Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσαὰκ ὁ Σύρος – Λόγοι ἀσκητικοί

Ἰσαὰκ ὁ Σύρος

Λόγοι ΜΕ'-Ν': Η κρυφή νήψη, οι θλίψεις και η αποφυγή φανερών σημείων

Ο ζήλος ως φύλακας της αρετής, η υπομονή στη θεία πρόνοια, ο πόθος για τη βασιλεία των ουρανών και ο κίνδυνος αναζήτησης θαυμάτων εις βάρος της ταπεινώσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσαὰκ ὁ Σύρος

—

Κεφάλαιο 14 από 18

Τοῦ αὐτοῦ· Λόγος ΜΕʹ Πόθεν φυλάττεται ἡ νῆψις ἡ κρυπτὴ ἡ ἔσω ἐν τῇ ψυχῇ γινομένη, καὶ πόθεν εἰσέρχεται ὁ ὕπνος καὶ ἡ ψυχρότης ἐν τῇ διανοίᾳ καὶ σβεννύει τὴν θέρμην τὴν ἁγίαν ἀπὸ τῆς ψυχῆς καὶ ἀπονεκροῖ τὴν εἰς Θεὸν ἐπιθυμίαν ἀπὸ τῆς θέρμης τῶν πνευματικῶν καὶ οὐρανίων. Οὐκ ἔστι δυνατὸν τοῖς ἔχουσι τὰς καλὰς ἐπιθυμίας, ὑπὸ τῆς ἐναντιώσεως κωλυθῆναι δρᾶσαι ταύτας, εἰ μὴ εὕρῃ ὁ πονηρὸς χώραν κακῆς προφάσεως ἐν τοῖς ποθοῦσι τὸ καλόν. Ἔστι δὲ τὸ πρᾶγμα κατὰ τοῦτο.

Πάσῃ ἐννοίᾳ ἐπιθυμίας ἀγαθῆς, γινομένῃ ἐν τῇ ἀρχῇ τῆς κινήσεως αὐτῆς, ἀκολουθεῖ αὐτῇ ζῆλος τις, ὅμοιος τῶν ἀνθράκων τοῦ πυρὸς ἐν τῇ θερμότητι αὐτοῦ· καὶ οὗτος εἴωθε περιτειχίζειν ταύτην τὴν ἔννοιαν καὶ ἀποδιώκειν ἀπὸ τῶν ἔγγιστα αὐτῆς πᾶσαν ἐναντίωσιν καὶ ἐμποδισμὸν καὶ κώλυμα γινόμενον ἐν αὐτῇ· ἰσχὺν γὰρ πολλὴν καὶ δύναμιν ἄρρητον κτᾶται οὗτος ὁ ζῆλος τοῦ περιτειχίζειν τὴν ψυχὴν πᾶσαν ἐκ τῆς χαυνώσεως ἢ τοῦ πτοεῖσθαι τὰς ὁρμὰς πασῶν τῶν περιστάσεων. Καὶ αὕτη μὲν ἡ ἔννοια ἡ πρώτη ἔστιν ἡ δύναμις τῆς ἁγίας ἐπιθυμίας, ἡ ἐν τῇ φύσει τῆς ψυχῆς φυσικῶς πεφυτευμένη.

Οὗτος δὲ ὁ ζῆλος ἐστὶν ἡ ἔννοια ἡ κινουμένη ἐκ τῆς θυμικῆς δυνάμεως τῆς οὔσης ἐν αὐτῇ, ἡ ἐκ Θεοῦ τεθεῖσα ἐν ἡμῖν συμφερόντως τοῦ τηρῆσαι τὸν ὅρον τῆς φύσεως, τοῦ ἐκπέμψαι τὴν ἔννοιαν τῆς ἐλευθερίας αὐτῆς εἰς ἐκπλήρωσιν τῆς φυσικῆς ἐπιθυμίας τῆς ἐν τῇ ψυχῇ οὔσης, ἥτις ἐστὶν ἡ ἀρετή, ἧς χωρὶς ἀγαθὸν οὐκ ἐργάζεται.

Καὶ καλεῖται ζῆλος, ὅτι αὐτός ἐστιν ὁ κινῶν καὶ ζηλῶν καὶ ἐξάπτων καὶ ἐνισχύων τὸν ἄνθρωπον κατὰ καιρὸν καὶ καιρὸν καταφρονεῖν τῆς σαρκὸς ἐν ταῖς θλίψεσι καὶ τοῖς πειρασμοῖς τοῖς φοβεροῖς τοῖς ἀπαντῶσιν αὐτῷ, [καὶ] τοῦ παραδοῦναι τὴν ψυχὴν αὐτοῦ εἰς θάνατον ἀεὶ καὶ ἀπαντῆσαι τῇ δυνάμει τῇ ἀποστατικῇ ὑπὲρ τῆς τελειώσεως ἐκείνου τοῦ πράγματος, οὗ ἡ ψυχὴ ἐπόθησε σφοδρῶς.

Ἄνθρωπος γὰρ ἐνδεδυμένος τὸν Χριστόν, κύνα τοῦτον τὸν ζῆλον ἐκάλεσεν ἐν τοῖς λόγοις αὐτοῦ καὶ φύλακα τοῦ νόμου τοῦ Θεοῦ, ὅπέρ ἐστιν ἡ ἀρετή· ἡ γὰρ ἀρετή, νόμος Θεοῦ καλεῖται. Στερεοῦται δὲ ἡ δύναμις αὕτη τοῦ ζήλου καὶ ἐξυπνίζεται καὶ ἐξάπτεται εἰς φυλακὴν τοῦ οἴκου κατὰ δύο τρόπους, καὶ ἀσθενεῖ πάλιν καὶ νυστάζει καὶ ῥαθυμεῖ κατὰ δύο τρόπους.

Ὁ πρῶτος τρόπος, ἤγουν ὁ ἐξυπνισμὸς καὶ ἡ ἔξαψις αὐτοῦ, γίνεται ὅτε φόβος τις ἐννοηθῇ ἐν τῷ ἀνθρώπῳ καὶ πτοηθῇ ὁ ἄνθρωπος ὑπὲρ τοῦ ἀγαθοῦ οὗ ἐκτήσατο ἢ μέλλει κτήσασθαι, μήπως κλαπῇ ἢ ἀφανισθῇ ἔκ τινος τῶν συμβαινόντων αὐτῷ καὶ ἀκολουθούντων· καὶ τοῦτο ἐκ τῆς προνοίας τῆς θείας κινεῖται, ἤτοι ὁ φόβος, ἐν πᾶσι τοῖς ἐργαζομένοις τὴν ἀρετὴν ἐξ ἀληθείας, εἰς ἐξυπνισμὸν καὶ ζῆλον διαμένοντα ἐν τῇ ψυχῇ, ἵνα μὴ νυστάξῃ.

Ὅταν δὲ οὗτος ὁ φόβος κινηθῇ ἐν τῇ φύσει, ὁ κύων ὁ ῥηθεὶς ἀφ’ ἡμῶν, ὅπέρ ἐστιν ὁ ζῆλος, νυκτὸς καὶ ἡμέρας ὥσπερ κλίβανος καιόμενος θερμαίνεται, καὶ ἐξυπνίζει τὴν φύσιν, καὶ καθ’ ὁμοιότητα τῶν Χερουβὶμ ἐξυπνίζεται καὶ προσέχει τοῖς περικύκλω αὐτοῦ κατὰ πᾶσαν ὥραν· καὶ ὡς λέγει ἄνθρωπος, ἐὰν ὄρνεον διέρχεται, κύκλῳ αὐτοῦ κινεῖται καὶ ὑλακτεῖ ἐν ὁρμῇ ὀξυτάτῃ καὶ ἀρρήτῳ.

Καὶ αὐτὸς ὁ φόβος, ὅταν γίνηται ὑπὲρ τί τοῦ σώματος, σατανικὸς γίνεται, διότι ἐδίστασεν εἰς τὴν πρόνοιαν τοῦ Θεοῦ ἐν τῇ πίστει αὐτοῦ, καὶ ἐπελάθετο πῶς ἐπιμελεῖται ὁ Θεὸς καὶ προνοεῖται τῶν ἀγωνιζομένων ὑπὲρ τῆς ἀρετῆς, τοῦ ἐπισκέπτεσθαι αὐτοὺς καθ’ ὥραν, ὡς καὶ τὸ Πνεῦμα τὸ ἅγιον διὰ στόματος τοῦ προφήτου λέγει·

Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους καὶ τὰ ἑξῆς, καὶ πάλιν· Κραταίωμα Κύριος τῶν φοβουμένων αὐτόν. Καὶ αὐτὸς ὡς ἐκ προσώπου αὐτοῦ εἶπε τοῖς φοβουμένοις αὐτόν· Οὐ προσελεύσεται πρὸς σὲ κακά, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου καὶ τὰ ἑξῆς.

Ὅταν δὲ ὑπὲρ τῆς ψυχῆς γένηται ὁ φόβος διὰ τὰ συμβαίνοντα τῇ ἀρετῇ καὶ ἀκολουθοῦντα αὐτῇ, ἵνα μὴ κλαπῇ ἢ βλαβῇ ἔκ τινος τῶν αἰτιῶν, οὗτος ὁ λογισμὸς θεϊκός ἐστι καὶ μέριμνα ἀγαθή, καὶ ἐκ τῆς προνοίας τοῦ Θεοῦ ἐστιν ἡ λύπη αὕτη καὶ ἡ βάσανος.

Καὶ πάλιν ὁ δεύτερος τρόπος, ἤγουν ἡ ἰσχὺς καὶ ἡ ἔξαψις τοῦ κυνός, ἔστιν ὅταν ἐπὶ πλεῖον αὐξηθῇ ἡ ἐπιθυμία τῆς ἀρετῆς ἐν τῇ ψυχῇ· καθόσον γὰρ ἡ ἐπιθυμία ἐν τῇ ψυχῇ αὐξάνεται, κατὰ τοσοῦτον ἐξάπτεται οὗτος ὁ κύων, ὅς ἐστιν ὁ ζῆλος ὁ φυσικός, ὑπὲρ τῆς ἀρετῆς.

Ἡ δὲ πρόφασις τῆς ψυχρότητος αὐτοῦ καὶ τοῦ ὕπνου αὐτοῦ, ἡ πρώτη μέν ἐστιν ὅτε αὕτη ἡ ἐπιθυμία λήξει καὶ ἐλαττωθῇ ἐν τῇ ψυχῇ· ἡ δευτέρα δέ ἐστιν ὅτε λογισμός τις πεποιθήσεως καὶ θάρσους εἰσέλθῃ ἐν τῇ ψυχῇ καὶ καταμείνει ἐν αὐτῇ, καὶ αὐτῷ φόβος ἔκ τινος δυναμένου βλάψαι αὐτόν· καὶ ἐκ τούτου λύει ἐξ αὐτοῦ τὰ ὅπλα τοῦ ζήλου καὶ γίνεται ὥσπερ οἶκος ἀφύλακτος καὶ ὑπνοῖ ὁ κύων καὶ ἐξαφεῖ τὴν φυλακὴν ἐπὶ πολύ.

Ἐκ τούτου τοῦ λογισμοῦ κλέπτονται οἱ πλεῖστοι οἶκοι οἱ νοητοί· καὶ τοῦτο γίνεται, ὅταν ἀμαυρωθῇ τὸ καθαρὸν τῆς ἐλλάμψεως ἐκείνης τῆς γνώσεως τῆς ἁγίας τῆς ἐν τῇ ψυχῇ. Καὶ πόθεν ἀμαυροῦται ὅδε, εἰ μὴ λογισμός τις λεπτότατος τῆς ὑπερηφανίας ὑπεισῆλθε τῇ ψυχῇ καὶ ἐνεφώλευσεν ἐκεῖ, ἢ ἐξηκολούθησεν ὁ ἄνθρωπος ἐπὶ πλέον τῇ μερίμνῃ τῶν παρερχομένων, ἢ τῇ ἀπαντήσει τῇ συνεχεῖ τοῦ κόσμου, τῇ ἀπαντώσῃ αὐτόν, ἢ ἐκ τῆς γαστρός, τῆς κυρίας πάντων τῶν κακῶν; Πάντοτε γάρ, ὅταν ἔλθῃ ὁ ἀγωνιστὴς πρὸς τὴν ἀπάντησιν τοῦ κόσμου, εὐθὺς ἡ ψυχὴ αὐτοῦ ἀτονεῖ, μάλιστα ἐν τῇ ἀπαντήσει τῶν γυναικῶν· οὕτως καὶ εἰς τὴν ἀπάντησιν τῶν πολλῶν, τῶν μόνον ἐξ ἀνάγκης ἐκ τῆς κενοδοξίας συντριβόντων τὴν ψυχὴν αὐτοῦ.

Καὶ εἰ δεῖ συντόμως εἰπεῖν, ὅμοιός ἐστιν ὁ νοῦς τοῦ δραπετεύοντος, ἡνίκα ἀπαντήσῃ τῷ κόσμῳ, τῷ κυβερνήτῃ τῷ ἐν γαλήνῃ διαπορευομένῳ ἐν τῇ θαλάσσῃ καὶ ἐξαίφνης ἐμπεσόντι ἐν μέσῳ τῶν πετρῶν.

Τοῦ αὐτοῦ· Λόγος ΜϚʹ Περὶ τῶν ἀλλοιώσεων τῶν πολλῶν τῶν ἀκολουθούντων τῇ διανοίᾳ καὶ τῇ εὐχῇ δοκιμαζομένων. Τὸ προκρίνειν τὸ ἀγαθόν, θέλημα τοῦ ἐπιθυμοῦντος αὐτό ἐστὶ τὸ δὲ τελειῶσαι τὴν ἐκλογὴν τοῦ θελήματος τοῦ ἀγαθοῦ, τοῦτο ἐστι τοῦ Θεοῦ, καὶ δέεταί τις τῆς πολλῆς παρ’ αὐτοῦ ἀντιλήψεως.

Διατοῦτο ἐν τῇ ἐπιθυμίᾳ τῇ ἀγαθῇ, τῇ γενομένῃ ἐν ἡμῖν, εὐχὰς συνεχεῖς ἐπακολουθεῖν ποιήσωμεν, οὐχὶ μόνον δεόμενοι τῆς ἀντιλήψεως, ἀλλ’ ἵνα ποιήσωμεν ἐν αὐτῇ διαφοράν, εἰ ἔστι πρὸς ἀρέσκειαν τοῦ θελήματος αὐτοῦ ἢ οὐ· οὐχὶ γὰρ πᾶσα ἐπιθυμία καλὴ ἐκ τοῦ Θεοῦ ἐμπίπτει εἰς τὴν καρδίαν, ἀλλ’ ἐκείνη ἡ ὠφελοῦσα.

Ἔστι γὰρ ἀγαθόν, ὃ ἐπιθυμεῖ αὐτὸ ὁ ἄνθρωπος, καὶ οὐ βοηθεῖ αὐτῷ ὁ Θεός. Πίπτει γὰρ καὶ ἐκ τοῦ διαβόλου ὁμοία τῆς ἐπιθυμίας ταύτης, καὶ αὐτὴ νομίζεται εἰς βοήθειαν, καὶ πολλάκις οὐκ ἔστι τοῦ μέτρου αὐτοῦ· αὐτὸς δὲ ὁ διάβολος τὴν βλάβην αὐτοῦ μηχανᾶται καὶ ἀναγκάζει τὸν ἄνθρωπον ζητῆσαι αὐτήν, μήπω ἀκμὴν φθάσαντα τὴν πολιτείαν αὐτῆς, ἢ ἀλλοτρία ἐστὶ τοῦ σχήματος αὐτοῦ, ἢ πάλιν οὐκ ἔστι καιρός, ἐν ᾧ δυνατὸν ταύτην πληρῶσαι ἢ κινῆσαι, ἢ οὐκ ἔστιν ἱκανὸς τῷ πράγματι ἢ τῇ γνώσει εἴτε τῷ σώματι, ἢ ὁ καιρὸς οὐ παρέχει ἡμῖν χεῖρα· καὶ ἐν παντὶ τρόπῳ, ὡς ἐν προσώπῳ ἐκείνου τοῦ ἀγαθοῦ, ἢ ταράσσει αὐτὸν ἢ βλάπτει αὐτὸν ἐν τῷ σώματι αὐτοῦ ἢ κρύπτει παγίδα ἐν τῇ διανοίᾳ αὐτοῦ.

Ὅμως, καθὼς εἶπον, συνεχεῖς προσευχὰς ἐν σπουδῇ ποιήσωμεν ἀκολουθεῖν ἐν τῇ ἐπιθυμίᾳ τῇ ἀγαθῇ τῇ γινομένῃ ἐν ἡμῖν, καὶ εἴπωμεν ἕκαστος ἡμῶν, “Γενηθήτω τὸ θέλημά σου, ἕως οὗ τελειώσω τὸ ἔργον τὸ ἀγαθόν, ὃ ἐπεθύμησα ποιῆσαι αὐτό, ἐὰν ἀρέσκῃ τῷ θελήματί σου· τὸ θελῆσαι γὰρ ἐν αὐτῷ εὐχερές μοι ἐστί, τὸ δὲ ποιῆσαι αὐτὸ οὐ δύναμαι ἐκτὸς χαρίσματος ἐκ σοῦ γινομένου, καὶ ἐὰν τὰ δύο ἐκ σοῦ εἰσι, τὸ θέλειν καὶ τὸ ἐνεργεῖν· οὐ γὰρ χωρὶς τῆς χάριτός σου ταύτην τὴν ἐπιθυμίαν τὴν κινηθεῖσαν ἐν ἐμοὶ δέξασθαι ἐπείσθην ἢ ἐπτοήθην ἐξ αὐτῆς”.

Τοῦτο γὰρ τὸ ἔθος τῷ ἐπιθυμοῦντι τὸ ἀγαθὸν ἐν τῇ διακρίσει τοῦ νοῦ· ἐργάζεσθαι ἐν αὐτῇ διὰ προσευχῆς ἀδιαλείπτου, καὶ δύναμιν δέξασθαι διὰ τῆς προσευχῆς πρὸς βοήθειαν τῆς ἐργασίας αὐτῆς, καὶ σοφίαν τὴν διαιροῦσαν τὴν ἀλήθειαν ἐκ τοῦ νόθου. Καὶ ἐν προσευχαῖς πολλαῖς καὶ ἐργασίᾳ καὶ φυλακῇ καὶ πόθῳ ἀπαύστῳ, τὸ ἀγαθὸν διακρίνεται, ἐν συνεχέσι δάκρυσι καὶ ταπεινώσει καὶ οὐρανίῳ ἀντιλήψει, μάλιστα ὅτε ἔχει ἐναντίους τοὺς λογισμοὺς τῆς ὑπερηφανίας· οὗτοι γὰρ κωλύουσι τὴν βοήθειαν τοῦ Θεοῦ ἐξ ἡμῶν, καὶ τούτους καταργοῦμεν ἐν τῇ προσευχῇ.

Τοῦ αὐτοῦ· Λόγος ΜΖʹ Περὶ ὑπομονῆς τῆς ὑπὲρ τῆς ἀγάπης τοῦ Θεοῦ καὶ πῶς ἡ ἀντίληψις εὑρίσκεται ἐν αὐτῇ. Ὅσον καταφρονήσει ἄνθρωπος τοῦ κόσμου τούτου καὶ σπουδάσει εἰς τὸν φόβον τοῦ Θεοῦ, τοσοῦτον προσεγγίζει αὐτῷ ἡ θεία πρόνοια, καὶ τῆς ἀντιλήψεως αὐτῆς κρυπτῶς αἰσθάνεται, καὶ δίδονται αὐτῷ λογισμοὶ καθαροὶ εἰς τὸ συνιέναι αὐτήν· καὶ ἐάν τις ἀκουσίως στερηθῇ τῶν κοσμικῶν ἀγαθῶν, καθόσον στερεῖται ἐξ αὐτῶν, κατὰ τοσοῦτον τὸ ἔλεος τοῦ Θεοῦ ἀκολουθεῖ αὐτῷ καὶ βαστάζει αὐτὸν ἡ φιλανθρωπία τοῦ Θεοῦ.

Δόξα τῷ ἐν τοῖς δεξιοῖς καὶ ἀριστεροῖς σώζοντι ἡμᾶς καὶ ἐν πᾶσι τούτοις παρέχοντι ἀφορμὴν εἰς τὴν εὕρεσιν τῆς ζωῆς ἡμῶν· τοὺς γὰρ ἐκ τοῦ θελήματος αὐτῶν ἐξασθενοῦντας κτήσασθαι τὴν ζωὴν αὐτῶν, ἐν λύπαις ἀκουσίοις προβιβάζει τὰς ψυχὰς αὐτῶν εἰς τὴν ἀρετήν. Καὶ γὰρ ὁ Λάζαρος ἐκεῖνος ὁ πτωχὸς οὐκ ἦν ἐκ τοῦ θελήματος αὐτοῦ στερούμενος τῶν ἀγαθῶν τοῦ κόσμου τούτου, ἀλλὰ καὶ τὸ σῶμα αὐτοῦ πεπληγμένον ἦν τοῖς τραύμασι· δύο πάθη πικρὰ ἦσαν ἐν αὐτῷ, ὅπερ ἕκαστον αὐτῶν χεῖρον τοῦ ἄλλου ἦν, ὅμως ἐν κόλποις τοῦ Ἀβραὰμ ἐτιμήθη ἐσχάτως.

Ὁ Θεὸς ἐγγύς ἐστι τῆς λυπηρᾶς καρδίας τοῦ ἐν θλίψει βοῶντος πρὸς αὐτόν. Καὶ ἐὰν εἰς τὰ σωματικά ποτε ὑστερήσῃ ἢ θλίψῃ. ἕως ἂν ὑπομένωμεν αὐτὰ εἰς ἀντίληψιν ἡμῶν, ποιεῖ ὥσπερ ἰατρὸς ἐν βαρυτάτῃ νόσῳ χειρουργῶν τὴν ὑγείαν πραγματεύεται· ἀλλὰ κατὰ ψυχὴν μεγάλως φιλανθρωπεύεται εἰς αὐτὸν ὁ Κύριος πρὸς τὴν σκληρότητα τῶν πόνων τῆς λύπης αὐτοῦ.

Ὅτε οὖν ἡ ἐπιθυμία τοῦ πόθου τοῦ Χριστοῦ οὐχ’ οὕτως ἐκνικᾷ ἐν σοί, ὥστε εἶναι σε ἀπαθῆ ἐν πάσῃ θλίψει σου διὰ τὴν ἐν αὐτῷ χαράν, γνῶθι ὅτι ὁ κόσμος ζῇ ἐν σοὶ πλέον τοῦ Χριστοῦ. Καὶ ὅτε ἡ ἀρρωστία καὶ ἡ ἔνδεια καὶ ὁ ἀφανισμὸς τοῦ σώματος, ἢ ὁ φόβος τῶν βλαπτόντων, αὐτὸ ταράσσει τὴν διάνοιάν σου ἐκ τῆς χαρᾶς τῆς ἐλπίδος σου καὶ ἐκ μερίμνης τῆς καθαρᾶς τῆς κατὰ Κύριον, γνῶθι ὅτι τὸ σῶμα ζῇ ἐν σοὶ καὶ οὐχὶ ὁ Χριστός· οὗπερ γὰρ ἰσχύει καὶ κατακρατεῖ σου ὁ πόθος αὐτοῦ ἐν σοί, αὐτό ἐστι τὸ ζῶν ἐν σοί.

Ἐὰν δὲ γένῃ ἀνελλιπῶς ἔχων τὰς χρείας, καὶ τὸ σῶμα ἔχῃς ἐρρωμένον, καὶ μὴ ἔχῃς φόβον ἐκ τῶν ἐναντίων. καὶ λέγῃς ὅτι δύνῃ τότε καθαρῶς ὁδεῦσαι πρὸς τὸν Χριστόν, γνῶθι ὅτι ἀρρωστεῖς κατὰ διάνοιαν καὶ ὑστερεῖς τῆς γεύσεως τῆς δόξης τοῦ Θεοῦ.

Οὐχὶ ὅτι οὕτως εἶ κρίνω σε, ἀλλὰ μόνον ἵνα γνῷς πόσον ὑστερεῖς τῆς τελειότητος, κἂν ἐν μέρει τινί, ἐκ τῆς πολιτείας τῶν πρὸ ἡμῶν ἁγίων εἶ. Καὶ μὴ εἴπῃς ὅτι οὐχ’ εὑρέθη ἄνθρωπος, ὅστις τελείως ὑψώθη ἡ διάνοια αὐτοῦ ἐκ τῆς ἀσθενείας, ὅταν τὸ σῶμα ναυαγῇ ἐν πειρασμοῖς καὶ θλίψεσι, καὶ ἐκνικᾷ τὸ μέρος τοῦ πόθου τοῦ Χριστοῦ τὴν λύπην τῆς διανοίας. Σιωπήσω τοῦ ἐνέγκαι εἰς μνήμην τοὺς μάρτυρας τοὺς ἁγίους, μήπως οὐ δυνήσωμαι στῆναι ἐνώπιον τοῦ βάθους τῶν παθῶν αὐτῶν, ὅσον ἐνίκησε τὸ μέρος τῆς ὑπομονῆς τὸ ἐκ τῆς δυνάμεως τῆς ἀγάπης τοῦ Χριστοῦ τὴν πολλὴν θλίψιν καὶ τὸν πόθον τοῦ σώματος. Ἀλλὰ διὰ τὸ εἶναι ταῦτα καὶ τὴν μνήμην αὐτῶν θλιβερὰ τῇ φύσει τῇ ἀνθρωπίνῃ, ὅτι ταράσσουσιν ἐν τῇ μεγαλωσύνῃ τοῦ πράγματος καὶ ἐν τῇ θαυμαστῇ θεωρίᾳ αὐτῶν, προσεγγίσωμεν τοῖς φιλοσόφοις τοῖς ἀθέοις.

Εἷς ἐξ αὐτῶν ἔθηκεν ἐν τῇ διανοίᾳ αὐτοῦ φυλάξαι τὴν σιωπὴν ὀλίγους χρόνους. Καὶ ὁ βασιλεὺς τῶν Ῥωμαίων ἐθαύμασεν ἐκ τῆς ἀκοῆς τοῦ πράγματος, καὶ ὅτε ἠθέλησε λαβεῖν τὴν πεῖραν αὐτοῦ, ἐκέλευσεν ἀχθῆναι αὐτὸν ἔμπροσθεν αὐτοῦ· καὶ ἡνίκα ἐσιώπησε πρὸς πᾶσαν ἐρώτησιν, ἣν ἠρώτησεν αὐτόν, καὶ οὕτως οὐκ ἀπεκρίθῃ αὐτῷ παντελῶς, ἐθυμώθη ὁ βασιλεὺς καὶ ἐκέλευσεν αὐτὸν τεθνάναι, ὅτι οὐκ ᾐδέσθη παρὰ τοῦ θρόνου τῆς τιμῆς αὐτοῦ καὶ τοῦ στεφάνου αὐτοῦ. Ἐκεῖνος δὲ οὐκ ἐφοβήθη ἐξ αὐτοῦ, ἀλλὰ τὸν νόμον αὐτοῦ ἐφύλαξε καὶ παρεσκεύασεν ἑαυτὸν σιωπῶν ἐν ἡσυχίᾳ πρὸς τὸν θάνατον. Ὁ δὲ βασιλεὺς ἐνετείλατο τοῖς σπεκουλάτορσιν ὅτι “ἐὰν λύσῃ τὸν νόμον αὐτοῦ, ἡνίκα φοβηθῇ ἐκ τοῦ ξίφους ἀποκτανθῆναι, ἀποκτείνατε αὐτόν· ἐὰν δὲ ἐμμείνῃ ἐν τῷ θελήματι αὐτοῦ, στρέψατε αὐτὸν πρός με ζῶντα”. Οὗτος δέ, ἡνίκα ἔφθασεν ἡ ὥρα, καὶ αὐτοὶ οἱ ἐπιτραπέντες ἔθλιβον αὐτόν, ἵνα λύσῃ τὸν νόμον αὐτοῦ καὶ μὴ ἀποθάνῃ, διελογίζετο αὐτὸς ὅτι “κρεῖσσον ὁ θάνατος ἐν μιᾷ ὥρᾳ, ἵνα φυλάξω τὸν ὅρον τοῦ θελήματός μου, δι’ ὃν τὸν καιρὸν τοῦτον ὑπέμεινα ὅλον, ἢ νικηθῆναι ἐκ τοῦ φόβου τοῦ θανάτου καὶ καθυβρίσαι τὴν σοφίαν μου καὶ εὑρεθῶ ὀκνηρὸς ἕνεκεν τοῦ πράγματος τοῦ ἐξ ἀνάγκης μοι ἀπαντήσαντος”, καὶ ἥπλωσεν ἑαυτὸν τμηθῆναι ὑπὸ τοῦ ξίφους ἐν ἀταραξίᾳ.

Ἄλλοι δὲ τὴν φυσικὴν ἐπιθυμίαν ἐπάτησαν, ἄλλοι τὰς λοιδορίας ἐβάστασαν, καὶ ἄλλοι ἐν ἀρρωστίαις σαπραῖς ἐκαρτέρησαν, καὶ ἄλλοι ἐν θλίψεσι καὶ συμφοραῖς μεγάλαις τὴν ὑπομονὴν αὐτῶν ἔδειξαν ἀθλίπτως. Καὶ εἰ οὗτοι διὰ τὴν κενὴν ἐλπίδα ταῦτα ὑπέμειναν, πῶς οὐ μᾶλλον οἱ μοναχοὶ ὑπομένουσιν, οἱ κληθέντες πρὸς κοινωνίαν τοῦ Θεοῦ, ἧς ἀξιωθείημεν εὐχαῖς τῆς δεσποίνης ἡμῶν, τῆς Θεοτόκου, καὶ πάντων τῶν ἐν ἱδρῶτι τοῦ ἀγῶνος αὐτῶν ἀρεσάντων τῶν Χριστῷ, ἀμήν.

Τοῦ αὐτοῦ· Λόγος ΜΗʹ Περὶ τῶν ἔγγιστα τοῦ Θεοῦ ζώντων καὶ ἐν τῇ ζωῇ τῆς γνώσεως τὰς ἡμέρας αὐτῶν διαγόντων. Γέρων τις ἔγραψεν εἰς τοὺς τείχους τοῦ κελλίου αὐτοῦ λόγους καὶ ἐννοίας πολυτρόπους, καὶ ἠρωτήθη “τί εἰσι ταῦτα;” καὶ εἶπεν. “Οὗτοί εἰσιν οἱ λογισμοὶ τῆς δικαιοσύνης, οἱ ἐρχόμενοι ἐν ἐμοὶ ὑπὸ τοῦ ἀγγέλου τοῦ παραμένοντός μοι, καὶ οἱ διαλογισμοὶ τῆς φύσεως οἱ εὐθεῖς, οἱ κινούμενοι ἐν ἐμοί· καὶ διαγράφω αὐτοὺς ἐν τῷ καιρῶ τῆς κινήσεως αὐτῶν, ἵνα ἐν τῷ καιρῷ τῆς σκοτώσεώς μου ἀδολεσχήσω ἐν αὐτοῖς καὶ λυτρώσωνταί με τῆς πλάνης”.

Ἄλλος γέρων μακαριζόμενος ὑπὸ τῶν λογισμῶν αὐτοῦ, ὅτι ἀντὶ τοῦ παρερχομένου κόσμου ἠξιώθη τῆς ἐλπίδος τῆς μὴ ἀφανιζομένης· ἀπεκρίθη ὁ γέρων· «ἀκμὴν ἐνόσῳ εἰμὶ ἐν τῇ ὁδῷ, μάτην ἐπαινεῖτε με· ἀκμὴν οὐκ ἐτελείωσα τὴν ὁδόν».

Ἐὰν ποιήσῃς ἀρετὴν καλὴν καὶ μὴ αἰσθανθῇς τῆς γεύσεως τῆς ἀντιλήψεως αὐτῆς, μὴ θαυμάσῃς, ὅτι ἕως ἂν ταπεινωθῇ ὁ ἄνθρωπος οὐ λαμβάνει τὸν μισθὸν τῆς ἐργασίας αὐτοῦ. Ἡ ἀμοιβή, οὐχὶ τῇ ἐργασίᾳ δίδοται, ἀλλὰ τῇ ταπεινώσει· ὁ ἀδικῶν τὴν δευτέραν ἀπόλλει τὴν πρώτην· ὁ προλαβὼν καὶ λαβὼν τὴν ἀμοιβὴν τῶν ἀγαθῶν, οὗτος ὑπερέχει τὸν ἔχοντα τὴν ἐργασίαν τῆς ἀρετῆς.

Ἡ ἀρετὴ μήτηρ ἐστὶ τῆς λύπης, καὶ ἐκ τῆς λύπης γεννᾶται ἡ ταπείνωσις, καὶ τῇ ταπεινώσει δίδοται ἡ χάρις· λοιπὸν ἡ ἀνταπόδοσις, οὐχὶ τῇ ἀρετῇ οὐδὲ τῷ πόνῳ τῷ ὑπὲρ αὐτῆς ἐστιν, ἀλλὰ τῇ ταπεινώσει τῇ τικτομένῃ ἐξ αὐτῶν· ἐὰν δὲ αὕτη ὑστερηθῇ, τὰ πρῶτα ματαίως γίνονται.

Ἡ ἐργασία τῆς ἀρετῆς, ἡ φυλακὴ τῶν ἐντολῶν τοῦ Κυρίου ἐστί. Περισσεία τῆς ἐργασίας αὕτη ἐστίν, ἡ κατασκευὴ ἡ ἀγαθὴ τῆς διανοίας, ἥτις συνίσταται ἐκ τῆς ταπεινοφροσύνης καὶ ἐκ τῆς φυλακῆς. Ὅτε ἡ τῶν πρώτων δύναμις ὑστερηθῇ, αὕτη ἀντ’ αὐτῶν ἀπόδεκτος γίνεται· ὁ Χριστὸς δὲ οὐχὶ τὴν ἐργασίαν τῶν ἐντολῶν ἀπαιτεῖ, ἀλλὰ τὴν διόρθωσιν τῆς ψυχῆς, δι’ ἣν τὰς ἐντολὰς τοῖς λογικοῖς ἐνομοθέτησε. Τὸ σῶμα ἐργάζεται ἐν τοῖς δεξιοῖς καὶ ἐν τοῖς ἀριστεροῖς ἐξίσης, ἡ δὲ διάνοια καθὼς θέλει, ἢ δικαιοῦται ἢ πλημμελεῖ.

Ἔστιν ὁ ἐν τοῖς πράγμασι τοῖς ἀριστεροῖς ἐργαζόμενος τὴν ζωὴν ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ· καὶ ἔστιν ὁ τὴν ἁμαρτίαν πραγματευόμενος ὡς ἐν προσώπῳ τῶν θεϊκῶν. Τὰ ἐλαττώματα ἔν τισι τοῖς φυλάττουσιν ἑαυτούς, φύλακές εἰσι τῆς δικαιοσύνης.

Χάρισμα ἄνευ πειρασμῶν, ἀπώλεια τῶν δεχομένων αὐτό ἐστιν. Ἐὰν ἐργάζῃ ἀγαθὸν ἐνώπιον τοῦ Θεοῦ καὶ δώσει σοι χάρισμα, πεῖσον αὐτὸν δοῦναι σοι ἐπίγνωσιν πῶς ἁρμόζει σοι ταπεινωθῆναι, ἢ στῆσαι σοὶ φρουρὸν ὑπὲρ αὐτοῦ, ἢ λαβεῖν αὐτὸ ἐκ σοῦ, ἵνα μὴ πρόξενον ἀπωλείας γένηταί σοι· οὐχὶ γὰρ πάντων ἐστὶ τὸ φυλάξαι τὸν πλοῦτον ἄνευ βλάβης.

Ψυχὴ ἡ λαβοῦσα μέριμναν τῆς ἀρετῆς καὶ ἐν ἀκριβείᾳ ἐν φόβῳ Θεοῦ ζῶσα, οὐ δύναται εἶναι χωρὶς λύπης καθ’ ἡμέραν, διότι συμπεπλεγμένας ἔχουσιν αἱ ἀρεταὶ τὰς λύπας ἐν αὐταῖς. Ὁ ἐξερχόμενος ἐκ τῶν θλίψεων, πάντως καὶ τῆς ἀρετῆς ἀδιστάκτως χωρίζεται.

Ἐὰν ἐπιθυμῇς τὴν ἀρετήν, παράδος ἑαυτὸν εἰς πᾶσαν θλίψιν· αἱ θλίψεις γεννῶσι τὴν ταπείνωσιν. Οὐ θέλει ὁ Θεὸς τὴν ψυχὴν εἶναι χωρὶς μερίμνης· καὶ ὁ θέλων ἀμεριμνεῖν, ἔξωθεν τοῦ θελήματος τοῦ Θεοῦ εὑρίσκεται ἐν τῷ φρονήματι αὐτοῦ· τὴν μέριμναν δὲ οὐχὶ περὶ τῶν σωματικῶν λέγομεν, ἀλλὰ περὶ τῶν καταπονούντων, τῶν ἀκολουθούντων τοῖς ἔργοις τοῖς ἀγαθοῖς.

Ἕως ἐὰν φθάσωμεν τὴν ἀληθινὴν γνῶσιν, ἥτις ἐστὶν ἡ ἀποκάλυψις τῶν μυστηρίων, ἐν πειρασμοῖς προσεγγίζομεν τῇ ταπεινώσει. Ὁ ἄνευ θλίψεως εὑρισκόμενος ἐν τῇ ἀρετῇ αὐτοῦ, θύρα ὑπερηφανίας ἠνοίχθη αὐτῷ. Καὶ τίς ἐστι λοιπὸν ὁ ἐπιθυμῶν ἄλυπος εἶναι ἐν τῷ φρονήματι αὐτοῦ; Οὐ δύναται ἡ διάνοια χωρὶς αἰτίας τῶν κολαφισμάτων ἐν τῇ ταπεινώσει ἐμμεῖναι· καὶ οὐ δύναται χωρὶς ταπεινοφροσύνης ἐμμεῖναι ἐν τῇ ἀδολεσχίᾳ τῆς δεήσεως πρὸς τὸν Θεὸν καθαρῶς.

Πρῶτον μὲν ἐκ τῆς μερίμνης τῆς καθηκούσης μακρύνεται ἄνθρωπος ἐν τῷ φρονήματι αὐτοῦ, καὶ μετὰ ταῦτα προσεγγίζει αὐτῷ τὸ πνεῦμα τῆς ὑπερηφανίας· καὶ ἐμμένων ἐν τῇ ὑπερηφανίᾳ ὁ ἄνθρωπος, τότε ὁ ἄγγελος τῆς προνοίας μακρύνεται ἀπ’ αὐτοῦ, ὅστις ὅσον ἐστὶ πλησίον αὐτοῦ, κενοῖ ἐν αὐτῷ τὴν μέριμναν τῆς δικαιοσύνης· καὶ ὅτε ἀδικήσει τοῦτον καὶ μακρυνθῆ ἐξ αὐτοῦ, τότε προσεγγίζει αὐτῷ ὁ ἀλλότριος, καὶ οὐκ ἔσται ἐν αὐτῷ ἔκτοτε οὐδὲ μία μέριμνα δικαιοσύνης.

Πρὸ τῆς συντριβῆς ὑπερηφανία, λέγει ὁ σοφός, καὶ πρὸ τοῦ χαρίσματος ἡ ταπείνωσις. Κατὰ τὸ μέτρον τῆς ὑπερηφανίας τῆς ἐν τῇ ψυχῇ ὁρωμένης, καὶ τὸ μέτρον τῆς συντριβῆς τῆς παιδείας τῆς ἐκ τοῦ Θεοῦ γινομένης αὐτῇ.

Ὑπερηφανία ἐστὶν οὐχ’ ὅταν περάσῃ ἐν τῇ διανοίᾳ ὁ λογισμὸς αὐτῆς, οὐδὲ ἐὰν νικᾶται τις ἐξ αὐτῆς κατὰ καιρόν, ἀλλ’ ἐκείνη ἡ διαμένουσα ἐν τῷ ἀνθρώπῳ· ἐκείνῳ μὲν τῷ πρώτῳ, ἡ κατάνυξις ἀκολουθεῖ· οὗτος δὲ ὁ ἀγαπήσας αὐτήν, οὐκ οἶδε κατάνυξιν.

ΜΘʹ Τοῦ αὐτοῦ· Περὶ τοῦ πόθου τοῦ κόσμου, λόγος ὠφέλιμος. Ὁ λόγος τοῦ Κυρίου ἀληθινός, ὃν εἴρηκεν ὅτι οὐ δύναταί τις μετὰ τοῦ πόθου τοῦ κόσμου κτήσασθαι τὴν ἀγάπην τοῦ Θεοῦ, οὐδὲ μετὰ τῆς κοινωνίας αὐτοῦ δυνατὸν κοινωνίαν ἔχειν μετὰ τοῦ Θεοῦ οὐδὲ σὺν τῇ μερίμνῃ τοῦ κόσμου δυνατὸν ἔχειν τὴν μέριμναν τοῦ Θεοῦ. Ὅταν ταῦτα [τὰ τοῦ Θεοῦ] καταλείψωμεν διὰ τὴν κενοδοξίαν, ἢ πολλάκις διὰ τὴν ἔνδειαν τῆς χρείας τοῦ σώματος, κλίνουσι πολλοὶ ἐξ ἡμῶν εἰς ἄλλα, οἵτινες ἐξωμολογήσαντο ἐργάσασθαι τὰ τῆς βασιλείας τῶν οὐρανῶν καὶ οὐ μνημονεύουσι τῆς ἐπαγγελίας τοῦ Κυρίου ἧς εἴρηκεν· «Ἐὰν πᾶσαν μέριμναν ὑμῶν ποιήσητε περὶ τῆς βασιλείας τῶν οὐρανῶν, ταῦτα, τὰ τῆς χρείας τῆς φύσεως τῆς ὁρωμένης, οὐ μὴ στερήσω ὑμᾶς αὐτά, ἀλλ’ ἔρχεται ὑμῖν πάντα μετὰ τῶν λοιπῶν, οὐδὲ ἀφήσω ὑμᾶς μεριμνῆσαι περὶ αὐτῶν». Περὶ τῶν ἀψύχων πετεινῶν μεριμνᾷ, τῶν δι’ ἡμᾶς κτισθέντων, καὶ εἰς ἡμᾶς ἀμελεῖ;

Ὁ μεριμνῶν εἰς τὰ πνευματικὰ ἢ περί τινος ἐξ αὐτῶν, τὰ σωματικὰ εὐτρεπίζονται αὐτῷ, <καὶ> χωρὶς μερίμνης τῆς περὶ αὐτῶν πρὸς τὴν στενοχωρίαν αὐτῶν καὶ πρὸς τὸν καιρὸν αὐτῶν· ὁ δὲ ἐν τοῖς σωματικοῖς μεριμνῶν πέρα τοῦ δέοντος, ἀκουσίως ἐκπίπτει ἐκ τοῦ Θεοῦ. Ἐὰν δὲ ἡμεῖς σπουδάσωμεν μεριμνῆσαι ταῦτα τὰ διὰ τοῦ ὀνόματος τοῦ Κυρίου, ὁ Κύριος μεριμνᾷ ἡμῖν περὶ τῶν ἀμφοτέρων αὐτῶν κατὰ τὸ μέτρον τοῦ ἀγῶνος ἡμῶν.

Ὅμως δὲ ἡμεῖς τὴν πεῖραν τοῦ Θεοῦ, μὴ ἐν τοῖς σωματικοῖς ζητήσωμεν ταῖς ψυχαῖς ἡμῶν ἀντὶ τῶν ἔργων ἡμῶν, ἀλλὰ περὶ τῆς ἐλπίδος τῶν μελλόντων τρέψωμεν πάντα τὰ ἔργα ἡμῶν, ὅτι ὁ προσάπαξ ἐξ ἀγάπης τῆς ψυχῆς αὐτοῦ ἐκδοὺς ἑαυτὸν εἰς ἀρετὴν καὶ ἐπιθυμήσας τελειῶσαι τὴν ἐργασίαν αὐτῆς τελείως, οὐχὶ πάλιν μεριμνᾷ περὶ τῶν σωματικῶν, ἐάν εἰσιν ἢ οὔκ εἰσι, περὶ ὧν πολλάκις παραχωρεῖ πειρασθῆναι ἐν τοῖς τοιούτοις τοὺς ἐναρέτους ὁ Θεός. Καὶ οὐχὶ τοῦτο μόνον, ἀλλὰ καὶ πολλὰ κακὰ ἐκ παντὸς τόπου ἀφεῖ ἐξυπνισθῆναι κατ’ αὐτῶν καὶ πλήττει αὐτοὺς ἐν τῷ σώματι αὐτῶν κατὰ τὸν Ἰώβ, καὶ εἰσφέρει αὐτοὺς εἰς πτωχείαν καὶ εἰς ἀποστασίαν τῆς ἀνθρωπότητος, καὶ πλήττει αὐτοὺς εἰς ἅπερ κέκτηνται· μόνον δὲ ταῖς ψυχαῖς αὐτῶν οὐ προσεγγίζει βλάβη.

Οὐ δυνατόν, ὅταν ὁδεύωμεν ἐν τῇ ὁδῷ τῆς δικαιοσύνης, μὴ ἀπαντήσῃ ἡμᾶς στυγνότης, καὶ τὸ σῶμα μὴ κάμνῃ ἐν νόσοις καὶ ἐν πόνοις, ἀλλὰ διαμένει ἀναλλοίωτον, ἐὰν ἐν τῇ ἀρετῇ ἀγαπήσωμεν ζῆσαι. Ἄνθρωπος δὲ διάγων ἐν τῷ θελήματι αὐτοῦ ἐν φόνῳ ἢ ἐν τῷ ἀφανισμῷ τῆς ψυχῆς αὐτοῦ ἢ ἔν τινι τῶν βλαπτόντων αὐτόν, κατάκρισιν ἔχει. Ἐὰν δὲ ὅτε πορευθῇ ἐν τῇ ὁδῷ τῆς δικαιοσύνης καὶ ποιῇ τὴν πορείαν αὐτοῦ πρὸς τὸν Θεὸν καὶ ἔχῃ πολλοὺς τοὺς ὁμοίους αὐτῷ, καὶ ἐν τῇ ὁδῷ ταύτῃ ἀπαντήσει αὐτῷ τί τῶν τοιούτων, οὐ πρέπει αὐτῷ ἐκκλῖναι ἀπ’ αὐτῆς, ἀλλὰ μετὰ χαρᾶς ὑποδέξασθαι δεῖ ἀνεξετάστως καὶ εὐχαριστῆσαι τῷ Θεῷ, ὅτι ἔπεμψεν αὐτῷ τὴν χάριν ταύτην, καὶ ἠξιώθη δι’ αὐτὸν ἐμπεσεῖν εἰς πειρασμὸν καὶ κοινωνὸς γενέσθαι τῶν παθημάτων τῶν προφητῶν καὶ ἀποστόλων καὶ τῶν λοιπῶν ἁγίων, τῶν ὑπὲρ τῆς ὁδοῦ ταύτης ὑπομεινάντων τὰς θλίψεις, εἴτε ἐξ ἀνθρώπων ἔλθωσιν, εἴτε ἐκ δαιμόνων, εἴτε ἐκ τοῦ σώματος.

Χωρὶς νεύματος Θεοῦ ἐλθεῖν ταῦτα καὶ παραχωρηθῆναι οὐκ ἐνδέχεται, ἀλλ’ ἵνα γένηται αὐτῷ ἀφορμὴ εἰς δικαιοσύνην· ὅτι οὐ δυνατὸν ἄλλως πως ποιῆσαι τὸν Θεὸν αὐτὸν εὐεργετηθῆναι τὸν ἐπιθυμήσαντα εἶναι πρὸς αὐτόν, εἰ μὴ ἐνέγκῃ αὐτῷ πειρασμοὺς ὑπὲρ τῆς ἀληθείας. Διὰ τὸ μὴ δύνασθαι <ἄνθρωπον> τοῦτο ποιῆσαι ἑαυτῷ καὶ ἀξιωθῆναι τῆς μεγαλωσύνης ταύτης, ἀντὶ τῶν θείων τούτων εἰσελθεῖν εἰς πειρασμοὺς καὶ χαρῆναι, χωρὶς χαρίσματος παρὰ τοῦ Χριστοῦ, μαρτυρεῖ δὲ τοῦτο ὁ ἅγιος Παῦλος· τοσοῦτον γὰρ τοῦτο τὸ πρᾶγμα μέγα ἐστί, καὶ φανερῶς καλεῖ αὐτὸ χάρισμα, ὅπέρ τις ὑπὲρ τῆς ἐλπίδος τῆς εἰς Θεὸν παρασκευάζεται παθεῖν ἐν πίστει, καθὼς λέγει· Τοῦτο ἐκ τοῦ Θεοῦ ἐδόθη ἡμῖν, τὸ οὐ μόνον εἰς Χριστὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν, καὶ ὅπερ ἔγραψεν ὁ ἅγιος Πέτρος ἐν τῇ ἐπιστολῇ αὐτοῦ, ὅτι ὅταν πάσχητε ὑπὲρ τῆς δικαιοσύνης, μακάριοί ἐστε, ὅτι κοινωνοὶ τῶν παθημάτων τοῦ Χριστοῦ γεγόνατε. Λοιπὸν οὐχί, ὅταν γένῃ ἐν πλατυσμῷ, θέλεις χαίρειν, ὅταν δὲ αἱ θλίψεις ἔλθωσιν ἐπὶ σὲ στυγνάσαι τῷ προσώπῳ καὶ ὡς ἀλλοτρίας τῆς ὁδοῦ τοῦ Θεοῦ λογίσασθαι αὐτάς.

Ἐξ αἰῶνος καὶ ἀπὸ γενεῶν ἐν σταυρῷ καὶ θανάτῳ πατεῖται ἡ ὁδὸς τοῦ Θεοῦ. Καὶ πόθεν σοὶ τοῦτο, ἵνα μάθῃς ὅτι ἔξωθεν τῆς ὁδοῦ τοῦ Θεοῦ <ἡ> ἐν αὐτῇ λ<ύπη>; οὐχὶ κατ’ ἴχνος τῶν ἁγίων θέλεις ὁδεῦσαι; ἢ ἄλλην ὁδὸν ἰδίαν ἑαυτῷ θέλεις σκευάσαι καὶ ἀπαθῶς ὁδεῦσαι ἐν αὐτῇ;

Ἡ ὁδὸς τοῦ Θεοῦ σταυρός ἐστι καθημερινός· οὐδεὶς γὰρ ἀνῆλθεν ἐν τῷ οὐρανῷ μετὰ ἀνέσεως· γινώσκομεν γὰρ τὴν ὁδὸν τῆς ἀνέσεως ποῦ ἀπαίρει. Τὸν ἐν ὅλῃ καρδίᾳ ἐκδόντα ἑαυτὸν τῷ Θεῷ, οὐδέποτε θέλει ὁ Θεὸς ἀμέριμνον εἶναι, τοῦτο δέ, μεριμνᾶν ὑπὲρ τῆς ἀληθείας· ἀλλὰ καὶ ἐκ τούτου γινώσκεται ὅτι ἐκ τοῦ Θεοῦ προνοεῖται, ὅταν πέμψῃ αὐτῷ ἀεὶ λύπας.

Οἱ ἐν πειρασμοῖς διάγοντες, οὐδέποτε παραχωροῦνται ὑπὸ τῆς προνοίας ἐλθεῖν εἰς τὰς χεῖρας τῶν δαιμόνων, μάλιστα ἐὰν τοὺς πόδας τῶν ἀδελφῶν καταφιλῶσι, καὶ σκεπάζωσι τὰς αἰτίας αὐτῶν καὶ κρύπτωσιν αὐτὰς ὡς τὰς ἑαυτῶν.

Ὁ θέλων ἐν τῷ κόσμῳ τούτῳ εἶναι ἀμέριμνος, καὶ τοῦτο ἐπιθυμῶν, καὶ θέλων ἐν τῇ ἀρετῇ διάγειν, οὗτος κεκορεσμένος ἐστὶν ἐκ τῆς ὁδοῦ ταύτης. Οἱ δίκαιοι γὰρ οὐχὶ μόνον τῷ θελήματι αὐτῶν ἀγωνίζονται ἐν τοῖς ἀγαθοῖς ἔργοις, ἀλλὰ καὶ ὑπὸ τῶν πειρασμῶν ἀκουσίως μεγάλως ἀγωνίζονται ἐν τῇ πείρᾳ τῆς ὑπομονῆς αὐτῶν· ψυχὴ γὰρ κατέχουσα τὸν φόβον τοῦ Θεοῦ, οὐ φοβεῖται ἔκ τινος βλάπτοντος αὐτὴν σωματικῶς.

Τοῦ αὐτοῦ· Λόγος Νʹ Περὶ τοῦ μὴ δεῖν χωρὶς ἀνάγκης ἐπιθυμεῖν ἢ ἐπιζητεῖν σημεῖα τινὰ φανερὰ ἔχειν ἐν ταῖς χερσὶν ἡμῶν. Ἐν παντὶ καιρῷ ἐν ᾧ ὁ Κύριος ἐγγὺς εἰς ἀντίληψιν τῶν ἁγίων αὐτοῦ, χωρὶς ἀνάγκης οὐ δεικνύει τὴν δύναμιν αὐτοῦ φανερῶς ἐν ἔργῳ τινὶ καὶ σημείῳ αἰσθητῷ, ἵνα μὴ μωρανθῇ ἡ ἀντίληψις ἡμῶν καὶ εἰς βλάβην ἡμῶν παρασκευασθῇ ἡμῖν. Καὶ τοῦτο ποιεῖ, πρόνοιαν τῶν ἁγίων ποιούμενος, θέλων δεῖξαι αὐτοῖς ὅτι οὐδὲ πρὸς ὥραν λήγει ἐξ αὐτῶν ἡ κρυπτὴ αὐτοῦ ἐπιμέλεια, ἀλλ’ ἐν παντὶ πράγματι ἀφεῖ αὐτοὺς ἀγῶνα ἐνδείξασθαι κατὰ τὴν δύναμιν αὐτῶν καὶ ἐν τῇ προσευχῇ κοπιάσαι.

Ἐὰν δέ ἐστι πρᾶγμα νικὸν ἐκ τῆς δυσκολίας αὐτοῦ τὸ μέτρον τῆς γνώσεως αὐτῶν, ὅταν ἀσθενήσωσι καὶ ἀπολειφθῶσιν ἐξ αὐτοῦ διὰ τὸ μὴ ἱκανοῦσθαι τὴν φύσιν πρὸς αὐτό, τότε αὐτὸς τελειοῖ αὐτὸ κατὰ τὸ μέγεθος τοῦ κράτους αὐτοῦ κατὰ τὸ ὀφειλόμενον καὶ ὡς γινώσκει ὅτι βοηθοῦνται, καὶ κατὰ τὸ δυνατὸν ἐν κρυπτῷ ἐνισχύει αὐτούς, ἕως οὗ ἐνδυναμωθῶσι κατέναντι τῆς θλίψεως αὐτῶν· ἐν γνώσει γὰρ τῇ δωρουμένῃ αὐτοῖς ὑπ’ αὐτοῦ, ποιεῖ λυθῆναι τὸ πολύπλοκον τῆς θλίψεως αὐτῶν καὶ ἐν τῇ θεωρίᾳ [αὐτῆς] ἐξυπνίζει αὐτοὺς εἰς δοξολογίαν ὠφελοῦσαν κατ’ ἀμφοτέρους τοὺς τρόπους.

Εἰ δὲ φανερωθῆναι τὸ ἔργον δέεται τὸ πρᾶγμα, τότε ἐξ ἀνάγκης ποιεῖ τοῦτο· οἱ τρόποι αὐτοῦ σοφώτατοί εἰσι, καὶ ἐν τῇ ἐνδείᾳ καὶ ἀνάγκῃ διαρκοῦσι καὶ οὐχ’ ὡς ἔτυχεν. Ὁ χωρὶς ἀνάγκης κατατολμῶν ἐν τούτῳ ἢ παρακαλῶν τὸν Θεὸν καὶ ἐπιθυμῶν θαυμάσια καὶ δυνάμεις γενέσθαι ἐν ταῖς χερσὶν αὐτοῦ, πειραζόμενος ὑπὸ τοῦ δαίμονος τοῦ γελοιαστοῦ εὑρίσκεται ἐν τῇ διανοίᾳ αὐτοῦ καὶ καυχώμενος καὶ ἀσθενῶν ἐν τῇ συνειδήσει αὐτοῦ· ἐν τῇ θλίψει γὰρ τὴν βοήθειαν τοῦ Θεοῦ αἰτεῖσθαι ἡμᾶς δέον ἐστί, χωρὶς <δὲ> ἀνάγκης τινὸς πειράσαι τὸν Θεόν, κίνδυνός ἐστι, καὶ οὐκ ἔστι δίκαιος ἀληθινὸς ὁ ἐφιέμενος τούτου. Ἐκεῖνο δὲ ὅπερ ὁ Κύριος οὐκ εὐδοκῶν ἐποίησε, τοῦτο τοῖς πολλοῖς τῶν ἁγίων εὑρίσκεται.

Ὁ δὲ θέλων καὶ ἐπιθυμῶν τοῦτο ἐν τῷ θελήματι αὐτοῦ, ὅτε οὐκ ἔστι ἀνάγκη, πτῶμα ἐστὶν ἐκ τῆς φυλακῆς καὶ ὀλίσθημα ἐκ τῆς ἐπιγνώσεως τῆς ἀληθείας. Καὶ ἐὰν ἐν τούτῳ εἰσακουσθῇ ὁ αἰτῶν, καθὼς κατατολμᾷ πρὸς τὸν Θεόν, εὑρίσκει ἐν αὐτῷ τόπον ὁ πονηρὸς καὶ εἰς μείζονα τούτων μεταφέρει αὐτόν.

Οἱ δίκαιοι οἱ ἀληθινοὶ οὐχὶ μόνον οὐκ ἐπιθυμοῦσι τούτων, ἀλλὰ καὶ ὅτε δοθῆ αὐτοῖς, οὐ θέλουσι, καὶ οὐχὶ μόνον κατ’ ὀφθαλμοὺς τῶν ἀνθρώπων τοῦτο οὐ θέλουσιν, ἀλλ’ οὔτε κρυπτῶς ἐν ἑαυτοῖς. Ἰδοὺ γὰρ τίς τῶν πατέρων τῶν ἁγίων· ἐκ τῆς καθαρότητος αὐτοῦ ἐδόθη αὐτῷ χάρισμα τοῦ προγνῶναι τοὺς ἐρχομένους πρὸς αὐτόν, καὶ ᾐτήσατο τὸν Θεὸν καὶ ἐδεήθη τινῶν ἁγίων, εὔξασθαι πρὸς τὸν Θεόν, ἵνα ληφθῇ παρ’ αὐτοῦ τὸ χάρισμα.

Ἐὰν δὲ τινὲς ἐξ αὐτῶν κατεδέξαντο ἐν τοῖς χαρίσμασι, ἐξ ἀνάγκης κατεδέξαντο ἢ ἐξ ἁπλότητος αὐτῶν· ἐν τοῖς λοιποῖς δέ, τὸ νεῦμα τὸ θεῖον ἦν κινοῦν ἐν αὐτοῖς, καὶ οὐχ’ ὡς ἔτυχε παντελῶς. Ὁ μακάριος ἐκεῖνος Ἀμμοῦν ὁ ἅγιος, ὅτε ἀπῆλθε πρὸς ἀσπασμὸν τοῦ ἁγίου Ἀντωνίου καὶ ἐπλανήθη τὴν ὁδόν, βλέπε τί εἶπε πρὸς τὸν Θεὸν καὶ βλέπε τί ἐποίησεν αὐτῷ ὁ Θεός, καὶ μνήσθητι καὶ τοῦ ἀββᾶ Μακαρίου καὶ τῶν λοιπῶν.

Οἱ δίκαιοι οἱ ἀληθινοὶ ἀεὶ τοῦτο λογίζονται ἐν ἑαυτοῖς, ὅτι οὔκ εἰσιν ἄξιοι τοῦ Θεοῦ· καὶ ἐν τούτῳ δοκιμάζονται ὅτι ἀληθινοί εἰσιν, ὅτι ταλαιπώρους ἔχουσιν ἑαυτοὺς καὶ οὔκ εἰσιν ἄξιοι τῆς ἐπιμελείας αὐτοῦ· καὶ τοῦτο ἐξομολογοῦνται κρυπτῶς καὶ φανερῶς καὶ τοῦτο σοφίζονται ἐκ τοῦ ἁγίου Πνεύματος, ἵνα μὴ ἀπολειφθῶσι τῆς πρεπούσης αὐτοῖς φροντίδος καὶ τοῦ ἐργάσασθαι ὅσον εἰσὶν ἐν τῇ ζωῇ ταύτῃ.

Τὸν καιρὸν δὲ τῆς ἀναπαύσεως ἐν τῷ μέλλοντι αἰῶνι ἐτήρησε, καὶ οἱ ἔχοντες ἐν ἑαυτοῖς τὸν Κύριον οἰκοῦντα, διατοῦτο οὐκ ἐπιθυμοῦσιν εἶναι ἐν ἀναπαύσει καὶ ἀπαλλαγῆναι τῶν θλίψεων, καὶ ἐὰν δίδωται αὐτοῖς παράκλησις ἐν τοῖς πνευματικοῖς κατὰ καιρὸν καὶ καιρὸν μυστικῶς.

Καὶ ἡ ἀρετὴ οὐκ ἔστιν αὕτη, ἵνα ὅταν φθάσῃ αὐτὴν ἄνθρωπος, αὐτὸς ἀπολειφθῇ τῆς μερίμνης καὶ τοῦ κόπου. Ἀλλὰ τοῦτό ἐστι τὸ σκήνωμα τοῦ Πνεύματος, ἵνα ἀεί τις ὑποτάσσειν ἑαυτὸν βιάζηται, καὶ ἐὰν ἔστι τρόπος ποιῆσαι τὸ πρᾶγμα ἐν ἀναπαύσει. Ὅτι τοῦτο τὸ θέλημα τοῦ Πνεύματος, ἵνα, ἐν οἷς κατοικῇ, μὴ τὴν ὀκνηρίαν ἐθίζει ἑαυτούς, μὴ δὲ τὴν ἀνάπαυσιν ζητεῖν προτρέπεται αὐτούς, ἀλλὰ τῇ ἐργασίᾳ καὶ ταῖς περισσαῖς θλίψεσιν ἐκδοῦναι ἑαυτούς καὶ τὸν ἐξυπνισμὸν διδάσκει αὐτοὺς καὶ ἐν τοῖς πειρασμοῖς κρατύνει αὐτοὺς καὶ τῇ σοφίᾳ προσεγγίζει αὐτούς. Τοῦτο τὸ θέλημα τοῦ Πνεύματος, ἵνα ἐν κόποις γένωνται οἱ ἀγαπητοὶ αὐτοῦ.

Οἱ ἐν ἀναπαύσει διάγοντες, οὐ τὸ πνεῦμα τοῦ Θεοῦ κατοικεῖ ἐν αὐτοῖς, ἀλλὰ τὸ πνεῦμα τοῦ διαβόλου, καθὼς τίς τῶν ἀγαπώντων τὸν Θεὸν εἶπεν· Ὤμοσα ὅτι καθ’ ἑκάστην ἡμέραν ἀποθνήσκω. Ἐν τούτῳ ἀφορίζονται οἱ υἱοὶ τοῦ Θεοῦ ἐκ τῶν λοιπῶν· ἵνα αὐτοὶ ἐν θλίψεσι ζῶσιν, ὁ δὲ κόσμος ἐν ἀναπαύσει καὶ τρυφῇ λαμπρύνηται.

Οὐκ ηὐδόκησεν ὁ Θεὸς ἵνα ἀναπαυθῶσιν οἱ ἀγαπητοὶ αὐτοῦ ἕως οὗ εἰσιν ἐν τῷ σώματι, ἀλλ’ ἠθέλησεν ὅσον εἰσὶν ἐν τῇ ζωῇ ταύτῃ, ἵνα γένωνται ἐν θλίψεσιν ἐν τῷ κόσμῳ, καὶ ἐν βάρει καὶ ἐν μόχθοις καὶ ἐν ἐνδείᾳ καὶ μονώσει καὶ γυμνώσει καὶ χρείᾳ καὶ ὠχρότητι καὶ ἀρρωστίᾳ καὶ ἐξουδενώσει καὶ κολαφισμοῖς, ἐν συντριβῇ καρδίας, ἐν σώματι κατακόπῳ, ἐν ἀποταξίᾳ τῶν συγγενῶν, ἐν φρονήματι λυπηρῷ, ἐν παρηλλαγμένῃ θεωρίᾳ πάσης τῆς κτίσεως, ἐν καθίσματι ἀνομοίῳ τῶν ἀνθρώπων, ἐν σκηνώματι μοναστικῷ καὶ ἡσυχαστικῷ, μὴ φαινομένῳ τῇ θεωρίᾳ τοῦ κόσμου, ἀπηλλαγμένῳ ἀπὸ παντὸς πράγματος εὐφραίνοντος ἐνταῦθα.

Αὐτοὶ κλαίουσι, καὶ ὁ κόσμος γελᾷ. Αὐτοὶ στυγνάζουσι, καὶ ὁ κόσμος ἱλαρύνεται. Αὐτοὶ νηστεύουσι, καὶ ὁ κόσμος τρυφᾷ. Ἐν ἡμέρᾳ μοχθοῦσι καὶ ἐν νυκτὶ εἰς ἀγῶνας ἑαυτοὺς προτρέπονται ἐν στενοχωρίᾳ καὶ κόποις· τινὲς ἐξ αὐτῶν ἐν ἑκουσίοις θλίψεσι, καὶ τινὲς ἐν κόποις τῶν παθῶν αὐτῶν, καὶ ἄλλοι διωκόμενοι ὑπὸ τῶν ἀνθρώπων, ἕτεροι ἐν κινδύνοις παθῶν ὑπὸ δαιμόνων καὶ τῶν λοιπῶν. Καὶ οἱ μὲν αὐτῶν ἐδιώχθησαν, ἕτεροι ἐφονεύθησαν, ἄλλοι περιῆλθον ἐν μηλωταῖς καὶ τοῖς λοιποῖς.

Καὶ ὁ λόγος τοῦ Κυρίου ἐπληρώθη ἐν αὐτοῖς, ὅτι ἐν τῷ κόσμῳ θλίψιν ἕξετε, ἀλλ’ ἐν ἐμοὶ χαρήσεσθε. Γινώσκει ὁ Κύριος ὅτι οὐκ ἔστι δυνατὸν τοὺς ἐν ἀναπαύσει τοῦ σώματος ὄντας, ἐμμεῖναι ἐν τῇ ἀγάπῃ αὐτοῦ, καὶ διατοῦτο ἐκώλυσεν αὐτοὺς ἐκ τῆς ἀναπαύσεως καὶ τῆς ἡδονῆς αὐτῆς.

Ὁ Χριστὸς ὁ Σωτὴρ ἡμῶν, ὃς ἡ ἀγάπη αὐτοῦ ὑπερισχύει ὑπὲρ θανάτους τοὺς σωματικούς, αὐτὸς φανερώσοι ἡμῖν τὴν ἰσχὺν τῆς ἀγάπης αὐτοῦ, ἀμήν.