Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσαὰκ ὁ Σύρος – Λόγοι ἀσκητικοί

Ἰσαὰκ ὁ Σύρος

Λόγος Δ': Η αποδέσμευση από τον κόσμο, η σωματική εργασία και η ησυχία

Η αναγκαιότητα της απόρριψης κάθε εξωτερικού δεσμού, η προτεραιότητα της σωματικής εργασίας έναντι της ψυχικής, η ευαγγελική ελεημοσύνη και η υπεροχή της ησυχίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσαὰκ ὁ Σύρος

—

Κεφάλαιο 3 από 18

Τοῦ αὐτοῦ· Λόγος Δʹ Ἡ ψυχὴ ἡ τὸν Θεὸν ἀγαπῶσα, ἐν τῷ Θεῷ καὶ μόνῳ τὴν ἀνάπαυσιν κέκτηται. Προκατάλαβε λύειν πάντα σύνδεσμον ἐξωτικὸν ἀπὸ σεαυτοῦ, καὶ τότε δυνήσῃ συνδεθῆναι τῇ καρδίᾳ τῷ Θεῷ· προηγεῖται γὰρ τοῦ συνδεθῆναι τῷ Θεῷ τὸ λυθῆναι τῆς ὕλης.

Ἡ τοῦ ἄρτου βρῶσις, μετὰ τὸ ἀπογαλακτισθῆναι δίδοται τῷ βρέφει, καὶ ἄνθρωπος βουλόμενος ἐν τοῖς θείοις πλατυνθῆναι, πρότερον ἑαυτὸν ἐκ τοῦ κόσμου θέλει ἀποξενῶσαι, ὥσπερ νήπιον ἀπὸ τῶν μητρικῶν μασθῶν.

Ἡ σωματικὴ ἐργασία προηγεῖται τῆς ψυχικῆς, ὥσπερ ὁ χοῦς, τῆς ἐμπνευσθείσης τῷ Ἀδὰμ ψυχῆς Ὁ μὴ κτησάμενος τὴν σωματικὴν ἐργασίαν, οὐδὲ τὴν ψυχικὴν ἔχειν δύναται, διότι αὗται ἐξ ἐκείνων γεννῶνται ὥσπερ ὁ στάχυς ἐκ τοῦ γυμνοῦ κόκκου· καὶ ὁ μὴ ἔχων τὴν ψυχικὴν ἐργασίαν ἐστέρηται τῶν πνευματικῶν χαρισμάτων Οὐ συγκρίνονται οἱ πόνοι τοῦ παρόντος αἰῶνος οἱ ὑπὲρ τῆς ἀληθείας τῇ ἡτοιμασμένῃ τρυφῇ τοῖς κακοπαθοῦσιν ἐν τοῖς ἀγαθοῖς.

Ὥσπερ ἕπεται τοῖς ἐν δάκρυσι σπείρουσι τὰ δράγματα τῆς ἀγαλλιάσεως, οὕτως ἀκολουθεῖ χαρὰ τῇ διὰ Θεὸν κακοπαθείᾳ. Ὁ ἄρτος ὁ ἐξ ἱδρώτων ἀνυσθείς, ἡδὺς φαίνεται τῷ γεωργῷ, καὶ αἱ διὰ δικαιοσύνην ἐργασίαι τῇ καρδίᾳ τῇ δεξαμένῃ τὴν γνῶσιν τοῦ Χριστοῦ.

Ὑπόμεινον τὴν ἐξουδένωσιν καὶ τὴν ταπείνωσιν χρηστῷ θελήματι, ἵνα σχῇς παρρησίαν πρὸς Θεόν. Πάντα λόγον σκληρὸν ὑπομένων ἄνθρωπος ἐν γνώσει, ἄνευ προηγησαμένης ἀνομίας ὑπ’ αὐτοῦ εἰς τὸν λαλήσαντα, στέφανον μὲν ἀκάνθινον ἐπιτίθησι τότε τῇ ἑαυτοῦ κεφαλῇ· μακάριος δὲ ἐστὶν ὅτι ἐν καιρῷ ᾧ οὐκ οἶδεν ἄφθαρτα στεφανοῦται.

Ὁ φεύγων τὴν δόξαν ἐν γνώσει, οὗτος ᾔσθετο ἐν τῇ ψυχῇ αὐτοῦ τοῦ μέλλοντος αἰῶνος. Ὁ λέγων ὅτι καταλέλοιπε τὸν κόσμον καὶ μαχόμενος τοῖς ἀνθρώποις ἕνεκεν τινός, ἵνα μὴ λείψῃ αὐτῷ τί τῆς ἀναπαύσεως αὐτοῦ, οὗτος τυφλὸς τέλειός ἐστι, διότι τὸ μὲν σῶμα ἑκουσίως ὁλόκληρον κατέλιπε, περὶ ἑνὸς δὲ μέλους αὐτοῦ πολεμεῖ καὶ μάχεται.

Ὁ φεύγων τοῦ παρόντος βίου τὴν ἀνάπαυσιν, τούτου ὁ νοῦς κατεσκόπευσε τὸν μέλλοντα αἰῶνα· ὁ δὲ συνδεδεμένος τῇ φιλοκτημοσύνῃ, δοῦλος τῶν παθῶν πέφυκε. Μὴ νομίσῃς ὅτι τοῦ χρυσοῦ καὶ τοῦ ἀργύρου ἡ κτῆσις μόνον φιλοκτημοσύνη ἐστίν. ἀλλὰ πᾶν ὁτιοῦν ἐν ᾧ τὸ θέλημά σου κρέμαται.

Μὴ ἐπαινέσῃς τὸν σωματικῶς μὲν κακοπαθοῦντα, λελυμένον δὲ τὰς αἰσθήσεις, λέγω δὴ τὴν ἀκοὴν καὶ τὸ κεχηνὸς στόμα καὶ τοὺς ῥεμβώδεις ὀφθαλμούς. Ὅταν τῇ ψυχῇ σου ὅρους βάλῃς τοῦ δι’ ἐλέους οἰκονομηθῆναι σαυτόν, ἔθιζε τὴν ψυχήν σου μὴ ζητεῖν τὸ δικαίωμα ἐν ἑτέροις πράγμασιν, ἵνα μὴ εὑρεθῇς τῇ μὲν μιᾷ χειρὶ ἐργαζόμενος, τῇ δὲ ἑτέρᾳ σκορπίζων· ἐκεῖ μὲν γὰρ χρεία κηδεμονίας, ἐνταῦθα δὲ πλατυσμοῦ καρδίας.

Γίνωσκε ὅτι τὸ ἀφιέναι τοῖς ὀφειλέταις τὰ ὀφλήματα, ἐκ τῶν ἔργων τῆς δικαιοσύνης ἐστί. καὶ τότε ὄψει τὴν γαλήνην μετὰ λαμπρότητος πανταχόθεν ἐν τῷ νοΐ σου· ὅταν ὑπεραναβῇς τὴν ὁδὸν τῆς δικαιοσύνης, τότε προσκολληθήσῃ τῇ ἐλευθερίᾳ ἐν παντὶ πράγματι.

