Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσαὰκ ὁ Σύρος – Λόγοι ἀσκητικοί

Ἰσαὰκ ὁ Σύρος

Λόγοι ΣΤ'-Ι': Η φυσική ασθένεια, τα είδη των αμαρτιών και ο σκοπός της μετανοίας

Η επίγνωση της ανθρώπινης αδυναμίας, η αναζήτηση της θείας βοηθείας, η διάκριση των αμαρτιών, η πνευματική καρποφορία και το κάλλος της μοναχικής πολιτείας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσαὰκ ὁ Σύρος

—

Κεφάλαιο 5 από 18

Τοῦ αὐτοῦ· Λόγος ϛʹ Τὸ ἔν τινι συμπτώματι τῆς ἁμαρτίας ὀλισθαίνειν, δηλωτικόν ἐστι τῆς φυσικῆς ἀσθενείας, διότι συμφερόντως συνεχώρησεν ὁ Θεὸς <τὴν φύσιν ἡμῶν> δεκτικὴν εἶναι τῶν παθῶν· οὐ γὰρ συνεῖδεν ἀνωτέραν τούτων ταύτην καθιστᾶν πρὸ τῆς δευτέρας παλιγγενεσίας.

Τὸ δεκτικὴν αὐτὴν εἶναι τῶν παθῶν, ὠφέλιμον πρὸς τὴν τῆς συνειδήσεως κατακέντησιν, τὸ μέντοι διαμεῖναι ἐν τούτοις, ἀναιδὲς καὶ ἀναίσχυντον. Τρεῖς τρόποι εἰσὶ δι’ ὧν πᾶσα λογικὴ ψυχὴ τῷ Θεῷ προσεγγίσαι δύναται, εἴτε διὰ θερμότητος πίστεως ἢ διὰ φόβου ἢ διὰ παιδείας Κυρίου· οὐδεὶς δὲ δύναται προσεγγίσαι τῇ τοῦ Θεοῦ ἀγάπῃ εἰ μὴ προηγήσεται ἐν αὐτῷ εἶς τρόπος τῶν τριῶν τούτων.

Ὥσπερ ἀπὸ τῆς γαστριμαργίας τίκτεται ἡ ταραχὴ τῶν λογισμῶν, οὕτως καὶ ἀπὸ πολυλογίας καὶ ἀταξίας τῶν συντυχιῶν, ἡ ἄγνοια καὶ τοῦ νοῦ ἡ ἔκστασις. Ἡ τῶν βιωτικῶν πραγμάτων μέριμνα ταράσσει τὴν ψυχήν, καὶ τὸ ὑπὸ τούτων ἕλκεσθαι, τὸν νοῦν συμφύρει καὶ τῆς γαλήνης ἐκβάλλει.

Πρέπει τῷ μοναχῷ ἑαυτὸν παραδεδωκότι τῇ ἐπουρανίῳ γεωργίᾳ, ἀεὶ καὶ διαπαντὸς πάσης βιωτικῆς φροντίδος ἐκτὸς εἶναι, ἵνα ἐν ἑαυτῷ γενόμενος, μηδὲν ὅλως ἐν ἑαυτῷ εὕρῃ τοῦ παρόντος κόσμου· ἐκ γὰρ τῶν τοιούτων ἀργὸς γενόμενος, ἀπερισπάστως δύναται μελετᾶν ἐν τῷ νόμῳ Κυρίου ἡμέρας καὶ νυκτός.

Οἱ σωματικοὶ κόποι, ἄνευ τῆς τοῦ νοῦ καθαρότητος, ὡς ἄτεκνος μήτρα καὶ μασθοὶ κατάξηροι, τῇ τοῦ Θεοῦ γνώσει προσεγγίσαι οὐ δύνανται· τὸ μὲν γὰρ σῶμα κατάκοπον ποιοῦσιν, ἐκριζοῦν δὲ τὰ πάθη ἐκ τοῦ νοὸς οὐ φροντίζουσι, διατοῦτο θεριοῦσιν οὐδέν.

Ὥσπερ ὁ σπείρων ἐπ’ ἀκάνθαις οὐδὲν δύναται θερίσαι, οὕτως ὁ τῇ μνησικακίᾳ ἑαυτὸν ἀφανίζων καὶ τῇ φιλοκτημοσύνῃ, οὐδὲν δύναται ἀνύσαι, ἀλλὰ στένει ἐπὶ τῆς κλίνης αὐτοῦ ἐκ τῆς πολλῆς ἀγρυπνίας καὶ ἀποχῆς τῶν πραγμάτων.

Καὶ μαρτυρεῖ ἡ γραφὴ ἡ λέγουσα, Ὡς λαὸς ἐργαζόμενος δικαιοσύνην καὶ μηδενὸς τῶν ἐντολῶν Κυρίου ἀμελήσας, ζητοῦσι τὴν παρ’ ἐμοῦ δικαιοσύνην καὶ ἀλήθειαν καὶ βούλονται προσεγγίσαι μοι τῷ Θεῷ λέγοντες· ἵνα τί ἐνηστεύσαμεν. καὶ οὐ κατεῖδες; καὶ ἑαυτοὺς ἐταπεινώσαμεν, καὶ οὐκ ἔγνως; Ἐν γὰρ ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν ποιεῖτε τὰ θελήματα ὑμῶν· καὶ ὡς εἰδώλοις ὁλοκαρπώσεις προσφέρετε, λέγω δὴ τὰς πονηρὰς ἐνθυμήσεις καὶ τοὺς χαλεποὺς διαλογισμούς, οὓς ὡς θεοὺς ἐλογίσασθε ἐν ἑαυτοῖς. τὸ ὑμέτερον αὐτεξούσιον καθ’ ἑκάστην ἡμέραν αὐτοῖς θυσιάζοντες, τὸ πάντων τῶν θυμάτων τιμιώτερον, ὅπερ ἐμοὶ ἀφιερῶσαι ἐχρῆν ὑμᾶς διὰ τῆς ὑμῶν ἀγαθοεργίας καὶ καθαρᾶς συνειδήσεως.

Εὔθετος γῆ ἐστὶν ἡ εὐφραίνουσα τὸν ἑαυτῆς γεωργὸν τῇ μέχρις ἑκατὸν καρποφορίᾳ, ἡ ψυχὴ ἡ στιλβωθεῖσα τῇ τοῦ Θεοῦ μνήμῃ καὶ τῇ ἀκοιμήτῳ ἀγρυπνίᾳ νυκτὸς καὶ ἡμέρας. Ἐκεῖ οἰκοδομεῖ ὁ Κύριος ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς νεφέλην σκεπάζουσαν αὐτὴν ἐν ἡμέρᾳ, καὶ φωτὶ πυρὸς διαυγάσαι τὴν νύκτα· καὶ ἔσωθεν τοῦ γνόφου αὐτῆς, φῶς λάμψει.

Ὥσπερ νέφος καλύπτει τὸ φῶς τῆς σελήνης, οὕτως οἱ ἀτμοὶ τῆς γαστρὸς διώκουσι τὴν σοφίαν τοῦ Θεοῦ ἐκ τῆς ψυχῆς. Καὶ καθάπερ πυρὸς φλὸξ ἐν ξηροῖς ξύλοις, οὕτως καὶ τὸ σῶμα, γαστρὸς ἐμπιπλαμένης. Καὶ καθάπερ ἡ λιπαρὰ ὕλη αὔξει τὴν φλόγα τοῦ πυρός, οὕτως καὶ ἡ ποικιλία τῶν βρωμάτων τὴν τοῦ σώματος κίνησιν.

Ἐν σώματι φιληδόνων ἡ γνῶσις τοῦ Θεοῦ οὐκ οἰκεῖ. καὶ ὁ ἀγαπῶν τὸ ἴδιον σῶμα, τῆς τοῦ Θεοῦ χάριτος οὐκ ἐπιτεύξεται. Ὥσπερ ἀπὸ ὠδίνων τίκτεται καρπὸς εὐφραίνων τὴν τετοκυῖαν, οὕτως ἐκ τοῦ κόπου τίκτεται ἐν τῇ ψυχῇ ἡ γνῶσις τῶν μυστηρίων τοῦ Θεοῦ· τοῖς δὲ ὀκνηροῖς καὶ φιληδόνοις, αἰσχύνης καρπός.

Ὥσπερ πατὴρ κήδεται τέκνου, οὕτως καὶ ὁ Χριστὸς φείδεται σώματος κακοπαθοῦντος, καὶ πλησίον ἐστὶ τοῦ στόματος αὐτοῦ διαπαντός. Τῆς ἐν σοφίᾳ ἐργασίας, ἀτίμητον τὸ κτῆμα. Ξένος ἐστὶν ὁ κατὰ διάνοιαν ἔξω γενόμενος πάντων τῶν βιωτικῶν.

Πενθικός ἐστιν ὁ ἐν πείνῃ καὶ δίψῃ διάγων πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ διὰ τὴν ἐλπίδα τῶν μελλόντων ἀγαθῶν. Μοναχός ἐστιν ὁ ἔξωθεν τοῦ κόσμου καθήμενος, καὶ ἀεὶ δεόμενος τοῦ Θεοῦ τυχεῖν τῶν μελλόντων ἀγαθῶν.

Πλοῦτος μοναχοῦ ἐστὶν ἡ παράκλησις ἡ γενομένη ἐκ τοῦ πένθους, καὶ ἡ χαρὰ ἡ ἐκ πίστεως, ἡ ἐν τοῖς ταμείοις τῆς διανοίας λάμπουσα. Ἐλεήμων ἐστὶν ὁ μὴ διακρίνων κατὰ διάνοιαν τινὰ ἀπό τινος, ἀλλὰ πάντας ἐλεῶν.

Παρθένος ἐστὶν οὐχ’ ὁ τὸ σῶμα αὐτοῦ φυλάξας ἀπὸ τῆς συνουσίας ἀμόλυντον, ἀλλ’ ὁ αἰδούμενος ἐξ ἑαυτοῦ ὅταν κατ’ ἰδίαν γένηται. Εἰ ἀγαπᾷς τὴν σωφροσύνην, δίωξον τοὺς αἰσχροὺς λογισμοὺς ἐν τῇ μελέτῃ τῆς ἀναγνώσεως καὶ τῇ ἐκτεταμένῃ προσευχῇ, καὶ τότε πρὸς τὰς αἰτίας τῆς φύσεως καθοπλισθήσῃ, διότι χωρὶς τούτων, ἁγνείαν ἰδεῖν ἐν τῇ ψυχῇ ἀδύνατον.

Εἰ θέλεις κτήσασθαι τὴν ἐλεημοσύνην, πρῶτον ἔθιζε σαυτὸν ἀποπτύειν πάντων, ἵνα μὴ τῷ βάρει τούτων ὁ νοῦς ἑλκυσθῇ καὶ τῶν ἰδίων ὅρων ἐκτὸς γένηται· τῆς γὰρ ἐλεημοσύνης ἡ ἀκρίβεια, ἐν τῇ τοῦ ἀδικεῖσθαι ὑπομονῇ δείκνυται.

Τῆς ταπεινώσεως ἡ τελειότης, τὸ φέρειν μετὰ χαρᾶς τὰς ψευδεῖς κατηγορίας. Εἰ ἐν ἀληθείᾳ ἐλεήμων εἶ. ὅταν ἀφαιρεθῇς τὰ σὰ ἀδίκως, μὴ θλιβῇς ἔσωθεν, μὴ δὲ τὴν ζημίαν τοῖς ἔξω διηγοῦ, καταποθῇ δὲ μᾶλλον ἡ ζημία τῶν ἠδικηκότων σε τῇ σῇ ἐλεημοσύνῃ, ὥσπερ ἡ αὐστηρότης τοῦ οἴνου τῇ τοῦ ὕδατος πληθυνότητι.

Καὶ ἐπίδειξαι τὸ πλῆθος τῆς ἐλεημοσύνης σου ἐν οἷς τισιν ἀγαθοῖς ἀμείβεις τοὺς ἀδικήσαντάς σε, καθὼς καὶ ὁ μακάριος Ἐλισσαῖος ἐποίησε τοῖς ἐχθροῖς αὐτοῦ αἰχμαλωτίσαι αὐτὸν βουλομένοις· ὅτε γὰρ προσηύξατο καὶ ἀπετύφλωσεν αὐτοὺς τῇ ἀχλύϊ, ἐπεδείξατο τὴν ἐν αὐτῷ οὖσαν δύναμιν, ὅτε δὲ βρῶσιν καὶ πόσιν δεδωκὼς αὐτοῖς εἴασεν ἀπέρχεσθαι, τὴν ἐν αὐτῷ ἐλεημοσύνην ἐπεδείξατο.

Ὁ ταπεινόφρων ἐν ἀληθείᾳ, ἀδικούμενος οὐ ταράττεται οὐδὲ ἀπολογίαν ποιεῖται ὑπὲρ τοῦ πράγματος οὗ ἠδικήθη, ἀλλὰ δέχεται τὴν συκοφαντίαν ὡς ἀλήθειαν, καὶ οὐ μεριμνᾷ πεῖσαι τοὺς ἀνθρώπους ὅτι ἐσυκοφαντήθη, ἀλλὰ συγχώρησιν αἰτεῖται.

Τινὲς γὰρ τὸ ὄνομα τῆς ἀκολασίας ἑαυτοῖς ἑκουσίως ἐπεσπάσαντο, μὴ ὄντες οὕτως· ἕτεροι τὸ τῆς μοιχείας, πόρρω τούτου ὄντες, ὑπέμενον, καὶ ἐπικαρπίαν ἁμαρτίας, ἣν οὐκ εἰργάσαντο, διὰ τῶν δακρύων ἑαυτοῖς ἐθριάμβευον, καὶ συγχώρησιν ἀνομίας, ἣν οὐκ ἐπράξαντο, μετὰ κλαυθμοῦ παρὰ τῶν ἠδικηκότων ἐξῃτοῦντο, πάσῃ καθαρότητι καὶ ἁγνείᾳ ὄντες ἐστεφανωμένοι τὴν ψυχήν.

Ἄλλοι δὲ ἵνα μὴ δοξασθῶσιν ἐν τῇ ἐναρέτῳ αὐτῶν καταστάσει τῇ οὔσῃ ἐν αὐτοῖς κεκρυμμένῃ, ἐν σχήματι παραπλήγων ἑαυτοὺς ἐδείκνυον, τῷ θείῳ ἅλατι ἠρτυμένοι ὄντες καὶ τῇ γαλήνῃ πάγιοι, ὥστε ἐκ τῆς ἄκρας αὐτῶν τελειώσεως τοὺς ἁγίους ἀγγέλους ἔχειν κήρυκας τῶν ἀνδραγαθημάτων αὐτῶν.

Σὺ μὲν ταπείνωσιν νομίζεις ἔχειν, ἄλλοι δὲ ἑαυτῶν κατηγόρουν· σὺ οὐδὲ ὑπὸ ἄλλων κατηγορούμενος φέρεις, καὶ ταπεινόφρονα ἑαυτὸν ψηφίζεις; Εἰ ταπεινόφρων εἶ, δοκίμασον σεαυτὸν ἐν τούτοις, ἐὰν οὐ ταράσσῃ ἀδικούμενος.

Πολλὰς μονὰς τοῦ Πατρός, ὁ Σωτὴρ καλεῖ τὰ μέτρα τῆς διανοίας τῶν ἐν τῇ χώρᾳ ἐκείνῃ αὐλιζομένων, λέγω δὴ τὰς διακρίσεις καὶ διαφορὰς τῶν πνευματικῶν χαρισμάτων, ἐν οἷς κατὰ διάνοιαν τρυφῶσιν—οὐ γὰρ διαφορᾷ τόπων ἀλλὰ τάξει χαρισμάτων πολλὰς μονὰς εἴρηκε—, καθάπερ ἕκαστος, τοῦ αἰσθητοῦ ἡλίου κατὰ τὴν καθαρότητα τῆς ὀπτικῆς ἀντιλήψεως κατατρυφᾷ. Καὶ καθάπερ γὰρ ἑνὸς λύχνου ἐν ἑνὶ οἴκῳ διαφόρως διαυγάζοντος ἑκάστῳ καὶ μὴ μεριζομένου εἰς πολλὰς λαμπηδόνας, οὕτως ἐν τῷ μέλλοντι αἰῶνι οἱ δίκαιοι πάντες αὐλίζονται ἐν μιᾷ χώρᾳ ἀδιαιρέτως, ἕκαστος δὲ κατὰ τὸ ἑαυτοῦ μέτρον ἐξ ἑνὸς νοητοῦ ἡλίου διαυγάζεται, καὶ κατ’ ἀξίαν ἕλκει τὴν χαρὰν καὶ τὴν εὐφροσύνην ὡς ἐξ ἑνὸς ἀέρος καὶ τόπου καὶ καθέδρας καὶ θεωρίας καὶ σχήματος.

Καὶ οὐ θεωρεῖ τίς τὰ μέτρα τοῦ ἑταίρου αὐτοῦ, οὔτε τοῦ ὑπερέχοντος οὔτε τοῦ ὑποδεεστέρου ἵνα μή, ὁρῶν τὴν ὑπερβάλλουσαν χάριν τοῦ ἑταίρου αὐτοῦ καὶ τὸ ὑστέρημα ἑαυτοῦ, γένηται αὐτῷ ταῦτα λύπης καὶ ἀδημονίας αἴτια—μὴ γένοιτο τοῦτο εἶναι ὅπου οὐκ ἔστι λύπη οὐδὲ στεναγμός—, ἀλλ’ ἕκαστος κατὰ τὴν δοθεῖσαν αὐτῷ χάριν κατὰ τὸ μέτρον αὐτοῦ, ἔσωθεν αὐτοῦ εὐφραίνεται. Μία δὲ ἡ θεωρία, ἡ ἔξωθεν, τῶν πάντων ἐστὶ καὶ μία ἡ χώρα. Χωρὶς τῶν δύο τούτων τάξεων οὐκ ἔστιν ἄλλη μεσιτεύουσα τάξις. Λέγω δὴ μίαν μὲν τὴν ἄνω, ἑτέραν δὲ τὴν κάτω· μέσῳ δὲ τούτων, ἡ ποικιλία τῆς διαφορᾶς τῶν ἀμοιβῶν.

Εἰ δὲ ἀληθὲς τοῦτο, καθὸ καὶ ἀληθές ἐστι, τί ἀφρονέστερον ἢ ἀνοητότερον τῶν λεγόντων “ἀρκετόν μοι τῆς γεέννης διαφυγεῖν, τὸ δὲ εἰς τὴν βασιλείαν εἰσελθεῖν οὐ μέλλει μοι”. Τὸ γὰρ διαφυγεῖν τῆς γεέννης, αὐτὸ τοῦτό ἐστι, τὸ εἰσελθεῖν εἰς τὴν βασιλείαν, καὶ τὸ ταύτης ἐκπίπτειν, εἰσελθεῖν εἰς τὴν γέενναν ἐστίν. Οὐ γὰρ ἐδίδαξεν ἡμᾶς ἡ γραφὴ τρεῖς χώρας, ἀλλὰ τί; Ὅταν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. Οὐδὲ γὰρ τρία τάγματα εἶπεν, ἀλλὰ δύο, ἓν ἐκ δεξιῶν καὶ ἓν ἐξ εὐωνύμων. Καὶ διεχώρισε τὰ ὅρια τῶν διαφορῶν τῶν κατασκηνωμάτων αὐτῶν, εἰπὼν ὅτι Οἱ μὲν δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος, οἱ δὲ ἁμαρτωλοὶ ἀπελεύσονται εἰς τὸ πῦρ τὸ ἄσβεστον. Καὶ πάλιν· Ἥξουσιν ἀπὸ Ἀνατολῶν καὶ Δυσμῶν καὶ ἀνακλιθήσονται ἐν τοῖς κόλποις Ἀβραὰμ ἐν τῇ τῶν οὐρανῶν βασιλείᾳ· οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται ἔξω εἰς τὸ σκότος τὸ ἐξώτερον, ὅπου ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὅπερ ἐστὶ παντὸς πυρὸς φοβερώτερον. Ἆρ’ οὖν οὐ συνῆκας ἐκ τούτων, ὅτι ἡ πρὸς τὴν ἄνω τάξιν στάσις, αὕτη ἐστὶν ἡ γέεννα ἡ βασανίζουσα;

Καλόν ἐστι τὸ διδάξαι τοὺς ἀνθρώπους τὸ ἀγαθὸν καὶ ἐπισπάσασθαι αὐτούς, ἐν τῇ διαμονῇ τῆς προνοίας αὐτοῦ, ἐκ τῆς πλάνης εἰς τὴν ἐπίγνωσιν τῆς ζωῆς· καὶ οὗτος ὁ τρόπος τοῦ Χριστοῦ ἦν καὶ τῶν ἀποστόλων καὶ ἔστιν ὑψηλὸς πάνυ.

Ἐὰν δὲ ὁ ἄνθρωπος αἰσθάνηται ἑαυτοῦ, ἐκ τῆς διαγωγῆς ταύτης καὶ τῆς συνεχοῦς κοινωνίας, ὅτι ἀσθενεῖ ἡ συνείδησις αὐτοῦ ἐν τῇ θεωρίᾳ τῶν ὄντων καὶ ταράσσεται ἡ γαλήνη αὐτοῦ καὶ ἡ γνῶσις σκοτίζεται, διότι ἀκμὴν ἡ διάνοια αὐτοῦ δέεται φυλακῆς καὶ τῆς τῶν αἰσθήσεων ὑποταγῆς, καὶ ἐν τῷ θέλειν ἄλλους θεραπεύειν τὴν ἰδίαν ὑγείαν ἀπόλλυσι, [καὶ] ἐξέρχεται ἐκ τῆς ἐλευθερίας τοῦ ἰδίου θελήματος εἰς τὴν ταραχὴν τοῦ νοός. Ὁ τοιοῦτος μνημονευέτω τοῦ ἀποστολικοῦ λόγου παραινοῦντος καὶ λέγοντος τῶν τελειοτέρων εἶναι τὴν στερεὰν τροφήν, καὶ εἰς τοὐπίσω στραφήτω, ἵνα μὴ ἀκούσῃ παρ’ αὐτοῦ ὡς ἐν ὑποδείγματι, Ἰατρὲ θεράπευσον σεαυτόν· καὶ ἑαυτὸν κατακρινέτω καὶ τὴν ἰδίαν εὐεξίαν φυλαξάτω, καὶ ἀντὶ τῶν αἰσθητῶν αὐτοῦ λόγων ἡ ἀγαθὴ πολιτεία αὐτοῦ διακονείτω, καὶ ἀντὶ τῶν φωνῶν τοῦ στόματος αὐτοῦ, ἡνίκα ἐν ὑγείᾳ τὴν ψυχὴν αὐτοῦ τηρήσῃ, ἄλλους ὠφελείτω καὶ ἐν τῇ ὑγείᾳ αὐτοῦ θεραπευέτω. Ὅταν γὰρ εὑρεθῇ μακρὰν τῶν ἀνθρώπων, ἐν τῷ ζήλῳ τῶν ἀγαθῶν ἔργων μᾶλλον δύναται αὐτοὺς εὐεργετῆσαι ἤπερ ἐν λόγοις, καὶ αὐτὸς ἄρρωστος ὑπάρχων καὶ χρήζων τῆς ἰατρείας πλέον αὐτῶν· τυφλὸς γὰρ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον ἐμπεσοῦνται.

Τῶν ὑγιαινόντων γάρ ἐστιν ἡ στερεὰ τροφή, τῶν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων, καὶ δυναμένων δέξασθαι πᾶσαν τροφήν, λέγω δὴ τὰς προσβολὰς πασῶν τῶν αἰσθήσεων καὶ μὴ βλαβῆναι τὴν καρδίαν ἐκ πάντων τῶν συναντημάτων διὰ τὴν γυμνασίαν τῆς τελειώσεως.

Ὅταν θελήσῃ ὁ διάβολος μολύναι τὸν νοῦν ἐν τῇ μνήμῃ τῆς πορνείας, πρῶτον τῇ φιλίᾳ τῆς κενοδοξίας δοκιμάζει τὴν ὑπομονὴν αὐτοῦ, καὶ ἡ προκάταρξις τοῦ λογισμοῦ τούτου οὐ δοκεῖ πάθος εἶναι· οὕτως ποιεῖν εἴωθε τοῖς τὸν νοῦν παραφυλαττομένοις, οἷς οὐ δυνατὸν τάχιστα ἐγκαταβαλεῖν ἄτοπον ἐνθύμησιν.

Ἠνίκα δ’ ἂν ἐκβάλῃ αὐτὸν ἐκ τοῦ ὀχυρώματος αὐτοῦ καὶ ἄρξηται τῷ προτέρῳ συνδιαλέγεσθαι λογισμῷ καὶ μακρύνειν αὐτὸν ἐκεῖθεν. τοτηνικαῦτα προσυπαντᾷ αὐτῷ ἐν τῇ ὕλῃ τῆς πορνείας καὶ διαστρέφει τὸν νοῦν εἰς τὰ τῆς ἀκολασίας πράγματα. Καὶ πρῶτον μὲν ταράττεται ἐν τῇ αἰφνιδίῳ αὐτῶν προσβολῇ, διὰ τὴν προϋπάρξασαν σωφροσύνην τῶν λογισμῶν τὴν προσυπαντήσασαν τοῖς πράγμασιν. ὧν τινων τῆς θεωρίας ὁ κυβερνήτης νοῦς ἦν ἀπεσχοινισμένος· καὶ γὰρ κἂν παντελῶς μὴ μολυνθῇ. ἀλλ’ οὖν τῆς προτέρας ἀξίας αὐτὸν κατέβαλεν. Ἐὰν δὲ μὴ στραφῇ εἰς τὰ ὀπίσω καὶ προκαταλάβῃ τὴν προτέραν τῶν λογισμῶν προσβολήν, ἥτις ἐστὶν αἰτία τῆς τῶν δευτέρων ἐπαγωγῆς, τότε δύναται εὐκόλως κατακρατῆσαι τοῦ πάθους.

Κρεῖσσον ἐν τῇ μνήμῃ τῶν ἀρετῶν ὑποκλέπτειν τὰ πάθη ἢ τῇ ἀντιστάσει, διότι τὰ πάθη, ὅταν ἐκ τῆς οἰκείας χώρας ἐξέλθῃ καὶ κινηθῇ πρὸς πόλεμον, τότε σχήματα καὶ εἴδωλα ἐντυποῖ ἐν τῷ νοΐ· ἐπικράτειαν γὰρ πολλὴν κέκτηται ὁ πόλεμος οὗτος κατὰ τοῦ νοός. σφόδρα τὰς ἐνθυμήσεις ἐκταράσσων καὶ θορυβῶν· κατὰ μέντοι τὸν πρότερον ὅρον, ὃν ἔφαμεν, οὐδὲ ἴχνος παθῶν ἐμφαίνεται ἐν τῷ νοῒ μετὰ τὴν τούτων ἀποδίωξιν.

Ὁ σωματικὸς κόπος καὶ ἡ μελέτη τῶν θείων γραφῶν φυλάττει τὴν καθαρότητα· τὸν δὲ κόπον βεβαιοῖ ἡ ἐλπὶς καὶ ὁ φόβος, τὴν δὲ ἐλπίδα καὶ τὸν φόβον συνιστᾷ ἐν τῇ διανοίᾳ ὁ μακρυσμὸς τῶν ἀνθρώπων καὶ ἡ ἀδιάλειπτος προσευχή.

Ἕως οὗ δέξηται ἄνθρωπος τὸ παράκλητον Πνεῦμα, δέεται τῶν θείων γραφῶν, ἵνα ἡ μνήμη τῶν ἀγαθῶν ἐντυπωθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ, καὶ ἐκ τῆς ἀδιαλείπτου ἀναγνώσεως ἀνακαινισθῇ ἐν αὐτῷ ἡ πρὸς τὸ ἀγαθὸν κίνησις, καὶ φυλάξῃ τὴν ψυχὴν αὐτοῦ ἐκ τῆς λεπτότητος τῶν ὁδῶν τῆς ἁμαρτίας, διότι οὔπω ἐκτήσατο τὴν δύναμιν τοῦ Πνεύματος, τὴν μακρύνουσαν τὴν πλάνην τὴν αἰχμαλωτίζουσαν τὰς ψυχωφελεῖς μνήμας καὶ προσεγγίζουσαν τὴν ἐν τῷ σκορπισμῷ τοῦ νοῦ ψυχρότητα.

Ὅτε γὰρ ἡ δύναμις τοῦ Πνεύματος ἐπιβῇ ἐπὶ τῇ ψυχικῇ δυνάμει τῇ ἐνεργούσῃ ἐν αὐτῷ, τότε ἀντὶ τοῦ νόμου τῶν γραφῶν ῥιζοῦνται αἱ ἐντολαὶ τοῦ Πνεύματος ἐν τῇ καρδίᾳ, καὶ τότε κρυπτῶς ἐκ τοῦ Πνεύματος μανθάνει καὶ οὐ δέεται τῆς βοηθείας τῆς ἀπὸ τῆς αἰσθητῆς ὕλης.

Ἐν ὅσῳ γὰρ ἡ καρδία ἐκ τῆς ὕλης μανθάνει, ἀκολούθως ἕπεται τῇ μαθήσει ἡ πλάνη καὶ ἡ λήθη· ὅταν δὲ ἡ διδασκαλία ὑπὸ τοῦ Πνεύματος ᾖ, τότε ἡ μνήμη ἀβλαβὴς φυλάττεται. Εἰσὶ λογισμοὶ ἀγαθοὶ καὶ ἔστι θελήματα ἀγαθά, εἰσὶ δὲ λογισμοὶ πονηροὶ καὶ καρδία πονηρά. Ἡ πρώτη τάξις κίνησίς ἐστι διαβαίνουσα ἐν τῷ νοΐ, ὡς ὁ ἐν θαλάσσῃ διεγειρόμενος ἄνεμος καὶ μετεωρίζων τὰ κύματα· ἡ δὲ δευτέρα τάξις ἐστὶν ἡ κρηπὶς καὶ τὸ θεμέλιον, καὶ κατὰ τὸν τῆς κρηπίδος ὅρον γίνεται ἡ ἀμοιβὴ τῶν τε ἀγαθῶν καὶ τῶν φαύλων καὶ οὐ κατὰ τὴν τῶν λογισμῶν κίνησιν.

Ἡ ψυχή, ἐκ τῆς κινήσεως τῶν τρεπτῶν λογισμῶν οὐ γαληνιᾷ· ἐὰν δὲ ἑκάστῳ τούτων ἀμοιβὴν δώσῃς, κρηπίδα κάτω ἐν τῇ καρδίᾳ μὴ ἐχόντων, πλησίον εἶ λοιπὸν σὺ τοῦ μυριάκις καθ’ ἑκάστην ἡμέραν ἀλλοιῶσαι τὰ ἀγαθά σου καὶ τὰ ἐναντία.

Ὄρνις ἄπτερός ἐστι νοῦς νεωστὶ ἐξεληλυθὼς ἐκ τῆς συμπλοκῆς τῶν παθῶν διὰ τῆς μετανοίας, καὶ ἐν τῷ καιρῷ τῆς προσευχῆς ἀγωνιζόμενος ὑψωθῆναι ἐκ τῶν γηΐνων πραγμάτων, καὶ μὴ δυνάμενος, ἀλλ’ ἀκμὴν ἐπὶ πρόσωπον τῆς γῆς ἕρπων, πετασθῆναι ἔτι μὴ ἐξισχύων, πλὴν συνάγων τὰς ἐνθυμήσεις αὐτοῦ ἐν τῇ ἀναγνώσει καὶ τῇ ἐργασίᾳ καὶ τῷ φόβῳ καὶ τῇ φροντίδι τῆς ποικιλίας τῶν ἀρετῶν· παρεκτὸς γὰρ τούτων, γνῶναι τί οὐ δύναται. Καὶ ταῦτα μὲν πρὸς βραχὺν καιρὸν φυλάττουσι τὸν νοῦν ἀμόλυντον. Ὕστερον δὲ ἐπέρχονται αἱ μνῆμαι καὶ ἐκταράσσουσι καὶ μολύνουσι τὴν καρδίαν· οὔπω γὰρ ᾐσθήθῃ τοῦ ἀέρος τῆς ἐλευθερίας τοῦ ἡσύχου, πρὸς ὃν διὰ τῆς ἀμνηστίας τῶν πραγμάτων μετὰ μακρὸν χρόνον συνάγει τὸν νοῦν, διότι ἀκμὴν σωματικὰς τὰς πτέρυγας κέκτηται, λέγω δὴ τὰς ἀρετάς, αἵτινες φανερῶς ἐκτελοῦνται· τὰς μέντοι ἀρετὰς τῆς θεωρίας οὔπω ἐθεάσατο οὐδὲ τῆς τούτων αἰσθήσεως ἠξιώθη, αἵτινές εἰσι πτέρυγες τοῦ νοός, δι’ ὧν προσεγγίζει τοῖς ἐπουρανίοις καὶ ἀπέχεται τῶν γηΐνων.

Ἐν ὅσῳ τοῖς αἰσθητοῖς πράγμασιν ὑπηρετήσει τις τῷ Κυρίῳ, οἱ τύποι τούτων τῶν πραγμάτων χαράττονται ἐν τοῖς διαλογισμοῖς αὐτοῦ, καὶ ἐν σωματικοῖς σχήμασι διαλογίζεται τὰ θεῖα· ἡνίκα δ’ ἂν αἴσθησιν λάβῃ τῶν ὄντων ἔσωθεν τῶν πραγμάτων, τηνικαῦτα κατὰ τὸ μέτρον τῆς αἰσθήσεως αὐτοῦ ἔσται ὁ νοῦς ὑψηλότερος τῶν σχημάτων τῶν πραγμάτων κατὰ καιρόν.

Ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς ταπεινοὺς τῇ καρδίᾳ καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν. Προσευχὴ ταπεινόφρονος, ὡς ἐκ στόματος πρὸς ὦτα· “Κύριε ὁ Θεός μου, σὺ φωτιεῖς τὸ σκότος μου”. Ἐν τῷ καιρῷ τῆς ἡσυχίας σου ἐν ἔργοις ἀγαθοῖς τῆς ταπεινώσεως, ὅταν ἡ ψυχή σου ἐγγίσῃ ἐξελθεῖν ἐκ τοῦ σκότους, τοῦτο τὸ σημεῖον ἔστω σοι· καίεται ἡ καρδία σου καὶ διαθερμαίνεται ὡς τὸ πῦρ νυκτὸς καὶ ἡμέρας, ὥστε σε ὅλον τὸν κόσμον ἡγεῖσθαι σκύβαλα καὶ σποδόν. καὶ οὐδὲ τῆς τροφῆς ὀρέγεσθαι ἐκ τῆς γλυκύτητος τῶν λογισμῶν τῶν καινῶν καὶ διαπύρων τῶν κινουμένων ἀεὶ ἐν τῇ ψυχῇ σου· καὶ ἐξαίφνης δοθήσεταί σοι πηγὴ δακρύων ὡς χείμαρρος ῥέων χωρὶς βίας, μεμιγμένος ἐν πᾶσι τοῖς ἔργοις σου· ἔν τε τῇ ἀναγνώσει σου καὶ ἐν εὐχῇ σου καὶ ἐν τῇ ψαλμωδίᾳ σου καὶ ἐν τῇ μελέτῃ σου καὶ ἐν τῇ βρώσει σου καὶ πόσει καὶ ἐν παντὶ ἔργῳ σου, τὰ δάκρυά σου κεκερασμένα ἐν αὐτῷ εὑρίσκεται.

Καὶ ὅταν ἴδῃς ταῦτα ἐν τῇ ψυχῇ σου, εὐθαρσὴς γενοῦ ὅτι τὴν θάλασσαν διεπέρασας, καὶ οὕτως πρόσθες ἐν τοῖς ἔργοις καὶ καλῶς κράτησον τὴν φυλακήν, ὅπως ἂν ἡ χάρις ἡμέραν καθ’ ἡμέραν πληθυνθῇ ἐν σοί. Ἕως ἂν τούτοις οὐκ ἀπαντήσῃς, ἀκμὴν οὐκ ἐτελείωσας τὴν ὁδόν σου τοῦ φθάσαι εἰς τὸ ὄρος τοῦ Θεοῦ.

Εἰ δὲ μετὰ τὸ εὑρεῖν σε καὶ λαβεῖν τὴν χάριν τῶν δακρύων, παύσονται καὶ ἡ θέρμη σου ψυχρανθῇ ἄνευ ἀλλοιώσεως ἑτέρου πράγματος [ἤγουν σωματικῆς ἀσθενείας], οὐαί σοι, τί ἀπώλεσας· ἢ γὰρ εἰς οἴησιν ἦλθες, ἢ εἰς ἀμέλειαν καὶ χαυνότητα.

Τί δὲ ἐπακολουθεῖ τοῖς δάκρυσι μετὰ τὸ λαβεῖν αὐτά, καὶ τί μετὰ ταῦτα ἀπαντήσει αὐτῷ, ὕστερον ἐν ἄλλῳ τόπῳ μέλλομεν γράψαι ἐν τοῖς περὶ προνοίας κεφαλαίοις, ὡς ὑπὸ τῶν πατέρων καὶ τῶν γραφῶν ἐφωτίσθημεν, τῶν πιστευθέντων τὰ τοιαῦτα μυστήρια.

Ἐὰν ἔργα μὴ ἔχῃς, μὴ λαλήσῃς περὶ ἀρετῆς. Τίμιαι ἐναντίον Κυρίου αἱ θλίψεις, αἱ ὑπὲρ πᾶσαν εὐχὴν καὶ θυσίαν, καὶ ὀσμὴ ἱδρῶτος αὐτῶν ὑπὲρ πάντα τὰ ἀρώματα. Ἑκάστην ἀρετὴν χωρὶς κόπου σωματικοῦ γινομένην, ὡς ἔκτρωμα ἄψυχον ἡγοῦ.

Προσφορὰ δικαίων, δάκρυα ὀφθαλμῶν αὐτῶν, καὶ θυσία αὐτῶν δεκτή, οἱ ἐν ἀγρυπνίαις στεναγμοὶ αὐτῶν. Κεκράξονται πρὸς Κύριον οἱ δίκαιοι τῷ βάρει τοῦ σώματος στενούμενοι, καὶ ἐν ὀδύνῃ τὰς ἱκεσίας πρὸς τὸν Θεὸν ἐκπέμπουσι, καὶ ἐπὶ τῇ κραυγῇ τῆς φωνῆς αὐτῶν, τὰ ἅγια τάγματα πρὸς βοήθειαν αὐτῶν παραγίνεται τοῦ θαρσοποιεῖν αὐτοὺς τῇ ἐλπίδι καὶ παραμυθήσασθαι· κοινωνοὶ γάρ εἰσιν οἱ ἄγγελοι τῶν παθῶν καὶ τῶν θλίψεων τῶν ἁγίων τῇ πρὸς αὐτοὺς ἐγγύτητι.

Ἡ καλὴ ἐργασία καὶ ἡ ταπεινοφροσύνη θεὸν ποιεῖ τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς, ἡ δὲ πίστις καὶ ἡ ἐλεημοσύνη πρὸς τὴν καθαρότητα ταχέως προσπελάσαι ποιεῖ. Ἡ θέρμη καὶ ἡ συντριβὴ τῆς καρδίας ἐν μιᾷ ψυχῇ γενέσθαι ἀδύνατον, ὡς οὐδὲ τοῖς ἐν μέθῃ, τῶν λογισμῶν ἡ ἐπικράτεια· ὅταν γὰρ δοθῇ τῇ ψυχῇ αὕτη ἡ θέρμη, ἐπαίρεται ἡ συντριβὴ τοῦ πένθους.

Ὁ μὲν οἷνος εἰς ἱλαρότητα, ἡ δὲ θέρμη πρὸς εὐφροσύνην τῆς ψυχῆς δεδώρηται· ἐκεῖνος τὸ σῶμα θερμαίνει, ὁ δὲ τοῦ Θεοῦ λόγος τὴν διάνοιαν. Οἱ τῇ θέρμῃ πυρπολούμενοι, τῇ μελέτῃ τῆς ἐλπίδος ἁρπάζονται τὴν διάνοιαν πρὸς τὸν αἰῶνα τὸν μέλλοντα· καθάπερ γὰρ οἱ μεθυσκόμενοι οἴνῳ εἴδωλα τινὰ φαντάζονται ἐνηλλαγμένα, οὕτως καὶ οἱ τῇ ἐλπίδι μεθυσκόμενοι καὶ θερμαινόμενοι, οὔτε θλίψιν ἐπίστανται οὔτε τί κοσμικόν.

Ταῦτα συμβαίνει τοῖς ἁπλουστέροις τὴν καρδίαν καὶ θερμοτέροις τὴν ἐλπίδα. Καὶ ἄλλα τοιαῦτα μετὰ τὴν ἐπίμονον ἐργασίαν καὶ καθαρότητα, ἅτινα ἡτοίμασται τοῖς ἐν τῇ τρίβῳ τῶν ἀγαθῶν πορευομένοις, τούτων γε‵ύ′ονται ἐν τῇ ἀρχῇ τῆς ὁδοῦ διὰ τῆς πίστεως τῆς ψυχῆς. Πάντα ὅσα θέλει ὁ Κύριος ποιεῖ.

Μακάριοι οἱ περιζωσάμενοι τὰς ὀσφύας αὐτῶν πρὸς τὴν τῶν θλίψεων θάλασσαν ἐν ἁπλότητι καὶ ἀνεξετάστῳ τρόπῳ, χάριν τῆς πρὸς Θεὸν ἀγάπης, καὶ μὴ δώσαντες νῶτα, ὅτι ταχέως πρὸς τὸν λιμένα τῆς βασιλείας διασώζονται καὶ ἀναπαύονται ἐν σκηνώμασι τῶν καλῶς κοπιασάντων καὶ ψυχαγωγοῦνται ἐκ τῆς ταλαιπωρίας αὐτῶν καὶ ἀγάλλονται ἐν τῇ εὐφροσύνῃ τῆς ἐλπίδος αὐτῶν.

Οἱ ἐπ’ ἐλπίδι τρέχοντες πρὸς τὸ σκολιὸν τῆς ὁδοῦ οὐκ ἐπιστρέφονται οὐδὲ ἐπιμένουσι διερευνᾶν περὶ τούτου, ἀλλ’ ὅταν διαπερῶσι τὴν θάλασσαν, τότε τὸ σκολιὸν καθορῶντες, τῷ Θεῷ τὴν εὐχαριστίαν προσφέρουσι πῶς ἐρρύσατο αὐτοὺς καὶ διέσωσεν ἐκ τῶν στενωπῶν καὶ κρημνῶν καὶ τῆς τοιαύτης τραχύτητος, αὐτῶν μὴ εἰδότων.

Οἱ δὲ πολλοὺς διαλογισμοὺς διανοούμενοι, καὶ θέλοντες σφόδρα εἶναι σοφοί, καὶ ἑαυτοὺς παραδιδόντες ταῖς ἀναστροφαῖς τῶν λογισμῶν καὶ τῇ δειλίᾳ, καὶ προευτρεπιζόμενοι καὶ προβλέπειν βουλόμενοι τὰς βλαπτικὰς αἰτίας, οἱ πλείους τούτων ἐπὶ θύραις τῶν ἑαυτῶν οἴκων διαπαντὸς καθήμενοι εὑρίσκονται. Ὀκνηρὸς εἰς ὁδὸν ἀποσταλεὶς ἐρεῖ· Λέων κατὰ τὴν ὁδὸν καὶ φονίσκος κατὰ τὰς πλατείας· καὶ ὡς οἱ εἰπόντες, Υἱοὺς γιγάντων ἑωράκαμεν ἐκεῖ, καὶ ἦμεν ἐνώπιον αὐτῶν ὡσεὶ ἀκρίδες, οὗτοί εἰσιν οἱ ἐν τῷ καιρῷ τῆς τελευτῆς αὐτῶν ἐν τῇ ὁδῷ εὑρισκόμενοι, οἱ ἀεὶ θέλοντες εἶναι σοφοί, βαλεῖν δὲ ἀρχὴν παντελῶς μὴ βουλόμενοι.

Ὁ δὲ ἰδιώτης, νηχόμενος διαπερᾷ ἐν τῇ πρώτῃ θέρμῃ, φροντίδα τοῦ σώματος μὴ ποιούμενος μὴ δὲ ἐν ἑαυτῷ διαλογιζόμενος, εἰ ἄρα ἀνύει τί ἐκ τῆς αὐτοῦ πραγματείας ἢ οὔ. Μή σοι γένηται τὸ πολὺ τῆς σοφίας, ὀλίσθημα τῇ ψυχῇ καὶ παγὶς πρὸ προσώπου σου, ἀλλ’ ἐν ἀνδρείᾳ βάλε ἀρχήν, ἐπὶ τῷ Θεῷ πεποιθώς, τῆς αἵματος πεπληρωμένης ὁδοῦ, ἵνα μὴ εὑρεθῇς ἀεὶ ἐπιδεὴς καὶ γυμνὸς τῆς τοῦ Θεοῦ γνώσεως.

Ὁ περιμένων τοὺς ἀνέμους οὐ σπερεῖ. Κρεῖσσον θάνατος ὑπὲρ τοῦ Θεοῦ ἢ ζωὴ μετ’ αἰσχύνης καὶ ὀκνηρίας. Ὅταν θέλῃς βαλεῖν ἀρχὴν εἰς ἔργον τοῦ Θεοῦ, πρῶτον διαθήκην ποίησον ὡς μηκέτι ἔχων ζωὴν ἐν τῷδε τῷ βίῳ καὶ ὥσπέρ τις προευτρεπισθεὶς εἰς θάνατον καὶ ἀπελπίσας τῆς ζωῆς, καὶ ὡς τῆς προθεσμίας τῆς σῆς τὸν καιρὸν φθάσας.

Καὶ τοῦτο ἔχε ἐν ἀληθείᾳ ἐν τῇ διανοίᾳ σου· τὸ μὴ ἐμποδισθῆναι σε τῇ ἐλπίδι τῆς παρούσης ζωῆς εἰς τὸ ἀγωνίσασθαι καὶ νικῆσαι· ἡ γὰρ ἐλπὶς τῆς ζωῆς ταύτης χαυνοῖ τὴν διάνοιαν. Διατοῦτο μὴ σοφίζου παντελῶς, ἀλλὰ δὸς τόπον τῇ πίστει ἐν τῇ διανοίᾳ σου.

Καὶ μνημόνευε τῶν ἡμερῶν τῶν ὀπίσω τοῦ θανάτου σου, καὶ οὐ μὴ εἰσέλθῃ ποτὲ χαυνότης ἐπὶ σὲ κατὰ τὸν σοφὸν τὸν λέγοντα ὅτι χίλια ἔτη τοῦ νῦν αἰῶνος οὐκ εἰσὶν ὡς ἡμέρα μία ἐν τῷ αἰῶνι τῶν δικαίων. Ἐν ἀνδρείᾳ ἄρξαι παντὸς ἔργου ἀγαθοῦ, καὶ μὴ ἐν διψυχίᾳ προσέλθῃς αὐτοῖς.

Καὶ μὴ διστάσῃς ἐν τῇ καρδίᾳ σου εἰς τὴν ἐλπίδα τοῦ Θεοῦ, ἵνα μὴ ὁ κόπος σου γένηται ἀνόνητος, καὶ ἐπιβαρὴς ἡ ἐργασία τῆς γεωργίας σου. Ἀλλὰ πίστευε ἐν τῇ καρδίᾳ σου ὅτι ἐλεήμων ὁ Κύριος, καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν δίδωσι τὴν χάριν, οὐ κατὰ τὴν ἡμετέραν ἐργασίαν, ἀλλὰ κατὰ τὴν προθυμίαν τῶν ψυχῶν ἡμῶν καὶ τὴν ἡμετέραν πίστιν· φησὶ γὰρ ὡς ἐπίστευσας, γενηθήτω σοι.

Ἐργασίαι τῶν κατὰ Θεὸν πολιτευομένων· ὁ μὲν ῥαπίζει τὴν κορυφὴν αὐτοῦ ὅλην τὴν ἡμέραν, καὶ ἀντὶ τῶν ὡρῶν τῶν συνάξεων, οὕτως διατελεῖ. Καὶ ἄλλος τῇ γονυκλισίᾳ προσκαρτερῶν καὶ διαμένων, συνάπτει τὸν ἀριθμὸν τῶν εὐχῶν αὐτοῦ. Ἄλλος τῷ πλήθει τῶν δακρύων αὐτοῦ ἀναπληροῖ τὸν τόπον τῶν συνάξεων αὐτοῦ καὶ αὐταρκεῖται ἐν αὐτῷ. Ἄλλος σπουδάζει ἐν τῇ μελέτῃ τῆς ἐννοίας καὶ συνάπτει τὸν κανόνα τὸν ὁρισθέντα αὐτῷ. Ἄλλος βασανίζει τὴν ψυχὴν αὐτοῦ ἐν τῇ πείνῃ, ὥστε μὴ δύνασθαι αὐτὸν τελειῶσαι τὰς συνάξεις αὐτοῦ καὶ ἄλλος τῇ διαπύρῳ μελέτῃ τῶν ψαλμῶν διαμένων. αὐτὴν ποιεῖται σύναξιν ἀδιάλειπτον. Ἄλλος σχολάζει εἰς ἀνάγνωσιν καὶ θερμαίνεται ἡ καρδία αὐτοῦ. Ἄλλος αἰχμαλωτίζεται κατανοῶν τὰ θεῖα νοήματα τῶν γραφῶν ἄλλος ἐκπληττόμενος ἐκ τῶν θαυμάτων τῶν στίχων, κωλύεται, ὑπὸ τῆς σιωπῆς κρατούμενος, τῆς συνήθους μελέτης· καὶ ἄλλος, γευσάμενος τούτων ἁπάντων καὶ κορεσθείς, ἐστράφη εἰς τὰ ὀπίσω καὶ ἔμεινεν ἄπρακτος· καὶ ἄλλος μικρόν τι ἐξ αὐτῶν ἐγεύσατο μόνον καὶ τυφλωθεὶς ἐπλανήθη. Ἄλλος ὑπὸ τῆς πολλῆς νόσου καὶ ἀδυναμίας αὐτοῦ ἐκωλύθη φυλάξαι τὸν κανόνα αὐτοῦ, καὶ ἄλλος ὑπὸ ἐθισμοῦ τινος ἢ ἐπιθυμίας κρατούμενος, ἢ φιλαρχίας, ἤ κενοδοξίας, ἢ πλεονεξίας, ἢ τοῦ συνάξαι ὕλην. Καὶ ἄλλος προέκοψε καὶ ἀνέστη καὶ οὐκ ἔστρεψε τὸν νῶτον αὐτοῦ. ἕως οὗ ἔλαβε τὸν μαργαρίτην τὸν πολύτιμον.

Μετὰ χαρᾶς καὶ προθυμίας βάλε ἀρχὴν εἰς τὸ ἔργον τοῦ Θεοῦ καὶ ἐὰν καθαρὸς ᾖ ἐκ τῶν παθῶν καὶ τοῦ δισταγμοῦ τῆς καρδίας, ὁ Θεὸς αὐτὸς ἀναβιβάζει σε εἰς τὴν κορυφὴν καὶ βοηθεῖ σοι καὶ σοφίζει σε κατὰ τὸ θέλημα αὐτοῦ, καὶ ἐν θαύματι λαμβάνεις τὴν τελειότητα. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας, ἀμήν.

Τοῦ αὐτοῦ· Λόγος Ζʹ Κεφάλαιον διδάσκον ὑπὸ τίνος ὠφελεῖται ἄνθρωπος εἰς τὸ προσεγγίσαι τῷ Θεῷ ἐν τῇ καρδίᾳ αὐτοῦ· καὶ τίς ἡ ἀληθὴς αἰτία ἡ προσεγγίζουσα αὐτῷ κρυπτῶς τὴν βοήθειαν· καὶ τίς πάλιν ἡ αἰτία ἡ ἄγουσα τὸν ἄνθρωπον πρὸς τὴν ταπείνωσιν.

Μακάριος ἄνθρωπος ὁ γινώσκων τὴν ἑαυτοῦ ἀσθένειαν, διότι αὕτη ἡ γνῶσις γίνεται αὐτῷ θεμέλιος καὶ ἀρχὴ πάσης ἀγαθωσύνης. Ὅταν γὰρ μάθῃ τις καὶ ἐν ἀληθείᾳ αἰσθηθῇ τῆς ἑαυτοῦ ἀσθενείας. τηνικαῦτα περισφίγγε τὴν ἑαυτοῦ ψυχὴν ἀπὸ τῆς χαυνότητος τῆς ἀμαυρούσης τὴν γνῶσιν καὶ θησαυρίζει ἑαυτῷ παραφυλακήν.

Οὐδεὶς δὲ δύναται αἰσθάνεσθαι τῆς ἑαυτοῦ ἀσθενείας, ἐὰν μὴ παραχωρηθῇ μικρὸν καὶ πειρασθῇ ἢ ἐν τοῖς καταπονοῦσι τὸ σῶμα ἢ τὴν ψυχήν· ἀλλ’ ὅταν συγκρίνῃ τὴν ἑαυτοῦ ἀσθένειαν τῇ βοηθείᾳ τοῦ Θεοῦ, τηνικαῦτα γνώσεται ταύτης τὴν μεγαλωσύνην.

Καὶ πάλιν ὅταν κατίδῃ τὸ πλῆθος τῶν μηχανημάτων αὐτοῦ εἰς τὴν παραφυλακὴν καὶ ἐγκράτειαν καὶ σκέπην καὶ περίφραξιν τῆς ψυχῆς αὐτοῦ τοῦ εὑρεῖν αὐτῇ πεποίθησιν, ἐὰν ἡ καρδία γαλήνην μὴ ἕξῃ ἀπὸ τοῦ φόβου, τηνικαῦτα νοείτω καὶ γινωσκέτω ὅτι ὁ φόβος τῆς καρδίας αὐτοῦ δηλοῖ καὶ ἐμφαίνει ὅτι ἐνδεής ἐστι πάντως ἑτέρου τινὸς βοηθοῦντος· ἡ γὰρ καρδία μαρτυρεῖ ἔσωθεν τῷ φόβῳ τῷ παλαίοντι ἔνδοθεν αὐτῆς, καὶ ἐμφαίνει λεῖψιν τινός, καὶ διατοῦτο μὴ δυναμένη κατασκηνῶσαι μετὰ πεποιθήσεως· ἡ βοήθεια γὰρ τοῦ Θεοῦ ἐστι φησὶν ἡ σώζουσα.

Ὅταν δέ τις γνῷ ὅτι ἐνδεής ἐστι τῆς θείας βοηθείας, πολλὰς ποιεῖται τὰς εὐχάς, καὶ ὅσον ταύτας πληθύνει ταπεινοῦται ἡ καρδία—οὐδεὶς γὰρ δεόμενος καὶ αἰτῶν δύναται μὴ ταπεινωθῆναι—, καρδίαν δὲ συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.

Ἕως ἂν ταπεινωθῇ ἡ καρδία, οὐ δύναται παύσασθαι τοῦ μετεωρισμοῦ· ἡ γὰρ ταπείνωσις συνάγει τὴν καρδίαν. Ὅταν δὲ ταπεινωθῇ ὁ ἄνθρωπος, παραυτίκα κυκλοῖ αὐτὸν τὸ ἔλεος, καὶ τότε αἰσθάνεται ἡ καρδία τῆς βοηθείας, διότι εὑρίσκει δύναμιν τινὰ πεποιθήσεως κινουμένην ἐν αὐτῷ· ὅταν δὲ αἰσθάνηται τῆς θείας βοηθείας ὅτι πάρεστι βοηθοῦσα αὐτῷ, τότε ἡ καρδία παραυτίκα ἐμπίπλαται πίστεως καὶ συνίησιν ἐντεῦθεν ὅτι ἡ προσευχὴ καταφύγιον πέφυκε βοηθείας καὶ πηγὴ σωτηρίας, καὶ θησαυρὸς πεποιθήσεως, καὶ λιμὴν ῥυόμενος ἀπὸ τρικυμίας, καὶ φῶς τοῖς ἐν σκότει, καὶ στήριγμα τῶν ἀσθενῶν, καὶ σκέπη ἐν καιρῷ τῶν πειρασμῶν, καὶ βοήθεια ἐν τῇ ἀκμῇ τῆς νόσου, καὶ ἀσπὶς λυτρώσεως ἐν πολέμῳ, καὶ βέλος ἠκονημένον ἐξεναντίας τῶν ἐχθρῶν.

Καὶ ἁπλῶς εἰπεῖν, πᾶν τὸ πλῆθος τῶν ἀγαθῶν τούτων, διὰ τῆς προσευχῆς εὑρίσκεται ἔχον τὴν εἴσοδον· ἀπὸ τοῦ νῦν ἐντρυφᾷ ἐν τῇ τῆς πίστεως προσευχῇ, ἡ δὲ καρδία αὐτοῦ φαιδρύνεται τῇ πεποιθήσει, καὶ οὐδαμῶς τῇ προτέρᾳ πηρώσει καὶ τῇ ψιλῇ λαλιᾷ τοῦ στόματος ἐναπομένει· ἀλλ’ ὅταν νοήσῃ ταῦτα οὕτως, τότε κτήσεται τὴν προσευχὴν ἐν τῇ ψυχῇ καθάπερ θησαυρόν, καὶ ἀπὸ τῆς πολλῆς εὐφροσύνης τὸ σχῆμα τῆς προσευχῆς αὐτοῦ εἰς εὐχαριστηρίους φωνὰς ἀμείβει. Καὶ οὗτός ἐστιν ὁ λόγος ὁ ῥηθεὶς ὑπὸ τοῦ διορίσαντος ἑκάστῳ τῶν πραγμάτων τὸ ἴδιον σχῆμα. ὅτι «ἡ προσευχὴ χαρά ἐστιν εὐχαριστίαν ἀναπέμπουσα». Εὐχὴν δὲ ταύτην ᾐνίξατο τὴν μετὰ τὴν γνῶσιν τοῦ Θεοῦ ἀνυομένην, τουτέστι τὴν παρὰ Θεοῦ πεμπομένην. διότι οὐκ ἐν κόπῳ καὶ μόχθῳ τηνικαῦτα προσεύχεται ὁ ἄνθρωπος, ὡς ἡ λοιπὴ προσευχὴ ἡ προσευχομένη πρὸ τοῦ αἰσθάνεσθαι ταύτης τῆς χάριτος, ἀλλὰ μετὰ χαρᾶς τῆς καρδίας καὶ θαύματος βρύει τὰς εὐχαριστηρίους κινήσεις διηνεκῶς ἀλαλήτοις γονυκλισίαις καὶ ἀπὸ τοῦ πλήθους τῆς κινήσεως αὐτοῦ εἰς τὴν γνῶσιν, καὶ τοῦ θαυμάζειν καὶ ἐκπλήττεσθαι τὴν χάριν τοῦ Θεοῦ, ἐξαίφνης ὑψοῖ τὴν φωνὴν αὐτοῦ ὑμνολογῶν καὶ δοξάζων αὐτὸν καὶ τὴν εὐχαριστίαν ἀναπέμπει, καὶ ἐκπληττόμενος λίαν τὴν γλῶσσαν κινεῖ.

Εἴ τις ἐνταῦθα ἔφθασεν ἐν ἀληθείᾳ καὶ οὐ φαντασίᾳ, καὶ σημειώσεις πολλὰς τέθεικεν τῷ πράγματι καὶ πολλὰς διαφοράς, διὰ τὴν πολλὴν αὐτοῦ δοκιμὴν ἐν αὐτῷ, οὖτος οἶδεν ὃ λέγω, ὅτι οὐκ ἔστιν ἐναντίον καὶ ἀπὸ τοῦ νῦν παυέσθω τοῦ ἐνθυμεῖσθαι τὰ μάταια καὶ προσμενέτω τῷ Θεῷ διὰ τῆς διηνεκοῦς προσευχῆς. δειλιῶν καὶ φοβούμενος μήποτε στερηθῇ τοῦ πλήθους τῆς ἀρωγῆς τοῦ Θεοῦ.

Ταῦτα πάντα τὰ ἀγαθὰ τίκτονται τῷ ἀνθρώπῳ ἀπὸ τοῦ ἐπιγνῶναι τὴν οἰκείαν ἀσθένειαν· ἐκ γὰρ τῆς πολλῆς ἐφέσεως αὐτοῦ πρὸς τὴν βοήθειαν τοῦ Θεοῦ προσεγγίζει τῷ Θεῷ διαμένων τῇ προσευχῇ· καὶ ὅσον προσεγγίζει αὐτῷ τῇ προθέσει αὐτοῦ, καὶ ὁ Θεὸς προσεγγίζει αὐτῷ διὰ τῶν χαρισμάτων αὐτοῦ, καὶ οὐ μὴ ἄρῃ ἀπ’ αὐτοῦ τὴν χάριν διὰ τὴν πολλὴν αὐτοῦ ταπείνωσιν, διότι ὥσπερ ἡ χήρα πρὸς τὸν κριτήν, ἀδιαλείπτως κράζει ἐκδικηθῆναι ἀπὸ τοῦ ἀντιδίκου.

Διατοῦτο δὲ ὁ οἰκτίρμων Θεὸς παρακατέχει ἀπ’ αὐτοῦ τὰς χάριτας, ἵνα γένηται αὐτῷ τοῦτο αἰτία τοῦ προσεγγίζειν αὐτῷ, καὶ ἕνεκεν τῆς χρείας αὐτοῦ παραμένειν τῷ βρύοντι τὰς ὠφελείας· καὶ τινὰς μὲν τῶν αἰτήσεων αὐτοῦ δίδωσι τάχιστα, ἐκείνας λέγω, ὧν ἐκτὸς οὐ δύναται σωθῆναι, τινὰς δὲ παρακατέχει ἀπ’ αὐτοῦ· καὶ ἔν τισι μὲν τῶν πραγμάτων ἀποσοβεῖ καὶ ἀποδιώκει τὸ καυσῶδες τοῦ ἐχθροῦ ἀπ’ αὐτοῦ, ἔν τισι δὲ παραχωρεῖ πειράζεσθαι, ἵνα γένηται αὐτῷ ἐκεῖνο αἰτία τοῦ προσεγγίσαι τῷ Θεῷ, ὡς προεῖπον, καὶ ἵνα παιδευθῇ ἀπὸ τῶν πειρασμῶν. Καὶ οὗτός ἐστιν ὁ λόγος τῆς γραφῆς, ὅτι Κύριος ἐγκατέλιπεν ἔθνη πολλὰ τοῦ μὴ ἐξολοθρεῦσαι αὐτὰ καὶ οὐ παραδέδωκεν αὐτὰ εἰς τὰς χεῖρας Ἰησοῦ τοῦ υἱοῦ Ναυῆ, ἵνα παιδεύσῃ ἐν αὐτοῖς τοὺς υἱοὺς Ἰσραὴλ καὶ ἵνα διδαχθῶσιν αἱ φυλαὶ τῶν υἱῶν Ἰσραὴλ καὶ μάθωσι τὸν πόλεμον.

Δίκαιος μὴ συνειδὼς τὴν ἑαυτοῦ ἀσθένειαν, ἐπὶ ξυροῦ ἔχει τῶν πραγμάτων τὴν ἀκμήν, καὶ οὐδαμῶς ἀπέστη ἀπὸ πτώσεως οὔτε ἀπὸ τοῦ φθοροποιοῦ λέοντος, λέγω δὴ τοῦ δαίμονος τῆς ὑπερηφανίας. Καὶ πάλιν ὁ μὴ γινώσκων αὐτοῦ τὸ ἀσθενές, ἐλλείπει ἐκ τῆς ταπεινώσεως, καὶ ταύτης ἐλλείπων, ἐλλιπής ἐστι καὶ ἀπὸ τῆς τελειώσεως, καὶ ἀπὸ ταύτης ἐλλιπής, περίφοβός ἐστι, διότι ἡ πόλις αὐτοῦ οὐδαμῶς τεθεμελίωται ἐπὶ στύλους σιδηροῦς οὔτε ἐπὶ χαλκᾶς φλιάς, λέγω δὴ τῆς ταπεινώσεως.

Ταπείνωσιν δὲ οὐ δύναταί τις κτήσασθαι ἀλλ’ ἢ διὰ τῶν τρόπων αὐτῆς, δι’ ὧν πέφυκε γίνεσθαι ἡ καρδία συντετριμμένη. καὶ οἱ διαλογισμοὶ τῆς οἰήσεως ἐξουδενωμένοι· διατοῦτο οὖν πολλάκις εὑρίσκει ἑαυτῷ ὁ ἐχθρὸς ἴχνος αἰτίας τοῦ ἐκκλῖναι τὸν ἄνθρωπον.

Ἄνευ ταπεινώσεως οὐ δύναται τελειωθῆναι τὸ ἔργον τοῦ ἀνθρώπου, καὶ οὐδαμῶς ἐπετέθη τῷ γραμματείῳ τῆς ἐλευθερίας αὐτοῦ ἡ σφραγὶς τοῦ Πνεύματος, μᾶλλον δὲ ἕως τοῦ νῦν δοῦλος ὑπάρχει, καὶ τὸ ἔργον αὐτοῦ οὐχ’ ὑπερήρθη τοῦ φόβου, καθότι οὐ διορθοῦται τίς τὸ ἔργον αὐτοῦ ἄνευ ταπεινώσεως, καὶ οὐ παιδεύεται εἰ μὴ διὰ πειρασμῶν, καὶ ἄνευ σοφίας τὴν ταπείνωσιν οὐ καταλαμβάνει.

Διατοῦτο ἀφίησιν ὁ Κύριος αἰτίας ταπεινώσεως καὶ συντριμμοῦ καρδίας καὶ ἐμπόνου προσευχῆς ἐπὶ τοὺς ἁγίους. Καὶ πολλάκις ἐκφοβεῖ αὐτοὺς τοῖς πάθεσι τῆς φύσεως καὶ διολισθήμασιν αἰσχρῶν καὶ μιαρῶν ἐνθυμήσεων, πολλάκις δὲ δι’ ὕβρεων καὶ ἀνθρωπίνων κολαφισμῶν, ἐνίοτε δὲ νόσοις καὶ ἀρρωστήμασι σωματικοῖς, καὶ ἄλλοτε πτωχείᾳ καὶ ἐνδείᾳ τῆς ἀναγκαίας χρείας, καὶ ποτὲ μὲν πόνοις φόβου δεινοῦ καὶ ἐγκαταλείψει καὶ πολέμῳ φανερῷ τοῦ διαβόλου, δι’ ὧν αὐτοὺς ἐκφοβεῖν εἴωθε, ποτὲ δὲ διαφόροις φοβεροῖς πράγμασι. Καὶ ταῦτα πάντα γίνεται, ἵνα σχῶσιν αἰτίας τοῦ ταπεινωθῆναι καὶ ἵνα μὴ συμβῇ αὐτοῖς ὁ τῆς ἀμελείας νυσταγμός, ἢ χάριν τῶν πραγμάτων, ἐν οἷς εὑρίσκεται ἀρρωστήσας ὁ ἀγωνιστής, ἢ διὰ τὸν φόβον τῶν μελλόντων· ὥστε ἐξ ἀνάγκης οἱ πειρασμοὶ ἐπωφελεῖς εἰσι τοῖς ἀνθρώποις.

Οὐ λέγω δὲ τοῦτο, ὅτι πρέπει τῷ ἀνθρώπῳ χαυνωθῆναι ἑκουσίως ὑπὸ τῶν αἰσχρῶν, ἵνα γένηται αὐτῷ πρόφασις ταπεινώσεως ἐν τῇ μνήμῃ αὐτῶν, οὔτε ἵνα σπουδάσῃ εἰσελθεῖν εἰς τοὺς ἄλλους πειρασμούς. Ἀλλὰ πρέπει αὐτῷ, ἐν τῷ ἐργάζεσθαι τὸ ἀγαθόν, νήφειν τὴν ψυχὴν ἐν παντὶ καιρῷ καὶ διαλογίζεσθαι ὅτι κτιστός ἐστι καὶ διατοῦτο εὐμετάπτωτος. Ἕκαστος γὰρ κτιστός, ἐνδεής ἐστι τῆς δυνάμεως τοῦ Θεοῦ πρὸς ἀντίληψιν, καὶ πᾶς τις ἐνδεὴς τῆς ἑτέρου ἀντιλήψεως, ἐκφαίνει φυσικὴν ἀσθένειαν· πᾶς δέ τις εἰδὼς τὸ ἑαυτοῦ ἀσθενές, ἐξ ἀνάγκης δέεται τοῦ ταπεινωθῆναι, ἵνα ἀνύσῃ τὴν χρείαν αὐτοῦ παρὰ τοῦ δυναμένου διδόναι· καὶ εἰ ἦν ἐξ ἀρχῆς εἰδὼς καὶ θεασάμενος τὴν ἑαυτοῦ ἀσθένειαν, οὐκ ἂν ἠμέλησε, καὶ εἰ μὴ ὅτι ἠμέλησεν, οὐκ ἂν ὕπνωσε καὶ παρεδόθη εἰς χεῖρας τῶν θλιβόντων αὐτὸν τοῦ ἐξυπνίσαι αὐτόν.

Λοιπὸν πρέπει τῷ πορευομένῳ ἐν τῇ ὁδῷ τοῦ Θεοῦ εὐχαριστῆσαι αὐτῷ ἐν πᾶσι τοῖς ἐπερχομένοις αὐτῷ, καὶ μέμψασθαι καὶ καθυβρίσαι τὴν ἑαυτοῦ ψυχήν, καὶ γνῶναι ὅτι οὐκ ἂν παρεχωρήθῃ ὑπὸ τοῦ προνοητοῦ, εἰ μὴ διά τινα ἀμέλειαν, ἵνα ἐξυπνισθῇ, ἢ διότι τετύφωται.

Καὶ διατοῦτο μὴ θορυβηθῇ μήτε ἐκπηδήσῃ μήτε ἄνευ μέμψεως ἑαυτὸν ποιήσῃ, ἵνα μὴ διπλοῦν γένηται αὐτοῦ τὸ κακόν, διότι οὐκ ἔστι παρὰ τῷ βρύοντι Θεῷ τὴν δικαιοσύνην ἀδικία· μὴ γένοιτο

Τοῦ αὐτοῦ· Λόγος Ηʹ Περὶ τῶν ἁμαρτιῶν τῶν γινομένων ἀπό τινων συμβεβηκότων καὶ περὶ ἑκουσίων καὶ ἀκουσίων. Ἔστιν ἁμαρτία ἀπὸ ἀσθενείας γινομένη, εἰς ἣν ἀκουσίως ὁ ἄνθρωπος ἀνθέλκεται, καὶ ἔστιν ἁμαρτία ἑκουσίως γινομένη, καὶ ἀπὸ ἀγνοίας, Συμβαίνει δὲ πάλιν καὶ ἀπό τινος συμβεβηκότος ποιῆσαι τινὰ ἁμαρτίαν, καὶ πάλιν ἀπὸ τῆς διαμονῆς καὶ τῆς ἐν τῷ κακῷ ἕξεως.

Οὗτοι δὲ πάντες οἱ τρόποι καὶ τὰ εἴδη τῶν ἁμαρτιῶν, εἰ καὶ πάντες ἄξιοι εἰσὶ μομφῆς, ἀλλ’ οὖν εὑρίσκεται, κατὰ σύγκρισιν τὴν πρὸς ἐκδίκησιν, εἶς μείζων τοῦ ἑτέρου· καὶ τινὸς μὲν ἡ μέμψις μεγίστη, καὶ μετὰ κόπου προσδέχεται τούτου ἡ μετάνοια, τινὸς δὲ ἐγγυτέρα ἐστὶν ἡ ἁμαρτία τῆς συγχωρήσεως.

Καὶ ὥσπερ ὁ Ἀδὰμ καὶ ἡ Εὔα καὶ ὁ ὄφις, πάντες μὲν ἐδέξαντο παρὰ Θεοῦ τῆς ἁμαρτίας τὴν ἀμοιβήν, διαφορᾷ δὲ πολλῇ τὴν κατάραν ἐκληρώσαντο, οὕτως καὶ ἐν τοῖς υἱοῖς αὐτῶν· ἑκάστῳ κατὰ τὴν πρόθεσιν αὐτοῦ καὶ τὸν πόθον εἰς τὴν ἁμαρτίαν, οὕτω καὶ τὸ σφοδρὸν τῆς κολάσεως.

Ἐὰν δέ τις μὴ βουλόμενος μὲν ἀκολουθῆσαι τῇ ἁμαρτίᾳ, ὑπὸ δὲ τῆς ἀμελείας τῆς εἰς τὴν ἀρετήν, ἀνθέλκεται πρὸς ἐκείνην ἐκ τοῦ μὴ σχολάσαι ταύτῃ, εἰ καὶ βαρύ ἐστιν αὐτῷ συνεῖναι τῇ ἁμαρτίᾳ, ἀλλ’ οὖν ἡ κόλασις αὐτοῦ ἐπιβαρής.

Ἐὰν δὲ συμβῇ τινι ἐπιμελουμένῳ τῆς ἀρετῆς, πειρασθῆναι ἔν τινι πλημμελήματι, ὅμως τὸ ἔλεος ἐγγύς ἐστι τοῦ καθαρισμοῦ αὐτοῦ ἀδιστάκτως. Ἄλλη ἐστὶν ἡ ἁμαρτία ἡ γινομένη ὅταν εὑρεθῇ ὁ ἄνθρωπος ἐπιμελούμενος τῆς ἀρετῆς καὶ ἐμμένων τῇ ἐργασίᾳ, καὶ νυκτὸς μὲν οὐ καθεύδει, φροντίζων μηδὲν ζημιωθῆναι ὧν ἐπιμελεῖται, ἡμέρας δὲ περιερχόμενος βαστάζων τὸ βάρος, καὶ πᾶσα ἡ αὐτοῦ φροντὶς ἐν τῇ ἀρετῇ· καὶ ἐνόσῳ ἐστὶν ἐν τούτοις καὶ τοῖς τοιούτοις, ἢ διά τινα ἄγνοιαν ἢ ἀπὸ τῶν πραγμάτων τῶν ἐναντιουμένων ἐν τῇ ὁδῷ τῆς ἀρετῆς καὶ τῶν κυμάτων τῶν ὑψουμένων ἐν παντὶ καιρῷ ἐν τοῖς μέλεσιν αὐτοῦ, ἢ διὰ τὴν ἔκκλισιν τὴν ἐνδεχομένην εἶναι ἐν αὐτῷ εἰς τὸ δοκιμασθῆναι αὐτοῦ τὸ αὐτεξούσιον, κλίνει ἡ πλάστιγξ τοῦ ζυγοῦ αὐτοῦ μικρὸν εἰς τὰ ἀριστερὰ καὶ ἀνθέλκεται ὑπὸ τῆς ἀσθενείας τοῦ σώματος εἰς ἓν εἶδος τῶν τῆς ἁμαρτίας, ἐν οἷς λυπεῖται καὶ ἀδημονεῖ καὶ στενάζει μετὰ πόνου κατὰ τῆς ψυχῆς αὐτοῦ, διὰ τὴν ταλαιπωρίαν τὴν ἐπισυμβαίνουσαν αὐτῷ ἀπὸ τῶν ἐναντίων.

Ἑτέρα δὲ ὅταν εὑρεθῇ ὁ ἄνθρωπος χαῦνος καὶ ἀμελὴς εἰς τὴν ἐργασίαν τῆς ἀρετῆς, καὶ παντελῶς τὴν ὁδὸν ἐγκαταλιπών, καὶ δραμὼν δουλικῶς εἰς τὴν ὑπακοὴν πάσης ἡδονῆς τῶν ἁμαρτημάτων, καὶ ζῆλον ἐπιδεικνύμενος μηχανὰς εὑρῆσαι εἰς ὁλοκληρίαν αὐτῆς καὶ ὢν ἕτοιμος ὥσπέρ τις δοῦλος εἰς τὸ ἐπιμελῶς ποιῆσαι τὸ θέλημα τοῦ ἐχθροῦ αὐτοῦ, καὶ ἑτοιμάσαι τὰ μέλη αὐτοῦ ὅπλα τῷ διαβόλῳ ἐν πάσῃ ὑπακοῇ αὐτοῦ, καὶ μηδαμῶς βουλόμενος προσέχειν τῇ μετανοίᾳ, μήτε προσεγγίσαι τῇ ἀρετῇ, μήτε ποιῆσαι ἐκκοπὴν καὶ τέλος τῆς ὀλεθρίου ὁδοῦ αὐτοῦ.

Καὶ ἄλλη μὲν ἐστὶν ἡ ἐξ ὀλισθήσεων καὶ ἐκπτώσεων τῶν ἐνδεχομένων γενέσθαι ἐν τῇ ὁδῷ τῆς ἀρετῆς καὶ ἐν τῇ τρίβῳ τῆς δικαιοσύνης, κατὰ τὰ τῶν πατέρων λόγια τὰ φάσκοντα, ὅτι εὑρίσκονται «ἐν τῇ ὁδῷ τῆς ἀρετῆς ἐκπτώσεις καὶ ἐναντιώσεις καὶ ἀναγκασμοὶ» καὶ τὰ αὐτοῖς ὅμοια.

Ἑτέρα δὲ ἐστὶν ἡ πτῶσις τῆς ψυχῆς καὶ ἡ ὁλόκληρος ἀπώλεια καὶ ἡ τελεία ἐγκατάλειψις. Καὶ φανερός ἐστι τίς ἐκ τούτων, ὅταν πέσῃ, μὴ ἐπιλάθηται τὴν ἀγάπην τοῦ οἰκείου Πατρός· ἀλλ’ ἐὰν συμβῇ αὐτῷ ποικίλοις ἐμπεσεῖν παραπτώμασι, μὴ ἀμελῶν τοῦ ἀγαθοῦ, καὶ τοῦ δρόμου αὐτοῦ στάσιν μὴ ποιῶν, ἀλλὰ καὶ νικώμενος πάλιν ἀνίσταται πρὸς ἀγῶνα τὸν κατὰ τῶν ἐναντίων αὐτοῦ καὶ τῆς καταλυθείσης οἰκοδομῆς αὐτοῦ, καθ’ ἑκάστην ἡμέραν ἀρχὴν θεμελίων ἐμβάλλει, τὸν προφητικὸν λόγον κατὰ στόμα ἔχων μέχρι τῆς ἐξόδου αὐτοῦ ἀπὸ τοῦδε τοῦ κόσμου· Μὴ ἐπιχαρῇς μοι ὁ ὑπεναντίος μου ὅτι πέπτωκα· πάλιν γὰρ ἐγὼ ἀναστήσομαι, καὶ ἐὰν ἐν τῷ σκότει καθίσω. ὁ Κύριος ἐπιλάμψει μοι.

Καὶ μηδαμοῦ τοῦ πολέμου παύσηται μέχρι τοῦ θανάτου καὶ οὐ μὴ προδώσῃ τῇ ἥττῃ τὴν ψυχὴν αὐτοῦ ἐνόσῳ ἐστὶν αὐτῷ πνοή. Ἀλλὰ καὶ ἐὰν καθ’ ἡμέραν κλασθῇ αὐτοῦ τὸ σκάφος καὶ ναυαγήσῃ τὰ ἀγώγιμα αὐτοῦ, οὐ μὴ παύσηται περιποιούμενος καὶ φροντίζων ἅμα δὲ καὶ δανειζόμενος, καὶ εἰς ἕτερα πλοῖα ἀναβαίνων καὶ ἐπ’ ἐλπίδι πλέων, ἕως ἂν ὁ Κύριος κατιδὼν αὐτοῦ τὸν ἀγῶνα καὶ σπλαγχνισθεὶς ἐπὶ τῇ συντριβῇ αὐτοῦ, καταπέμψῃ ἐπ’ αὐτὸν τὸ ἔλεος αὐτοῦ καὶ δώσει αὐτῷ κινήσεις ἰσχυρὰς εἰς τὸ ὑπομεῖναι καὶ ἀπαντῆσαι τοῖς καυστικοῖς βέλεσι τοῦ ἐχθροῦ.

Αὕτη ἐστὶν ἡ σοφία ἡ δεδομένη παρὰ Θεοῦ, καὶ οὗτός ἐστιν ὁ σοφὸς ἄρρωστος, ὁ μὴ ἐκκόψας τὴν ἐλπίδα αὐτοῦ. Κρεῖσσον κατακριθῆναι ἡμᾶς ἐν ἐνίοις τῶν πραγμάτων καὶ μὴ ἐπὶ τῇ καταλείψει τῶν πάντων. Καὶ διατοῦτο ὁ ἀββᾶς Μαρτινιανὸς παρεγγυᾷ μὴ ῥαθυμῆσαι ἐκ τοῦ πλήθους τῶν ἀγώνων καὶ πρὸς τὸ ποικίλον τοῦ πολέμου καὶ συνεχές, τὸ ἐν τῇ ὁδῷ τῆς δικαιοσύνης, καὶ μὴ στραφῆναι εἰς τὰ ὀπίσω καὶ παραδοῦναι τῷ ἐχθρῷ τὴν καθ’ ἡμῶν νίκην ἐν ἑνὶ τῶν αἰσχρῶν τρόπων. Ὅστις πατήρ, εὐτάκτως καὶ στοιχηδὸν διορίζων, ταῦτα λέγει· «Εἰ ἐστὲ ἐν ἀληθείᾳ ἀγωνισταὶ προσέχοντες τῇ ἀρετῇ, καὶ ἔστιν ὑμῖν ἐπιμέλεια τοῦ νοῦ τῷ Θεῷ, καὶ τὴν πρᾶξιν τὴν οὖσαν αὐτῷ εὐάρεστον, δέον ὑμᾶς πάντως ἀναδέξασθαι ὑπὲρ τούτου πάντα πόλεμον γινόμενον ὑπὸ τῶν παθῶν τῆς φύσεως καὶ τῆς ἀνθολκῆς τοῦ κόσμου τούτου καὶ τῆς διαμονῆς καὶ συνεχείας τῶν κακιῶν τῶν δαιμόνων, ἐν οἷς εἰώθασι προσαπαντῆσαι ὑμῖν.

Καὶ μὴ φοβηθῆτε διὰ τὸ συνεχὲς καὶ ἐπίμονον τῆς σφοδρότητος τοῦ πολέμου, καὶ μὴ διστάσητε διὰ τὸ διαρκὲς τοῦ ἀγωνίσματος, καὶ μὴ φοβηθῆτε μὴ δὲ τρομάξητε ἀπὸ τῶν στρατευμάτων τῶν ἐχθρῶν, καὶ μὴ ἐμπέσητε εἰς βόθυνον ἀνελπιστίας, ἐὰν συμβῇ ὑμῖν ὀλισθῆσαι ἐν καιρῷ καὶ ἁμαρτῆσαι. Ἀλλ’ ἐὰν πάθητε ἐν τούτῳ τῷ μεγίστῳ πολέμῳ καὶ κατὰ πρόσωπον λάβητε καὶ τραυματισθῆτε, μηδαμῶς ἐμποδίσῃ ὑμᾶς τοῦτο τοῦ ἀγαθοῦ σκοποῦ ὑμῶν· μᾶλλον δὲ ἐν τῇ ᾑρετισμένῃ ὑμῖν ἐργασίᾳ διαμείνατε καὶ κτήσασθε τοῦτο τὸ ἐπιθυμητὸν καὶ ἐπαινετόν—τὸ φανῆναι λέγω δὴ ἐν πολέμῳ ἑδραῖοι καὶ ἀμετακίνητοι καὶ τῷ αἵματι τῶν τραυματισμῶν ὑμῶν πεφοινιγμένοι—καὶ μὴ παύσησθε παντελῶς ἀπὸ τῆς μετὰ τῶν ἀντιδίκων παλαίστρας». Αὗται εἰσὶν αἱ παραινέσεις τοῦ μεγάλου γέροντος. Ὥστε οὐ χρὴ ὑμᾶς χαυνοῦσθαι ἢ ῥαθυμῆσαι δι’ οὓς τρόπους ἔφημεν.

Οὐαὶ τῷ μοναχῷ ἐκείνῳ τῷ ψευδομένῳ ἐν τῇ ὑποσχέσει αὐτοῦ καὶ προτείνοντι χεῖρα τῷ διαβόλῳ, ἐν τῷ καταπατεῖν τὴν συνείδησιν αὐτοῦ, τοῦ ἐπαρθῆναι αὐτὸν κατ’ αὐτοῦ ἔν τινι μικρῷ ἢ μεγάλῳ τῶν τῆς ἁμαρτίας τρόπων, καὶ μὴ δυναμένῳ πάλιν στῆναι κατενώπιον τῶν ἐχθρῶν αὐτοῦ ἐν τῷ διερρωγότι μέρει τῆς ψυχῆς αὐτοῦ.

Ἐν ποίῳ ἆρα προσώπῳ μέλλει ὑπαντῆσαι τῷ κριτῇ. ἡνίκα οἱ ἑταῖροι αὐτοῦ καθηγνισμένοι προσυπαντήσωσιν ἀλλήλοις, ἀφ’ ὧν τὴν ὁδὸν αὐτοῦ ἀφώρισε καὶ τὴν τρίβον τῆς ἀπωλείας ἐβάδισε, καὶ τῆς παρρησίας ἐκπέπτωκεν, ἥτις ἐστὶ τοῖς ὁσίοις πρὸς τὸν Θεόν. καὶ τῆς προσευχῆς τῆς ἀνιούσης ἀπὸ τῆς καθαρᾶς καρδίας, καὶ ὑψουμένης καὶ διαπερώσης τὰς ἀγγελικὰς δυνάμεις καὶ μὴ κωλυομένης ἕως ἂν τεύξηται τῆς αἰτήσεως αὐτῆς καὶ ὑποστρέψῃ μετὰ χαρᾶς πρὸς τὸ ἐκπέμψαν αὐτὴν στόμα; Καὶ τὸ δὴ πάντων φοβερώτερον, ὅτι ὥσπερ αὐτὸς ἐνταῦθα τὴν ὁδὸν αὐτοῦ ἀπ’ αὐτῶν ἀφώρισεν, ἀφορίσει αὐτὸν ὁ Χριστὸς ἀπ’ αὐτῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἡνίκα βαστάσει ἡ φωτεινὴ νεφέλη ἐπὶ νῶτα αὐτῆς τὰ διαστίλβοντα σώματα ἀπὸ τῆς καθαρότητος, καὶ εἰσάξει εἰς τὰς οὐρανίους πύλας.

Διὰ γὰρ τοῦτο, οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει, διότι ἀπεντεῦθεν ἡ πρᾶξις αὐτῶν κέκριται, οὐδὲ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων ἐν τῇ ἀναστάσει τῆς κρίσεως.

Τοῦ αὐτοῦ· Λόγος Θʹ Περὶ τῶν λόγων τῆς θείας γραφῆς, τῶν πρὸς μετάνοιαν ἐρεθιζόντων, ὅτι πρὸς τὴν ἀσθένειαν τῶν ἀνθρώπων ἐρρέθησαν, ἵνα μὴ ἀπόλλωνται ἀπὸ Θεοῦ ζῶντος, καὶ ὅτι οὐ δεῖ πρὸς ἀφορμὴν τοῦ ἁμαρτάνειν ἐκλαμβάνειν ταῦτα. Τὴν ἀνδρείαν, ἣν οἱ πατέρες ἐν ταῖς γραφαῖς αὐτῶν τεθείκασι, καὶ τὴν δύναμιν τὴν ἐν αὐταῖς τῶν ἀποστόλων καὶ προφητῶν περὶ τῆς μετανοίας, οὐ χρὴ ἡμᾶς ἐκλαμβάνειν ὡς βοήθειαν τοῦ ἁμαρτάνειν καὶ καταλύειν τὰ ὅρια Κυρίου τὰ ἀδιάβατα, ἅτινα ἀπὸ ἀρχαίων ἡμερῶν διὰ στόματος πάντων τῶν ἁγίων ἐν πάσαις ταῖς γραφαῖς καὶ νομοθεσίαις, πρὸς ἀναίρεσιν τῆς ἁμαρτίας ὡρίσθησαν ἐν δυνάμει Θεοῦ· ἵνα γὰρ ἐλπίδα μετανοίας σχῶμεν, ἐμηχανήσαντο ὑποκλέπτειν ἐκ τῆς αἰσθήσεως τὸν φόβον τῆς ἀπογνώσεως, εἰς ἣν φθάσας ὁ ἄνθρωπος, ἀδεῶς ἐξαμαρτάνει. Ἰδοὺ γὰρ παντὶ τρόπῳ ἀπεφήνατο ὁ Θεὸς τὸν φόβον ἐν πάσαις ταῖς γραφαῖς, καὶ ἔδειξε παρ’ αὐτῷ μισητὴν τὴν ἁμαρτίαν.

Ποίῳ γὰρ τρόπῳ ἀπεπνίγῃ ἡ κατὰ τὰς ἡμέρας τοῦ Νῶε γενεὰ ἐν τῷ κατακλυσμῷ; Οὐχὶ χάριν τῆς λαγνείας, ἡνίκα ἐξεμάνησαν κατὰ τοῦ κάλλους τῶν θυγατέρων τοῦ Κάϊν; Οὐκ ἦν κατὰ τὸν καιρὸν ἐκεῖνον φιλαργυρία, οὐδὲ εἰδωλολατρία, οὐδὲ φαρμακεία οὔτε πόλεμοι.

Διατί δὲ αἱ πόλεις Σοδόμων πυρίκαυστοι γεγόνασιν; Οὐχ’ ὅτι δεδώκασιν ἑαυτῶν τὰ μέλη τῇ ἐπιθυμίᾳ καὶ ἀκαθαρσίᾳ, ὥστε ἐπικρατῆσαι πάντων αὐτῶν κατὰ τὸ ἑαυτῶν θέλημα εἰς πάσας τὰς ἐναγεῖς καὶ ἀτόπους πράξεις; Οὐχὶ διὰ πορνείαν ἑνὸς ἀνθρώπου πεπτώκασιν εἰς θάνατον ἐν μιᾶ ῥοπῇ εἴκοσι πέντε χιλιάδες τῶν υἱῶν Ἰσραήλ, τοῦ πρωτοτόκου τοῦ Θεοῦ;

Τίνος χάριν ἐκβέβληται τῷ Θεῷ Σαμψὼν ὁ γίγας, ὁ ἐκ μήτρας ἀφορισθεὶς τῷ Θεῷ καὶ ἁγιασθείς, καὶ πρὸ γεννήσεως δι’ ἀγγέλου εὐαγγελισθεὶς κατὰ Ἰωάννην τὸν τοῦ Ζαχαρίου. ὁ μεγάλης δυνάμεως καταξιωθεὶς καὶ μεγάλων τεραστίων; Οὐχ’ ὅτι ἐμίανε τὰ μέλη αὐτοῦ τὰ ἅγια τῇ συνουσίᾳ τῆς πόρνης; Τούτου γὰρ χάριν ἐμακρύνθη ