Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσαὰκ ὁ Σύρος – Λόγοι ἀσκητικοί

Ἰσαὰκ ὁ Σύρος

Λόγοι ΞΕ'-ΞΗ': Η ακτημοσύνη, η σχέση ησυχίας και ελεημοσύνης και η δύναμη της ταπεινοφροσύνης

Η αλλοίωση των νοημάτων, η νυχτερινή αγρυπνία, η πρακτική εκπλήρωση της αγάπης προς τον πλησίον χωρίς βλάβη της ησυχίας και η ταπεινοφροσύνη ως ένδυμα της Θεότητος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσαὰκ ὁ Σύρος

—

Κεφάλαιο 18 από 18

Τοῦ αὐτοῦ· Λόγος ΞΕʹ Περὶ ἐκείνων δι’ ὧν κτήσασθαί τις δύναται τὴν ἀλλοίωσιν τῶν κρυπτῶν νοημάτων, μετὰ τῆς ἀλλοιώσεως τῆς πολιτείας τῆς ἔξω. Ὅσον ἐστί τις ἐν τῇ ἀκτημοσύνῃ, ἡ ἐκδημία τῆς ζωῆς ἀνέρχεται ἐν τῇ διανοίᾳ αὐτοῦ ἀεί, καὶ ἐν τῇ ζωῇ τῇ μετὰ τὴν ἀνάστασιν ποιεῖ τὴν μελέτην αὐτοῦ πάντοτε, καὶ ἑτοιμασίαν τὴν πρέπουσαν ἐκεῖσε μηχανᾶται ἐν παντὶ καιρῷ, καὶ ὑπομονὴν κατὰ πάσης τιμῆς καὶ ἀναπαύσεως σωματικῆς σπειρομένης ἐν τῷ λογισμῶ αὐτοῦ, καὶ λογισμὸς ὑπὲρ τῆς καταφρονήσεως τοῦ κόσμου σφύζει ἐν τῇ διανοίᾳ αὐτοῦ καθ’ ὥραν, καὶ θαρρεῖ ἐν τῇ διανοίᾳ αὐτοῦ, καὶ καρδίαν κραταιὰν κτᾶται ἐν παντὶ καιρῷ κατὰ παντὸς κινδύνου καὶ φόβου ἐργαζομένου θάνατον. Ἀλλ’ οὐδὲ ἐκ τοῦ θανάτου φοβεῖται, διότι ἐν πάσῃ ὥρᾳ αὐτῷ προσέχει ὡς πλησιάζοντι καὶ προσδοκᾷ αὐτόν, καὶ ἡ μέριμνα αὐτοῦ ἐρριμμένη ἐστὶν ἐπὶ τὸν Θεὸν ἐν πάσῃ πεποιθήσει ἀδιστάκτῳ.

Καὶ ἐὰν ἀπαντήσωσιν αὐτῷ θλίψεις, γίνεται ὥς τις πεπεισμένος καὶ γινώσκων ἀκριβῶς ὅτι στέφανον προξενοῦσιν αὐτῷ, καὶ ἐν πάσῃ χαρᾷ ὑπομένει αὐτάς, καὶ ἐν ἀγαλλιάσει καὶ εὐφροσύνῃ ὑποδέχεται αὐτάς, διότι γινώσκει ὅτι ὁ Θεὸς αὐτός ἐστιν ὁ οἰκονομήσας αὐτὰς αὐτῷ, διὰ τὰ κέρδη τῶν αἰτιῶν τῶν ἀγνώστων ἐν οἰκονομίᾳ μὴ φανερουμένῃ.

Ἐὰν δὲ τῷ αὐτῷ συμβῇ ἐξ αἰτίας τινός τί τῶν παρερχομένων καὶ κτήσηται αὐτὸ ἐν τῇ ἐργασίᾳ καὶ μηχανῇ ἐκείνου τοῦ σοφοῦ τῶν κακῶν πάντων, αὐτῇ τῇ ὥρᾳ ὁ πόθος τοῦ σώματος ἄρχεται κινεῖσθαι ἐν τῇ ψυχῇ αὐτοῦ καὶ ζωὴν μακρὰν ἐννοεῖ, καὶ λογισμοὶ τῆς ἀναπαύσεως τῆς σαρκὸς ἀναβαίνουσι καὶ ἐξανθοῦσιν ἐν πάσῃ ὥρᾳ ἐν αὐτῷ. καὶ κατακρατεῖ τὰ τοῦ σώματος, εἰ δυνατόν, ἐν αὐτῷ κατὰ πάντα τρόπον τοῦ τροπώσασθαι τὰ συνιστῶντα αὐτῷ τὴν ἀνάπαυσιν αὐτοῦ, καὶ ἐξέρχεται ἐκ τῆς ἐλευθερίας ἐκείνης τῆς ἀνυποτάκτου τινὸς τῶν λογισμῶν τοῦ φόβου· καὶ ἐντεῦθεν ἐν πᾶσι τούτοις τὰς ἐννοίας τὰς ποιούσας τὴν πτόησιν καὶ τὰς αἰτίας τοῦ φόβου ἐννοεῖ καὶ λογίζεται, διότι ἐλήφθη ἐξ αὐτοῦ τὸ θάρσος ἐκεῖνο τῆς καρδίας, ὅπερ ἦν κτησάμενος ἐν τῇ ψυχῇ αὐτοῦ ὅταν ἦν ὑψηλότερος τοῦ κόσμου ἐν τῇ ἀκτημοσύνῃ αὐτοῦ· καὶ διὰ τὸ κληρονόμον αὐτὸν εἶναι <τοῦ> κόσμου κατὰ τὸ μέτρον ὧν ἐκτήσατο, καὶ τὸν φόβον δέχεται κατὰ τὸν νόμον καὶ τὴν οἰκονομίαν τὴν ὁρισθεῖσαν ἐκ Θεοῦ· ὅτι ὁποίῳ μέρει ὅτι ἑτοιμάζομεν τὰ μέλη ἡμῶν εἰς τὴν ἐνέργειαν αὐτοῦ, γινόμεθα δοῦλοι καὶ πειθήνιοι ἐν τῷ δουλεύεσθαι παντὶ φόβῳ κατὰ τὸν λόγον τοῦ ἀποστόλου.

Πρὸ πάντων τῶν παθῶν ἡ φιλαυτία, καὶ πρὸ πάντων τῶν ἀρετῶν ἡ καταφρόνησις τῆς ἀναπαύσεως. Ὁ παραβάλλων τὸ σῶμα αὐτοῦ ἐν ἀναπαύσεσιν, ἐν χώρᾳ εἰρήνης θλίβει αὐτό. Ὁ τρυφήσας ἐν νεότητι αὐτοῦ, δοῦλος γίνεται ἐν τῷ γήρει αὐτοῦ, καὶ εἰς τὰ τελευταῖα αὐτοῦ στενάζει.

Καθάπερ οὐ δύναται ὁ τὴν κεφαλὴν ἔχων εἰς τὸ ὕδωρ ἀναπνεῦσαι τὸν ἀέρα τὸν λεπτόν, τὸν ἐπιχεόμενον ἐν τῷ κόλπῳ τῷ κενῷ τούτῳ, οὕτως οὐ δύναται ὁ βαπτίζων τὴν διάνοιαν αὐτοῦ ἐν τῇ μερίμνῃ τῇ ἐνταῦθα, εἰσδέξασθαι τὴν ἀναπνοὴν τῆς αἰσθήσεως ἐκείνου τοῦ κόσμου τοῦ καινοῦ Καθάπερ συγχεῖ ἡ ὀσμὴ τοῦ θανάτου τὴν κρᾶσιν τοῦ σώματος, οὕτως ἡ θεωρία ἡ ἄτοπος τὴν εἰρήνην τῆς διανοίας.

Καὶ καθάπερ ἀδύνατον γενέσθαι τὴν ὑγείαν καὶ τὴν νόσον ἐν ἑνὶ σώματι καὶ μὴ φθαρῆναι τὸ ἓν ὑπὸ τοῦ ἑτέρου αὐτοῦ, οὕτως ἀδύνατον γενέσθαι ὁ πλοῦτος τοῦ ἀργύρου καὶ ἡ ἀγάπη ἐν οἴκῳ ἑνὶ καὶ μὴ φθαρῆναι τὸ ἓν ὑπὸ τοῦ ἑτέρου αὐτοῦ.

Καὶ καθάπερ οὐ δύναται ὁ ὕελος ἐν τῷ κρούσματι τῆς γειτνιάσεως τοῦ λίθου διαμεῖναι σῶος, οὕτως οὐ δύναται ὁ ἅγιος προσμένων <τὴν θέαν> καὶ συνομιλῶν μετὰ γυναικός, διαμεῖναι τὴν καθαρότητα αὐτοῦ καὶ μὴ σπιλωθῆναι.

Καθάπερ ἐκτίλλονται τὰ δένδρα ὑπὸ τῆς ῥαγδαίας καὶ διηνεκοῦς ἐπιρρεύσεως τῶν ὑδάτων, οὕτως ἐκτίλλεται ἡ ἀγάπη τοῦ κόσμου ἐκ τῆς καρδίας ἐν τῇ ἐπιρρεύσει τῶν πειρασμῶν τῶν ἐπιπιπτόντων τῷ σώματι. Καθάπερ καθαίρουσι τὰ φάρμακα τὴν ἀκαθαρσίαν τῶν χυμῶν τῶν πονηρῶν ἐκ τοῦ σώματος, οὕτως ἡ σφοδρότης τῆς θλίψεως καθαίρει τὰ πάθη τὰ πονηρὰ ἐκ τῆς καρδίας.

Καθάπερ οὐ δυνατὸν αἰσθέσθαι τὸν νεκρὸν τῶν πραγμάτων τῶν ζώντων, οὕτως ὁ μοναχὸς ὁ τεθαμμένος ἐν τῇ ἡσυχίᾳ ὡς ἐν τάφῳ, στερεῖται ἡ ψυχὴ αὐτοῦ ἐκ τοῦ χειμῶνος τοῦ συνήθως ἔχοντος ὑποκαπνίζειν ἐκ τῆς αἰσθήσεως τῶν πραγμάτων τῶν ἐν μέσῳ ἀνθρώπων ἀναστρεφομένων.

Ὥσπερ οὐ δυνατὸν ἀβλαβῆ διαμεῖναι τὸν φειδόμενον τοῦ ἐχθροῦ αὐτοῦ ἐν τῇ παρεμβολῇ τοῦ πολέμου, οὕτως ἀδύνατον φείσασθαι τὸν ἀγωνιστὴν τοῦ σώματος αὐτοῦ καὶ ῥύσασθαι τὴν ψυχὴν αὐτοῦ ἐκ τῆς ἀπωλείας. Ὥσπερ ἐκπλήττεται ἡ νεότης ἐκ τῶν φοβερῶν θεαμάτων, καὶ δραμοῦσα ἐπικρατεῖ τὰ κράσπεδα τῶν γονέων αὐτῆς ἐπικαλουμένη αὐτούς, οὕτως ἡ ψυχή, καθόσον στενοῦται καὶ θλίβεται ἐκ τοῦ φόβου τῶν πειρασμῶν, προστρέχει προσκολληθῆναι τῷ Θεῷ ἐπικαλουμένη αὐτὸν ἐν διηνεκεῖ δεήσει· καὶ ὅσον διαμένουσιν οἱ πειρασμοὶ ἀλλεπαλλήλως προσπίπτοντες, πληθύνει τὴν δέησιν, καὶ ὅταν ἐν πλατυσμῷ γένηται, τῷ μετεωρισμῷ ἑαυτὴν ἐκδίδωσιν.

Ὥσπερ οἱ παραδιδόμενοι εἰς τὰς χεῖρας τῶν κριτῶν τοῦ τιμωρηθῆναι ὑπὲρ τῆς κακίας, ἐάν, ὅτε προσεγγίσωσι ταῖς βασάνοις, ταπεινώσωσιν ἑαυτοὺς καὶ παραχρῆμα ἐξομολογῶνται εἰς τὴν ἀδικίαν αὐτῶν, ἐλαττοῦται ἡ τιμωρία αὐτῶν καὶ ἐν θλίψεσι μικραῖς λυτροῦνται ἐν τάχει· ἐὰν δὲ γένωνται ἐν αὐτοῖς ἄδικοί τινες καὶ σκληροὶ πρὸς ἐξομολόγησιν, προστίθενται αὐτοῖς βάσανα καὶ ἐσχάτως ἀκουσίως ἐξομολογοῦνται μετὰ πολλὰ βάσανα, ἡνίκα αἱ πλευραὶ αὐτῶν πληρωθῶσι πληγῶν καὶ οὐδὲν ὠφελοῦνται. Οὕτως καὶ ἡμεῖς ὅταν ὑπὲρ τῶν πλημμελημάτων ἡμῶν, ὧν ἀσκόπως ἐκτησάμεθα, ὑπὸ τοῦ ἐλέους παραδιδώμεθα ταῖς χερσὶ τοῦ δικαιοκρίτου τῶν ἁπάντων, καὶ κελευώμεθα ἐκταθῆναι κατέναντι τῆς ῥάβδου τῶν πειρασμῶν, ἕως ἂν εὐχερὴς γένηται ἡ κόλασις ἡμῶν ἐκεῖσε.

Ἐάν, ὅτε προσεγγίσῃ ἡμῖν ἡ ῥάβδος τοῦ κριτοῦ, ταπεινωθῶμεν καὶ μνημονεύσωμεν τῶν ἀδικημάτων, καὶ ἐξομολόγησιν ποιησώμεθα ἐνώπιον τοῦ ἐκδικητοῦ, ἐν πειρασμοῖς μικροῖς ταχέως ῥυσθησόμεθα· ἐὰν δὲ σκληρυνθῶμεν ἐν ταῖς θλίψεσιν ἡμῶν καὶ μὴ ἐξομολογησώμεθα ὡς αἴτιοι τῶν τοιούτων ὑπάρχοντες, καὶ ἄξιοι καὶ πλείονα τούτων παθεῖν, ἀλλ’ ἐπαιτιώμεθα τοὺς ἀνθρώπους καὶ ποτὲ καὶ τοὺς δαίμονας καὶ ἐν καιρῷ τὴν δικαιοσύνην τοῦ Θεοῦ, καὶ συνιστῶμεν ἑαυτοὺς ἀθώους τῶν τοιούτων ἔργων, καὶ τοῦτο ἐννοούμεθα καὶ λέγομεν, καὶ οὐκ ἐννοῶμεν ὅτι ὁ Θεὸς ἡμᾶς ἐπὶ πλέον ἐπίσταται καὶ γινώσκει, καὶ ὅτι ἐν πάσῃ τῇ γῇ τὰ κρίματα αὐτοῦ ἐστι, καὶ ὅτι χωρὶς τῆς ἐντολῆς αὐτοῦ οὐ παιδεύεται ἄνθρωπος, διατοῦτο πάντα τὰ ἐπερχόμενα ἐφ’ ἡμᾶς λύπην ἡμῖν διηνεκῆ ἐμποιεῖ, καὶ αἱ θλίψεις ἡμῶν σφοδραὶ γίνονται, καὶ ἐξ ἄλλης εἰς ἄλλην ὡς ἐν σχοινίῳ παραδεδόμεθα, ἕως ἂν γνῶμεν ἑαυτοὺς καὶ ταπεινωθῶμεν καὶ αἰσθηθῶμεν τῶν ἀνομιῶν ἡμῶν, ὅτι ἐκτὸς τοῦ αἰσθηθῆναι ἡμᾶς τούτων οὐ δυνατὸν εἰς κατόρθωσιν ἐλθεῖν· καὶ ἐσχάτως ἐν πολλαῖς θλίψεσι καταπονούμενοι, τότε ἐξομολόγησιν ἀνωφελῆ ποιοῦμεν, ὁπότε μὴ γένηται ἐξ αὐτῆς παράκλησις.

Ἀλλὰ τοῦτο τὸ αἰσθηθῆναι τινὰ τῶν ἁμαρτημάτων αὐτοῦ, χάρισμά ἐστιν ἐκ τοῦ Θεοῦ γινόμενον καὶ ἐμπίπτον εἰς τὸ φρόνημα, ὅταν ἴδῃ ὁ Θεὸς ἡμᾶς ὅτι κατεπονήθημεν ἐν τοῖς πολυτρόποις πειρασμοῖς, ἵνα μὴ ἀπέλθωμεν ἐν πάσαις ταῖς συμφοραῖς ἡμῶν καὶ θλίψεσι, μηδὲν ὠφελούμενοι ἐκ τοῦ κόσμου τούτου, καὶ οὐχὶ ἐκ τῆς δυσκολίας τῶν πειρασμῶν οὐ συνιοῦμεν ἀλλ’ ἐκ τῆς ἀγνωσίας.

Καὶ πολλάκις τινὲς ἐν τοῖς τοιούτοις ὄντες ἐξέρχονται ἐκ τοῦ κόσμου τούτου ὑπεύθυνοι καὶ μὴ ἐξομολογούμενοι ἀλλ’ ἀπαρνούμενοι καὶ ἐπαιτιώμενοι· ὁ δὲ Θεὸς ὁ ἐλεήμων ἐξεδέχετο εἴ πως ταπεινωθῶσιν, ἵνα συγχωρήσῃ αὐτοῖς καὶ ποιήσῃ αὐτοῖς ἔκβασιν· καὶ οὐ μόνον τῶν πειρασμῶν αὐτῶν ἐποίει ἔκβασιν, ἀλλὰ καὶ τὰ παραπτώματα συνεχώρει, ἱλεούμενος τῇ ἐξομολογήσει τῇ μικρᾷ τῆς καρδίας.

Ὥσπέρ τις ἄνθρωπος προσφέρων προσφορὰν μεγάλην τῷ βασιλεῖ κτᾶται ὄψιν ἱλαράν, οὕτως ὁ ἔχων δάκρυα ἐν τῇ προσευχῇ αὐτοῦ· ὁ Θεὸς ὁ βασιλεὺς ὁ μέγας τῶν αἰώνων παρελθεῖν πάντα τὰ μέτρα τῶν παραπτωμάτων αὐτοῦ συγχωρεῖ καὶ κτᾶσθαι παρ’ αὐτῷ ὄψιν κεχαριτωμένην ποιεῖ.

Ὥσπερ πρόβατον ἐξερχόμενον ἐκ τῆς μάνδρας καὶ ἐν τῷ μετεωρισμῷ τῆς ποιμάνσεως πορευόμενον, καὶ ἱστῶν ἑαυτὸ παρὰ τῷ φωλεῷ τῶν λύκων, οὕτως ὁ μοναχὸς ὁ ἀφορίζων ἑαυτὸν ἐκ τῆς συναγωγῆς τῶν ἑταίρων αὐτοῦ ἐν ὀνόματι καθίσματος ἡσυχαστικοῦ, καὶ διαμένει ἀπαντῶν καὶ ἀφικόμενος καὶ προσεγγίζων ταῖς θεωρίαις καὶ τοῖς θεάμασι τῶν θεάτρων διερχόμενος ἐν ταῖς πόλεσιν.

Ὥσπερ ἄνθρωπος βαστάζων ἐπὶ τοῦ ὤμου αὐτοῦ μαργαρίτην πολύτιμον καὶ ἀπερχόμενος ἐν ὁδῷ ληστευομένῃ καὶ ἐν φήμαις κακαῖς φημιζομένῃ, καὶ ἐν πάσῃ ὥρᾳ ἐν φόβῳ ἐστὶ μήπως ἐπιβουλευθῇ, οὕτως ὁ βαστάζων τὸν μαργαρίτην τῆς σωφροσύνης καὶ ὁδεύων ἐν τῷ κόσμῳ τῇ ὁδῷ τῶν ἐχθρῶν, ἕως ἂν εἰσέλθῃ ἐν τῇ μονῇ τοῦ μνήματος, ἥτις ἐστὶν ἡ χώρα τῆς πεποιθήσεως, οὐκ ἔστιν αὐτῷ ἐλπὶς ἐξειλῆσαι ἐκ τῶν ληστῶν καὶ πορθούντων. Μὴ τάχα ἐκεῖνος ὁ βαστάζων τὸν πολύτιμον μαργαρίτην δύναται μὴ φοβηθῆναι; οὕτως οὐδὲ οὗτος γινώσκει ἐν ποίῳ τόπῳ καὶ ἐκ ποίων καὶ ποίᾳ ὥρᾳ παρακύπτουσιν ἐπ’ αὐτῷ ἐξαίφνης καὶ γυμνοῦσιν αὐτὸν τῆς ἐλπίδος αὐτοῦ, καὶ ἔσεται ἐν τῇ θύρᾳ τοῦ οἴκου αὐτοῦ πορθούμενος, ὅπέρ ἐστι καιρὸς τοῦ γήρως αὐτοῦ.

Ὥσπερ ἄνθρωπος πίνων οἶνον ἐν ἡμέρᾳ πένθους καὶ μεθυσκόμενος καὶ λανθάνων πᾶσαν λύπην τῶν πόνων αὐτοῦ, οὕτως ὁ μεθυσθεὶς τῇ ἀγάπῃ τοῦ Θεοῦ ἐν τῷ κόσμῳ τούτῳ, ὅς ἐστιν οἶκος κλαυθμοῦ, λανθάνει τοὺς πόνους καὶ τὰς λύπας αὐτοῦ πάσας καὶ γίνεται ἀναίσθητος διὰ τὴν μέθην αὐτοῦ ἐξ ὅλων τῶν παθῶν τῆς ἁμαρτίας.

Ὥς τις ἡ καρδία αὐτοῦ ἐπεστήρικται τῇ ἐλπίδι τοῦ Θεοῦ, ζῶον πτερωτὸν κοῦφον ἐστὶν ἡ ψυχὴ αὐτοῦ, καὶ ἐν πάσῃ ὥρᾳ ἡ διάνοια αὐτοῦ ὑψοῦται ἐκ τῆς γῆς, καὶ ὑπεράνω τῶν οὐρανίων ἵπταται ἐν τῇ ἀδολεσχίᾳ τῶν λογισμῶν αὐτοῦ.

Τοῦ αὐτοῦ· Λόγος ΞϚʹ Περὶ ἀγρυπνίας τῶν νυκτῶν, καὶ περὶ διαφόρων τρόπων τῆς ἐργασίας αὐτῆς, καὶ ὅτι οὐ δεῖ τὸν σκοπὸν τῶν ἔργων ἡμῶν πρὸς τελείωσιν καὶ ὁρισμὸν ποσότητος εἶναι, ἀλλ’ ἐν ἐλευθερίᾳ τῆς διακρίσεως ὡς υἱῶν τοῦ Θεοῦ μετὰ τοῦ πατρὸς αὐτῶν ἐργαζομένων ἐν τῇ προθυμίᾳ τῆς ἀγάπης· καὶ πόσον ἐστὶ τίμιον τὸ ἔργον τῆς ἀγρυπνίας ὑπὲρ πάσας τὰς πολιτείας, καὶ ποῖα ζητοῦν οἱ διαλεξάμενοι τοῦτο τὸ ἔργον καὶ πῶς δεῖ πορεύεσθαι ἐν αὐτῷ, καὶ περὶ τῶν χαρισμάτων τῶν ἀξιουμένων ὑπὸ τοῦ Θεοῦ αὐτῆς εἶναι. καὶ περὶ τῶν ἀγώνων τῶν ἐξεναντίας αὐτῶν ἐκ τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου.

Ὅταν θελήσῃς στῆναι ἐν τῇ λειτουργίᾳ τῆς ἀγρυπνίας σου ἐν τῇ συνεργείᾳ τοῦ Θεοῦ, ποίησον ὡς λέγω σοι ἐγώ· κλῖνον τὰ γόνατα κατὰ τὸ ἔθος καὶ ἀνάστα, καὶ μετὰ ταῦτα οὐχὶ εὐθέως ἄρξῃ ἐν τῇ λειτουργίᾳ σου· ἀλλ’ ὅταν προσεύξῃ πρῶτον καὶ τελειώσῃς αὐτὴν καὶ σφραγίσῃς τὴν καρδίαν σου καὶ τὰ μέλη σου ἐν τῷ ζωοποιῷ τύπῳ τοῦ σταυροῦ, στᾶ ὡς ἐν ῥοπῇ ὥρας σιωπῶν, ἕως ἂν ἀναπαυθῶσιν αἱ αἰσθήσεις σου, καὶ οἱ λογισμοί σου γαληνιάσωσι καὶ μετὰ τοῦτο ὕψωσον τὴν θεωρίαν σου τὴν ἐσωτέραν πρὸς Κύριον καὶ πεῖσον αὐτὸν ἐν λύπῃ ἐνισχῦσαι τὴν ἀσθένειάν σου, καὶ μέχρι τῆς ἀναπαύσεως τοῦ θελήματος αὐτοῦ γένηται ἡ στιχολογία τῆς γλώσσης σου καὶ αἱ ἔννοιαι τῆς καρδίας σου· καὶ εἰπὲ ἡσύχως ἐν τῇ εὐχῇ τῆς καρδίας σου· “Κύριε Ἰησοῦ ὁ Θεός μου, ὁ ἐπισκεπτόμενος τὴν κτίσιν αὐτοῦ, ᾧτινι δῆλα τὰ πάθη μου, καὶ ἡ ἀσθένεια τῆς φύσεως ἡμῶν καὶ ἡ ἰσχὺς τοῦ ἀντιπάλου ἡμῶν, σὺ αὐτὸς σκέπασόν με ἐκ τῆς κακίας αὐτοῦ, διότι ἡ δύναμις αὐτοῦ κραταιὰ καὶ ἡ φύσις ἡμῶν ταλαίπωρος καὶ ἡ δύναμις ἡμῶν ἀσθενής· σὺ οὖν, ἀγαθέ, ὁ ἐπιστάμενος τὴν ἀσθένειαν ἡμῶν καὶ βαστάζων τὴν δυσκολίαν τῆς ἀδυναμίας ἡμῶν, φύλαξόν με ἐκ τῆς ταραχῆς τῶν λογισμῶν καὶ τοῦ κατακλυσμοῦ τῶν παθῶν, καὶ ἄξιον ποίησόν με ταύτης τῆς λειτουργίας τῆς ἁγίας, μήπως ἐν τοῖς πάθεσί μου φθείρω τὸν νόστον αὐτῆς καὶ εὑρεθῶ ἐνώπιόν σου ἀναιδὴς καὶ τολμηρός”.

Δεῖ δὲ ἡμᾶς ἐν πάσῃ ἐλευθερίᾳ πορεύεσθαι ἐν τῇ λειτουργίᾳ ἡμῶν, ἔξωθεν πάσης διανοίας νηπιώδους τεταραγμένης. Ἐὰν δὲ ἴδωμεν ὅτι ἡ ὥρα οὐκ ἔστι πολλὴ καὶ ὀρθρίζομεν πρὸ τοῦ τελειῶσαι ἡμᾶς, ἀφήσωμεν ἑκουσίως ἐν γνώσει Δόξαν μίαν ἢ δύο ἐκ τοῦ ἔθους, καὶ μὴ γένηται τόπος τῇ ταραχῇ ἀφανίσαι τὴν γεῦσιν τῆς λειτουργίας ἡμῶν καὶ θολώσωμεν τοὺς ψαλμοὺς τῆς πρώτης ὥρας.

Ἐάν, ἡνίκα λειτουργῇς, προσλαλήσει καὶ ψιθυρίσει σοι ὁ λογισμός, “τάχυνον” φησὶν “ὀλίγον, καὶ πληθύνεται τὸ ἔργον, καὶ ἐκλυτώσεις ταχέως”, μὴ κανονίσῃς ἐν αὐτῷ. Ἐὰν δὲ σφοδροτέρως ὀχλῇ ἐν τούτῳ, στράφου εὐθέως εἰς τὰ ὀπίσω Δόξαν μίαν, ἢ ὅπερ θέλεις, καὶ ἕκαστον στίχον βαστάζοντα τὸν τρόπον τῆς εὐχῆς, μετὰ κατανοήσεως στιχολόγησον αὐτὸν πολλὰς βολάς. Καὶ ἐὰν πάλιν ταράξῃ σε ἢ σφίγξῃ κατὰ σοῦ, ἄφες τὴν στιχολογίαν καὶ θὲς τὸ γόνυ εἰς προσευχὴν καὶ εἰπέ· “ἐγὼ οὐχὶ ῥήματα θέλω μετρῆσαι, ἀλλὰ τὰς μονὰς θέλω φθάσαι· ἐν πάσῃ γὰρ τρίβῳ μου, ᾗ ὁδηγήσει με, ταχέως ἐγὼ ἐν αὐτῇ πορεύσομαι. Ἐκεῖνος ὁ λαὸς ὁ χωνεύσας τὸν μόσχον, ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη ἐπορεύθησαν διερχόμενοι τὴν ἔρημον, ἀνερχόμενοι καὶ κατερχόμενοι τὰ ὄρη καὶ τοὺς βουνούς, καὶ τὴν γῆν τῆς ἐπαγγελίας οὐδὲ μακρόθεν ἐθεάσαντο”.

Καὶ ἐὰν νικήσῃ σε ἡ στάσις, ὅτε ἀγρυπνεῖς διὰ τὸ μῆκος τῆς ἐκτάσεως, καὶ ἀσθενήσῃς ἐκ τῆς ἀτονίας, καὶ εἴπῃ σοι ὁ λογισμός, μᾶλλον δὲ ὁ κακομήχανος προσλαλήσῃ τῷ λογισμῷ καθὼς καὶ τῷ ὄφει· “τελείωσον, ἐπειδὰν οὐ δύνασαι στῆναι”, εἰπὲ αὐτῷ· “οὐχ’ οὕτως, ἀλλὰ κάθημαι ἓν κάθισμα, καὶ αὐτὸ κρεῖττον τοῦ ὕπνου· καὶ ἐὰν ὅτε ἡ γλῶσσα μου σιωπᾷ καὶ οὐ λέγῃ ψαλμόν, ἀλλ’ ἡνίκα ἡ διάνοιά μου ἀδολεσχήσῃ μετὰ τοῦ Θεοῦ ἐν τῇ εὐχῇ καὶ τῇ ὁμιλίᾳ τῇ μετ’ αὐτοῦ, ἐκ παντὸς ἡ ἐγρήγορσις ὠφελιμωτέρα τοῦ ὕπνου ἐστίν”.

Οὐχὶ ἡ στάσις ἐστὶν ὅλη ἡ ἀγρυπνία, οὐδὲ πάλιν ἡ στιχολογία τῶν ψαλμῶν μόνον. Ἀλλ’ ἔστιν ὁ ἐν ψαλμοῖς ἐκφέρων ὅλην τὴν νύκτα, καὶ ἔστιν ὁ ἐν μετανοίᾳ καὶ εὐχαῖς κατανύξεως καὶ κατακλίσεσιν ἐπὶ τῆς γῆς, καὶ ἔστιν ὁ ἐν κλαυθμῷ καὶ ἐν τοῖς δάκρυσι καὶ θρήνοις ἐπὶ τοῖς παραπτώμασιν αὐτοῦ.

Ἐρρέθη περί τινος τῶν πατέρων ἡμῶν, ὅτι «τεσσαράκοντα ἔτη εἶς λόγος ἦν ἡ εὐχὴ αὐτοῦ· “ἐγὼ ὡς ἄνθρωπος ἤμαρτον, σὺ δὲ ὡς Θεὸς συγχώρησον”. Καὶ ἤκουον αὐτοῦ οἱ πατέρες μελετῶντος τὸν στίχον τοῦτον ἐν λύπῃ, ὅτε ἔκλαιε καὶ οὐχ’ ἡσύχαζε, καὶ ἀντὶ τῆς λειτουργίας ἦν αὐτῷ αὕτη ἡ εὐχὴ μόνη νυκτὸς καὶ ἡμέρας».

Καὶ γίνεται πάλιν ἡνίκα ὀλίγον ἐν τῇ ἑσπέρᾳ στιχολογῇ τις καὶ τὸ ὑπόλοιπον τῆς νυκτὸς εἰς τροπάρια· καὶ γίνεται πάλιν εἰς δοξολογίαν καὶ ἀνάγνωσιν· καὶ γίνεται πάλιν ὁ τιθῶν ὅρον ἑαυτῷ μὴ κλῖναι γόνυ, κατ’ ἐκεῖνον μεθ’ οὗ ἐπολέμει αὐτῷ ὁ λογισμὸς τῆς πορνείας.

ΞΖʹ Τοῦ αὐτοῦ· Ἀπάντησις εἰς ἀδελφόν τινα ἐρωτηθέντα διατί ὁ Κύριος ἡμῶν πρὸς τὴν ὁμοίωσιν ἐκείνης τῆς μεγαλωσύνης τοῦ Πατρὸς τοῦ ἐν οὐρανοῖς τὴν ἐλεημοσύνην ὥρισεν, οἱ μοναχοὶ δὲ τὴν ἡσυχίαν προτιμῶσιν αὐτῆς. Καλῶς ὅτι ἐκ τοῦ εὐαγγελίου παράδειγμα ἤνεγκας καὶ τύπον ἐξετάσεως τῆς πολιτείας τῆς μεγάλης τῆς ἡσυχίας, ὡς ἂν εἰ ἡμεῖς κατέναντι ταύτης ἱστάμεθα ἢ ζητοῦμεν τοῦ καταργῆσαι αὐτὴν ὡς πρᾶγμα τί περισσόν. Ὁ Κύριος, τὴν ἐλεημοσύνην ὥρισε πρὸς τὴν ὁμοίωσιν τοῦ Πατρός, ὡς προσεγγίζουσαν αὐτῷ τοὺς τελειοῦντας αὐτήν. Τοῦτο ἀληθές ἐστι. Καὶ οὐδὲ ἡμεῖς οἱ μοναχοὶ τὴν ἡσυχίαν χωρὶς τῆς ἐλεημοσύνης τιμῶμεν, ἀλλ’ ὅτι ἐκ τῆς μερίμνης καὶ τῆς ταραχῆς καθόσον δυνατὸν ἀπέχεσθαι σπουδάζομεν. Οὐχὶ ὅτι ἐξεναντίας τῶν ἀναγκαίων, ὅταν ἀπαντήσωσιν ἡμῖν, ἀντιστῆναι βουλόμεθα, ἀλλὰ φροντίζομεν τῆς ἡσυχίας, ἵνα ἐν τῇ ἀδολεσχίᾳ τοῦ Θεοῦ διαμείνωμεν, ἐν ᾗ δυνάμεθα ἐπὶ πλέον διϋλισθῆναι τῆς θολώσεως καὶ προσεγγίσαι αὐτῷ <κἂν τοῦτο σπάνιον ἐστίν>.

Ἐὰν δὲ ἅπαξ ποτὲ πρὸς ποσότητα καιρῶν ἐπέλθῃ ἡμῖν χρεία τις ἀναγκαία ἀδελφῶν, μὴ δὲ ταύτης ἀμελεῖν ἡμᾶς προσήκει. Ἀναγκάσωμεν οὖν ἑαυτοὺς διηνεκῶς, ἵνα γενώμεθα πεπληρωμένοι ἐν παντὶ καιρῷ ἔσωθεν ἐλεημοσύνης ὑπὲρ πάσης τῆς φύσεως τῶν λογικῶν· οὕτως γὰρ ἐπιτρέπει ἡμῖν ἡ διδασκαλία τοῦ Κυρίου, καὶ αὕτη ἐστὶν ἡ διαφορὰ τῆς ἡσυχίας ἡμῶν καὶ οὐχ’ ὡς ἔτυχε.

Καὶ οὐ μόνον ταύτην τὴν ἔσωθεν ἡμῶν φυλάξομεν, ἀλλὰ καὶ ὅταν καλῇ ὁ καιρὸς τῶν ἔργων καὶ ἡ ἀνάγκη τῶν πραγμάτων, οὐ δεῖ τινὰ ἡμῶν ἀμελεῖν τοῦ δεῖξαι τὴν ἀγάπην αὐτοῦ φανερῶς, μάλιστα οἳ τὴν ἡσυχίαν τὴν παντελῆ οὐκ ἔκριναν καθ’ ἑαυτούς, τοῦ μὴ ἀπαντῆσαι τινά, ἀλλὰ τῷ κανόνι τῶν ἑβδομάδων καὶ τῶν ἑπτάκις ἑπτὰ ποιούντων ἑαυτοῖς ἡσυχίαν. Οἱ γὰρ τοιοῦτοι, ἐκ τῶν πραγμάτων τῆς ἐλεημοσύνης τῆς πρὸς τὸν πλησίον, οὐδὲ ἐν μέσῳ τῶν ὅρων τῶν κανόνων αὐτῶν ὄντες, πρὸς τὸ πληρῶσαι ταῦτα κατέχουσιν ἑαυτούς, εἰ μὴ ἐὰν ᾖ τις πολὺ ἀπότομος καὶ ἀπάνθρωπος καὶ κατέναντι τοῦ προσώπου καὶ τῶν ὀφθαλμῶν τῶν ἀνθρώπων κρατῇ τὴν ἡσυχίαν, διότι γινώσκομεν ὅτι χωρὶς τῆς ἀγάπης τοῦ πλησίον, οὐδὲ ὁ νοῦς δύναται ἐν τῇ ὁμιλίᾳ καὶ τῇ ἀγάπῃ τῇ θείᾳ φωτισθῆναι.

Καὶ νῦν τίς ἐστι μοναχὸς ἐκ τῶν σοφῶν μοναχῶν, ὅταν ἔχῃ τροφὴν καὶ ἐνδύματα, καὶ θεωρῇ τὸν πλησίον αὐτοῦ πεινῶντα καὶ γυμνητεύοντα, καὶ καρτερεῖ φείδεσθαι τινὸς ἐξ αὐτοῦ; Ἢ τίς, ὅτε τῶν τῆς σαρκὸς αὐτοῦ τινὰ νοσοῦντα ἢ μοχθοῦντα καὶ χρείαν ἔχοντα ἐπισκέψεως, καὶ αὐτὸς διὰ τὸν πόθον τῆς ἡσυχίας θέλει τιμῆσαι τὸν κανόνα τοῦ ἐγκλεισμοῦ αὐτοῦ ὑπὲρ τὴν ζωὴν τοῦ πλησίον αὐτοῦ;

Ὅταν οὖν τινὰ τοιαῦτα οὐκ εἰσιν ἐγγύς, ἐν τῷ νοῒ φυλάξομεν τὴν ἀγάπην καὶ τὴν ἐλεημοσύνην εἰς τὸν πλησίον· ὅταν δὲ τὰ πράγματα ἐγγύς ἐστι, καὶ ἐν τῷ ἔργῳ πληρῶσαι καὶ τελειῶσαι ἀπαιτεῖ παρ’ ἡμῶν ὁ Θεός.

Δῆλον γὰρ ὅτι ἐὰν μὴ κτησώμεθά τι, οὐκ ἐπετράπημεν πεσεῖν εἰς μέριμναν καὶ ταραχὴν διὰ τοὺς πτωχούς, ἀλλ’ ὅπερ ἔχομεν ἀπαιτούμεθα. Καὶ ἐὰν πάλιν ἀπέχωμεν ἐν τῇ διαγωγῇ ἡμῶν ἐκ τοῦ συγκαθῆσθαι καὶ συναναμίγνυσθαι καὶ ἐκ τῆς θεωρίας τῶν ἀνθρώπων, οὐ χρὴ ἡμᾶς καταλιπεῖν τὸ κελλίον ἡμῶν καὶ τὸ κάθισμα ἡμῶν τὸ μοναστικὸν καὶ ἀναχωρητικόν, καὶ ἐκδοῦναι ἑαυτοὺς πρὸς τὸ γυρεῦσαι εἰς τὸν κόσμον καὶ ἐπισκέψασθαι τοὺς ἀρρώστους καὶ ἀσχολεῖσθαι ἐν πράγμασι τοιούτοις· δῆλον γάρ, ὅτι ἐκ τοῦ μείζονος εἰς τὰ ἐλάττονα ἔρχονται τὰ τοιαῦτα.

Ἐὰν δέ τις συνοικῇ τοῖς πολλοῖς καὶ πλησίον ἐστὶ τῶν ἀνθρώπων εἰς τὴν διαμονὴν τοῦ καθίσματος αὐτοῦ τὴν μετ’ αὐτῶν, καὶ ἀναπαύηται ἐν κόποις ἑτέρων ἐν τῷ καιρῷ τῆς ὑγείας αὐτοῦ καὶ τῆς ἀρρωστίας αὐτοῦ, τὸ αὐτὸ καὶ αὐτὸς ὤφειλε ποιῆσαι, καὶ οὐχὶ αὐτὸς ἐξ ἄλλων ἐντελῶς ἀπαιτεῖν τὴν ἀνάπαυσιν· ἡνίκα δὲ ἴδῃ τὸν υἱὸν τῆς σαρκὸς αὐτοῦ καὶ τὸν υἱὸν τοῦ σχήματος αὐτοῦ ἐν στενώσει, μᾶλλον δὲ τὸν Χριστὸν ἐρριμμένον καὶ μοχθοῦντα, ὑποχωρεῖν καὶ κρύπτεσθαι ἐξ αὐτοῦ, ἡνίκα φαντάζεται τὴν ψευδῆ ἡσυχίαν, ἕκαστος γὰρ τοιοῦτος ἀνελεήμων ἐστί.

Καὶ μὴ ἀγάγῃς μοι εἰς μνήμην Ἰωάννην τῆς Θηβαΐδος καὶ τὸν Ἀρσένιον καὶ εἴπῃς· “τίς ἐστιν ἐκ τούτων ὃς εἰς τὰ τοιαῦτα ἐξέδωκεν ἑαυτὸν ἢ ἐπεμελήσατο τῶν ἀρρώστων καὶ τῶν πτωχῶν, καὶ ἠμέλησεν εἰς τὴν ἡσυχίαν αὐτοῦ;” Μὴ ἐγγίσῃς πράγμασι τισὶ τοιούτων.

Ἐὰν γὰρ ἀπέχῃς ἀπὸ πάσης ἀναπαύσεως καὶ ἀπαντήσεως ἀνθρώπων, ὡς ἦσαν οὗτοι. ἐπιτρέπεταί σοι καταφρονεῖν τῶν τοιούτων. Ἐὰν δὲ ἐξ ἐκείνης τῆς τελειότητος ἀπέχῃς, καὶ ἐν τοῖς κόποις τοῦ σώματος καὶ τῇ συντυχίᾳ τῶν ἀνθρώπων ὑπάρχῃς ἐν παντὶ καιρῷ, διατί ἀμελεῖς εἰς τὰς ἐντολάς, ἃς τὸ μέτρον σου δέον φυλάξαι, ὅταν προφασίζῃ εἰς τὴν πολιτείαν τὴν μεγάλην τῶν ἁγίων, ἥντινα οὐ προσήγγισας;

Ἐγὼ δὲ καὶ τοῦ μνημονεῦσαι τῆς τοῦ ἁγίου Μακαρίου τοῦ μεγάλου χρήσεως οὐκ ἀμελήσω, ἥτις πρὸς ἔλεγχον τῶν καταφρονούντων τῶν ἀδελφῶν αὐτῶν ἐσημάνθη. Ἀπῆλθε γὰρ ἅπαξ ἐπισκέψασθαι τινὰ ἀδελφὸν ἀσθενοῦντα, καὶ ὅτε ἠρώτησεν αὐτὸν τί ἐπιθυμεῖ, εἶπεν αὐτῷ· «ἐπιθυμῶ ἄρτον ὀλίγον τρυφερόν»· ὅτι οἱ μοναχοὶ τότε τὸν ἄρτον τοῦ χρόνου ὅλου ἐποίουν πάντες ὡς ἐπὶ τὸ πολύ, οὕτως γὰρ ἦν τὸ ἔθος τοῦ τόπου ἐκείνου. Καὶ ἀπῆλθεν ἐκεῖνος ὁ ἀξιομακάριστος ἀνήρ, ἐννενήκοντα ἐτῶν ὑπάρχων, ἐκ τῆς σκήτεως εἰς τὴν Ἀλεξάνδρειαν τὴν πόλιν, ἡνίκα ἄρτους ξηροὺς ἔλαβεν ἐν τῷ μηλωταρίῳ αὐτοῦ, καὶ ἤλλαξεν αὐτοὺς καὶ ἤνεγκεν αὐτοὺς πρὸς τὸν ἀσθενοῦντα.

Ἀλλὰ καὶ μεῖζον τούτου ἄλλος ἐποίησεν, ὁ ὅμοιος αὐτοῦ ἀββᾶς Ἀγάθων, ἀνὴρ ἐμπειρότατος πάντων τῶν μοναχῶν τῶν κατὰ τὸν καιρὸν ἐκεῖνον, ὅστις ὑπὲρ πάντας τὴν σιωπὴν καὶ τὴν ἡσυχίαν ἐτίμᾳ. Οὗτος ἐν καιρῷ πανηγύρεως ἀπῆλθε πωλῆσαι τὸ ἐργόχειρον αὐτοῦ. Καὶ εὗρεν ἐν τῇ ἀγορᾷ τινὰ ξένον ἐρριμμένον καὶ ἀσθενοῦντα, καὶ ἐμισθώσατο οἶκον καὶ ἔμεινε παρ’ αὐτῷ ἐργαζόμενος ταῖς ἰδίαις χερσὶ καὶ ἐξοδιάζων ὑπὲρ αὐτοῦ, καὶ ἐδίδου τὸ μίσθωμα τοῦ οἴκου. Καὶ ὑπηρέτει αὐτῷ ἓξ μῆνας, ἕως ἂν ὑγίανεν. Οὗτος, καθὼς διηγεῖται ἡ ὑπόθεσις, ἔλεγεν ὅτι «ἤθελον εὑρεῖν λωβὸν καὶ δοῦναι αὐτῷ τὸ σῶμα μου καὶ λαβεῖν τὸ αὐτοῦ· αὕτη ἐστὶν ἡ τελεία ἀγάπη».

Οἱ φοβούμενοι τὸν Θεόν, ὦ ἀγαπητέ, εὐμαρῶς προθυμοῦνται καὶ προνοοῦσι φυλάξαι τὰς ἐντολάς, καὶ ἐὰν ἐν ἔργοις ἐγγένηται πεσεῖν εἰς τὰς χεῖρας αὐτῶν ἡ εὕρεσις αὐτῶν ἢ κίνδυνον ὑποφέρειν χάριν αὐτῶν. Ἐδέσμησε τὴν τελειότητα αὐτῶν καὶ ἐκρέμασεν ὁ ζωοποιὸς ἐν δυσὶν ἐντολαῖς περιεχούσαις πάσας, τῇ ἀγάπῃ τοῦ Θεοῦ καὶ τῇ ὁμοίᾳ τῆς κτήσεως αὐτῆς, τῇ ἀγάπῃ τῆς εἰκόνος αὐτοῦ.

Καὶ ἡ μὲν πρώτη κατορθοῖ τὸν σκοπὸν τῆς θεωρίας τοῦ πνεύματος· ἡ δευτέρα δὲ θεωρίαν καὶ πρᾶξιν. Διότι ἡ φύσις ἡ θεϊκὴ ἁπλῆ ἐστι καὶ ἀσύνθετος καὶ ἀόρατος καὶ ἀνενδεὴς κατὰ τὴν φύσιν, οὐ χρήζει γὰρ ἡ συνείδησις [κατὰ τὴν φύσιν], ἐν τῇ ἀδολεσχίᾳ αὐτῆς, πράξεως σωματικῆς καὶ ἐνεργείας τινὸς καὶ ἐννοιῶν παχύτητος· ἁπλῆ γάρ ἐστιν ἡ ἐνέργεια αὐτῆς, καὶ ἐν τῷ ἑνὶ μέρει τοῦ νοός, κατὰ τὴν ἁπλότητα τῆς προσκυνητῆς αἰτίας, τὴν ὑπὲρ αἴσθησιν τῆς αἰσθήσεως <καὶ> τῆς σαρκός, ἐνεργεῖ.

Ἡ δευτέρα δὲ ἐντολή, ἥτις ἐστὶν ἡ φιλανθρωπία, κατὰ τὸ διπλοῦν τῆς φύσεως οὕτως καὶ ἐν διπλότητι ἡ μέριμνα τῆς ἐργασίας αὐτῆς· λέγω δὲ ὅτι, ὅπερ ἐν τῇ συνειδήσει πληροῦμεν ἀοράτως, θέλομεν καὶ ἐν τῷ σώματι ὁμοίως πληρῶσαι, καὶ οὐ μόνον φανερῶς ἀλλὰ καὶ κρυπτῶς· καὶ ἡ ἐν τοῖς πράγμασι τελειουμένη, μετὰ τῆς συνειδήσεως τελειοῦται.

Καθάπερ ὁ ἄνθρωπος ἐκ δύο μερῶν ἐγένετο, ἤτοι ἐκ ψυχῆς καὶ σώματος, οὕτως τὰ αὐτοῦ πάντα διπλῶς φροντίζονται κατὰ τὸ διπλοῦν τῆς καταστάσεως αὐτοῦ· καὶ διότι προηγεῖται ἡ πρᾶξις τῆς θεωρίας ἐν παντὶ τόπῳ, ἀδύνατόν τινα ὑψωθῆναι εἰς τὸ μέρος ἐκείνης τῆς ὑψηλῆς, εἰ μὴ πρῶτον τελειώσῃ τὴν ὑποδεεστέραν τῷ ἔργῳ.

Καὶ νῦν οὐδεὶς ἄνθρωπος τολμᾷ εἰπεῖν περὶ τῆς κτήσεως τῆς ἀγάπης τοῦ πλησίον ὅτι ἐν τῇ ψυχῇ αὐτοῦ κατορθοῖ, ἐὰν περιλειφθῇ τὸ μέρος ἐκεῖνο ὅπερ ἐν τῷ σώματι πληροῦται κατὰ δύναμιν καὶ κατὰ τὸν καιρὸν καὶ τὸν τόπον τὸν παρέχοντα χεῖρα εἰς τὸ πρᾶγμα. Καὶ τότε πιστεύεται, ὅτι ἡ ἀγάπη ἡ ἐν τῇ θεωρίᾳ κατέχεται καὶ γνωρίζεται. Καὶ ὅτε ἐν τούτοις γενώμεθα πιστοὶ καὶ ἀληθινοὶ κατὰ τὸ δυνατόν, τότε πρὸς τὸ μέρος τὸ μέγα τῆς θεωρίας τῆς ὑψηλῆς καὶ θεϊκῆς δίδοται τῇ ψυχῇ δύναμις ἐκτείνεσθαι ἐν ταῖς ἐννοίαις ταῖς ἁπλαῖς καὶ ἀνομοίοις.

Ὅπου δὲ οὐκ ἔχει ὁ ἄνθρωπος τὴν <εὐκαιρίαν> ἐν τοῖς πράγμασι τοῖς ὁρατοῖς τελειῶσαι τὴν ἀγάπην τοῦ πλησίον ἐν πράγμασι καὶ ἐν σώματι, αὐταρκεῖ πρὸς τὸν Θεὸν ἡ ἐν τῷ φρονήματι μόνον φυλαττομένη ἀγάπη τοῦ πλησίον ἡμῶν, μάλιστα ἐὰν τὸ μέρος ἐκεῖνο τοῦ ἐγκλεισμοῦ καὶ τῆς ἡσυχίας καὶ ἡ ἐν αὐτῇ ὑπεροχή, ἀρκούντως διαμείνῃ ἐν τῇ ἐργασίᾳ αὐτῆς.

Ἐὰν δὲ ἐξ ὅλων τῶν μερῶν ἐκείνης τῆς ἡσυχίας ὑστερούμεθα, πληρώσωμεν τὴν ἔλλειψιν αὐτῆς εἰς τὴν ἐντολὴν τὴν μετ’ αὐτήν, ἥτις ἐστὶν ἡ πρᾶξις ἡ αἰσθητή, ἥντινα ὡς πλήρωμα τῆς ἀναπαύσεως τῆς ζωῆς ἡμῶν, πληρώσωμεν ἐν τῷ κόπῳ τοῦ σώματος ἡμῶν, ἵνα μὴ εὑρεθῇ ἡ ἐλευθερία ἡμῶν πρόφασις ἡμῖν ὑποταγῆναι τῇ σαρκί, ἡνίκα ἐν τῷ ὀνόματι τῷ ἀναχωρητικῷ ματαίως κοπιῶμεν· δῆλον γὰρ ὅτι οὐκ ἐπετράπη ὁ ἐκ τῆς συντυχίας τῶν ἀνθρώπων ἀπορῶν τελείως, καὶ ἐν τῷ Θεῷ ἐννοῶν ὅλως, ἡνίκα ἐστὶ νεκρὸς ἐκ πάντων ἐν τῇ ἀποχῇ ἀπ’ αὐτῶν, ὑπηρετεῖν καὶ διακονεῖν τοῖς ἀνθρώποις.

Ὁ δὲ ἔχων τὸν κανόνα τῆς ἡσυχίας αὐτοῦ ἐν ὅρῳ ἑβδομάδων ἑπτὰ ἢ καθ’ ἑβδομάδα, καὶ μετὰ τὸ πληρῶσαι τὸν κανόνα αὐτοῦ ἀπαντᾷ καὶ συμμίσγεται τοῖς ἀνθρώποις καὶ συμπαραμυθεῖται μετ’ αὐτῶν, καὶ ἀμελῶν εἰς τοὺς ἐν θλίψει ὄντας ἀδελφοὺς αὐτοῦ, ἡνίκα δοκεῖ ὅτι τὸν ἑβδοματιαῖον κανόνα κατέχει ἐν δεσμῷ, οὗτος ἀνηλεὴς καὶ ἀπότομος. Καὶ τοῦτο ἔκδηλόν ἐστιν, ὅτι ἐκ τοῦ μὴ ἔχειν ἐλεημοσύνην καὶ ἐκ τῆς οἰήσεως καὶ ἐκ τῶν λογισμῶν τῶν ψευδῶν αὐτοῦ, κοινωνῆσαι τοῖς τοιούτοις πράγμασιν οὐ συγκαταβαίνει.

Ὁ καταφρονῶν τοῦ ἀσθενοῦς οὐκ ὄψεται φῶς· καὶ ὁ ἀποστρέφων τὸ πρόσωπον αὐτοῦ ἐκ τοῦ ἐν στενοχωρίᾳ ὄντος, σκοτισθείη ἡ ἡμέρα αὐτοῦ· καὶ ὁ καταφρονῶν τῆς φωνῆς τοῦ ἐν μόχθῳ ὄντος, ἐν τῇ ἀορασίᾳ ψηλαφήσαισαν οἱ υἱοὶ οἴκων αὐτοῦ.

Μὴ καθυβρίσωμεν τὸ ὄνομα τὸ μέγα τῆς ἡσυχίας ἐν τῇ ἀγνωσίᾳ ἡμῶν. Πάσῃ γὰρ πολιτείᾳ καιρός ἐστι καὶ τόπος καὶ διαφορά. καὶ τότε τῷ Θεῷ ἔγνωσται πᾶσα ἡ ἐργασία αὐτῆς, εἰ δεκτὴ γενήσεται. Καὶ ἐκτὸς τούτων, ματαία ἡ ἐργασία αὐτῶν πάντων τῶν τὸ μέτρον μεριμνούντων τῆς τελειότητος.

Ὁ προσδοκῶν παρακληθῆναι καὶ ἐπισκεφθῆναι τὴν ἀσθενείαν αὐτοῦ ἐξ ἄλλων, οὗτος ταπεινώσει ἑαυτὸν καὶ συγκοπιάσει τῷ πλησίον αὐτοῦ ἐν τοῖς καιροῖς ἐν οἷς πειράζεται, ἵνα γένηται ἐν χαρᾷ ἡ ἐργασία αὐτοῦ ἐν τῇ ἡσυχίᾳ αὐτοῦ, ἀπέχουσα ἀπὸ πάσης οἰήσεως καὶ πλάνης τῶν δαιμόνων.

Ἐρρέθη τινὶ τῶν ἁγίων, γνωστικῷ ὄντι, ὅτι οὐδὲν δύναται λυτρώσασθαι τὸν μοναχὸν ἐκ τοῦ δαίμονος τῆς ὑπερηφανίας καὶ συνεργῆσαι τῷ ὅρῳ τῆς σωφροσύνης αὐτοῦ ἐν τῷ καιρῷ τῆς ἐξάψεως τοῦ πάθους τῆς πορνείας ὡς ἐκεῖνο, τὸ τοὺς ἀνθρώπους τοὺς κατακειμένους ἐν ταῖς στρωμναῖς αὐτῶν καὶ τοὺς κατατηχθέντας ἐν τῇ θλίψει τῆς σαρκὸς ἐπισκέπτεσθαι.

Μεγάλη ἐστὶν ἡ πρᾶξις ἡ ἀγγελικὴ τῆς ἡσυχίας, ὅταν διάκρισιν τοιαύτην συμμίξῃ ἑαυτῇ διὰ τὴν χρείαν τῆς ταπεινώσεως, ὅτι ὅπου οὐ γινώσκομεν κλεπτόμεθα καὶ πορθούμεθα. Ταῦτα εἶπον ἀδελφοί, οὐχ’ ἵνα ἀμελήσωμεν καὶ καταφρονήσωμεν εἰς τὸ ἔργον τῆς ἡσυχίας· ἡμεῖς γὰρ εἰς ἕκαστον τόπον περὶ τούτου πείθομεν, καὶ οὐχὶ ἐξεναντίας τῶν ῥημάτων ἡμῶν ἀνθιστάμενοι εὑρέθημεν νῦν. Μηδεὶς λάβῃ καὶ ἐξοίσῃ λόγον γυμνὸν ἐκ τῶν λόγων ἡμῶν καὶ ἀφήσῃ τὸ ὑπόλοιπον, καὶ κρατήσῃ αὐτὸν ἐν ταῖς χερσὶν αὐτοῦ ἀνοήτως.

Ἐγὼ μνημονεύω ὅτι ἐν τόποις πολλοῖς εἶπον παρακαλῶν, ὅτι καὶ ἐὰν συμβῇ τινι ἐν ἀργίᾳ τελείᾳ εἶναι ἐν τῷ κελλίῳ αὐτοῦ, διὰ τὴν ἀνάγκην τῆς ἀσθενείας ἡμῶν τῆς ἐπερχομένης ἡμῖν, χάριν τούτου οὐ δεῖ ἐπιλέγεσθαι ἔξοδον τελείαν ἐξ αὐτοῦ καὶ τὴν ἐξωτέραν ἐργασίαν κρείττονα εἶναι τῆς ἀργίας τῆς ἐκεῖσε λογίσασθαι.

Ἔξοδον τελείαν εἶπον, οὐχὶ ἐὰν ἀπαντήσῃ ἡμῖν ἐν καιρῷ πρᾶγμα ἀναγκαῖον, καὶ ἐξέλθῃς ἐν αὐτῷ ἑβδομάδας τινὰς τοῦ ἐμπορεύσασθαι ἐν αὐταῖς τὴν ἀνάπαυσιν καὶ τὴν ζωὴν τοῦ πλησίον σου, ἵνα τοῦτο ἀργίαν καὶ ἀσχολίαν ψηφίσῃ ἢ λογίσῃ τοῦτο. Ἐὰν δέ τις δοκήσῃ ἐν ἑαυτῷ ὅτι τέλειός ἐστι καὶ ἀνώτερός ἐστιν ἐκ πάντων τῶν ἐνταῦθα ἐν τῇ διαμονῇ αὐτοῦ τῇ πρὸς τὸν Θεὸν καὶ τῇ ἀποχῇ ἐκ πάντων τῶν ὁρωμένων πραγμάτων, εὐλόγως καὶ ἐκ τούτων παραιτησάσθω.

Μεγάλη ἐστὶν ἡ ἐργασία τῆς διακρίσεως τῶν συνεργουμένων ὑπὸ τοῦ Θεοῦ, ὃς τῷ ἐλέει αὐτοῦ δώσει ἡμῖν πληρῶσαι τὸν λόγον αὐτοῦ ὃν εἴρηκεν· Εἴ τι θέλετε ἵνα ποιήσωσιν ὑμῖν οἱ ἄνθρωποι. ὁμοίως καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς. Αὐτῷ ἡ δόξα καὶ ἡ τιμὴ ἐκ πάσης τῆς κτίσεως εἰς τοὺς αἰῶνας, ἀμήν.

Τοῦ αὐτοῦ· Λόγος ΞΗʹ Περὶ πόσης τιμῆς ἧς κέκτηται ἡ ταπεινοφροσύνη, καὶ πόσον ἀνώτερος ἐστὶν ὁ βαθμὸς αὐτῆς. Θέλω ἀνοῖξαι τὸ στόμα μου, ἀδελφοί, καὶ λαλῆσαι περὶ τῆς ὑψηλῆς ὑποθέσεως τῆς ταπεινοφροσύνης, καὶ πληροῦμαι φόβου, καθάπερ τις ἐπιστάμενος ὅτι μέλλει περὶ Θεοῦ διαλέγεσθαι ἐν τῷ τρόπῳ τῶν λόγων αὐτοῦ.

Στολὴ γὰρ θεότητός ἐστιν, ὅτι ὁ Λόγος ὁ ἐνανθρωπήσας αὐτὴν ἐνεδύσατο καὶ ὡμίλησεν ἡμῖν ἐν αὐτῇ ἐν τῷ σώματι ἡμῶν. Καὶ πᾶς ἀμφιεσάμενος αὐτήν, ἀληθῶς ἀφωμοιώθη τῷ καταβάντι ἐκ τοῦ ὕψους αὐτοῦ καὶ καλύψαντι τὴν ἀρετὴν τῆς μεγαλωσύνης αὐτοῦ καὶ σκεπάσαντι τὴν δόξαν αὐτοῦ ἐν τῇ ταπεινοφροσύνῃ. ἵνα μὴ ἡ κτίσις ἐν τῇ θεωρίᾳ αὐτοῦ καταφλεχθῇ, διότι ἡ κτίσις οὐκ ἠδύνατο θεάσασθαι αὐτόν, εἰ μὴ μέρος ἐξ αὐτῆς ἔλαβε καὶ οὕτως ὡμίλησε μετ’ αὐτῆς. Καὶ οὐκ ἠδύνατο ἀκοῦσαι τῶν λόγων τοῦ στόματος αὐτοῦ πρόσωπον πρὸς πρόσωπον, διότι οὐδὲ οἱ υἱοὶ Ἰσραὴλ τῆς φωνῆς αὐτοῦ ἀκοῦσαι ἠδυνήθησαν, ἡνίκα ἐκ τῆς νεφέλης ἐλάλησε πρὸς αὐτούς. Καὶ πῶς φανερῶς ἡ κτίσις ἠδύνατο δέξασθαι τὴν θεωρίαν αὐτοῦ; <Τοσοῦτον ἐταράσσοντο> ἕως ἂν εἶπον πρὸς Μωϋσῆν· Λαλεῖ ὁ Θεὸς μετὰ σοῦ, καὶ σὺ ἀκούτισον πρὸς ἡμᾶς τοὺς λόγους αὐτοῦ· καὶ μὴ λαλήσῃ ὁ Θεὸς μεθ’ ἡμῶν, ἵνα μὴ ἀποθάνωμεν; Οὕτως ἥν φοβερὸν τὸ ὅραμα, ὥστε τὸν μεσίτην εἰπεῖν ἔμφοβός εἰμι καὶ ἔντρομος· ἐφάνη γὰρ ἐπὶ τὸ ὄρος Σινᾶ αὕτη ἡ ἀρετὴ τῆς δόξης, καὶ τὸ ὄρος ὅλον ἦν καπνιζόμενον καὶ τρέμον ἐν τῷ φόβῳ τῆς ἀποκαλύψεως τῆς ἐν αὐτῷ, ὥστε καὶ τὰ θηρία τὰ πλησιάζοντα τοῖς κατωτέροις μέρεσι τοῦ ὄρους ἀπέθνησκον.

Καὶ ἡτοιμάσθησαν καὶ παρεσκευάσθησαν οἱ υἱοὶ Ἰσραὴλ κατὰ τὴν ἐντολὴν τοῦ Μωϋσέος, ἁγνίσαντες ἑαυτοὺς ἡμέρας τρεῖς ὥστε γενέσθαι αὐτοὺς ἀξίους τοῦ ἀκοῦσαι τῆς φωνῆς τοῦ Θεοῦ καὶ τῆς ὁράσεως τῆς ἀποκαλύψεως αὐτοῦ· καὶ ὅτε ἔφθασεν ὁ καιρὸς οὐκ ἠδυνήθησαν δέξασθαι τὴν ὅρασιν τοῦ φωτὸς αὐτοῦ καὶ τὴν σφοδρότητα τῆς φωνῆς τῶν βροντῶν αὐτοῦ.

Ἀλλὰ νῦν, ὅτε τὴν χάριν αὐτοῦ ἐξέχεεν ἐπὶ τὸν κόσμον ἐν τῇ παρουσίᾳ αὐτοῦ, οὐχὶ ἐν τῷ σεισμῷ οὔτε ἐν τῷ πυρὶ οὔτε ἐν φωνῇ φοβερᾷ καὶ σφοδρᾷ, ἀλλὰ κατῆλθεν ὡς ὑετὸς ἐπὶ πόκον καὶ ὡς σταγόνες στάζουσαι ἐπὶ τὴν γῆν ἐν ἁπαλότητι, καὶ ἐν ἄλλῳ τρόπῳ ὡράθη ὁμιλῶν ἡμῖν· τοῦτο δὲ ἐστίν, ἡνίκα ὡς ἐν θησαυρῷ ἐσκέπασε τὴν μεγαλωσύνην αὐτοῦ ἐν τῷ σκεπάσματι τῆς σαρκός, καὶ ἐν ἡμῖν ὡμίλει μεθ’ ἡμῶν ἐν ἐκείνῳ ὅπερ ἐτεκτήνατο αὐτῷ τὸ νεῦμα αὐτοῦ ἐκ τοῦ κόλπου τῆς παρθένου καὶ θεοτόκου Μαρίας, ὅπως ἰδόντες αὐτὸν ὁμιλοῦντα μεθ’ ἡμῶν τὸν ὄντα ἐκ τοῦ γένους ἡμῶν, μὴ θροηθῶμεν ἐκ τῆς θεωρίας αὐτοῦ.

Διατοῦτο πᾶς ὃς τὴν στολὴν ἐν ᾗ ὡράθη ὁ κτίστης ἐν τῷ σώματι ἐκείνῳ ᾧ ἐνεδύσατο ἀμφιασθῇ, αὐτὸν τὸν Χριστὸν ἐνεδύσατο, ὅτι τὴν ἀφομοίωσιν, ἐν ᾗ ὡράθη τῇ κτίσει αὐτοῦ καὶ συνανεστράφη, ἐπεθύμησεν ἐνδύσασθαι εἰς τὸν ἔσω αὐτοῦ ἄνθρωπον, καὶ ἐν αὐτῇ ὁρᾶται τοῖς συνδούλοις αὐτοῦ, καὶ ἀντὶ τοῦ ἐνδύματος τῆς τιμῆς καὶ τῆς δόξης τῆς ἐξωτέρας ἐν αὐτῇ ἐκοσμήθη.

Διατοῦτο πάντα ἄνθρωπον τὸν ἐνδεδυμένον τοῦτο τὸ ὁμοίωμα θεωροῦσα ἡ κτίσις ἡ λογικὴ καὶ σιωπητική, κατὰ τὸν δεσπότην προσκυνεῖ αὐτῷ διὰ τὴν τιμὴν τοῦ δεσπότου αὐτῆς, ὃν ἐθεάσατο ἐνδεδυμένον αὐτὴν καὶ συναναστρεφόμενον ἐν αὐτῇ.

Ποία γὰρ κτίσις οὐκ αἰδεῖται τὴν θεωρίαν τοῦ ταπεινόφρονος; Ὅμως δέ, ἕως ἂν ἀπεκαλύφθη ἡ δόξα τῆς ταπεινοφροσύνης τοῖς πᾶσιν, εὐκαταφρόνητος ἦν ἡ θεωρία ἐκείνη ἡ πλήρης ἁγιότητος. Νῦν δὲ ἀνέτειλεν ἡ μεγαλωσύνη αὐτῆς τοῖς ὀφθαλμοῖς τοῦ κόσμου, καὶ πᾶς ἄνθρωπος τιμᾷ τὴν ὁμοιότητα ταύτην ἐν παντὶ τόπῳ ὁρωμένην. Καὶ ἐν τούτῳ τῷ μεσίτῃ ἠξιώθη ἡ κτίσις δέξασθαι τὴν ὅρασιν τοῦ κτίστου καὶ δημιουργοῦ αὐτῆς.

Διατοῦτο οὐδὲ παρὰ τοῖς ἐχθροῖς τῆς ἀληθείας ἔστιν εὐκαταφρόνητος· καὶ ἐὰν ἔστιν ἐνδεὴς ἐκ πάσης τῆς κτίσεως ὁ κτησάμενος αὐτήν, ὡς ἐν στεφάνῳ καὶ πορφύρᾳ τιμᾶται ἐν αὐτῇ ὁ μαθὼν αὐτήν. Τὸν ταπεινόφρονα ποτὲ ἄνθρωπος οὐ μισεῖ, οὐ πλήττει ἐν λόγῳ, οὐ καταφρονεῖ. Καὶ διότι ἀγαπᾷ αὐτὸν ὁ δεσπότης αὐτοῦ, ἀγαπᾶται ὑπὸ πάντων, καὶ πάντες ἀγαπῶσιν αὐτόν, πάντες ἐπιθυμοῦσιν αὐτόν.

Καὶ εἰς πάντα τόπον ὅτε πλησιάζει, ὡς ἄγγελον φωτὸς ὁρῶσιν αὐτὸν καὶ τὴν τιμὴν ἀφορίζουσιν αὐτῷ. Καὶ ἐὰν λαλήσῃ, ὁ σοφὸς καὶ ὁ διδάσκαλος κατασιγασθήσονται, διότι τῷ ταπεινόφρονι διδοῦσι τόπον τοῦ λαλεῖν.

Οἱ ὀφθαλμοὶ πάντων τῷ στόματι αὐτοῦ προσέχουσιν, ὁποῖος λόγος ἐξέρχεται ἐξ αὐτοῦ· καὶ πᾶς ἄνθρωπος τοὺς λόγους αὐτοῦ προσδοκᾷ κατὰ τοὺς λόγους τοὺς ἐκ τοῦ Θεοῦ. Ἡ βραχυλογία αὐτοῦ, ὡς οἱ λόγοι τῶν σοφιστῶν οἱ ἐξετάζοντες τὰ νοήματα αὐτῶν.

Οἱ λόγοι αὐτοῦ ἡδεῖς τῇ ἀκοῇ τῶν σοφῶν πλέον κηρίου μέλιτος τῷ φάρυγγι. Καὶ πᾶσιν ὡς θεὸς ψηφίζεται, καὶ ἐὰν ἔστιν ἰδιώτης τῷ λόγῳ αὐτοῦ καὶ ἐξουδενωμένος καὶ εὐτελὴς τῇ θεωρίᾳ αὐτοῦ. Ὁ καταφρονητικῶς λαλῶν κατὰ τοῦ ταπεινόφρονος καὶ οὐ ψηφίζων αὐτὸν ὡς ζῶντα, ὥς τις ἄνθρωπός ἐστιν ἀνοίξας τὸ στόμα αὐτοῦ κατὰ τοῦ Θεοῦ· καὶ ὅσον καταφρονεῖται ἐν ὀφθαλμοῖς αὐτοῦ, ὑπὸ πάσης τῆς κτίσεως ἡ τιμὴ αὐτοῦ διαμένει.

Προσεγγίζει ὁ ταπεινόφρων τοῖς θηρίοις τοῖς φθορεῦσι, καὶ ὅταν ἐπιβλέψῃ ἡ ὅρασις αὐτῶν ἐπ’ αὐτόν, ἡμεροῦται ἡ ἀγριότης αὐτῶν καὶ προσπελάζουσιν αὐτῷ ὡς δεσπότῃ αὐτῶν, καὶ σαίνουσι τὰς κεφαλὰς αὐτῶν καὶ τὰς οὐρὰς καὶ λείχουσι τὰς χεῖρας αὐτοῦ καὶ τοὺς πόδας, διότι ἐκείνην τὴν ὀσμὴν τὴν ἐμπνεύσασαν ἐκ τοῦ Ἀδὰμ πρὸ τῆς παραβάσεως, ὅτε συνήχθησαν πρὸς αὐτὸν καὶ ἐπέθηκεν αὐτοῖς ὀνόματα ἐν τῷ παραδείσῳ, ὠσφράνθησαν ἐξ αὐτοῦ.

Ὅπερ ἐλήφθη ἐξ ἡμῶν, καὶ πάλιν ἀνεκαίνισεν αὐτὸ καὶ ἔδωκεν ἡμῖν αὐτὸ ἐν τῇ παρουσίᾳ αὐτοῦ ὁ Ἰησοῦς, αὐτό ἐστι τὸ μυρίσαν τὴν εὐωδίαν τοῦ γένους τῶν ἀνθρώπων. Καὶ ἐὰν ὁ ταπεινόφρων προσεγγίσῃ τοῖς ἑρπετοῖς τοῖς θανατηφόροις, εὐθὺς ἡνίκα ἡ αἴσθησις τῆς χειρὸς αὐτοῦ πλησιάσῃ καὶ ἅψεται τοῦ σώματος αὐτῶν, παύεται ἡ ὀξύτης καὶ ἡ σκληρότης τῆς πικρότητος αὐτῶν τῆς θανατηφόρου, καὶ ἐν ταῖς χερσὶν αὐτοῦ ψώχει αὐτοὺς ὡς τὰς ἀκρίδας.

Προσεγγίζει τοῖς ἀνθρώποις, καὶ ὡς τὸν Κύριον προσέχουσιν αὐτόν. Καὶ τί λέγω ἀνθρώπους; Ἀλλὰ καὶ οἱ δαίμονες μετὰ τῆς σφοδρότητος αὐτῶν καὶ τῆς πικρίας καὶ πάσης μεγαλαυχίας τοῦ φρονήματος αὐτῶν, ἡνίκα φθάσωσι πρὸς τὸν ταπεινόφρονα, γίνονται ὡς χοῦς, καὶ μωραίνεται πᾶσα ἡ κακία αὐτῶν, καὶ καταλύονται αἱ μηχαναὶ αὐτῶν καὶ ἀργοῦσι τὰ πανουργεύματα αὐτῶν.

Νῦν οὖν ἐπειδὴ ἐδείξαμεν τὸ μέγεθος τῆς τιμῆς αὐτῆς τῆς ἐκ τοῦ Θεοῦ καὶ τὴν δύναμιν τὴν κεκρυμμένην ἐν αὐτῇ, δείξωμεν ἄρτι τί ἐστιν αὕτη ἡ ταπείνωσις, καὶ πότε ἀξιοῦται δέξασθαι ἄνθρωπος αὐτὴν τελείως καθώς ἐστι· ποιήσωμεν διαφορὰν μεταξὺ τοῦ ταπεινόφρονος ἐν προσώπῳ καὶ τοῦ ἀξιωθέντος τῆς ἀληθινῆς ταπεινοφροσύνης.

Ταπείνωσίς ἐστι δύναμίς τις μυστική, ἣν μετὰ τὴν τελείωσιν πάσης πολιτείας ὑποδέχονται οἱ ἅγιοι οἱ τέλειοι. Καὶ οὐ δίδοται αὕτη ἡ δύναμις, εἰ μὴ πᾶσι τοῖς τελείοις ἐν ἀρετῇ διὰ τῆς δυνάμεως τῆς χάριτος, καθόσον ἱκανεῖ ἡ φύσις ἐν ὅρῳ.

Διότι <αὕτη> ἡ ἀρετὴ συγκλείει ἐν ἑαυτῇ πάντα, διατοῦτο οὐ δυνάμεθα ἕκαστον ἄνθρωπον ὡς ἔτυχε λογίσασθαι αὐτὸν ταπεινόφρονα, εἰ μὴ τοὺς ἀξιωθέντας τῆς τάξεως ταύτης, ἧς εἴπαμεν. Οὐχὶ πᾶς ὁ κατὰ φύσιν ἐπιεικὴς καὶ ἡσύχιος ἢ συνετὸς ἢ πρᾶος, οὗτος ἔφθασε τὸν βαθμὸν τῆς ταπεινοφροσύνης. Ἀλλὰ ταπεινόφρων ἐστὶ κατὰ ἀλήθειαν ὅστις ἔχει ἐν τῷ κρυπτῷ τί ἄξιον ὑπερηφανίας καὶ οὐχ’ ὑπερηφανεύεται, ἀλλ’ ὡς χοῦν ἔχει αὐτὸ ἐν τῷ λογισμῷ αὐτοῦ.

Ἀλλ’ οὐδὲ τὸν ἐν τῇ μνήμῃ τῶν παραπτωμάτων καὶ πλημμελημάτων αὐτοῦ ταπεινοφρονοῦντα καὶ μνημονεύοντα αὐτῶν, ἕως ἂν συντριβῇ ἡ καρδία αὐτοῦ καὶ συγκαταβῇ ἡ διάνοια αὐτοῦ ἐκ τῶν ἐννοιῶν τῆς ὑπερηφανίας ἐν τῇ μνήμῃ αὐτῶν, καλοῦμεν ταπεινόφρονα, καὶ ἐὰν ἔστι τοῦτο ἐπαινετόν, διότι ἀκμὴν ἔχει τὸν λογισμὸν τῆς ὑπερηφανίας, καὶ τὴν ταπείνωσιν οὐκ ἐκτήσατο, ἀλλὰ ταῖς μηχαναῖς προσεγγίζει αὐτὴν πρὸς ἑαυτόν· καὶ ἐὰν τοῦτο ἐπαινετόν, καθὼς εἶπον, ἀλλ’ ἰδοὺ ἀκμὴν οὐκ ἔστιν αὐτοῦ, ἀλλὰ θέλει αὐτήν, καὶ αὐτὴ οὐκ ἔστιν αὐτοῦ.

Ἀλλὰ ταπεινόφρων τέλειός ἐστιν ὁ μὴ χρήζων μηχανᾶσθαι αἰτίας τῷ φρονήματι αὐτοῦ τοῦ ταπεινοφρονεῖν, ἀλλ’ ἐν πᾶσι τούτοις τελείως καὶ φυσικῶς αὐτὴν ἐκτήσατο ἄνευ ἔργου, ὥσπερ ὁ χάρισμά τι μέγα τὸ ὑπερέχον πᾶσαν κτίσιν καὶ φύσιν δεξάμενος ἐν ἑαυτῷ, καὶ αὐτὸς ὁρᾷ ἑαυτὸν ὡς ἁμαρτωλὸν καὶ εὐτελῆ καὶ εὐκαταφρόνητον τοῖς ἰδίοις ὀφθαλμοῖς, καὶ ὡς ὁ εἰσελθὼν εἰς τὰ μυστήρια πασῶν τῶν φύσεων τῶν πνευματικῶν, καὶ ἔστι τέλειος ἐν τῇ σοφίᾳ πάσης τῆς κτίσεως ἐν πάσῃ ἀκριβείᾳ, καὶ γινώσκει ὅτι οὐδὲν γινώσκει· καὶ οὗτος οὐκ ἐν ταῖς μηχαναῖς, ἀλλὰ χωρὶς βίας οὕτως ἐστὶν ἐν τῇ καρδίᾳ αὐτοῦ.

Ἆρα δυνατόν ἐστι γενέσθαι ἄνθρωπον οὕτως, καὶ ἐν τῇ φύσει οὕτως ἀλλάσσειν ἑαυτόν; Οὔ. Λοιπὸν μὴ δίσταζε, ὅτι ἡ δύναμις τῶν μυστηρίων ἣν ἐδέξατο, αὕτη ταῦτα τελειοῖ ἐν αὐτῷ ἐν πάσῃ ἀρετῇ χωρὶς ἔργων· αὕτη ἐστὶν ἡ δύναμις, ἣν ἐδέξαντο οἱ μακάριοι ἀπόστολοι ἐν τῇ ἰδέᾳ τοῦ πυρός· δι’ αὐτὴν παρήγγειλεν αὐτοῖς ὁ Σωτὴρ ἀπὸ Ἱερουσαλὴμ μὴ χωρίζεσθαι, ἕως ἂν δέξωνται ἐξ ὕψους δύναμιν—Ἱερουσαλὴμ αὕτη ἐστὶν ἡ ἀρετή, δύναμις δὲ ἡ ταπείνωσις, αὕτη ἐστὶν ἡ δύναμις ἡ ἐξ ὕψους]—ὅπέρ ἐστιν ὁ παράκλητος ὁ ἑρμηνευόμενος πνεῦμα παρακλήσεως.

Καὶ αὐτό ἐστι τὸ πνεῦμα τῶν θεωριῶν· καὶ τοῦτό ἐστι τὸ ῥηθὲν ἐν τῇ θείᾳ γραφῇ περὶ αὐτοῦ. ὅτι τοῖς ταπεινόφροσι τὰ μυστήρια ἀποκαλύπτονται· τοῦτο δὲ τὸ πνεῦμα τῶν ἀποκαλύψεων καὶ δεικνῦον τὰ μυστήρια ἀξιοῦντα· οἱ ταπεινόφρονες δέξασθαι ἔσωθεν αὐτῶν· καὶ διατοῦτο ἐρρέθη ὑπό τινων ἁγίων, ὅτι ἡ ταπείνωσις ἐν ταῖς θείαις θεωρίαις τελειοῖ τὴν ψυχήν.

Λοιπὸν μὴ τολμήσῃ ἄνθρωπος ἐννοῆσαι κατὰ τὴν ψυχὴν αὐτοῦ ὅτι ἔφθασε τὸ μέτρον τῆς ταπεινοφροσύνης ἐν ἑαυτῷ, δι’ ἕνα λογισμὸν κατανύξεως τὸν ἀναβάντα ἐν αὐτῷ ἐν καιρῷ τινι, ἢ ἐν ὀλίγοις δάκρυσι τοῖς ἐξελθοῦσιν ἐξ αὐτοῦ, ἢ δι’ ἓν ἀγαθὸν ὅπερ ἔχει φυσικῶς ἢ ἐκράτησε πρὸς ἑαυτὸν ἐν βίᾳ, ὅτι ἐκεῖνο, ὅπέρ ἐστι πλήρωμα πάντων τῶν μυστηρίων καὶ φρούριον πασῶν τῶν ἀρετῶν, <ψηφίζει> ὅτι ἐν ἔργοις μικροῖς ἐκτήσατο ταῦτα πάντα ἐν τόπῳ τούτου τοῦ χαρίσματος.

Ἀλλ’ ἐὰν ἄνθρωπος νικήσῃ πάντα τὰ πνεύματα τὰ ἐναντία, καὶ οὐκ ἐξείλησεν αὐτῷ ἓν τῶν ἔργων ἐκ πάσης ἀρετῆς, ὅπερ κατὰ πρόσωπον οὐκ εἰργάσατο καὶ ἐκτήσατο, καὶ ἐνίκησε καὶ ὑπέταξε τὰ ὀχυρώματα πάντα τῶν ὑπεναντίων, καὶ μετὰ ταῦτα ἐν πνεύματι αἰσθηθῇ ἐν ἑαυτῷ ὅτι ἐδέξατο αὐτὸ τὸ χάρισμα, ἡνίκα τὸ πνεῦμα μαρτυρεῖ τῷ πνεύματι αὐτοῦ κατὰ τὸν λόγον τοῦ ἀποστόλου, τοῦτο ἡ τελειότης τῆς ταπεινοφροσύνης· μακάριος ὁ κτησάμενος αὐτήν, ὅτι ἐν πάσῃ ὥρᾳ τὸν κόλπον ἀσπάζεται τοῦ Ἰησοῦ καὶ περιλαμβάνει.

Ἐὰν δὲ ἐρωτήσῃ ἄνθρωπος· “Τί ποιήσω; πῶς κτήσομαι; ποίῳ τρόπῳ ἄξιος γένωμαι δέξασθαι αὐτήν; Ἰδοὺ ἐγὼ βιάζω ἐμαυτόν, καὶ ἡνίκα νομίσω ὅτι ἐκτησάμην αὐτήν, θεωρῶ ὅτι ἰδοὺ ἀνεπαισθήτως ἔννοιαι ἐναντίαι αὐτῆς περιστρέφονται ἐν μέσῳ τῆς διανοίας μου, καὶ ἄρτι πίπτω εἰς ἀπόγνωσιν ἔνθεν”.

Τούτῳ τῷ ἐρωτῶντι τοῦτο. ἀποκριθήσεται αὐτῷ· Ἀρκετὸν τῷ μαθητῇ γενέσθαι κατὰ τὸν διδάσκαλον καὶ τῷ δούλῳ κατὰ τὸν κύριον αὐτοῦ. Βλέπε τὸν ἐντειλάμενον ταύτην καὶ τὸν δωρούμενον τὸ χάρισμα, ἐν ποίῳ πράγματι ἐκτήσατο αὐτήν, καὶ ὁμοιώθητι, καὶ εὑρήσεις αὐτήν· αὐτὸς γὰρ εἶπεν ὅτι ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν. Βλέπεις πῶς ἐν τελειότητι πασῶν τῶν ἀρετῶν κτήσασθαι δυνατὸν τὴν ταπείνωσιν; Τοῦτον τὸν ἐντειλάμενον ζηλώσωμεν. Αἱ ἀλώπεκες φησὶ φωλεοὺς ἔχουσι καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλῖναι, ὁ ἔχων δόξαν ἐκ πάντων τῶν τελειωθέντων καὶ ἁγιασθέντων καὶ πληρωθέντων ἐν πάσαις γενεαῖς, μετὰ τοῦ Πατρὸς τοῦ ἀποστείλαντος αὐτὸν καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.