Τίς τῶν ἁγίων ἐλάλησε περὶ τούτου καὶ εἶπεν· «Ὁ ἐλεήμων, ἐὰν μὴ γένηται δίκαιος, τυφλός ἐστι»· λέγω δή, ἐξ ὧν αὐτὸς ἤνυσεν ἰδίοις πόνοις καὶ μόχθοις δοῦναι ἑτέροις, καὶ μὴ ἐκ τῶν ἀνυσθέντων διὰ ψεύδους καὶ ἀδικίας καὶ μηχανημάτων.

Καὶ πάλιν ὁ αὐτὸς ἐν ἑτέρῳ τόπῳ ἔφη· «Εἰ βούλει σπεῖραι ἐν τοῖς πτωχοῖς, ἐκ τῶν οἰκείων σπεῖρον· εἰ δὲ ἀπὸ τῶν ἀλλοτρίων σπείρεις, γίνωσκε ὅτι πικρότερον ἐστὶ τῶν ζιζανίων». Ἐγὼ δὲ λέγω ὅτι, ἐὰν μὴ γένηται ὁ ἐλεήμων ὑπεράνωθεν τῆς δικαιοσύνης, οὐκ ἔστιν ἐλεήμων, τουτέστιν οὐ μόνον ἐκ τῶν οἰκείων ἐλεῶν τοὺς ἀνθρώπους, ἀλλὰ καὶ μετὰ χαρᾶς ὑπομένων τὴν ἀδικίαν ὑπὸ τῶν ἑτέρων καὶ ἐλεῶν αὐτούς· ὅταν δὲ νικήσῃ τὴν δικαιοσύνην τῇ ἐλεημοσύνῃ, τότε στεφανοῦται, οὐ τοῖς στεφάνοις τῶν δικαίων τοῖς ἐν τῷ νόμῳ ἀλλὰ τοῖς τῶν τελείων τοῖς ἐν τῷ εὐαγγελίῳ.

Τὸ γὰρ διδόναι τινὰ τοῖς πτωχοῖς ἐκ τῶν οἰκείων, καὶ γυμνὸν ἐνδύειν, καὶ ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτόν, καὶ μὴ ἀδικεῖν μὴ δὲ ψεύδεσθαι, ταῦτα καὶ ὁ παλαιὸς νόμος ὑπηγόρευεν. Ἡ δὲ τελειότης τῆς οἰκονομίας τοῦ εὐαγγελίου οὕτως κελεύει· Ἐάν τις λάβῃ τὰ σά, μὴ ζητήσῃς αὐτὰ καὶ τῷ αἰτοῦντι σε δίδου.

Καὶ οὐ μόνον τὴν ἀδικίαν τῶν πραγμάτων καὶ τὰ λοιπὰ τὰ ὄντα ἔξωθεν δεῖ ὑπομένειν μετὰ χαρᾶς, ἀλλὰ καὶ αὐτὴν τὴν ψυχήν σου ὑπὲρ τοῦ ἀδελφοῦ σου προδοῦναι· οὗτος γάρ ἐστιν ἐλεήμων, οὐ μόνον ὁ διὰ μεταδόσεως ἐλεῶν τὸν ἀδελφὸν αὐτοῦ, ἀλλ’ ὅστις ἐὰν ἀκούσῃ ἢ θεάσηταί τι λυποῦν τὸν ἀδελφὸν αὐτοῦ καὶ ἐκκαῇ τὴν καρδίαν, καὶ ὅστις ἐὰν ῥαπισθῇ ὑπὸ τοῦ ἀδελφοῦ αὐτοῦ καὶ μὴ ἀναιδευθῇ ἀντιφθέγξασθαι αὐτῷ λόγον καὶ πονῆσαι αὐτοῦ τὴν καρδίαν.

Τίμησον τὴν ἐργασίαν τῆς ἀγρυπνίας, ἵνα εὕρῃς ἐγγίζουσαν παράκλησιν ἐν τῇ ψυχῇ σου. Ἐπίμεινον ἀναγινώσκων ἐν ἡσυχίᾳ, ἵνα ὁδηγηθῇ ὁ νοῦς σου πρὸς τὰ θαυμάσια τοῦ Θεοῦ διαπαντός. Ἀγάπησον ἐν ὑπομονῇ τὴν πτωχείαν, ἵνα συναχθῇ ὁ νοῦς σου ἐκ τοῦ μετεωρισμοῦ.

Μίσησον τὸν πλατυσμόν, ἵνα φυλάξῃς τοὺς διαλογισμούς σου ἀταράχους. Σύστειλον ἑαυτὸν ἀπὸ τῶν πολλῶν καὶ φρόντισον τῆς ψυχῆς σου, ἵνα σώσῃς αὐτὴν ἐκ τοῦ διασκορπισμοῦ τῆς ἐνδοτάτης γαλήνης. Ἀγάπησον τὴν σωφροσύνην, ἵνα μὴ καταισχυνθῇς ἐν τῷ καιρῷ τῆς προσευχῆς ἔμπροσθεν τοῦ Χριστοῦ.

Κτῆσαι καθαρότητα ἐν τοῖς ἔργοις σου, ἵνα ἐξαστράψῃ σου ἡ ψυχὴ ἐν τῇ προσευχῇ σου, καὶ ἐν τῇ μνήμῃ τοῦ θανάτου ἐξαφθῇ ἡ χαρὰ ἐν τῇ διανοίᾳ σου. Παραφυλάττου ἐκ τῶν μικρῶν, ἵνα μὴ ἐμπέσῃς εἰς τὰ μεγάλα.

Μὴ ὀκλάσῃς ἐν τῇ ἐργασίᾳ σου, ἵνα μὴ καταισχυνθῇς, ὅταν στῇς ἐν μέσῳ τῶν ἑταίρων σου, καὶ μὴ εὑρεθῇς ἄνευ ἐφοδίων, ἵνα μή σε μόνον ἐν μέσῳ τῆς ὁδοῦ καταλείψωσιν. Ἐν γνώσει διεξάγαγε τὰ ἔργα σου, ἵνα μὴ καταλειφθῇς ἀπὸ τοῦ δρόμου σου ὅλου.

Κτῆσαι ἐλευθερίαν ἐν τῇ ἀναστροφῇ σου, ἵνα τῆς ζάλης ἐλευθερωθῇς. Μὴ δεσμεύσῃς σὴν ἐλευθερίαν ἐν ταῖς αἰτίαις τῆς τρυφῆς. ἵνα μὴ δοῦλος τῶν δούλων γένῃ. Ἀγάπησον τὰ πενιχρὰ ἱμάτια ἐν ἐνδύμασί σου. ἵνα ἐξουδενώσῃς τὰς ἐπιφυούσας σοι ἐνθυμήσεις, λέγω δὴ τὴν ὑψηλοφροσύνην τῆς καρδίας· ὁ γὰρ ἀγαπῶν τὴν στιλβότητα οὐ δύναται κτήσασθαι ταπεινὰς ἐνθυμήσεις. διότι ἡ καρδία ἔσωθεν ὁμοῦ τοῖς ἐξωτέροις σχήμασι διατυποῦται.

Τίς ἀγαπῶν τὰς φλυαρίας δύναται κτήσασθαι καθαρὰν διάνοιαν; Τίς προσποιούμενος θηρεῦσαι τὴν παρὰ ἀνθρώπων δόξαν, δύναται κτήσασθαι χθαμαλοὺς λογισμούς; Καὶ τίς ἀκόλαστος ὢν καὶ διακεχυμένος τοῖς μέλεσι, δύναται γενέσθαι ταπεινὸς τὴν καρδίαν καὶ καθαρὸς τὴν διάνοιαν;

Ὅταν μὲν γὰρ ὁ νοῦς ὑπὸ τῶν αἰσθήσεων ἀνθέλκηται, τότε μετ’ αὐτῶν τὴν τῶν θηρίων τροφὴν ἔδεται· ἡνίκα δὲ αἱ αἰσθήσεις ὑπὸ τοῦ νοὸς ἑλκυσθῶσι, τηνικαῦτα μετ’ αὐτοῦ τῆς τῶν ἀγγέλων τροφῆς μεταλαμβάνουσι.

Τῇ μὲν ταπεινοφροσύνῃ ἕπεται ἡ ἐγκράτεια καὶ ἡ συστολή, ἡ δὲ κενοδοξία ὑπηρέτις μὲν ἐστὶ τῆς πορνείας, ἔργον δὲ τῆς ὑπερηφανίας. Ἡ ταπεινοφροσύνη, διὰ τὴν διηνεκῆ αὐτῆς συστολήν, εἰς τὴν θεωρίαν ἀπαντᾷ καὶ κοσμεῖ τὴν ψυχὴν ἐν τῇ σωφροσύνῃ; ἡ δὲ κενοδοξία, διὰ τὴν διηνεκῆ ταραχὴν καὶ φύρσιν τῶν ἐνθυμήσεων αὐτῆς, ἐκ τῆς ἀπαντήσεως τῶν πραγμάτων συνάγει θησαυροὺς ἐναγεῖς καὶ τὴν καρδίαν μολύνει. Καὶ αὐτὴ πάλιν τὰς φύσεις τῶν πραγμάτων ἀκολάστῳ θεωρίᾳ καθορᾷ καὶ τὸν νοῦν ἐνασχολεῖ ἐν αἰσχραῖς φαντασίαις· ἡ μέντοι ταπεινοφροσύνη διὰ τῆς θεωρίας πνευματικῶς συστέλλεται καὶ κινεῖ τὸν κτησάμενον αὐτὴν πρὸς δοξολογίαν.

Μὴ συγκρίνῃς τοὺς ποιοῦντας σημεῖα καὶ τέρατα καὶ δυνάμεις ἐν τῷ κόσμῳ τοῖς ἡσυχάζουσιν ἐν γνώσει. Ἀγάπησον τὴν ἀργίαν τῆς ἡσυχίας ὑπὲρ τὸ ἐμπλῆσαι τοὺς πεινῶντας τοῦ κόσμου καὶ ἐπιστρέψαι πολλὰ ἔθνη εἰς προσκύνησιν τοῦ Θεοῦ.

Κρεῖσσον γάρ σοι σεαυτὸν λῦσαι τοῦ συνδέσμου τῆς ἁμαρτίας ἤπερ ἐλευθερῶσαι δούλους ἐκ τῆς δουλείας.

Βέλτιόν σοι εἰρηνεύειν μετὰ τῆς ψυχῆς σου ἐν ὁμονοίᾳ τῆς τριάδος τῆς ἐν σοί, λέγω δὴ σώματος καὶ ψυχῆς καὶ πνεύματος, ἤπερ εἰρηνεύειν τῇ διδαχῇ σου τοὺς διεστῶτας. Γρηγόριος γάρ φησι· «Καλόν ἐστι τὸ διὰ Θεὸν θεολογῆσαι· κρεῖσσον δὲ τούτου, τὸ καθαρίσαι τινὰ ἑαυτὸν τῷ Θεῷ».

Κρεῖσσόν σοι βραχύγλωσσον εἶναι, γνωστικῷ ὄντι καὶ πεπειραμένῳ, τοῦ βρύειν ἐν τῇ ὀξύτητι τοῦ νοός σου ποταμηδὸν τὴν διδασκαλίαν. Συμφέρει σοι μεριμνᾶν ἀναστῆσαι τὸ τεθνεὸς τῆς ψυχῆς σου ἀπὸ τῶν παθῶν διὰ τῆς ἐν τοῖς θείοις κινήσεως τῶν ἐνθυμήσεών σου, τοῦ ἀναστῆσαι τοὺς τεθνεῶτας. Πολλοὶ δυνάμεις ἐπετέλεσαν καὶ νεκροὺς ἀνέστησαν, καὶ ἐμόχθησαν τοῦ ἐπιστρέψαι πεπλανημένους, καὶ ἐποίησαν θαυμάσια μεγάλα, καὶ διὰ τῶν χειρῶν αὐτῶν πολλοὶ ὡδηγήθησαν πρὸς ἐπίγνωσιν τοῦ Θεοῦ· καὶ μετὰ ταῦτα αὐτοί, οἱ ἄλλους ζωοποιήσαντες, πεπτώκασιν εἰς μιαρὰ πάθη καὶ βδελυκτὰ καὶ ἑαυτοὺς ἐθανάτωσαν καὶ σκάνδαλον τοῖς πολλοῖς ἐποίησαν ἐν τῇ φανερωθείσῃ ὑπ’ αὐτῶν πράξει. διότι ἀκμὴν ἐν ἀρρωστίᾳ ἦσαν ψυχῆς καὶ οὐκ ἐφρόντισαν περὶ τῆς ὑγείας τῶν ψυχῶν αὐτῶν, ἀλλὰ δεδώκασιν ἑαυτοὺς εἰς τὴν θάλασσαν τοῦ κόσμου τούτου τοῦ ἰάσασθαι τας ψυχὰς τῶν ἄλλων, ἔτι ὄντες ἄρρωστοι, καὶ ἀπώλεσαν τὰς ψυχὰς αὐτῶν ἐκ τῆς ἐλπίδος τοῦ Θεοῦ, καθ’ ὃν τρόπον ἔφην. Ἡ γὰρ ἀσθένεια τῶν αἰσθήσεων οὐκ ἠδύνατο συναντῆσαι τῇ φλογὶ τῶν πραγμάτων τῶν συνήθειαν ἐχόντων ἐξαγριοῦν τὸ δυσχερὲς τῶν παθῶν· ἔτι γὰρ ἐδέοντο παραφυλακῆς, λέγω δή, τοῦ μὴ ἰδεῖν γυναῖκας καὶ ἀναπαύεσθαι καὶ κτήσασθαι ἀργύριον καὶ πράγματα καὶ ἄρχειν ἑτέρων καὶ ἐπαρθῆναι κατά τινων.

Κάλλιον ὑποπτευθῆναι σε ἄγροικον διὰ τὸ μικρὸν τῆς γνώσεώς σου πρὸς ἀντιλογίαν, καὶ μὴ ἀπὸ τῶν σοφῶν διὰ τὴν ἀναίδειαν. Πτώχευσον διὰ τὴν ταπείνωσιν καὶ μὴ γίνου πλούσιος διὰ τὴν ἀναίδειαν. Ἔλεγξον τῇ δυνάμει τῶν ἀρετῶν σου τοὺς ἀντιδογματίζοντάς σοι καὶ μὴ τῇ πιθανολογίᾳ τῶν λόγων σου, καὶ τῇ πραΰτητι καὶ γαλήνῃ τῶν σῶν χειλέων στόμησον καὶ κατασίγασον τῶν ἀπειθῶν τὴν ἀναίδειαν.

Ἔλεγξον τοὺς ἀκολάστους τῇ εὐγενείᾳ τῆς ἀναστροφῆς σου, καὶ τοὺς κατὰ τὰς αἰσθήσεις ἀναισχύντους τῇ ἐποχῇ τῶν ὀμμάτων σου. Ξένον σεαυτὸν ἴσθι, ὁπουδὰν εἰσέλθῃς πάσας τὰς ἡμέρας τῆς ζωῆς σου, ἵνα δυνηθῇς ῥυσθῆναι ἐκ τῆς ζημίας τῆς τικτομένης ἐκ τῆς παρρησίας.

Ἐν παντὶ καιρῷ νόμιζε σεαυτὸν μηδὲν εἰδέναι, ἵνα δυνηθῇς φυγεῖν τὴν μέμψιν τὴν ἐπιγινομένην ἐξ ὑποψίας τοῦ βούλεσθαι συνιστάνειν θατέρου τὴν γνώμην. Ἐπίμεινον ἀεὶ εὐλογῶν τῷ στόματι, καὶ οὐ μὴ λοιδορηθῇς· ἡ γὰρ λοιδορία λοιδορίαν γεννᾷ καὶ ἡ εὐλογία εὐλογίαν.

Ἐν παντὶ πράγματι νόμιζε σεαυτὸν ἐνδεῆ εἶναι διδαχῆς, καὶ ἐν πάσῃ τῇ ζωῇ σου σοφὸς εὑρεθήσῃ. Μὴ παραδῷς τινι ὅπερ οὔπω κατέλαβες, ἵνα μὴ καταισχυνθῇς καθ’ ἑαυτόν, καὶ ἐκ τῆς συγκρίσεως τῆς σῆς διαγωγῆς ἀποκαλυφθῇ σου τὸ ψεῦδος.

Ἐὰν δὲ λαλήσῃς τινί τι τῶν ὀφειλομένων, ἐν τάξει μανθάνοντος λάλησον καὶ μὴ μετὰ αὐθεντίας, καὶ προκατάλαβε κατακρίνων σεαυτὸν καὶ δεικνύων ὅτι ὑποδεέστερος αὐτοῦ εἶ, ἵνα δείξῃς τοῖς ἀκούουσι τὴν τάξιν τῆς ταπεινώσεως καὶ κινήσῃς αὐτοὺς τοῦ ἀκοῦσαι τῶν σῶν ῥημάτων καὶ δραμεῖν πρὸς τὴν ἐργασίαν, καὶ γένῃ τίμιος ἐν ὀφθαλμοῖς αὐτῶν.

Εἴ τι δύνασαι ἐν τοῖς τοιούτοις πράγμασι, μετὰ δακρύων λάλησον, ἵνα καὶ σεαυτὸν ὠφελήσῃς καὶ τοὺς ἀκούοντας, καὶ ἡ χάρις τοῦ Θεοῦ ἔσται μετὰ σοῦ. Ἐὰν τῇ χάριτι τοῦ Θεοῦ κατέλαβες καὶ κατηξιώθης ἐντρυφῆσαι ἐν τῇ θεωρίᾳ τῶν κτισμάτων τοῦ Θεοῦ τῶν ὁρωμένων, ἥτις ἐστὶ πρώτη τάξις τῆς γνώσεως, ἑτοίμασον σεαυτὸν καὶ καθοπλίσθητι πρὸς τὸ πνεῦμα τῆς βλασφημίας. Χωρὶς δὲ ὅπλων μὴ στῇς ἐν τῇ χώρᾳ ταύτῃ, ἵνα μὴ ἀποθάνῃς ταχέως ὑπὸ τῶν ἐνεδρευόντων καὶ πλανώντων σε Ἔστωσαν δέ σοι ὅπλα τὰ δάκρυα καὶ ἡ ἐνδελεχὴς νηστεία, καὶ παραφυλάττου μὴ ἀναγνῶναι τὰ δόγματα τῶν αἱρετικῶν· τοῦτο γάρ ἐστι τὸ καθοπλίζον ὡς ἐπὶ τὸ πλεῖστον κατὰ σοῦ τὸ πνεῦμα τῆς βλασφημίας.

Ὅταν ἐμπλήσῃς σὴν γαστέρα, μὴ ἀναιδευθῇς ἐξερευνῆσαι τί τῶν θείων πραγμάτων, ἵνα μὴ μεταμεληθῇς. Σύνες δὲ ὅ σοι λέγω· ἐν γαστρὶ πεπληρωμένῃ, γνῶσις μυστηρίων Θεοῦ οὐκ ἔστιν. Ἀνάγνωθι συνεχῶς καὶ ἀκορέστως ἐν ταῖς βίβλοις τῶν διδασκάλων περὶ προνοίας Θεοῦ, διότι αὗται καθοδηγοῦσι τὸν νοῦν εἰς τὸ ἰδεῖν τὴν τάξιν τῶν κτισμάτων τοῦ Θεοῦ καὶ τῶν ἔργων αὐτοῦ. καὶ ἐνδυναμοῦσιν αὐτὸν ἐξ αὐτῶν, καὶ κατασκευάζουσιν αὐτὸν κτήσασθαι νοήματα φωτολαμπῆ ἐκ τῆς λεπτότητος αὐτῶν, καὶ ὁδεῦσαι ποιοῦσι μετὰ καθαρότητος πρὸς κατανόησιν τῶν κτισμάτων τοῦ Θεοῦ.

Ἀνάγνωθι καὶ ἐν τοῖς εὐαγγελίοις τοῖς διατεθειμένοις ὑπὸ τοῦ Θεοῦ πρὸς ἐπίγνωσιν πάσης τῆς οἰκουμένης, ἵνα ἐφοδιασθῇς ἐκ τῆς δυνάμεως τῆς προνοίας αὐτοῦ τῆς κατὰ πᾶσαν γενεάν, καὶ βυθισθῇ ὁ νοῦς σου εἰς τὰ θαυμάσια τοῦ Θεοῦ· ἡ τοιαύτη γὰρ ἀνάγνωσις συμβάλλεται τῷ σκοπῷ σου.

Ἔστω σου ἡ ἀνάγνωσις ἐν ἠρεμίᾳ ἀπὸ πάντων, καὶ γενοῦ ἐλεύθερος ἀπὸ τῆς πολλῆς μερίμνης τοῦ σώματος καὶ τῆς ταραχῆς τῶν πραγμάτων, ἵνα γεύσεως ἡδίστης ἐν τῇ ψυχῇ σου γεύσῃ διὰ γλυκείας κατανοήσεως, τῆς ὑπεράνωθεν οὔσης πάσης αἰσθήσεως, καὶ αἰσθηθῇ αὐτῶν ἡ ψυχὴ ἐν τῇ διαμονῇ αὐτῆς εἰς αὐτά.

Μὴ ἔστωσαν οἱ λόγοι πρὸς σὲ τῶν δοκίμων ὡς οἱ τῶν ἐπιπλάστων καὶ ἀπεμπολούντων τὰ θεῖα λόγια. ἵνα μὴ μείνῃς ἐν τῷ σκότει μέχρι τοῦ τέλους τῆς ζωῆς σου καὶ στερηθῇς τοῦ κέρδους αὐτῶν καὶ θορυβηθῇς ἐν τῷ καιρῷ τοῦ πολέμου ὡς πεφυρμένος καὶ εἰς βόθυνον ἐμπέσῃς, τρόπω δῆθεν χρηστότητος.

Τοῦτο τὸ σημεῖον ἔστω σοι, ἐν οἷς πράγμασι βούλει ὑπεισδῦναι. τοῦ μὴ εἰσελθεῖν ἔσωθεν τοῦ τόπου ἐκείνου· ὅταν ἄρξηται ἡ χάρις ἀνοῖξαι τοὺς ὀφθαλμοὺς σου πρὸς τὸ αἰσθάνεσθαι τῆς θεωρίας τῶν πραγμάτων ἐν ἀληθείᾳ. τότε παραυτὰ ἄρξονται οἱ ὀφθαλμοί σου ὀχετηδὸν ἐκχέαι δάκρυα. ὥστε πολλάκις ἐκπλύνεσθαι καὶ τὰς παρειὰς τῷ πλήθει αὐτῶν, καὶ τότε ὁ πόλεμος τῶν αἰσθήσεων γαληνιᾷ καὶ ἔνδοθέν σου συστέλλεται. Ἐάν σε τίς διδάξῃ τὰ ἐναντία τούτων, μὴ πιστεύσης αὐτῷ· χωρὶς γὰρ τῶν δακρύων μὴ ζητήσῃς ἕτερον σημεῖον φανερὸν παρὰ τοῦ σώματος. Ἡνίκα δ’ ἂν ὑψωθῇ ὁ νοῦς ἀπὸ τῶν κτισμάτων. τότε καὶ ἀπὸ τῶν δακρύων ἐξέρχεται τὸ σῶμα καὶ ἀπὸ πάσης κινήσεως καὶ αἰσθήσεως.

Ὅταν εὕρῃς μέλι, συμμέτρως φάγε ἐξ αὐτοῦ, ἵνα μὴ ἐμπλησθεὶς ἐμέσῃς αὐτό. Ἡ φύσις τῆς ψυχῆς πρᾶγμα ἐλαφρὸν καὶ κοῦφον πέφυκεν· ἐνίοτε δὲ ἁλλομένη ἐπιθυμεῖ ὑπεραναβῆναι καὶ μαθεῖν τὰ ὑπὲρ τῆς ἰδίας φύσεως.

Πολλάκις γὰρ ἀπὸ ἀναγνώσεως τῶν γραφῶν καὶ τῆς θεωρίας τῶν πραγμάτων καταλαμβάνει τι· ὅταν δὲ συγκριθῇ τοῖς καταληφθεῖσιν ὑπ’ αὐτῆς, ὑποδεεστέρα καὶ ἥττων εὑρεθήσεται κατὰ τὸ μέτρον τῆς οἰκονομίας αὐτῆς. Ὅτι πρὸς ποῖα ἡ γνῶσις αὐτῆς εἰσῆλθεν; ὥστε ἀμφιέννυσθαι ἐν ταῖς ἐνθυμήσεσιν αὐτῆς φόβον καὶ τρόμον, καὶ πάλιν σπεύδειν αὐτὴν ὑποστρέψαι εἰς τὸ χθαμαλὸν αὐτῆς ἀπὸ τῆς δειλίας, ὡς ἀναιδευθεῖσαν καὶ τῶν ὑπὲρ αὐτὴν νοερῶν πραγμάτων κατατολμήσασαν· διὰ γὰρ τὸ ἐπίφοβον τῶν πραγμάτων, δειλία τίς αὐτῇ ἐγγίνεται, καὶ ἡ διάκρισις νεύει τῷ νοῒ τῆς ψυχῆς τοῦ σιγὴν ἀσκῆσαι καὶ μὴ ἀναιδευθῆναι, ἵνα μὴ ἀπόλληται καὶ μὴ ζητῆσαι τὰ ὑπεραναβεβηκότα αὐτῆς καὶ μὴ ἐξερευνῆσαι τὰ ὄντα αὐτῆς ὑψηλότερα.

Ὅταν μὲν γὰρ ἐξουσία σοι δοθῇ τοῦ κατανοῆσαι, κατανόησον καὶ μὴ ἀναιδευθῇς κατὰ τῶν μυστηρίων, ἀλλὰ προσκύνησον καὶ δοξολόγησον καὶ μετὰ σιγῆς εὐχαρίστησον. Ὡς γὰρ οὐκ ἔστι φαγεῖν μέλι πολὺ καλόν, οὕτως οὐδὲ ἐξερευνῆσαι περὶ τῶν ἐνδόξων λογίων, ἵνα μή, θέλοντες καθορᾶν τὰ μακρότερα πράγματα, ἔτι μὴ καταλαβόντες αὐτὰ ἐκ τῆς τραχύτητος τῆς ὁδοῦ, ἐξασθενήσῃ ἡ ὀπτικὴ δύναμις καὶ βλαβῇ.

Ἐνίοτε γὰρ ἀντὶ τῆς ἀληθείας φαντάσματά τινα καθορᾶται, καὶ ὅταν ἀκηδιάσῃ ὁ νοῦς ἐκ τῆς ἀναζητήσεως, ἐπιλανθάνεται τοῦ σκοποῦ αὐτοῦ· καὶ καλῶς ἔφησεν ὁ σοφὸς Σολομών, καθάπερ πόλις ἀτείχιστος, οὕτως ἄνθρωπος ἀνυπομόνητος.

Καθάρισον οὖν, ὦ ἄνθρωπε. τὴν σεαυτοῦ ψυχὴν καὶ ἀποσόβησον ἀπὸ σοῦ τὴν μέριμναν τῶν πραγμάτων τῶν ὄντων ἔξωθεν τῆς φύσεώς σου καὶ κρέμασον κατὰ τῶν σῶν νοημάτων καὶ κινημάτων καταπέτασμα σωφροσύνης καὶ ταπεινώσεως, καὶ διὰ τούτων εὑρήσεις τὸ ὂν ἔσωθέν σου· τοῖς γὰρ ταπεινόφροσιν ἀνακαλύπτεται τὰ μυστήρια.

Εἰ βούλει δοῦναι σὴν ψυχὴν εἰς τὸ ἔργον τῆς προσευχῆς τῆς καθαριζούσης τὸν νοῦν καὶ τῇ διαμονῇ εἰς τὴν ἐγρήγορσιν τῆς νυκτός, ὅπως κτήσῃ διάνοιαν φωτεινήν, μάκρυνον σεαυτὸν ἀπὸ τῆς θέας τοῦ κόσμου καὶ ἔκκοψον ἀπὸ σεαυτοῦ τὰς συντυχίας, καὶ μὴ θέλε ὑποδέξασθαι ἐν συνηθείᾳ φίλους εἰς τὸ κελλίον σου, μὴ δὲ ἐν προσχήματι χρηστότητος, ἀλλὰ μόνους τοὺς σοὶ ὁμοτρόπους καὶ ὁμογνώμονας καὶ συμμύστας, καὶ φοβοῦ τὴν φύρσιν τῆς ψυχικῆς ὁμιλίας, ἥτις εἴωθε κινεῖσθαι ἀκουσίως, καὶ μετὰ τὸ κοπῆναι καὶ παυθῆναι τὴν ἐξωτικὴν ὁμιλίαν.

Σύζευξον τῇ προσευχῇ σου καὶ τὴν ἐλεημοσύνην, ἵνα ἴδῃ σου ἡ ψυχὴ τὸ φῶς τῆς ἀληθείας. Ὅσον γὰρ γαληνιᾷ ἡ καρδία ἀπὸ τῶν ἐξωτικῶν πραγμάτων. τοσοῦτον δύναται ὁ νοῦς δέξασθαι τὴν ἐκ τῆς κατανοήσεως τῶν νοημάτων κατάπληξιν· ἔθος γὰρ τῇ ψυχῇ ταχέως μεταλλάξαι συντυχίαν εἰς συντυχίαν, ἐὰν ἀγωνισώμεθα ἐπιδείξασθαι μικρὰν ἐπιμέλειαν.

Σχόλασον οὖν τῇ ἀναγνώσει τῶν γραφῶν τῇ ἐμφανιζούσῃ σοι τὴν λεπτότητα τῶν ὁδῶν τῆς θεωρίας καὶ τοὺς βίους τῶν ἁγίων, κἂν μὴ ἀπ’ ἀρχῆς αἰσθάνῃ τῆς γλυκύτητος διὰ τὴν ἐπισκοτοῦσαν ἐγγύτητα τῶν πραγμάτων, ἵνα μεταλλάξῃς συντυχίαν εἰς συντυχίαν.

Καὶ ὅταν ἀναστῇς εἰς προσευχὴν καὶ εἰς τὸν κανόνα, ἀντὶ τῆς κοσμικῆς μελέτης ἧς εἶδες καὶ ἤκουσας, εὑρεθήσῃ εἰς τὴν μελέτην τῶν γραφῶν ὧν ἀνέγνως, καὶ διὰ ταύτης ἐπιλανθάνῃ τῆς μνήμης ἐκείνων, καὶ οὕτως ἔρχεται ὁ νοῦς εἰς τὴν καθαρότητα.

Καὶ τοῦτό ἐστι τὸ γεγραμμένον ὅτι «ἡ ψυχὴ βοηθεῖται ὑπὸ τῆς ἀναγνώσεως, ὅταν στῇ εἰς προσευχήν», καὶ πάλιν «ἐκ τῆς προσευχῆς φωτίζεται εἰς τὴν ἀνάγνωσιν»· τοῦτό ἐστι, ἀντὶ τῆς ἐξωτικῆς φύρσεως, εὑρίσκεται αὐτῇ ὕλη τῶν τρόπων τῆς προσευχῆς.

Αἰσχρόν ἐστι τοὺς φιλοσάρκους καὶ γαστριμάργους περὶ τῶν πνευματικῶν ἐρευνῆσαι πραγμάτων, ὥσπερ καὶ πόρνην περὶ σωφροσύνης λαλῆσαι. Σῶμα μεγάλως ἀσθενοῦν τὰ λιπώδη τῶν βρωμάτων ἀποστρέφεται καὶ μυσάττεται, καὶ νοῦς τοῖς κοσμικοῖς πράγμασιν ἐνασχολούμενος οὐ δύναται προσεγγίσαι τῇ ἐξερευνήσει τῶν θείων.

Πῦρ ἐν ὑγροῖς ξύλοις οὐχ’ ἅπτει, καὶ ἡ θεία θερμασία ἐν καρδίᾳ ἀγαπώσῃ τὴν ἀνάπαυσιν οὐκ ἐξάπτεται. Ἡ πόρνη οὐκ ἐμμένει τῇ φιλίᾳ πρὸς ἕνα, καὶ ψυχὴ ἡ συνδεδεμένη πράγμασι πολλοῖς οὐ διαμένει ἐν τοῖς θείοις διδάγμασιν.

Ὥσπερ ὁ μὴ ἰδὼν τοῖς ὀφθαλμοῖς αὐτοῦ τὸν ἥλιον οὐ δύναται διηγήσασθαι τινὶ τὸ φῶς αὐτοῦ ἐκ μόνης ἀκοῆς, οὕτως ὁ μὴ γευσάμενος τῇ ψυχῇ αὐτοῦ τῆς γλυκύτητος τῶν πνευματικῶν ἔργων. Ἐὰν ἔχῃς τί περισσότερον τῆς ἡμερινῆς χρείας σου, διάδος αὐτὸ πτωχοῖς καὶ δεῦρο μετὰ παρρησίας πρόσφερε τὰς εὐχάς σου, τουτέστι λάλησον μετὰ Θεοῦ ὥσπερ υἱὸς μετὰ πατρός.

Οὐδὲν οὕτως προσεγγίσαι τῷ Θεῷ τὴν καρδίαν δύναται ὥσπερ ἡ ἐλεημοσύνη, καὶ οὐδὲν οὕτως γαλήνην ἐμποιεῖ τῷ νῷ ὡς ἡ ἐκούσιος πτωχεία. Κρεῖσσόν σοι ἐστὶ καλεῖσθαι ὑπὸ τῶν πολλῶν ἰδιώτην διὰ τὴν ἁπλότητα, καὶ μὴ σοφὸν καὶ τέλειον τὸν νοῦν διὰ τὴν δόξαν.

Ἐάν τις ἵππῳ ἐπιβεβηκὼς ἐκτείνῃ τὴν χεῖρα πρὸς σὲ τοῦ λαβεῖν ἐλεημοσύνην, μὴ στρέψῃς αὐτόν, διότι πάντως ἐν τῷ καιρῷ ἐκείνῳ ἐπιδεὴς ἦν ὡς εἷς τῶν πτωχῶν. Ὅταν δὲ δώσῃς, μετὰ μεγαλοψυχίας δίδου καὶ ἱλαρότητος προσώπου, καὶ πλεῖον οὗ ἐζήτησε πάρεχε αὐτῷ· «Ἀπόστειλον» γάρ φησι «τὸν ψωμόν σου κατὰ πρόσωπον τοῦ ὕδατος καὶ μετὰ πολὺν καιρὸν εὑρήσεις τὴν ἀντίδοσιν».

Μὴ διαχωρίσῃς πλούσιον ἀπὸ πένητος καὶ μὴ θέλε μαθεῖν τὸν ἄξιον ἐκ τοῦ ἀναξίου, ἀλλ’ ἔστωσαν πρὸς σὲ πάντες ἄνθρωποι εἰς τὸ ἀγαθὸν ἴσοι· ἐν τούτῳ γὰρ τῷ τρόπῳ καὶ τοὺς ἀναξίους δύνασαι ἑλκύσαι εἰς τὸ ἀγαθόν, διότι ταχέως ἕλκεται ἡ ψυχὴ ὑπὸ τῶν σωματικῶν εἰς τὸν φόβον τοῦ Θεοῦ.

Ὁ γὰρ Κύριος τελώναις καὶ πόρνοις ἐκοινώνει τῆς τραπέζης αὐτοῦ καὶ οὐκ ἐχώριζε τοὺς ἀναξίους, ἵνα τῷ τρόπῳ τούτῳ ἑλκύσῃ αὐτοὺς πρὸς τὸν φόβον τοῦ Θεοῦ καὶ διὰ τῶν σωματικῶν προσεγγίσωσι τοῖς πνευματικοῖς· τούτου χάριν, τῷ ἀγαθῷ καὶ τῇ τιμῇ πάντας ἀνθρώπους ἴσωσον, κἂν γένηται Ἰουδαῖος ἢ ἄπιστος ἢ φονευτής, καὶ μάλιστα ὅτι ἀδελφός σου ἐστὶ καὶ ἐκ τῆς φύσεώς σου, καὶ ἄνευ γνώσεως ἐπλανήθη ἀπὸ τῆς ἀληθείας.

Ὅταν δὲ ποιήσῃς τινὶ ἀγαθόν, μὴ ἐκδέχου παρ’ αὐτοῦ ἀμοιβήν, καὶ κατ’ ἀμφοτέρων τῶν πραγμάτων ἀνταμειφθήσῃ παρὰ Θεοῦ· ἐὰν δὲ ἔστι σοι δυνατόν, μὴ δὲ διὰ τὴν μέλλουσαν ἀμοιβὴν τὸ ἀγαθὸν ποίει. Ἐὰν βάλῃς τῇ ψυχῇ σου τὸν ὅρον τῆς πτωχείας καὶ διὰ τῆς χάριτος τοῦ Θεοῦ ἐλευθερωθῇς ἀπὸ τῶν μεριμνῶν καὶ ὑπεράνω τοῦ κόσμου γένῃ ἐν τῇ σῇ πτωχείᾳ, βλέπε μὴ διὰ φιλοπτωχείαν ἀγαπήσῃς τὴν κτῆσιν, ἵνα δῆθεν ἐλεημοσύνην ποιήσῃς. καὶ βάλῃς τὴν ψυχήν σου εἰς τάραχον τοῦ λαβεῖν ἀπό τινος καὶ δοῦναι ἑτέρῳ, καὶ ἀφανίσῃς τὴν τιμήν σου τῇ ὑποταγῇ τῆς αἰτήσεως τῆς παρὰ ἀνθρώπων, καὶ ἐκπέσῃς ἀπὸ τῆς εὐγενείας καὶ ἐλευθερίας τῆς διανοίας σου ἐν τῇ μερίμνῃ τῶν βιωτικῶν, διότι ἡ βαθμίς σου ὑψηλοτέρα ἐστὶ τῆς βαθμίδος τῶν ἐλεημόνων· δέομαί σου, μὴ ὑποταγῇς.

Ἡ ἐλεημοσύνη ὁμοία ἐστὶ τῇ παιδοτροφίᾳ, ἡ δὲ ἡσυχία πέφυκεν ἡ ἀκρότης τῆς τελειώσεως. Εἰ ἔχεις κτήσεις, ἐφάπαξ ταύτας διασκόρπισον· εἰ δὲ οὐκ ἔχεις, μὴ θέλε ἔχειν. Καθάρισόν σου τὸ κελλίον ἀπὸ τῆς τρυφῆς καὶ ἀπὸ τῶν περισσευμάτων, διότι τοῦτό σε ἀπάγει πρὸς ἐγκράτειαν ἄκοντα καὶ μὴ βουλόμενον· ἡ γὰρ σπάνις τῶν πραγμάτων διδάσκει τὸν ἄνθρωπον τὴν ἐγκράτειαν, διότι ὅταν ἄδειαν τῶν πραγμάτων λάβωμεν, οὐ δυνάμεθα κατέχειν ἑαυτούς.

Οἱ τὸν ἐξωτικὸν πόλεμον νικήσαντες ἐθάρρησαν ἀπὸ τοῦ ἐνδοτάτου φόβου, καὶ οὐδὲν ἀναγκαστικῶς κατεπείγει αὐτούς, καὶ οὐ σιαίνονται ἐν τῷ πολέμῳ, οὔτε ἀπέμπροσθεν οὔτε ἐξόπισθεν. Πόλεμον δὲ λέγω, τὸν ἐξεγειρόμενον κατὰ τῆς ψυχῆς ὑπὸ τῶν αἰσθήσεων καὶ τῆς ἀμελείας· οἷον, τοῦ δοῦναι καὶ λαβεῖν, τῆς ἀκοῆς καὶ τῆς γλώττης, ἅτινα ἐπαγόμενα τῇ ψυχῇ τύφλωσιν ἐμποιεῖ αὐτῇ, καὶ ἐκ τῆς ἐπαγωγῆς τῆς ταραχῆς τῆς ἔξωθεν οὐ δύναται προσέχειν ἑαυτῇ ἐν τῷ λεληθότι πολέμῳ τῷ κινουμένῳ κατ’ αὐτῆς καὶ διὰ τῆς γαλήνης νικῆσαι τοὺς ἔνδοθεν κινουμένους.

Ὅταν γάρ τις κλείσῃ τὰς τῆς πόλεως θύρας, τουτέστι τὰς αἰσθήσεις, τότε ἔσωθεν πολεμεῖ καὶ τοὺς ἔξωθεν τῆς πόλεως ἐνεδρεύοντας οὐ πτοεῖται. Μακάριος ὁ γινώσκων ταῦτα καὶ μένων ἐν τῇ ἡσυχίᾳ καὶ μὴ θορυβούμενος ἐν τῷ πλήθει τῶν ἔργων, ἀλλὰ πάσας τὰς σωματικὰς πράξεις μεταστρέψας εἰς τὸν κόπον τῆς προσευχῆς καὶ πιστεύσας ὅτι, ὅσον μετὰ τοῦ Θεοῦ ἐργάζεται καὶ ἔχει τὴν μέριμναν εἰς αὐτὸν νυκτὸς καὶ ἡμέρας, οὐ μὴ λείψῃ αὐτῷ τί τῶν πρὸς τὴν ἀναγκαίαν χρείαν, καθότι δι’ αὐτὸν ἀπέχεται τοῦ ἔργου.

Ἐὰν δέ τις μὴ ὑπομείνῃ ἐν τῇ ἡσυχίᾳ ἄνευ τοῦ ἐργοχείρου, ἐργαζέτω, χρώμενος μὲν αὐτῷ ὡς βοηθῷ, μὴ πλεονεκτῶν δὲ διὰ τὸ κέρδος. Καὶ τοῦτο μὲν τοῖς ἀσθενέσι τέθειται, τοῖς δὲ τελειοτέροις ταραχῶδες πέφυκε· τοῖς γὰρ πτωχοῖς καὶ ῥαθύμοις, οἱ πατέρες τὸ ἐργάζεσθαι ἐξέθεντο καὶ οὐχ’ ὡς πρᾶγμα ἐπάναγκες.

Ἐν τῷ καιρῷ ἐν ᾧ ὁ Θεὸς κατανοίγει σου τὴν καρδίαν ἔσωθεν, δίδου σεαυτὸν ἀδιαλείπτοις μετανοίαις καὶ γονυκλισίαις, καὶ μὴ ἐάσῃς τὴν καρδίαν σου μεριμνῆσαι τινός, ἐν τῷ ἄρξασθαι τοὺς δαίμονας πείθειν σε ἐν ἄλλοις ἀσχολεῖσθαι, καὶ τότε ἴδε καὶ θαύμασον τί σοι μέλλει ἐκ τούτων τίκτεσθαι.

Οὐδὲν ἕτερον τῶν πραγμάτων μεῖζον τοῦ ῥίψαι τινὰ ἑαυτὸν ἔμπροσθεν τοῦ σταυροῦ τοῦ Χριστοῦ νυκτὸς καὶ ἡμέρας καὶ γενέσθαι δεδεμένον εἰς τοὐπίσω τὰς χεῖρας. Βούλει μὴ ψυχρανθῆναι σου τὴν θέρμην καὶ μὴ πτωχεῦσαι ἀπὸ τῶν δακρύων; Ἐν τούτοις διοίκησον σεαυτόν.

Καὶ μακάριος εἶ, ὦ ἄνθρωπε, ἐὰν φροντίσῃς τῶν λεγομένων σοι, νυκτὸς καὶ ἡμέρας, καὶ μηδὲν ἕτερον μετ’ αὐτῶν ζητήσῃς. Τότε γὰρ ἀνατελεῖ τὸ φῶς ἔσωθεν, καὶ ἡ δικαιοσύνη σου ταχέως ἐπιλάμψει, καὶ γενήσῃ ὡς παράδεισος ἠνθισμένος καὶ ὡς πηγὴ ὕδατος ἀνεκλιποῦς.

Βλέπε ὁποῖα ἀγαθὰ τίκτεται τῷ ἀνθρώπῳ ἐκ τοῦ ἀγῶνος. Πολλάκις εὑρίσκεται ὁ ἄνθρωπος κεκυφὼς ἐπὶ γόνασιν ἐν προσευχαῖς, καὶ τὰς χεῖρας τεταμένος εἰς οὐρανούς, καὶ ἀτενίζων τῷ προσώπῳ εἰς τὸν σταυρὸν τοῦ Χριστοῦ. καὶ συνάγων πάσας τὰς ἐνθυμήσεις αὐτοῦ πρὸς τὸν Θεὸν ἐν τῇ προσευχῇ· καὶ ἐνόσῳ ὁ ἄνθρωπος δέεται τοῦ Θεοῦ μετὰ δακρύων καὶ κατανύξεως, ἐν αὐτῇ τῇ ὥρᾳ ἐξαίφνης κινεῖται ἐν τῇ καρδίᾳ αὐτοῦ πηγὴ βρύουσα ἡδονήν, καὶ διαλύονται τὰ μέλη αὐτοῦ. καὶ συγκαλύπτονται αὐτοῦ οἱ ὀφθαλμοί, καὶ νεύει τὸ πρόσωπον αὐτοῦ εἰς τὴν γῆν, αἱ δὲ ἐνθυμήσεις αὐτοῦ ἐναλλάσσονται, ὥστε μὴ δύνασθαι ποιῆσαι μετανοίας ἐξεναντίας τῆς χαρᾶς τῆς κραδαινούσης ἐν ὅλῳ τῷ σώματι.

Πρόσεχε οὖν, ἄνθρωπε, οἷς ἀναγινώσκεις. Ἐὰν μὴ ἀγωνίσῃ, οὐ μὴ εὕρῃς, καὶ ἐὰν μὴ κρούσῃς μετὰ θερμότητος καὶ ἐπαγρυπνήσῃς τῇ θύρᾳ διηνεκῶς, οὐ μὴ εἰσακουσθῇς. Τίς ἀκούων ταῦτα ἐπιθυμήσει τῆς ἐξωτικῆς δικαιοσύνης, εἰ μὴ ὁ μὴ δυνάμενος ὑπομεῖναι ἐν τῇ ἡσυχίᾳ; Ἀλλ’ ὅμως ἐάν τις μὴ δυνηθῇ ταύτην ἐξασκῆσαι, διότι χάρις Θεοῦ ἐστι τὸ εἶναι τὸν ἄνθρωπον ἔσωθεν τῆς θύρας, μὴ ἐγκαταλειφθῇ τῆς ἑτέρας ὁδοῦ, ἵνα μὴ ἄμοιρος γένηται τῶν δύο ὁδῶν τῆς ζωῆς.

Ἕως ἂν ἀποθάνῃ ὁ ἔξω ἄνθρωπος ἀπὸ τῶν πραγμάτων τοῦ κόσμου, οὐ μόνον ἀπὸ τῆς ἁμαρτίας ἀλλὰ καὶ ἀπὸ πάσης σωματικῆς ἐργασίας, ὁμοίως καὶ ὁ ἔσω ἄνθρωπος ἀπὸ τῶν πονηρῶν διανοιῶν, καὶ ἐξασθενήσῃ ἡ φυσικὴ κίνησις τοῦ σώματος τοῦ μὴ κινῆσαι ἐν τῇ καρδίᾳ τὴν γλυκύτητα τῆς ἁμαρτίας, ἡ γλυκύτης τοῦ Πνεύματος τοῦ Θεοῦ οὐ μὴ κινηθῇ ἐν τῷ ἀνθρώπῳ, καὶ τὰ μέλη αὐτοῦ οὐ μὴ ἁγνισθῇ ἐν τῇ ζωῇ, καὶ τὰ θεῖα νοήματα ἐν τῇ ψυχῇ αὐτοῦ οὐ μὴ θεαθῇ.

Καὶ ἕως ἂν καταργήσῃ ἀπὸ τῆς καρδίας αὐτοῦ τὴν μέριμναν τῶν βιωτικῶν, χωρὶς τῆς ἀναγκαίας χρείας τῆς φύσεως, καὶ ἐάσῃ τὸν Θεὸν φροντίσαι τούτων, ἡ πνευματικὴ μέθη ἐν αὐτῷ οὐ μὴ κινηθῇ, καὶ τῆς παραπληξίας ἐκείνης, ἣν ὁ ἀπόστολος ἐνεκαλεῖτο, οὐ μὴ αἰσθηθῇ.

Ταῦτα δὲ εἶπον, οὐκ ἐκκόπτων τὴν ἐλπίδα, ὡς ὅτι, ἐάν τις μὴ φθάσῃ τὴν ἀκρότητα τῆς τελειώσεως, οὐ μὴ καταξιωθῇ τῆς χάριτος τοῦ Θεοῦ, οὐδ’ οὐ μὴ ὑπαντήσῃ αὐτῷ παράκλησις. Ἐν ἀληθείᾳ γάρ, ὅταν ἐκφαυλίσῃ τις τὰ ἄτοπα καὶ μακρυνθῇ ἀπ’ αὐτῶν τελείως καὶ προσδράμῃ τοῖς ἀγαθοῖς. ἐν ὀλίγῳ καιρῷ αἰσθάνεται τῆς βοηθείας· ἐὰν δὲ ἀγωνίσηται μικρόν, εὑρήσει παράκλησιν τῇ ψυχῇ αὐτοῦ καὶ τεύξεται τῆς τῶν πταισμάτων ἀφέσεως καὶ καταξιωθήσεται τῆς χάριτος καὶ δέξεται πλῆθος ἀγαθῶν· ὅμως ἥττων ἐστὶν οὗτος ἐν συγκρίσει πρὸς τὴν τελειότητα τοῦ ἀφορίσαντος ἑαυτὸν ἐκ τοῦ κόσμου καὶ εὑρηκότος ἐν τῇ ψυχῇ αὐτοῦ τὸ μυστήριον τῆς μελλούσης μακαριότητος καὶ καταλαβόντος ἐκεῖνο τὸ πρᾶγμα δι’ ὃ ἐπεδήμησεν ὁ Χριστός, ᾧ ἡ δόξα σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.