέντας ἐκ τοῦ ζήλου αὐτῶν καὶ ἀπορρίψαντας τὰ ὅπλα, ἅπερ ἑαυτοῖς ἡτοίμασαν ἐν ταῖς ἑαυτῶν διανοίαις ἐν τῇ ἀλλοιώσει τῶν θείων λόγων καὶ τῶν μνημῶν τῶν συνεργουσῶν καὶ βοηθουσῶν αὐτοῖς.
Καὶ προσέχει εἰς τὸν καιρὸν τῆς ῥαθυμίας αὐτῶν, καὶ ὅταν στραφῶσι μικρὸν ἐκ τῶν προτέρων λογισμῶν αὑτῶν καὶ αὐτοὶ ἀφ’ ἑαυτῶν ἄρξονται ἐφευρίσκειν ἐφευρέσεις τῆς ἥττης αὑτῶν ἐκ τῶν κολακευμάτων τοῦ φρονήματος αὑτῶν, τῶν βρυόντων ἐν αὐτοῖς καὶ ἀφ’ ἑαυτῶν αὐτοὶ ὀρύσσουσι βόθρον ἀπωλείας ταῖς ψυχαῖς αὑτῶν ἐκ τοῦ μετεωρισμοῦ τῶν λογισμῶν, τοῦ ἐκ τῆς ὀκνηρίας γινομένου, ἀφ’ ὧν ἡ ψυχρότης ἐβασίλευσεν ἐν αὐτοῖς, ἤτοι ἐν ταῖς διανοίαις καὶ ταῖς καρδίαις αὐτῶν.
Καὶ ταῦτα μὲν ὁ διάβολος οὐχ ἑκουσίως ποιεῖ, ἡνίκα ἐμποδίζεται τοῦ πολεμεῖν αὐτούς, ἢ ὡς φειδόμενος αὐτῶν, οὐδὲ αἰσχυνόμενος παρ’ αὐτῶν, εἰς οὐδὲν γὰρ ἔχει αὐτούς. Ἀλλὰ λογίζομαι, ὅτι δύναμίς τις περικυκλοῖ τοὺς ἐν θερμότητι ζήλου διακειμένους πρὸς τὸν Θεόν, καὶ τοὺς νηπιωδῶς ἐξερχομένους καὶ ἀλογίστως ἀποτασσομένους, ἐλπίζοντας δὲ εἰς τὸν Θεὸν καὶ πιστεύοντας καὶ ἀγνοοῦντας πρὸς τίνα τὴν πάλην ἔχουσι. Διὰ τοῦτο διώκει ὁ Θεὸς τὴν δεινότητα τῆς πονηρίας αὐτοῦ ἐξ αὐτῶν, τοῦ μὴ ἐγγίσαι αὐτοῖς. Χαλινοῦται γὰρ ὁ ἐχθρὸς θεωρῶν τὸν φύλακα, τὸν ἀεὶ αὐτοὺς φυλάττοντα. Ἐὰν γὰρ τὰς αἰτίας τῆς βοηθείας ἐξ αὐτῶν μὴ ἀπορρίψωσιν, αἵτινές εἰσι δεήσεις καὶ κόποι καὶ ταπεινοφροσύνη, ὁ ἀντιλήπτωρ καὶ βοηθὸς οὐκ ἀναχωρεῖ ἐξ αὐτῶν ποτε.
Βλέπε καὶ γράψον ταῦτα εἰς τὴν καρδίαν σου, ὅτι ἡ φιληδονία καὶ τὸ ἀγαπᾶν τὴν ἀνάπαυσιν αἴτιά ἐστι τῆς παραχωρήσεως. Ἐὰν δέ τις ἐκ τούτων ὑπομείνῃ ἰσχυρῶς ἐγκρατευόμενος, ἐκ τῆς συνεργίας τοῦ Θεοῦ οὐδέποτε ἀπολιμπάνεται, καὶ ὁ ἐχθρὸς οὐ συγχωρεῖται προσβαλεῖν αὐτῷ. Καὶ ἐὰν ἅπαξ συγχωρηθῇ προσβαλεῖν αὐτῷ πρὸς παιδείαν, ἀλλ’ ἀκολουθεῖ αὐτῷ καὶ συνέχει αὐτὸν ἡ ἁγία δύναμις, καὶ οὐ φοβεῖται τοὺς πειρασμοὺς τῶν δαιμόνων, διότι ὁ λογισμὸς αὐτοῦ θαρρεῖ καὶ καταφρονεῖ αὐτῶν δι’ αὐτήν.
Αὕτη γὰρ ἡ θεία δύναμις ἐκδιδάσκει τοὺς ἀνθρώπους ὥσπερ τις ἐκδιδάσκει τινὰ νεώτερον μικρὸν τὸ πλεῦσαι καὶ ὅταν ἄρξηται ποντίζεσθαι ἀναφέρει αὐτόν· διότι ἐπάνωθεν τῶν χειρῶν τοῦ διδάσκοντος αὐτὸν πλέει ὁ νεώτερος. Καὶ ὅταν ἄρξηται ὀλιγωρεῖν, ἵνα μὴ βυθισθῇ, αὐτὸς ὁ βαστάζων αὐτὸν ἐν ταῖς χερσὶν αὑτοῦ ἐπιφωνεῖ αὐτῷ παραθαρσύνων, Μὴ φοβοῦ, ἐγὼ βαστάζω σε. Καὶ ὥσπερ μήτηρ διδάσκει τὸν υἱὸν αὑτῆς τὸν μικρὸν τὸ περιπατεῖν καὶ μακρύνει ἑαυτὴν ἐξ αὐτοῦ καὶ προσκαλεῖται αὐτόν, ὅταν δὲ αὐτὸς ἐρχόμενος πρὸς τὴν μητέρα αὑτοῦ ἄρξηται τρέμειν καὶ διὰ τὴν ἁπαλότητα καὶ τρυφερότητα τῶν ποδῶν καὶ μελῶν πίπτειν, τρέχει ἡ μήτηρ αὐτοῦ καὶ βαστάζει αὐτὸν ἐν ταῖς ἀγκάλαις αὑτῆς, οὕτω καὶ ἡ χάρις τοῦ Θεοῦ βαστάζει καὶ διδάσκει τοὺς ἀνθρώπους, τοὺς καθαρῶς καὶ μετὰ ἁπλότητος ἐκδεδωκότας ἑαυτοὺς εἰς χεῖρας τοῦ πλάστου αὐτῶν, καὶ τοὺς ἐξ ὅλης καρδίας τῷ κόσμῳ ἀποταξαμένους καὶ ὀπίσω αὐτοῦ πορευομένους.
Σὺ δέ, ὦ ἄνθρωπε, ἐξερχόμενος ὀπίσω τοῦ Θεοῦ, ἐν παντὶ καιρῷ τοῦ ἀγῶνός σου ἀεὶ τῆς ἀρχῆς μνημόνευε καὶ τοῦ πρώτου ζήλου τῆς ἀρχῆς τῆς ὁδοῦ καὶ τῶν θερμῶν λογισμῶν, μεθ’ ὧν ἐξῆλθες ἐν προοιμίοις ἔχων ἐκ τοῦ οἴκου σου, καὶ εἰσήνεγκας σεαυτὸν εἰς τὴν παράταξιν τοῦ πολέμου. Οὕτω δοκίμασον σεαυτὸν καθ’ ἑκάστην ἡμέραν· ὅπως μὴ ψυχρανθῇ ἡ θερμότης τῆς ψυχῆς σου ἐκ τοῦ ζήλου τοῦ ἐξαφθέντος ἐν σοὶ ἐξ ἀρχῆς, μήπως ζημιωθῇς τινος τῶν ὅπλων, ὧν ἦς ἐνδεδυμένος ἐν ἀρχῇ τοῦ ἀγῶνός σου. Καὶ ὕψωσον ἀεὶ τὴν φωνήν σου ἐντὸς τῆς παρεμβολῆς καὶ τὰ τέκνα τῶν δεξιῶν, ἤγουν τοὺς οἰκείους λογισμοὺς θάρσυνον καὶ ἀνδρείωσον καὶ δεῖξον τοῖς ἄλλοις, ἤτοι τῷ μέρει τοῦ ἐναντίου, ὅτι νηφάλιος εἶ. Καὶ ἐὰν οὖν ἐν προοιμίοις ὁρᾷς ὁρμὴν φοβερίζουσάν τε τοῦ πειράζοντος, μὴ χαυνωθῇς. Ἴσως αὕτη συμφέρει σοι. Οὐ γὰρ παραχωρεῖ δωρεὰν ὁ σώζων σέ τινα προσεγγίσαι σοι, εἰ μὴ οἰκονομίαν τινὰ προξενῶν πρὸς τὸ συμφέρον σοι.
Ἀλλὰ μὴ δείξῃς ῥᾳθυμίαν ἐξ ἀρχῆς, ἵνα μή, δείξας ὧδε ῥᾳθυμίαν, εἰς τοὔμπροσθεν βαίνων καταπέσῃς καὶ μηκέτι εὑρήσῃς ἀντιστῆναι ταῖς ἐπερχομέναις σοι λύπαις· λέγω δὴ ἐκ τοῦ λιμοῦ καὶ τῆς ἀσθενείας καὶ ἐκ τῶν φοβερῶν φαντασιῶν καὶ τῶν λοιπῶν. Μὴ στρέψῃς τὸν τρόπον τοῦ ἀγωνοθέτου σου, ὅτι βοήθειαν κατὰ τοῦ ἐναντίου προξενεῖ σοι, ὅπως μὴ εὕρῃ σε ὁ ἐχθρός σου ὡς προσδοκᾷ. Ἀλλὰ παρακάλεσον τὸν Θεὸν ἀδιαλείπτως, καὶ κλαῦσον ἐνώπιον τῆς χάριτος αὐτοῦ καὶ πένθησον καὶ μόχθησον, ἕως ἂν ἐξαποστείλῃ σοι βοηθόν. Ἐὰν γὰρ ἅπαξ ἴδῃς τὸν σώζοντά σε πλησίον σου, οὐκ ἔτι ἡττηθήσῃ ἐκ τοῦ ἐχθροῦ σου τοῦ ἐναντιουμένου σοι.
Οὗτοι οἱ δύο τρόποι τῆς πάλης τοῦ διαβόλου ἕως ὧδε.
[ΛΟΓΟΣ ΝΓʹ]. ΠΕΡΙ ΠΕΡΙ ΤΟΥ ΤΡΙΤΟΥ ΤΡΟΠΟΥ, ΠΡΟΣ ΤΟΥΣ ΔΥΝΑΤΟΥΣ Ὅταν οὖν μετὰ ταῦτα πάντα ἐπαναστῇ ὁ διάβολός τινι καὶ οὐ δύναται πρὸς αὐτὸν ἐν ἀγῶνι, μᾶλλον δὲ πρὸς τὸν ἐνισχύοντα αὐτὸν καὶ βοηθοῦντα αὐτῷ, δι’ ὃν ὁ ἄνθρωπος κατεπαίρεται αὐτοῦ καὶ λαμβάνει παρ’ αὐτοῦ δύναμιν καὶ ὑπομονήν, ὥστε τὸ παχυμερὲς σῶμα καὶ ὑλικὸν νικῆσαι τὸν ἀσώματον καὶ νοερόν, ἡνίκα οὖν ἴδῃ ὁ ἐχθρὸς πᾶσαν ταύτην τὴν δύναμιν, ἥνπερ ἐδέξατο ὁ ἄνθρωπος ἐκ τοῦ Θεοῦ, καὶ τὰς ἔξω αἰσθήσεις αὐτοῦ ἐκ τῶν ὁρωμένων πραγμάτων καὶ τῶν φωνῶν τῶν ἀκουομένων μὴ ἡττωμένας καὶ τοὺς λογισμοὺς αὐτοῦ ὑπὸ τῶν κολακευμάτων καὶ θωπευμάτων αὐτοῦ μὴ χαυνουμένους, τότε λοιπὸν ἐπιθυμεῖ ὁ δόλιος ζητῆσαι τρόπον τινὰ τοῦ ἀποστῆσαι τὸν βοηθοῦντα τὸν ἄνθρωπον, τὸν ἄγγελον ἐκεῖνον ἀπ’ αὐτοῦ. Μᾶλλον δὲ ἐπιθυμεῖ ὁ δόλιος τυφλῶσαι τὸν νοῦν τοῦ ἀνθρώπου καὶ βοηθουμένου, καὶ εὑρεθῆναι αὐτὸν ἀβοήθητον, καὶ κινῆσαι ἐν αὐτῷ λογισμοὺς ὑπερηφανίας, ἵνα δοκῇ, ὅτι ὑπὸ τῆς ἑαυτοῦ δυνάμεως ὅλη ἡ ἰσχὺς αὕτη καὶ αὐτὸς ἑαυτῷ τὸν πλοῦτον τοῦτον ἐκτήσατο καὶ τῇ δυνάμει αὐτοῦ ἐφύλαξεν ἑαυτὸν ἐκ τοῦ ἐναντίου καὶ φονευτοῦ.
Καὶ ποτὲ μὲν λογίζεται, ὅτι ἐκ συμβεβηκότος ἐνίκησε τὸν ἐχθρόν, ποτὲ δέ, ὅτι διὰ τὴν ἀδυναμίαν τοῦ ἐχθροῦ, καὶ σιωπῶ περὶ τῶν ἄλλων τρόπων καὶ τῶν λογισμῶν τῆς βλασφημίας, ἐξ ὧν ἐμπίπτει εἰς φόβον ἡ ψυχὴ ἐκ τῆς μνήμης αὐτῶν καὶ μόνον· ποτὲ δὲ ἐν σχήματι τῶν ἀποκαλύψεων τῶν ἐκ τοῦ Θεοῦ τὴν πλάνην αὐτοῦ εἰς τὸ μέσον φέρει καὶ ἐν τοῖς ἐνυπνίοις αὐτοῦ δεικνύει αὐτῷ πράγματα. Καὶ πάλιν ἐν ἐγρηγόρσει μορφοῦται εἰς ἄγγελον φωτὸς καὶ πάντα ποιεῖ, ἵνα δυνηθῇ πεῖσαι τὸν ἄνθρωπον κατὰ μικρὸν καὶ μικρὸν συμφρονῆσαι αὐτῷ, ἵνα παραδοθῇ εἰς χεῖρας αὐτοῦ.
Ἐὰν δὲ κρατήσῃ τοὺς λογισμοὺς αὐτοῦ ἐν ἀσφαλείᾳ ὁ φρόνιμος ἄνθρωπος, μᾶλλον δὲ κρατήσῃ τὴν μνήμην τοῦ συνεργοῦντος αὐτῷ καὶ ἀτενίσῃ εἰς τὸν οὐρανὸν τὸ ὄμμα τῆς καρδίας αὐτοῦ, ἵνα μὴ βλέπῃ τοὺς ψιθυρίζοντας ταῦτα ἐν αὐτῷ, πάλιν ὁ ἐχθρὸς ἐπιτηδεύεται μηχανήσασθαι ἄλλους τρόπους.
[ΛΟΓΟΣ ΝΔʹ]. ΠΕΡΙ ΤΟΥ ΤΕΤΑΡΤΟΥ ΤΡΟΠΟΥ, ΠΡΟΣ ΤΟΥΣ ΔΟΚΙΜΟΥΣ Λοιπὸν τοῦτο μόνον ὑπελείφθη αὐτῷ· διότι συγγένειαν ἔχει ἡ φύσις πρὸς αὐτὸ καὶ διὰ τοῦτο ἐξαιρέτως ἐκδέχεται ποιήσασθαι τὸν ἀφανισμὸν τοῦ ἀνθρώπου ἐν αὐτῷ. Ποῖον δέ ἐστι τὸ μηχάνημα; Τοῦτό ἐστι· τὸ προβάλλειν τῷ ἀνθρώπῳ ἐν ταῖς φυσικαῖς χρείαις αὐτοῦ. Πολλάκις γὰρ τυφλοῦται ὁ νοῦς τοῦ ἀθλητοῦ ἐκ τῆς ὁράσεως καὶ τοῦ πλησιασμοῦ τῶν αἰσθητῶν πραγμάτων, καὶ εὐχερῶς ἐν τῷ ἀγῶνι ἡττᾶται, ὅταν πλησίον αὐτῶν γένηται, πολὺ δὲ μᾶλλον, ὅταν εὑρεθῶσι κατέναντι τῶν ὀφθαλμῶν αὐτοῦ.
Ἐν γνώσει γὰρ καὶ πείρᾳ χρῆται τῇ μεθόδῳ ταύτῃ ὁ διάβολος ὁ δεινός· ἤγουν ἐκ τῆς πείρας τῆς μετὰ τῶν πολλῶν ἀγωνιστῶν καὶ ἰσχυρῶν καὶ δυνατῶν, τῶν ἐν τούτοις ἐκπεσόντων, καὶ τοῦτο σοφιστικῶς ποιῶν. Κἂν γὰρ μὴ δυνηθῇ πρακτικῶς ποιῆσαι τὸν ἄνθρωπον ἐνεργῆσαι, διὰ τὴν ἀσφάλειαν τῆς ἡσυχίας αὐτοῦ καὶ διὰ τὴν ἀποχὴν τῆς κατοικήσεως αὐτοῦ ἐκ τῶν ἀφορμῶν καὶ αἰτιῶν, ὅμως ἀγωνίζεται φαντάσαι τὸν νοῦν αὐτῶν, γαργαλίζων αὐτούς, κινήσεις κινῶν ἐν αὐτοῖς τοῦ διαλογίζεσθαι αὐτοὺς ἐν τοῖς αἰσχροῖς λογισμοῖς καὶ συγκατατίθεσθαι καὶ γενέσθαι ὑπευθύνους, ὥστε ἀποστῆναι ἀπ’ αὐτῶν τὸν βοηθὸν αὐτῶν.
Ἐπίσταται γάρ, ὅτι ἡ νίκη τοῦ ἀνθρώπου καὶ ἡ ἧττα αὐτοῦ καὶ ὁ θησαυρὸς αὐτοῦ καὶ ἡ ἀντίληψις αὐτοῦ καὶ πάντα τὰ τοῦ ἀσκητοῦ ἐν τῷ λογισμῷ αὐτοῦ συνίστανται καὶ ἐν μικρῷ νεύματι γίνεται, ἵνα μόνον ὁ λογισμὸς ἐκ τοῦ τόπου κινηθῇ καὶ προαιρέσει δείξει ῥοπῇ νεύματος τὴν συγκατάθεσιν καὶ ἐξ ἐκείνου τοῦ ὕψους εἰς τὴν γῆν κατέλθῃ, ὡς συνέβη πολλοῖς τῶν ἁγίων ἐν φαντασίαις κάλλους γυναικῶν. Πολλάκις δὲ καὶ τοὺς πλησιάζοντας κόσμῳ, ὡς ἀπὸ μιλίου ἢ δύο ἢ καὶ διαστήματος ἡμέρας, αὐτὰς τὰς γυναῖκας ἐν ἀληθείᾳ ἐτροπεύσατο ἀγαγεῖν πρὸς αὐτούς. Τοὺς δὲ ἀπέχοντας ἐκ τοῦ κόσμου ἐπεὶ οὐ δύναται παγιδεῦσαι, ἐν φαντασίαις δεικνύει αὐτοῖς τὸ κάλλος τῶν γυναικῶν, ποτὲ μὲν ἐν καλλωπισμῷ ἱματίων καὶ θεωρίᾳ ἀσελγείας, ποτὲ δὲ ἐν σχήματι γυμνῆς γυναικὸς δεικνύων αὐτοῖς ἀπρεπῶς. Διὰ γὰρ τούτων καὶ τῶν τοιούτων, τοὺς μὲν ἐνίκησεν εἰς αὐτὸ τὸ πρᾶγμα, οἱ δὲ ἐν φαντασίαις ἐνεπαίχθησαν διὰ τὴν ῥᾳθυμίαν τῶν λογισμῶν αὑτῶν, ὥστε εἰς ἀπογνώσεως βυθὸν ἐλθεῖν αὐτούς, καὶ πρὸς τὸν κόσμον ἐξέκλιναν καὶ τῆς ἐπουρανίου ἐλπίδος ἐξέπεσον αἱ ψυχαὶ αὐτῶν.
Ἄλλοι δὲ ἰσχυρότεροι αὐτῶν καὶ ὑπὸ τῆς χάριτος πεφωτισμένοι, ἐνίκησαν αὐτὸν καὶ τὰς φαντασίας αὐτοῦ καὶ ἐπάτησαν τὰς τοῦ σώματος ἡδονὰς καὶ εὑρέθησαν δόκιμοι ἐν τῇ ἀγάπῃ τοῦ Θεοῦ. Καὶ πολλάκις φαντασίας χρυσίου καὶ τιμίων πραγμάτων καὶ θησαυροὺς χρυσοὺς ἐφάντασεν αὐτούς, καὶ ἔστιν ὅτε ἐν ἀληθείᾳ ὑπέδειξεν αὐτοῖς ταῦτα, ἵνα διὰ τῶν τοιούτων διαφόρων φαντασιῶν, ἴσως δυνηθῇ ἐμποδίσαι τινὰ ἐξ αὐτῶν ἐκ τοῦ δρόμου αὐτοῦ καὶ ὑποσκελίσαι αὐτὸν διὰ μιᾶς τῶν παγίδων καὶ τῶν δικτύων αὐτοῦ.
Ἀλλὰ Κύριε, Κύριε, μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμοὺς τοιούτους, ὁ γινώσκων τὴν ἀσθένειαν ἡμῶν, ἐξ ὧν μόλις δυνατοὶ καὶ δόκιμοι ἐξέρχονται ἐκ τῆς τοιαύτης πλάνης νικήσαντες. Καὶ ταῦτα ὅλα παραχωρεῖται ὁ πειράζων διάβολος πολεμῆσαι πρὸς τοὺς ἁγίους ἐν πειρασμοῖς, ἵνα δοκιμασθῇ ἡ ἀγάπη τοῦ Θεοῦ ἡ ἐν αὑτοῖς ἐν τοῖς τοιούτοις πειρασμοῖς, ἐὰν διὰ τὴν ἀποχὴν τῶν τοιούτων πραγμάτων καὶ ἀναχώρησιν καὶ στέρησιν καὶ ἀπορίαν αὐτῶν φιλόθεοι ὑπάρχωσι καὶ ἐμμένωσιν ἐν τῇ ἀγάπῃ τοῦ Θεοῦ καὶ ἐξ ἀληθείας τὸν Θεὸν ἀγαπῶσι, καὶ κἂν πλησιάσωσι τοῖς πράγμασι τούτοις, ἀγωνίζονται καταφρονῆσαι καὶ ἐξουθενῆσαι αὐτὰ διὰ τὴν ἀγάπην τοῦ Θεοῦ. Κολακευόμενοι ὑπ’ αὐτῶν, οὐχ ἡττῶνται ὑπ’ αὐτῶν, καὶ οὕτω πειράζονται, οὐχὶ διὰ τοῦτο μόνον ἵνα γνωσθῶσι τῷ Θεῷ, ἀλλὰ καὶ αὐτῷ τῷ διαβόλῳ. Ὅτι ἐπιποθεῖ πολλὰ πειράσαι καὶ δοκιμάσαι πάντας, εἰ ἐνεδέχετο καὶ ἐξαιτήσασθαι αὐτοὺς παρὰ τοῦ Θεοῦ τοῦ πειράσαι αὐτούς, ὥσπερ τὸν δίκαιον Ἰὼβ ἐξῃτήσατο.
Καὶ ἡνίκα μικρὰ παραχώρησις τοῦ Θεοῦ γένηται, προσεγγίζει πειράζων ὁ διάβολος σφοδρῶς, κατὰ τὴν ἀναλογίαν τῆς ποσότητος τῆς δυνάμεως τῶν πειραζομένων ὑπ’ αὐτοῦ, καὶ οὐ προσβάλλει ὁ ἄνομος διάβολος κατὰ τὴν ἐπιθυμίαν αὐτοῦ.
Καὶ ἐκ τούτου δοκιμάζονται οἱ ἀληθινοὶ καὶ βέβαιοι ἐν τῇ τοῦ Θεοῦ ἀγάπῃ, εἰ ὅλων τούτων καταφρονοῦσι καὶ ὡς οὐδὲν λογίζονται ταῦτα κατέναντι τῶν ὀφθαλμῶν αὑτῶν πρὸς σύγκρισιν τῆς ἀγάπης τοῦ Θεοῦ. Καὶ ταπεινοῦντες ἑαυτοὺς ἀεὶ καὶ τῷ εἰς πάντα συνεργοῦντι αὐτοῖς καὶ αἰτίῳ τῆς νίκης αὐτῶν ἀποδιδόντες τὴν δόξαν καὶ εἰς τὰς χεῖρας αὐτοῦ παραδιδόντες ἑαυτοὺς ἐν τῷ ἀγῶνι, λέγοντες τῷ Θεῷ, ὅτι, Σὺ εἶ ὁ δυνατός, Κύριε, καὶ σός ἐστιν ὁ ἀγών, πολέμησον καὶ νίκησον ἐν αὐτῷ, Κύριε, ὑπὲρ ἡμῶν, τότε δοκιμάζονται ὡς χρυσὸς ἐν χωνευτηρίῳ οὗτοι.
Οἵ τινες δέ εἰσι κίβδηλοι, ἐν τοῖς τοιούτοις πειρασμοῖς δοκιμάζονται καὶ γνωρίζονται καὶ πίπτουσιν ἐκ τοῦ Θεοῦ ὡς σκύβαλα, δεδωκότες χώραν τῷ ἐχθρῷ αὑτῶν καὶ ἐξέρχονται ὑπεύθυνοι διὰ τὴν ῥᾳθυμίαν τῆς διανοίας αὑτῶν ἢ διὰ τὴν ὑπερηφανίαν αὑτῶν· ὅτι οὐκ ἠξιώθησαν δέξασθαι τὴν δύναμιν, ἥνπερ εἶχον οἱ ἅγιοι ἐνεργοῦσαν ἐν αὐτοῖς, διότι οὐχ ἡττᾶται ἡ δύναμις ἡ συνεργοῦσα ἡμῖν. Ἔστι γὰρ καὶ παντοδύναμος ὁ Κύριος καὶ ἰσχυρότερος πάντων καὶ ἐν παντὶ καιρῷ νικητὴς ἐν τῷ σώματι τῷ θνητῷ, ὅταν συγκατέλθῃ αὐτοῖς ἐν τῷ πολέμῳ.
Ἐὰν δὲ καὶ νικηθῶσι, δῆλον ὅτι ἐκτὸς αὐτοῦ νικῶνται. Οὗτοί εἰσιν οἱ γυμνοῦντες ἑαυτοὺς τῇ προαιρέσει αὑτῶν ἐξ αὐτοῦ διὰ τὴν ἀγνωμοσύνην αὑτῶν, ὅτι οὐκ ἠξιώθησαν τῆς δυνάμεως τῆς ἀντιλαμβανομένης τῶν νικητῶν, ἀλλὰ καὶ αὐτῆς τῆς δυνάμεως αὑτῶν τῆς συνήθως καὶ ἰδίας, ἧς εἶχον ἐν τοῖς καιροῖς τῶν πολέμων αὑτῶν τῶν σφοδρῶν, αἰσθάνονται ἑαυτοὺς κενοὺς εἶναι ἐξ αὐτῆς. Πῶς δὲ αἰσθάνονται; Θεωροῦσι τὴν πτῶσιν αὑτῶν ἡδεῖαν καὶ γλυκεῖαν ἐν ὀφθαλμοῖς αὑτῶν καὶ ὅτι δύσκολόν ἐστιν ὑπομεῖναι αὐτοὺς τὴν δυσχέρειαν τοῦ ἀγῶνος τοῦ ἐχθροῦ αὑτῶν, ἣν ἐνίκων ἔκπαλαι καθαρῶς μετὰ ζήλου ἐκ τῆς ὁρμῆς τῆς κινήσεως τῆς φύσεως, ἧς εἶχον ἐν τῷ καιρῷ ἐκείνῳ μετὰ θερμότητος καὶ ὀξύτητος. Καὶ ταῦτα ἐν τῇ ψυχῇ αὐτῶν νῦν οὐχ εὑρίσκουσι.
Καὶ οἱ μὲν ἐν ταῖς ἀρχαῖς αὑτῶν ῥᾴθυμοι καὶ χαῦνοι ὑπάρχοντες, οὐ μόνον ἐκ τῶν τῶν ἀγώνων τούτων καὶ τῶν τοιούτων, ἀλλὰ καὶ ἀπὸ ἤχου φύλλου δένδρου δειλιῶσι καὶ ταράσσονται καὶ ἀπὸ μικρᾶς ἀνάγκης τῆς ἀπὸ τῆς χρείας τοῦ λιμοῦ καὶ ἀπὸ μικρᾶς ἀσθενείας νικῶνται καὶ ἀπαρνοῦνται καὶ εἰς τὰ ὀπίσω στρέφονται. Οἱ δὲ ἀληθινοὶ καὶ δόκιμοι οὐδὲ ἐκ τοῦ χόρτου καὶ τοῦ λαχάνου χορτάζονται, οὐδὲ διαιτώμενοι ῥίζαις βοτανῶν ξηρῶν πρὸ τῆς νενομισμένης ὥρας τῆς τροφῆς καταδέχονταί τινος γεύσασθαι, ἀλλὰ καὶ χαμευνοῦσιν ἐν ἀτονίᾳ ὄντες τοῦ σώματος καὶ ἀμβλυωποῦσιν οἱ ὀφθαλμοὶ αὐτῶν ἐκ τῆς ἄγαν κενώσεως τοῦ σώματος· κἂν δὲ ἐκ τῆς ἀνάγκης ἐγγίσῃ ἐξελθεῖν ἐκ τοῦ σώματος, οὐδὲ οὕτω χεῖρα διδοῦσιν ἡττηθῆναι καὶ πεσεῖν ἐκ τῆς ἐρρωμένης προαιρέσεως. Ποθοῦσι γὰρ καὶ ἐφίενται τοῦ βιάσασθαι ἑαυτοὺς διὰ τὴν ἀγάπην τοῦ Θεοῦ καὶ κοπιᾷν ὑπὲρ τῆς ἀρετῆς αἱροῦνται ἢ τὴν πρόσκαιρον ζωὴν ἔχειν καὶ πᾶσαν ἀνάπαυσιν τὴν ἐν αὐτῇ. Καὶ ὅταν ἐπέλθωσιν αὐτοῖς οἱ πειρασμοί, μᾶλλον εὐφραίνονται καὶ ἔτι ἐν αὐτοῖς τέλειοι γίνονται.
Ἀλλ’ οὐδὲ ἐκ τῶν μοχθηρῶν κόπων τῶν γινομένων αὐτοῖς διστάζουσιν ἐν τῇ ἀγάπῃ τοῦ Χριστοῦ, ἀλλ’ ἕως ἂν ἐκλείψωσιν ἐκ τῆς ζωῆς, προθυμοῦνται δέξασθαι γενναίως τὰς ἐπηρείας καὶ οὐκ ἀναχωροῦσιν, ὅτι ἐν αὐτοῖς τέλειοι γίνονται.
Τῷ δὲ Θεῷ ἡμῶν εἴη δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.