Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσαὰκ ὁ Σύρος – Λόγοι ἀσκητικοί

Ἰσαὰκ ὁ Σύρος

Λόγος Ε': Ο φυσικός νόμος, η υπομονή στις θλίψεις και η ταπεινοφροσύνη

Η διπλή γνώση, ο φυσικός νόμος, η εκκοπή των παθών, η φανέρωση της θείας πρόνοιας, η υπομονή στις δοκιμασίες και η δόξα της ταπεινοφροσύνης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσαὰκ ὁ Σύρος

—

Κεφάλαιο 4 από 18

Τοῦ αὐτοῦ· Λόγος Εʹ Πολλὴν ὁ Θεὸς δέδωκε τοῖς ἀνθρώποις τὴν τιμὴν τῇ διπλῇ μαθήσει, ἣν αὐτοῖς ἐχαρίσατο, καὶ πανταχόθεν αὐτοῖς ἤνοιξε θύραν εἰσελθεῖν εἰς τὴν γνῶσιν. Θέλεις δὲ μάρτυρα πιστὸν τῶν εἰρημένων; σὺ εἰς ἑαυτὸν γενοῦ, καὶ οὐ μὴ ἀπόλλῃ· εἰ δὲ καὶ ἔξωθεν βούλει γνῶναι τοῦτο, ἔχεις ἄλλον διδάσκαλον καὶ μάρτυρα ὁδηγοῦντα σε πρὸς τὴν ὁδὸν τῆς ἀληθείας.

Νοῦς ἐμπεφυρμένος οὐ δύναται φυγεῖν τῆς λήθης, καὶ ἡ σοφία τὴν ἑαυτῆς θύραν τῷ τοιούτῳ οὐκ ἀνοίγει. Ὁ δυνηθεὶς καταλαβεῖν ἐν ἀκριβεῖ γνώσει πρὸς ποίαν ἰσότητα τὸ πέρας τῶν πάντων περαιοῦται, πρὸς ἀποταγὴν τῶν βιωτικῶν ἄλλον διδάσκαλον οὐ δέεται.

Ὁ ὑπὸ Θεοῦ δοθεὶς ἐν πρώτοις τῷ ἀνθρώπῳ φυσικὸς νόμος, ἡ θεωρία τῶν κτισμάτων αὐτοῦ ἐστιν, ὁ δὲ διὰ γραμμάτων νόμος μετὰ τὴν παράβασιν προσετέθη. Ὁ μὴ μακρύνων ἑαυτὸν τῶν αἰτιῶν τῶν παθῶν ἑκουσίως, ἀκουσίως ὑπὸ τῆς ἁμαρτίας ἀνθέλκεται.

Ταῦτα δέ εἰσι τὰ αἴτια τῆς ἁμαρτίας· ὁ οἶνος καὶ αἱ γυναῖκες καὶ ὁ πλοῦτος καὶ ἡ εὐεξία τοῦ σώματος. Οὐχ’ ὅτι φυσικῶς ἁμαρτία εἰσὶ ταῦτα, ἀλλ’ ὅτι ἐξ αὐτῶν ἡ φύσις εὐκόλως κλίνει πρὸς τὰ πάθη τῆς ἁμαρτίας, καὶ ἐκ τούτων θέλει ὁ ἄνθρωπος παραφυλάττεσθαι σπουδαίως.

Ἐὰν διαπαντὸς τῆς σῆς ἀσθενείας μνημονεύῃς, οὐ μὴ διαβῇς τὸν ὅρον τῆς παραφυλακῆς. Παρὰ μὲν ἀνθρώποις βδελυκτὴ ἡ πενία, παρὰ Θεῷ δὲ πολὺ πλέον ψυχὴ ὑψηλοκάρδιος καὶ νοῦς μετέωρος. Παρὰ ἀνθρώποις τίμιος ὁ πλοῦτος, παρὰ δὲ Θεῷ ψυχὴ τεταπεινωμένη.

Ὅταν θέλῃς ἀρχὴν ποιήσασθαι καλῆς ἐργασίας, πρῶτον ἑτοίμαζε σεαυτὸν πρὸς τοὺς πειρασμοὺς τοὺς ἐπαγομένους σοι, καὶ μὴ διστάσῃς τῇ ἀληθείᾳ. Ἔθος ἐστὶ τῷ ἐχθρῷ, ὅταν ἴδῃ τινὰ μετὰ θερμῆς πίστεως ἀρξάμενον ἀγαθῆς πολιτείας, προσυπαντῆσαι αὐτῷ ποικίλοις καὶ φοβεροῖς πειρασμοῖς, ἵνα ἐντεῦθεν εἰς φόβον ἐλθὼν ψυγῇ τῆς καλῆς προαιρέσεως καὶ οὐδαμῶς ἕξει θέρμην προσεγγίσαι τῇ θεαρέστῳ ἐργασίᾳ· οὐχ’ ὅτι τοιαύτην ἔχει δύναμιν ὁ ἀντικείμενος, ἐπεὶ οὐκ ἄν ποτέ τις ἠδύνατο ποιεῖν τὸ ἀγαθόν, συγχωρεῖται δὲ ὅμως ὑπὸ τοῦ Θεοῦ ὡς ἐπὶ τοῦ δικαίου Ἰὼβ μεμαθήκαμεν.

Σὺ οὖν ἑτοίμασον σεαυτὸν ἀνδρείως ἀπαντῆσαι τοῖς πειρασμοῖς τοῖς ἐπαγομένοις ταῖς ἀρεταῖς, καὶ τότε τῆς ἐργασίας τούτων ἄρξαι· εἰ γὰρ μὴ προευτρεπισθῇς πρὸς τὴν τῶν πειρασμῶν ἀπάντησιν, τῆς τῶν ἀρετῶν ἐργασίας ἀπόσχου.

Ἄνθρωπος διστάζων Θεὸν βοηθὸν εἶναι τῇ καλῇ ἐργασίᾳ, οὗτος ὑπὸ τῆς ἰδίας σκιᾶς φοβεῖται, καὶ ἐν τῷ καιρῷ τῆς εὐθηνίας καὶ τῆς πλησμονῆς ἔκπεινός ἐστι καὶ ἐν τῇ οἰκείᾳ γαλήνῃ ζάλης πληροῦται· ὁ δὲ πεποιθὼς ἐπὶ τῷ Θεῷ στερεοῦται τῇ καρδίᾳ καὶ ἐπὶ πάντας ἀνθρώπους φανεῖται τὸ τίμιον αὐτοῦ, καὶ ὁ ἔπαινος αὐτοῦ κατενώπιον τῶν ἐχθρῶν ἑαυτοῦ. Αἱ τοῦ Θεοῦ ἐντολαί, ὑπὲρ πάντας τοὺς θησαυροὺς τοῦ κόσμου, καὶ ὁ ταύτας κτησάμενος, ἐντὸς αὐτῶν εὑρίσκει τὸν Κύριον.

Ὁ ἀεὶ κοιταζόμενος ἐν φροντίδι τοῦ Θεοῦ τοῦτον ταμειοῦχον ἐκτήσατο, καὶ ὁ ἐπιθυμῶν αὐτοῦ τὰ θελήματα τοὺς ἐπουρανίους ἀγγέλους ἕξει ὁδηγούς. Ὁ φοβούμενος τὰς ἁμαρτίας, ἀπροσκόπως διαπεράσει τὴν περίφοβον πορείαν, καὶ ἐν καιρῷ σκοτώδει ἔντοσθεν αὐτοῦ εὑρήσει φῶς.

Ὁ φοβούμενος τὰς ἁμαρτίας, ὁ Κύριος φυλάττει τὰ διαβήματα αὐτοῦ, καὶ ἐν καιρῷ ὀλισθήματος αὐτοῦ προφθάσει αὐτὸν τὸ ἔλεος τοῦ Θεοῦ. Ὁ λογιζόμενος τὰ πλημμελήματα αὐτοῦ μικρὰ εἶναι πίπτει εἰς χείρονα τῶν πρώτων καὶ ἑπταπλασίως ἀποτίσει τὴν δίκην.

Σπεῖρε τὴν ἐλεημοσύνην ἐν ταπεινώσει, καὶ θερίσεις ἔλεος ἐν τῇ κρίσει. Ἐν οἷς ἀπώλεσας τὸ ἀγαθόν, ἐν αὐτοῖς πάλιν κτῆσαι αὐτό. Ὀβολὸν χρεωστεῖς τῷ Θεῷ; οὐ δέχεται ἐκ σοῦ ἀντὶ αὐτοῦ μαργαρίτην. Οἶον, τὴν σωφροσύνην ἀπώλεσας: οὐ δέχεται ἐκ σοῦ ἐλεημοσύνην ὁ Θεός, σοῦ ἐπιμένοντος τῇ πορνείᾳ, διότι τὸν ἁγιασμὸν τοῦ σώματος θέλει παρὰ σοῦ.

Ἐπεὶ παρέβης τὴν ἐντολήν, μὴ δοκῶν τὴν κτῆσιν τοῦ κόσμου καταλελοιπέναι, ὑπὲρ ἄλλων πολεμήσεις; τὸ φυτὸν κατέλιπες καὶ ἄλλους ἦλθες πολεμεῖν. Καθὼς εἶπεν ὁ ἅγιος Ἐφραίμ, ὅτι «ἐν καιρῷ θέρους οὐκ ἐν τοῖς ἱματίοις τοῦ χειμῶνος τὸν καύσωνα ἀνταγωνίζῃ».

Οὕτως ἕκαστος πᾶν ὃ σπείρει, τοῦτο καὶ θερίσει, καὶ πᾶν ἀρρώστημα τοῖς οἰκείοις φαρμάκοις θεραπεύεται. Σὺ ὑπὸ τοῦ φθόνου νικώμενος, τὸν ὕπνον πολεμῆσαι σπουδάζεις; Ἐν ὅσῳ μικρὸν καὶ ἀνθηρὸν ἔχεις τὸ παράπτωμα, ἔκτιλον αὐτὸ πρὶν πλατυνθῇ καὶ πυκάσῃ.

Μὴ ἀμελήσῃς, ὅταν μικρόν σοι φαίνηται τὸ ἐλάττωμα, ἐπεὶ ὕστερον εὑρήσεις αὐτὸ δεσπότην ἀπάνθρωπον, καὶ ὡς ἐν πέδαις δεσμούμενος ἔμπροσθεν αὐτοῦ δραμεῖ· ὁ δὲ ἐξ ἀρχῆς κατὰ τοῦ πάθους ἀνταγωνιζόμενος, ταχέως αὐτοῦ κατακυριεύσει.

Ὁ δυνάμενος ὑπενεγκεῖν τὴν ἀδικίαν μετὰ χαρᾶς, καίτοι ὑπὸ χεῖρα ἔχων τὸ ἀποκρούσασθαι, οὗτος θεόθεν τὴν παράκλησιν ἐδέξατο διὰ τῆς εἰς αὐτὸν πίστεως· καὶ ὁ μετὰ ταπεινοφροσύνης τὴν κατ’ αὐτοῦ κατηγορίαν ὑπομένων, οὗτος πρὸς τὴν τελειότητα κατήντησε καὶ ὑπὸ ἁγίων ἀγγέλων θαυμάζεται· οὐδὲ μία ἄλλη τοιαύτη ἀρετὴ μεγάλη καὶ δυσκατόρθωτος.

Μὴ πιστεύσῃς σεαυτῷ ὅτι δυνατὸς εἶ, ἕως ἂν πειρασθῇς καὶ εὑρήσῃς σεαυτὸν ἀναλλοίωτον ἐν τοῖς πειρασμοῖς· οὕτως καὶ ἐν πᾶσι δοκίμασον ἑαυτόν. Κτῆσαι πίστιν ὀρθὴν ἐν ἑαυτῷ, ὅπως καταπατήσῃς τοὺς ἐχθρούς σου, καὶ ἔχε τὸν νοῦν ἀμετέωρον.

Καὶ μὴ θαρρήσῃς τῇ σῇ δυνάμει, ἵνα μὴ παραχωρηθῇς εἰς τὴν τῆς φύσεως ἀσθένειαν, καὶ τότε μαθήσῃ ἐκ τῆς οἰκείας πτώσεως τὴν ἰδίαν ἀσθένειαν· μὴ δὲ τῇ σῇ γνώσει πιστεύσῃς, ἵνα μὴ μεσιτεύσας ὁ ἐχθρός, τῇ ἑαυτοῦ πανουργίᾳ παγιδεύσῃ σε.

Ἔχε τὴν γλῶσσαν πραεῖαν, καὶ οὐ μή σοι παντελῶς ἀτιμία προσυπαντήσῃ· κτῆσαι δὲ γλυκέα χείλη, καὶ πάντας φίλους ἔξεις Μὴ καυχήσῃ ποτὲ ἐν τοῖς ἔργοις σου ἐν γλώσσῃ σου, ἵνα μὴ καταισχυνθῇς· ἕκαστον γὰρ πρᾶγμα ἐν ᾧ καυχᾶται ἄνθρωπος ἐν αὐτῷ, ὁ Θεὸς παραχωρεῖ αὐτῷ ἀλλοιωθῆναι, ἵνα ταπεινωθῇ ὁ ἄνθρωπος καὶ πάντα τῇ τοῦ Θεοῦ προγνώσει παραχωρήσῃ, καὶ μὴ πιστεύσῃ ὅτι ἔστι τί ἐν τῷδε τῷ βίῳ ἀναλλοίωτον. Οὕτως δὲ γενόμενος, διαπαντὸς τὸ σὸν ὅμμα πρὸς τὸν Θεὸν διάτεινον.

Ἡ σκέπη τοῦ Θεοῦ καὶ ἡ πρόνοια ἀεὶ κυκλοῖ ἐπὶ πάντας ἀνθρώπους, οὐχ’ ὁρᾶται δέ, εἰ μὴ ὑπὸ τῶν καθαρισάντων ἑαυτοὺς ἐκ τῆς ἁμαρτίας καὶ ἐν τῷ Θεῷ ἐχόντων τὴν μελέτην αὐτῶν διηνεκῶς ἐξαιρέτως δὲ φανεροῦται τούτοις ἡ πρόνοια τοῦ Θεοῦ. ὅταν εἰσέλθωσιν εἰς πειρασμὸν μέγαν ὑπὲρ τῆς ἀληθείας· τότε γὰρ ταύτης αἰσθάνονται, ὡσανεὶ τοῖς σωματικοῖς ὀφθαλμοῖς ὁρῶντες αὐτὴν, ἕκαστος κατὰ τὴν ἀναλογίαν καὶ αἰτίαν τοῦ συμβαίνοντος πειρασμοῦ, ὅπως πρὸς ἀνδρείαν τοὺς ἀγωνιστὰς ἀλείψῃ, ὡς ἐπὶ τοῦ Ἰακὼβ καὶ Ἰησοῦ τοῦ Ναυῆ καὶ τῶν τριῶν παίδων καὶ Πέτρου καὶ τῶν λοιπῶν ἁγίων, οἷς ἐν ἀνθρωπίνῳ σχήματι ἐφαίνετο θαρσοποιοῦσα καὶ στηρίζουσα πρὸς τὴν εὐσέβειαν.

Εἰ δὲ λέγεις ταῦτα τοῖς ἁγίοις οἰκονομικῶς δεδόσθαι παρὰ Θεοῦ, καὶ ἰδίως τῶν τοιούτων ὀπτασιῶν ἠξιοῦντο, ἔστωσάν σοι πρὸς ἀνδρείαν ὑποδείγματα οἱ ἅγιοι μάρτυρες, οἵτινες πολλάκις μὲν πολλοί, ἐνίοτε δὲ εἷς καθεὶς καὶ ἔν τισι τόποις, διὰ Χριστὸν ἠγωνίσαντο καὶ τῇ ἐν αὐτοῖς λεληθυίᾳ δυνάμει ἀνδρείως ὑπέμειναν πηλίνοις σώμασι τὰς ξέσεις τῶν σιδήρων καὶ τὰς παντοδαπὰς κολάσεις, πρᾶγμα ὑπὲρ φύσιν. Τοῖς τοιούτοις γὰρ φανερῶς ἐφαίνοντο οἱ ἅγιοι ἄγγελοι, ἵνα μάθῃ ἕκαστος ὅτι δαψιλῶς ἡ πρόνοια τοῦ Θεοῦ ἐπ’ ἐκείνους πρόεισι, τοὺς κατὰ πάντα τρόπον, πᾶσαν θλίψιν καὶ πάντα πειρασμὸν δι’ αὐτὸν ὑπομένοντας πρὸς ἔνδειξιν τῆς αὐτῶν ἀνδραγαθίας καὶ αἰσχύνην τῶν ἐχθρῶν αὐτῶν· καὶ γὰρ ὅσον οἱ ἅγιοι ταῖς τοιαύταις ὀπτασίαις ἠνδρίζοντο, τοσοῦτον οἱ ὑπεναντίοι τῇ αὐτῶν καρτερίᾳ ἐθυμομάχουν καὶ ἐμαίνοντο.

Καὶ τί δὴ λέγω περί τε ἀσκητῶν καὶ ἀναχωρητῶν καὶ ξένων, οἵτινες τὴν ἔρημον ἐπόλισαν καὶ ἀγγέλων ἐποίησαν σκήνωμα καὶ καταγώγιον, πρὸς οὓς ἀεὶ ἐφοίτων διὰ τὴν τῆς πολιτείας αὐτῶν κατάστασιν, καὶ ὡς ἑνὸς δεσπότου συνασπισταὶ κατὰ καιρὸν ἀλλήλοις συνεγίνοντο, οἵτινες πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτῶν τὴν ἐρημίαν ἠσπάζοντο καὶ ἐν σπηλαίοις καὶ ὄρεσι καὶ ταῖς ὀπαῖς τῆς γῆς τὴν κατοίκησιν εἶχον διὰ τὴν πρὸς Θεὸν ἀγάπην· καὶ καθὼς τὰ γήϊνα καταλιπόντες, τὰ οὐράνια ἠγάπησαν καὶ ἀγγέλων μιμηταὶ γεγόνασι, δικαίως καὶ αὑτοὶ οἱ ἄγγελοι τὴν αὐτῶν θέαν οὐκ ἀπέκρυψαν ἐξ αὐτῶν, ἀλλὰ κατὰ καιρὸν αὐτοῖς ἐφαίνοντο τὸ ὅπως χρὴ πολιτεύσασθαι διδάσκοντες. Καὶ ποτὲ μὲν ἀπορούμενά τινα αὐτοῖς ἐσαφήνιζον, ποτὲ δὲ αὐτοὶ οἱ ἅγιοι τούτους ἐπηρώτων· καὶ ποτὲ μὲν καθ’ ὁδὸν πλανωμένους ὡδήγουν, ποτὲ δὲ πειρασμοῖς περιπεσόντας ἐλυτροῦντο· καὶ ποτὲ μὲν αἰφνιδίου συμπτώματος καὶ κινδύνου ἐπερχομένου.

ἐκ μέσου διήρπαζον, ὡς ἐξ ὄφεων ἢ πέτρας σχίδακος ἢ λίθου βολῆς, ποτὲ δὲ φανερῶς τοῦ ἐχθροῦ πολεμοῦντος, τοῖς ἁγίοις ὀφθαλμοφανῶς ἐδείκνυντο καὶ πρὸς βοήθειαν αὐτῶν ἀπεστάλθαι σαφῶς ἐγίνωσκον, καὶ θάρσος καὶ εὐτολμίαν καὶ παραψυχὴν αὐτοῖς ἀνελάμβανον· καὶ ἄλλοτε μὲν ἰάσεις δι’ αὐτῶν ἐπετέλουν, ἐνίστε δὲ αὐτοὺς τοὺς ἀγίους πάθεσί τισιν ἐμπεσόντας ἰῶντο· καὶ ποτὲ μὲν τὰ σώματα αὐτῶν ἀσιτίᾳ καταπεσόντα, ἁφῇ χειρὸς ἢ λόγοις, ὑπὲρ φύσιν ἐνεδυνάμουν καὶ ἐνίσχυον· ποτὲ δὲ τροφὴν αὐτοῖς προσεκόμιζον· ἄρτους, πολλάκις δὲ καὶ θερμοὺς καὶ ἄλλα τινὰ προσφάγια· καὶ τισὶ μὲν αὐτῶν τὴν μετάστασιν προεδήλουν, τισὶ δὲ καὶ τὸν τρόπον τῆς μεταστάσεως.

Καὶ τί δεῖ τὰ πολλὰ καταριθμεῖν τὴν πρὸς ἡμᾶς τῶν ἁγίων ἀγγέλων ἀγάπησιν καὶ τὴν εἰς τοὺς δικαίους ἐπιμέλειαν, ὥς τινες ἀδελφοὶ μείζονες, τῶν μικροτέρων προνοούμενοι; καὶ ταῦτα πάντα, ἵνα πᾶς τις μάθῃ ὅτι ἐγγὺς Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτόν, καὶ πόσην πρόνοιαν ἐπιδείκνυσιν εἰς τοὺς παραδεδωκότας ἑαυτοὺς τῇ αὐτοῦ εὐαρεστήσει, καὶ καθαρᾷ καρδίᾳ αὐτῷ ἀκολουθοῦντας.

Ἐὰν πιστεύσῃς ὅτι ὁ Θεὸς πρόνοιάν σου ποιεῖ, τί μεριμνᾷς περὶ τῶν προσκαίρων καὶ φροντίζεις περὶ τῶν τῆς σαρκός σου χρειῶν; Ἐὰν δὲ οὐ πιστεύῃς τῷ Θεῷ, ὅτι ποιεῖταί σου πρόνοιαν, ἀλλὰ φροντίζεις ἐκτὸς αὐτοῦ εἰς τὰ περὶ τῆς χρείας σου, ταλαιπωρότερος εἶ πάντων ἀνθρώπων, καὶ ἵνα τί καὶ ζῇς;

Ἐπίρριψον ἐπὶ Κύριον τὴν μέριμνάν σου καὶ οὐ μὴ πτοηθῇς πτόησιν ἐπερχομένην σοι. Ὁ καθάπαξ ἑαυτὸν ἀφιερώσας τῷ Θεῷ, ἐν ἀναπαύσει νοὸς διάγει. Ἐκτὸς τῆς ἀκτημοσύνης, οὐ δύναται ἡ ψυχὴ ἐλευθερωθῆναι ἐκ τῆς ταραχῆς τῶν λογισμῶν.

Καὶ ἐκτὸς τῆς ἡσυχίας τῶν αἰσθήσεων, τῆς εἰρήνης τῆς διανοίας οὐκ αἰσθάνεται. Καὶ ἐκτὸς τοῦ εἰσελθεῖν εἰς πειρασμούς, τὴν σοφίαν τοῦ πνεύματος οὐ μὴ κτήσηται. Καὶ ἐκτὸς διαμονῆς τῆς ἀναγνώσεως, τὴν λεπτότητα τῶν λογισμῶν οὐ γνώσεται.

Καὶ ἐκτὸς γαλήνης τῶν λογισμῶν, ὁ νοῦς ἐν ἀποκρύφοις μυστηρίοις οὐ κινηθήσεται. Καὶ ἐκτὸς πεποιθήσεως τῆς διὰ πίστεως, οὐ δύναται ἡ ψυχὴ μετὰ θάρσους κατατολμῆσαι τῶν πειρασμῶν. Καὶ ἐκτὸς πείρας τῆς σκέπης τοῦ Θεοῦ ἐνεργοῦς, ἐλπίσαι ἡ καρδία ἐπὶ τὸν Θεὸν οὐ δύναται.

Καὶ ἐκτὸς τοῦ γεύσασθαι τὴν ψυχὴν τῶν παθημάτων τοῦ Χριστοῦ. ἐν γνώσει κοινωνίαν μετ’ αὐτοῦ οὐ μὴ σχῇ. Τοῦτον ἄνθρωπον τοῦ Θεοῦ λογίζου εἶναι, τὸν διὰ πολλὴν εὐσπλαγχνίαν ἑαυτὸν θανατώσαντα τῆς ἀναγκαίας χρείας. Ὁ γὰρ ἐλεῶν πτωχόν, τὸν Θεὸν ἔχει μεριμνῶντα αὐτοῦ. καὶ ὁ δι’ αὐτὸν πτωχεύων εὗρε θησαυροὺς ἀνεκλειπεῖς.

Ὁ Θεὸς οὐ χρήζει τινός, εὐφραίνεται δὲ ὅταν ἴδῃ τινὰ ἀναπαύοντα τὴν εἰκόνα αὐτοῦ καὶ τιμῶντα αὐτὴν δι’ αὐτόν. Ὅταν αἰτήσηταί τις ἐκ σοῦ τί ὅπερ ἔχεις, μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου ὅτι “ἐάσω τοῦτο τῇ ψυχῇ μου, ἵνα ἀναπαύσωμαι ἐν αὐτῷ, καὶ ὁ Θεὸς μέλλει χορηγῆσαι αὐτῷ ἀλλαχόθεν τὴν χρείαν αὐτοῦ”· ἀδίκων ἐστὶ ταῦτα τὰ ῥήματα καὶ μὴ γινωσκόντων τὸν Θεόν. Δίκαιος καὶ χρηστὸς ἄνθρωπος, τὴν ἑαυτοῦ τιμὴν οὐ δίδωσιν ἄλλῳ, οὐδὲ τὸν τῆς χάριτος καιρὸν ἀπράκτως παρελθεῖν συγχωρήσει.

Ὁ μὲν πτωχὸς καὶ ἐπιδεὴς ἄνθρωπος χορηγεῖται ὑπὸ τοῦ Θεοῦ, διότι οὐδένα ἐγκαταλείπει Κύριος· σὺ δὲ ἀπεστράφης τὴν ἐκ Θεοῦ σοι τιμὴν καὶ ἐμάκρυνας τὴν χάριν αὐτοῦ ἀπὸ σοῦ στρέψας τὸν πένητα. Ὅταν οὖν δώσῃς, εὐφραίνου καὶ εἰπέ· “Δόξα σοι ὁ Θεὸς ὅτι ἠξίωσάς με εὑρεῖν τινὰ ἀναπαῦσαι”· εἰ δὲ οὐκ ἔχεις ὃ δώσεις, μᾶλλον χάρηθι καὶ εὐχαρίστησον τῷ Θεῷ μεγάλως λέγων· “Εὐχαριστῶ σοι ὁ Θεὸς ὅτι ἔδωκάς μοι ταύτην τὴν τιμὴν πτωχεῦσαι ὑπὲρ τοῦ ὀνόματός σου, καὶ ἠξίωσάς με γεύσασθαι τῆς θλίψεως τῆς ἐν τῇ ὁδῷ τῶν ἐντολῶν σου τεθείσης ἔν τε ἀρρωστίᾳ καὶ πτωχείᾳ, καθὼς ἐγεύσαντο οἱ ἅγιοι οἱ περιπατήσαντες ἐν τῇ ὁδῷ ταύτῃ”.

Καὶ ὅταν ἀσθενήσῃς, εἰπὲ “Μακάριος ὁ ἀξιωθεὶς ὑπὸ τοῦ Θεοῦ πειρασθῆναι ἐν οἷς κληρονομοῦμεν τὴν ζωήν”· τὰς ἀρρωστίας διὰ τὴν ὑγείαν τῆς ψυχῆς ἐπάγει ὁ Θεός. Εἶπέ τις τῶν ἁγίων, «Τοῦτο ἐσημειωσάμην, ὅτι μοναχὸς μὴ θεαρέστως δουλεύων τῷ Κυρίῳ καὶ σπουδαίως ἀγωνιζόμενος εἰς τὴν σωτηρίαν τῆς ἑαυτοῦ ψυχῆς, ἀλλὰ ἀμελῶς περὶ τὴν ἄσκησιν τῶν ἀρετῶν διακείμενος, πάντως παραχωρεῖται ὑπὸ τοῦ Θεοῦ πειρασμοῖς περιπεσεῖν, ἵνα μὴ ἀργήσῃ καὶ ἐκ τῆς πολλῆς ἀργίας αὐτοῦ νεύσῃ ἐπὶ τὰ χείρονα». Διατοῦτο ἐπιρρίπτει ὁ Θεὸς πειρασμοὺς ἐπὶ τοὺς ῥαθύμους καὶ ἀμελεῖς, ἵνα ἐν τούτοις μελετῶσι καὶ μὴ ἐν τοῖς ματαίοις· καὶ τοῦτο ποιεῖ ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν, ἵνα παιδεύσῃ αὐτοὺς καὶ σοφίσῃ καὶ διδάξῃ αὐτοὺς τὸ θέλημα αὐτοῦ· καὶ ὅταν δεηθῶσιν αὐτοῦ, οὐκ εἰσακούει αὐτῶν ταχέως, ἕως ἂν ἀτονήσωσι καὶ μάθωσιν ἀσφαλῶς ὅτι ἐκ τῆς ἀμελείας αὐτῶν συμβέβηκεν αὐτοῖς ταῦτα· γέγραπται γάρ· Ὅταν ἐκτείνητε τὰς χεῖρας ὑμῶν πρός με, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ’ ὑμῶν καὶ ἐὰν πληθύνητε τὰς δεήσεις, οὐκ εἰσακούσομαι· καὶ γὰρ εἰ καὶ περὶ ἄλλων τοῦτο εἴρηται, ἀλλ’ οὖν περὶ τῶν ἐγκαταλιπόντων τὴν ὁδὸν Κυρίου γέγραπται.

Ἐπειδὴ δὲ τὸν Θεὸν πολυέλεον εἶναι φάσκομεν, τίνος χάριν ἐν τοῖς πειρασμοῖς διηνεκῶς κρούοντες καὶ δεόμενοι παρορᾷ τὴν δέησιν; Γέγραπται· Οὐ μικρὰ ἡ χεὶρ Κυρίου τοῦ ἐξελέσθαι, οὐδὲ βαρυήκοός ἐστι τοῦ εἰσακοῦσαι, ἀλλ’ αἱ ἁμαρτίαι ὑμῶν διεχώρισαν ὑμᾶς ἀπὸ τοῦ Θεοῦ, καὶ αἱ ἀνομίαι ὑμῶν ἀπέστρεψαν τὸ πρόσωπον αὐτοῦ τοῦ μὴ εἰσακούειν.

Μνημόνευε τοῦ Θεοῦ ἐν παντὶ καιρῷ, καὶ μνημονεύσει σου, ὅταν ἐμπέσῃς εἰς κακά. Ἡ φύσις σου δεκτικὴ τῶν παθῶν γέγονε, καὶ τοῦ παρόντος κόσμου οἱ πειρασμοὶ πολλοὶ γεγόνασι, καὶ οὐκ ἀπέχουσιν ἀπὸ σοῦ τὰ κακά, ἀλλ’ ἔνδοθέν σου βρύουσί σοι, ὅταν ὁ Θεὸς ἐπινεύσῃ, καὶ ὑποκάτωθεν τῶν ποδῶν σου καὶ ἐκ τοῦ τόπου ἐν ᾧ ἔστηκας.

Καθάπερ ἐγγίζουσιν ἀλλήλοις τὰ βλέφαρα, οὕτως καὶ οἱ πειρασμοὶ ἐγγὺς τῶν ἀνθρώπων εἰσίν. Ἐν σοφίᾳ γὰρ ὁ Θεὸς ταῦτα ὠκονόμησε διὰ τὴν σὴν ὠφέλειαν, ἵνα ἐπιμόνως κρούσῃς τὴν θύραν αὐτοῦ, καὶ φόβῳ τῶν θλιβερῶν ἐνσπαρῇ ἡ μνήμη αὐτοῦ ἐν τῇ σῇ διανοίᾳ, καὶ πλησιάσῃς τῷ Θεῷ διὰ τῶν σῶν ἐντεύξεων, καὶ ἁγιασθῇ σου ἡ καρδία τῇ διηνεκεῖ αὐτοῦ μνείᾳ, καὶ σοῦ δεομένου αὐτοῦ εἰσακούσεταί σου, καὶ μαθήσῃ ὅτι ὁ Θεός ἐστιν ὁ ἐξαιρούμενός σε, καὶ αἰσθηθήσῃ τοῦ πλάσαντός σε καὶ προνοοῦντος καὶ φυλάττοντος, τοῦ διὰ σὲ διττὸν κόσμον πεποιηκότος, ἕνα μὲν ὡς διδάσκαλον καὶ παιδευτὴν πρόσκαιρον, ἕτερον δὲ ὡς πατρικὸν δόμον καὶ σὴν κληρονομίαν αἰώνιον.

Ὁ Θεὸς οὐκ ἐποίησέ σε ἀνεπίδεκτον τῶν λυπηρῶν, ἵνα μὴ τῆς θεότητος ἐφιέμενος κληρονομήσῃς ὅπερ καὶ ὁ ποτὲ φωσφόρος. ὕστερον δὲ διὰ τῆς παραβάσεως σατανᾶς γενόμενος ἐκληρονόμησεν· ὁμοίως οὐδὲ ἀκλινῆ καὶ ἀκίνητόν σε ἐποίησεν, ἵνα μὴ γένῃ ὡς ἡ τῶν ἀψύχων φύσις, καὶ γένηταί σοι τὰ ἀγαθὰ καὶ φαῦλα ἀκερδῆ καὶ ἄμισθα ὡς τοῖς ἀλόγοις τὰ φυσικὰ πλεονεκτήματα. Ὁπόση γὰρ ὠφέλεια καὶ εὐχαριστία καὶ ταπείνωσις ἐντίκτεται ἐκ τῆς τῶν σκολόπων τούτων ἐπαγωγῆς, πᾶσι ῥάδιόν ἐστι καταμαθεῖν.

Φανερὸν οὖν ἐστιν ὅτι τὸ ἀγωνίσασθαι εἰς τὰ ἀγαθὰ καὶ ἐκκλῖναι ἀπὸ τῶν κακῶν ἐν ἡμῖν ἐστι, καὶ ἡ τιμὴ καὶ ἀτιμία, αἱ ἐκ τούτων γεννώμεναι, εἰς ἡμᾶς ἀναφέρονται τῇ μὲν ἀτιμίᾳ αἰσχυνόμενοι φοβοῦμεν, τῇ δὲ τιμῇ τὴν εὐχαριστίαν τῷ Θεῷ προσάγομεν καὶ πρὸς τὴν ἀρετὴν κατεπειγόμεθα.

Τούτους τοὺς παιδαγωγούς σοι ὁ Θεὸς ἐπλήθυνεν, ἵνα μή, ἐλεύθερος ὢν ἐξ αὐτῶν καὶ ἀνεπιδεὴς καὶ ἀνεπίδεκτος τῶν θλιβερῶν καὶ ὑπεράνω παντὸς φόβου, ἐπιλάθῃ Θεοῦ σου καὶ ἐκκλίνῃς ἀπ’ αὐτοῦ καὶ ἐμπέσῃς εἰς πολυθεΐαν καθότι πολλοί, καίτοι ὁμοιοπαθεῖς ὄντες καὶ ἐπιδεεῖς καὶ τοῖς τοιούτοις λυπηροῖς μαστιζόμενοι. ἐν ἀκαριαίᾳ ῥοπῇ καὶ προσκαίρῳ ἐξουσίᾳ καὶ εὐτελεῖ εὐεξίᾳ οὐ μόνον εἰς πολυθεΐαν ἐξέπεσον. ἀλλὰ καὶ ἑαυτοὺς ἀφρόνως θεωνυμῆσαι κατετόλμησαν.

Τούτου χάριν συνεχώρησέ σε ἐν τοῖς τοιούτοις εἶναι τοῖς θλίβουσί σε ἐνίοτε, ἵνα μὴ ἐκκλίνας παροργίσῃς αὐτόν, καὶ τῇ ἐπαγωγῇ τῆς τιμωρίας ἐξολοθρεύσῃ σε ἀπὸ προσώπου αὐτοῦ. Ἐῶ γὰρ λέγειν τὴν ἀσέβειαν καὶ τὰς λοιπὰς βλασφημίας τὰς τικτομένας ἐκ τῆς τοῦ βίου εὐημερίας καὶ ἀφοβίας, κἂν τὰ προειρημένα μὴ τολμήσῃ τίς εἰπεῖν.

Τούτου χάριν διά τε τῶν παθῶν καὶ τῶν λυπηρῶν ἐπλήθυνε τὴν μνήμην αὐτοῦ ἐν τῇ καρδίᾳ σου, καὶ τῷ φόβῳ τῶν ἐναντίων ἐξύπνισέ σε πρὸς τὴν τῆς εὐσπλαγχνίας αὐτοῦ πύλην, καὶ διὰ τῆς ἐκ τούτων ἀπολυτρώσεως, αἰτίας τῆς πρὸς αὐτὸν ἀγάπης σοι ἐγκατέσπειρε· καταλαβὼν δὲ τὴν ἀγάπην, τῇ τῆς υἱοθεσίας τιμῇ προσήγγισέ σε καὶ τὴν πλουσίαν αὐτοῦ χάριν ὁπόση ἐστὶν ἐπιδείκνυσί σοι.

Πόθεν γὰρ ἐγίνωσκες τὴν τοιαύτην αὐτοῦ πρόνοιαν καὶ κηδεμονίαν, εἰ μή σοι τὰ ἐναντία συνέβαινον; διότι ὡς ἐπὶ τὸ πλεῖστον, ἐκ τούτων δυνατὸν πληθυνθῆναι τὴν ἀγάπην τοῦ Θεοῦ ἐν τῇ ψυχῇ, τουτέστιν ἐκ τῆς κατανοήσεως τῶν αὐτοῦ χαρισμάτων καὶ τῆς μνήμης τοῦ πλήθους τῆς προνοίας αὐτοῦ.

Ταῦτα σοι πάντα τὰ ἀγαθὰ ἐκ τῶν λυπηρῶν γεννῶνται, ἵνα μάθῃς εὐχαριστεῖν. Λοιπὸν μνημόνευε τοῦ Θεοῦ, ἵνα σου πάντοτε μνημονεύσῃ, καὶ μνημονεύσας καὶ διασώσας σε, λήψῃ παρ’ αὐτοῦ πάντα μακαρισμόν. Μὴ ἐπιλάθῃ αὐτοῦ ἐν τοῖς ματαίοις μετεωρισμοῖς, ἵνα μή σου ἐπιλάθηται ἐν τῷ καιρῷ τῶν πειρασμῶν σου.

Ἐν τῇ σῇ εὐθηνίᾳ γενοῦ αὐτῷ ὑπήκοος, ἵνα ἐν ταῖς θλίψεσι σχῇς πρὸς αὐτὸν παρρησίαν διὰ τῆς καρδιακῆς καὶ ἐπιμόνου ἐντεύξεως. Κάθισον ἐνώπιον Κυρίου, διαπαντὸς ἔχων τὴν μνήμην αὐτοῦ ἐν τῇ καρδίᾳ σου, ἵνα μὴ χρονίσας ἔξωθεν τῆς μνήμης αὐτοῦ, ἀπαρρησίαστος γένῃ, ὅταν εἰσέλθῃς πρὸς αὐτόν, διότι ἡ παρρησία ἡ πρὸς τὸν Θεόν, ἐκ τῆς συνεχοῦς ὁμιλίας γίνεται καὶ τῆς πολλῆς εὐχῆς.

Ἡ πρὸς ἀνθρώπους σχέσις καὶ διαμονή, διὰ τοῦ σώματος ἐστιν, ἡ δὲ πρὸς Θεὸν σχέσις διὰ τῆς μνήμης τῆς ψυχικῆς καὶ τῆς τῶν δεήσεων ὁλοκαρπώσεως· ἐκ δὲ τῆς πολλῆς διαμονῆς τῆς αὐτοῦ μνήμης πρὸς ἔκπληξιν καὶ θαῦμα κατὰ καιρὸν μετατίθεται.

Εὐφρανθήσεται καρδία ζητούντων τὸν Κύριον. Ζητήσατε τὸν Κύριον, ὦ κατάδικοι, καὶ κραταιώθητε τῇ ἐλπίδι, ζητοῦντες τὸ πρόσωπον αὐτοῦ διαπαντὸς διὰ τῆς μετανοίας, καὶ ἁγιασθήσεσθε τῷ ἁγιασμῷ τοῦ προσώπου αὐτοῦ, καὶ τῶν ἁμαρτιῶν ὑμῶν ἀποκαθαρισθήσεσθε.

Δράμετε πρὸς Κύριον, οἱ ἀμαρτίαις ὑπεύθυνοι, τὸν δυνάμενον συγχωρεῖν ἁμαρτήματα καὶ παρορᾶν πλημμελήματα· μεθ’ ὅρκου γὰρ εἴρηκε διὰ τοῦ προφήτου· Ζῶ ἐγὼ λέγει Κύριος· οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν.

Καὶ πάλιν· Ὅλην τὴν ἡμέραν διεπέτασα τὰς χεῖρας μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα. Καὶ πάλιν· Ἵνα τί θανάτῳ ἀποθνήσκετε οἶκος Ἰσραήλ; ἐπιστράφητε πρός με καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς. Καὶ πάλιν· Ἐν ᾗ ἂν ἡμέρᾳ ἀποστραφῇ ὁ ἁμαρτωλὸς ἀπὸ τῆς ὁδοῦ αὐτοῦ καὶ ἐπιστρέψῃ πρὸς Κύριον καὶ ποιήσῃ κρίμα καὶ δικαιοσύνην, τῶν ἀνομιῶν αὐτοῦ οὐ μὴ μνησθῶ, ζῶν δὲ ζήσεται, λέγει Κύριος. Καὶ ὁ δίκαιος ἐὰν καταλείψῃ τὴν δικαιοσύνην αὐτοῦ καὶ ἁμαρτήσας ἀδικήσῃ, τῆς δικαιοσύνης αὐτοῦ οὐ μὴ μνησθῶ, ἀλλ’ ὀλίσθημα θήσω ἐνώπιον αὐτοῦ, καὶ ἐν τῷ σκότει τῶν ἔργων αὐτοῦ ἀποθανεῖται ἐπιμείνας αὐτοῖς. Τίνος ἕνεκεν; Διότι ὁ ἁμαρτωλὸς οὐ σκελισθήσεται τῇ ἑαυτοῦ ἁμαρτίᾳ ᾗ ἂν ἡμέρᾳ ἐπιστρέψῃ πρὸς Κύριον· καὶ τοῦ δικαίου ἡ δικαιοσύνη οὐ λυτρώσεται αὐτόν, ᾗ ἂν ἡμέρᾳ ἁμαρτήσῃ, εἴ γε ἐπιμείνει τῷ τοιούτῳ ἁμαρτήματι.

Καὶ τῷ Ἱερεμίᾳ οὕτως εἴρηκεν· Ἀνάλαβε σὺ μεμβράναν καὶ ὅσα ἄν σοι εἴπω γράψον ἀπὸ τῶν ἡμερῶν Ἰωσία τοῦ βασιλέως Ἰούδα μέχρι τῆς σήμερον πάντα τὰ κακὰ ὅσα σοι εἶπον ἐπάξαι τῷ λαῷ τούτῳ· ἵνα ἀκούσας καὶ φοβηθείς, καταλείψῃ ἄνθρωπος τὴν ὁδὸν αὐτοῦ τὴν πονηράν, καὶ ἐπιστραφέντες μετανοήσωσι, καὶ ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν.

Καὶ ἡ Σοφία εἶπεν· Ὁ κρύπτων τὴν ἑαυτοῦ ἁμαρτίαν. οὐ χρησιμεύσει· ὁ δὲ ὁμολογῶν τὰς ἰδίας ἁμαρτίας καὶ διαπεράσας αὐτάς. ἐλέους τεύξεται παρὰ τοῦ Θεοῦ. Καὶ ὁ Ἠσαΐας φησίν· Ἐκζητήσατε τὸν Κύριον, καὶ εὑρόντες ἐπικαλέσασθε αὐτόν· καὶ προσεγγίσαντα, καταλειψάτω τὴν ἰδίαν ὁδὸν ὁ ἁμαρτωλός. καὶ ὁ ἄδικος ἀνὴρ τὰς ἑαυτοῦ ἐνθυμήσεις, καὶ ἐπιστράφητε πρός με κἀγὼ ἐλεήσω αὐτὸν ὁ πολὺς ἐν ἐλέει, διότι αἱ ἐνθυμήσεις μου οὐ κατὰ τὰς ὑμετέρας ἐνθυμήσεις, οὐδὲ αἱ ὁδοί μου κατὰ τὰς ὑμετέρας ὁδούς. Ἐὰν ἀκούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε. Δεῦτε πρός με καὶ ὑπακούσατέ μου καὶ ζήσεσθε τῇ ψυχῇ ὑμῶν.

Ὅταν φυλάξῃς τὰς ὁδοὺς Κυρίου καὶ ποιήσῃς τὸ θέλημα αὐτοῦ, τότε ἔλπισον ἐπὶ Κύριον καὶ ἐπικαλεσάμενος αὐτὸν εἰσακούσεταί σου, καὶ ἐπιβοωμένου σου αὐτὸν ἐρεῖ σοι· Ἰδοὺ πάρειμι. Ἐπελθόντος τῷ ἀδίκῳ πειρασμοῦ, οὐκ ἔχει πεποίθησιν ἐπικαλέσασθαι τὸν Θεόν, οὐδὲ προσδοκῆσαι τὴν ἑαυτοῦ σωτηρίαν, διότι ἐν ἡμέραις ἀναπαύσεως αὐτοῦ ἐμακρύνθη ἀπὸ τοῦ θελήματος τοῦ Θεοῦ.

Πρὶν τοῦ πολέμου ἄρξῃ, ἐπιζήτησον τὴν συμμαχίαν, καὶ πρὸ τοῦ σε ἀρρωστῆσαι, ἀναζήτησον τὸν θεραπευτήν, Πρὶν ἐπελθεῖν σοι τὰ θλιβερά, πρόσευξαι, καὶ ἐν τῷ καιρῷ τῶν λυπηρῶν εὑρήσεις αὐτὸν καὶ ἐπακούσεταί σου.

Πρὸ τοῦ σε ὀλισθῆσαι, ἐπικάλεσαι καὶ δεήθητι, καὶ πρὸ τοῦ σε εὔξασθαι, ἑτοίμασον τὰς ὑποσχέσεις, φημὶ τὰ ἐντεῦθεν ἐφόδιά σου. Ἡ κιβωτὸς τοῦ Νῶε, ἐν τῷ καιρῷ τῆς εἰρήνης κατεστάθη, καὶ πρὸ ἑκατοστοῦ ἔτους τὰ ξύλα αὐτῆς πεφύτευται· ἐν δὲ τῷ καιρῷ τῆς ὀργῆς οἱ ἄδικοι ἀπώλοντο, τῷ δὲ δικαίῳ σκέπη ἐγένετο.

Στόμα ἀδίκων, διὰ προσευχῆς ἐμφράττεται· ἡ γὰρ κατάγνωσις τῆς συνειδήσεως ἀπαρρησίαστον ποιεῖ τὸν ἄνθρωπον. Καρδία ἀγαθὴ καταφέρει δάκρυα μετὰ χαρᾶς ἐν τῇ προσευχῇ. Οἷς ὁ κόσμος νενέκρωται, οὗτοι τὰς ἐπηρείας μετὰ χαρᾶς ὑπομένουσιν· οἷς δὲ ζῇ ὁ κόσμος, οὗτοι οὐ δύνανται ὑπομεῖναι ἀδικίαν, ἀλλ’ ἢ ὑπὸ τῆς κενοδοξίας κινούμενοι, καὶ ὀργιζόμενοι ταράττονται, ἢ ὑπὸ τῆς λύπης ἁλίσκονται· ὢ πῶς δυσκατόρθωτος ἡ τοιαύτη ἀρετὴ καὶ πόσην δόξαν κέκτηται παρὰ τῷ Θεῷ.

Ὁ θέλων τὴν ἀρετὴν ταύτην κατορθῶσαι [ἤγουν τὸ ἀδικεῖσθαι], χρήζει μακρυνθῆναι τῶν ἰδίων αὐτοῦ καὶ ξενιτεῦσαι, ὅτι οὐ δύναται ταύτην κατορθῶσαι ἐν τῇ ἰδίᾳ πατρίδι· τῶν γὰρ μεγάλων καὶ δυνατοτέρων ἐστὶν ὑπομεῖναι τῆς ἀρετῆς ταύτης τὴν ἀλγηδόνα μέσῳ τῶν ἰδίων ὄντων, καὶ οἷς ὁ κόσμος οὗτος τέθνηκε, καὶ πάσης τῆς παρούσης παρακλήσεως ἀπελπίσασιν.

Ὥσπερ ἡ χάρις πλησιάζει τῇ ταπεινοφροσύνῃ, οὕτως καὶ τῇ ὑπερηφανίᾳ ὀδυνηραὶ συμβάσεις. Ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς ταπεινόφρονας τοῦ εὐφράναι αὐτούς, πρόσωπον δὲ Κυρίου κατενώπιον ὑπερηφάνων τοῦ ταπεινῶσαι αὐτούς.

Ἡ ταπείνωσις διαπαντὸς δέχεται παρὰ τοῦ Θεοῦ τὸ ἔλεος· τῇ σκληροκαρδίᾳ καὶ τῇ ὀλιγοπιστίᾳ συναντήματα φοβερὰ προσυπαντῶσι. Σμίκρυνον σεαυτὸν ἐν πᾶσι πρὸς πάντας ἀνθρώπους. καὶ ὑψωθήσῃ ἐπάνω τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου.

Προκατάλαβε πάντας διὰ τῆς σῆς προσκυνήσεως καὶ τοῦ σοῦ ἀσπασμοῦ, καὶ τιμηθήσῃ ὑπὲρ τοὺς δωροφοροῦντας χρυσίον Σωφείρ. Ἐξευτέλισον σεαυτὸν καὶ ὄψει τὴν δόξαν τοῦ Θεοῦ ἐν σεαυτῷ· ὅπου γὰρ βλαστάνει ἡ ταπείνωσις, ἐκεῖ ἡ δόξα βρύει.

Ἐὰν φανερῶς ἐξουδενωθῆναι ἀγωνίσῃ ὑπὸ πάντων ἀνθρώπων, ποιεῖ σε δοξασθῆναι ὁ Θεός· ἐὰν δὲ ἐν τῇ καρδίᾳ σου ἔχῃς ταπείνωσιν, ἐν τῇ καρδίᾳ σου δείκνυσί σοι ὁ Θεὸς τὴν δόξαν αὐτοῦ. Γίνου εὐκαταφρόνητος ἐν τῇ μεγαλωσύνῃ σου καὶ μὴ μέγας ἐν τῇ ἐλαχιστίᾳ σου.

Σπούδασον τοῦ καταφρονηθῆναι, καὶ τῆς τιμῆς τοῦ Θεοῦ ἐμπλησθήσῃ. Μὴ ζητήσῃς τιμηθῆναι, πεπληρωμένος ὢν ἔσωθεν τραυμάτων. Ψέξον τὴν τιμήν, ἵνα τιμηθῇς, καὶ μὴ ἀγαπήσῃς αὐτήν, ἵνα μὴ ἀτιμασθῇς· ὁ τρέχων ὀπίσω τῆς τιμῆς φεύγει ἀπὸ ἔμπροσθεν αὐτοῦ, καὶ ὁ φεύγων αὐτὴν καταδιώξεται αὐτὸν καὶ κῆρυξ γίνεται τῆς αὐτοῦ ταπεινώσεως πᾶσιν ἀνθρώποις.

Εἰ καταφρονεῖς ἑαυτόν, ἵνα τιμηθῇς, ὁ Θεὸς δημοσιεύσει σε· εἰ δὲ διὰ τὴν ἀλήθειαν ψέξεις σεαυτόν, ἐπιτρέπει ὁ Θεὸς πᾶσι τοῖς κτίσμασιν αὐτοῦ ἐπαινέσαι σε, καὶ ἔμπροσθέν σου ἀνοίξουσι τὴν θύραν τῆς δόξης τοῦ πλαστουργοῦ σου καὶ ἐπαινέσουσί σε, διότι σὺ ἐν ἀληθείᾳ κατ’ εἰκόνα καὶ ὁμοίωσιν αὐτοῦ ὑπάρχεις.

Ἄνθρωπον ταῖς μὲν ἀρεταῖς διαλάμποντα, τοῖς δὲ ἀνθρώποις εὐτελῆ φαινόμενον, φωτεινὸν μὲν τῷ βίῳ καὶ σοφὸν τῇ γνώσει, ταπεινὸν δὲ τῷ πνεύματι, τίς τεθέαται; Μακάριος ὁ ταπεινῶν ἑαυτὸν ἐν πᾶσιν, ὅτι ὑψωθήσεται.

Ὁ διὰ τὸν Θεὸν ἑαυτὸν ταπεινῶν καὶ σμικρύνων, ὑπὸ Θεοῦ δοξάζεται, καὶ ὁ διὰ τὸν Θεὸν πεινῶν καὶ διψῶν, μεθύσκει αὐτὸν ὁ Θεὸς τῶν ἀγαθῶν αὐτοῦ, καὶ ὁ διὰ τὸν Θεὸν γυμνιτεύων ἐνδύεται ὑπ’ αὐτοῦ στολὴν ἀφθαρσίας καὶ δόξης, καὶ ὁ δι’ αὐτὸν πτωχεύων τῷ ἀληθινῷ αὐτοῦ πλούτῳ παρακαλεῖται.

Ἐξουδένωσον σεαυτὸν διὰ τὸν Θεὸν καὶ σοῦ ἀγνοοῦντος πληθυνθήσεταί σου ἡ δόξα. Ἐν πάσῃ τῇ ζωῇ σου ἔχε ἑαυτὸν ἁμαρτωλόν, ἵνα δικαιωθῇς ἐν πάσῃ τῇ ζωῇ σου. Γενοῦ ἰδιώτης ἐν τῇ σοφίᾳ σου, καὶ μὴ φανῇς σοφὸς ἰδιώτης ὤν.

Ἐὰν τὸν ἀφελῆ καὶ ἀμαθῆ ἡ ταπείνωσις ὑψοῖ, πόσης οἴῃ τιμῆς τοῖς τιμίοις καὶ μεγάλοις πρόξενος γίνεται. Φεῦγε τὴν κενοδοξίαν καὶ δοξασθήσῃ, καὶ φοβήθητι τὴν ὑπερηφανίαν καὶ μεγαλυνθήσῃ· οὐ τοῖς υἱοῖς τῶν ἀνθρώπων διενεμήθη ἡ κενοδοξία, οὐδὲ ἡ ὑψηλοφροσύνη γεννητῷ γυναικῶν.

Εἰ ἑκουσίως ἀπετάξω πᾶσι τοῖς τοῦ βίου πράγμασι, περὶ μηδαμινοῦ πράγματος μηδαμῶς μετά τινος φιλονεικήσῃς. Εἰ τὴν κενοδοξίαν ἐβδελύξω, φεῦγε τοὺς ἀγρεύοντας αὐτήν. Φεῦγε τοὺς φιλοκτήμονας ὡς καὶ τὸ κτᾶσθαι.

Μάκρυνον σεαυτὸν ἀπὸ τῶν σπαταλώντων ὡς καὶ ἀπὸ τῆς σπατάλης. Φεῦγε τοὺς ἀκολάστους ὡς καὶ τὴν ἀκολασίαν· εἰ γὰρ ἡ ψιλὴ τῆς πολιτείας αὐτῶν μνήμη ταράττει τὴν διάνοιαν, πόσῳ μᾶλλον ἡ θεωρία καὶ ἡ μετ’ αὐτῶν διαγωγή.

Προσέγγισον τοῖς δικαίοις, καὶ δι’ αὐτῶν τῷ Θεῷ πλησιάσεις. Συναναστρέφου τοῖς ἔχουσι ταπείνωσιν, καὶ μαθήσῃ τοὺς τρόπους αὐτῶν· εἰ γὰρ ἡ θεωρία αὐτῶν ὠφέλιμος, πόσῳ μᾶλλον ἡ διδασκαλία τοῦ στόματος αὐτῶν.

Ἀγάπησον τοὺς πτωχούς, ὅτι δι’ αὐτῶν τεύξῃ τοῦ ἐλέους. Μὴ προσεγγίσῃς τοῖς φιλονείκοις, ἵνα μὴ ἀναγκασθῇς ἔξω γενέσθαι τῆς σῆς γαλήνης. Μὴ ἀηδῶς φέρε τὰς δυσοσμίας τῶν ἀρρώστων, ἐπειδὴ καὶ σὺ σῶμα περίκεισαι.

Μὴ ἐπιπλήξῃς τοὺς τεθλιμμένους τῇ καρδίᾳ, ἵνα μὴ τῇ ῥάβδῳ αὐτῶν μαστιχθῇς, καὶ ζητήσῃς παρακαλοῦντας καὶ οὐ μὴ εὕρῃς. Μὴ ἐκφαυλίσῃς τοὺς ἠκρωτηριασμένους, ὅτι πάντες ἰσοτίμως εἰς τὸν ἅδην πορευσόμεθα.

Ἀγάπησον τοὺς ἁμαρτωλοὺς καὶ μίσησον τὰ ἔργα αὐτῶν, καὶ μὴ καταφρονήσῃς αὐτῶν διὰ τὰ ἐλαττώματα αὐτῶν, μήποτε καὶ σὺ πειρασθῇς ἐν οἷς εἰσι. Μνήσθητι ὅτι κοινωνὸς εἶ τῆς γεηρᾶς φύσεως. Μὴ ἐπίπληττε τοὺς δεομένους τῆς σῆς παρακλήσεως καὶ τῆς εὐχῆς καὶ τῶν μαλθακῶν λόγων σου, ἵνα μὴ ἀπόλωνται καὶ ἀπαιτηθῇς τὰς ψυχὰς αὐτῶν, ἀλλὰ μίμησαι τοὺς ἰατρούς, οἵτινες τὰ μὲν θερμότερα πάθη τοῖς ψυχροτέροις φαρμάκοις ἰῶνται, καὶ τὰ ψυχρότερα τοῖς θερμοτέροις.

Ἀνάγκασον ἑαυτόν, ὅταν ἀπαντήσῃς τῷ πλησίον σου, ἵνα τιμήσῃς αὐτὸν ὑπὲρ τὸ μέτρον αὐτοῦ· φίλησον δὲ τὰς χεῖρας αὐτοῦ καὶ τοὺς πόδας, καὶ κράτησον αὐτὰς πολλάκις μετὰ πολλῆς τιμῆς, καὶ ἐπίθες αὐτὰς ἐπὶ τοὺς ὀφθαλμούς σου, καὶ ἐπαίνεσον αὐτὸν καὶ εἰς ὅπερ οὐκ ἔχει. Ὅταν δὲ χωρισθῇ ἀπὸ σοῦ, εἰπὲ περὶ αὐτοῦ πᾶν ἀγαθὸν καὶ εἴ τι τίμιον· ἐν γὰρ τούτοις καὶ τοῖς τοιούτοις. ἕλκεις αὐτὸν εἰς τὸ ἀγαθόν, καὶ ἀναγκάζεις αὐτὸν αἰσχύνεσθαι ἐκ τῆς προσηγορίας τῆς ἀγαθῆς, ἧς προσηγόρευσας αὐτόν, καὶ σπείρεις εἰς αὐτὸν σπέρμα ἀρετῆς· ἐκ δὲ τῆς τοιαύτης συνηθείας, ἢν ἑαυτὸν ἐθίζεις, τυποῦται ἐν σοὶ τύπος ἀγαθός, καὶ ταπείνωσιν πολλὴν κτήσῃ ἐν ἑαυτῷ, καὶ χωρὶς κόπου κατορθοῖς τὰ μεγάλα. Οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ ἐὰν ἔχῃ τινὰ ἐλαττώματα, τιμώμενος ὑπὸ σοῦ εὐχερῶς δέχεται παρὰ σοῦ τὴν θεραπείαν, αἰσχυνόμενος ἐκ τῆς τιμῆς, ἧς εἶδεν ἐκ σοῦ.

Οὗτος ὁ τρόπος ἔστω σοι ἀεί· τὸ εὐπροσήγορον καὶ τιμητικὸν εἶναι εἰς πάντας, καὶ μὴ παροξύνῃς τινὰ ἢ ζηλώσῃς, μήτε διὰ πίστιν. μήτε διὰ τὰ ἔργα αὐτοῦ τὰ κακά, ἀλλὰ φύλαττε σεαυτὸν τοῦ μέμψασθαι ἢ ἐλέγξαι τινὰ ἔν τινι· ἔχομεν γὰρ κριτὴν ἀπροσωπόληπτον ἐν οὐρανοῖς.

Εἰ δὲ θέλεις αὐτὸν ἐλεῆσαι καὶ βούλει ἐπιστρέψαι αὐτὸν πρὸς τὴν ἀλήθειαν, λυπήθητι ὑπὲρ αὐτοῦ, καὶ μετὰ δακρύων καὶ ἀγάπης εἰπὲ αὐτῷ ἕνα λόγον ἢ δύο· καὶ μὴ πυρωθῇς τῷ θυμῷ κατ’ αὐτοῦ, καὶ ὄψεται ἐν σοὶ σημεῖον ἔχθρας.

Ἡ ἀγάπη οὐκ οἶδε θυμοῦσθαι, οὐ παροξύνει, οὐ μέμφεται τινὰ ἐμπαθῶς. Ἔνδειξις τῆς ἀγάπης καὶ τῆς γνώσεως ἐστὶν ἡ ταπείνωσις, ἥτις τίκτεται ἀπὸ συνειδήσεως ἀγαθῆς ἐν Χριστῷ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν Πατρὶ καὶ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.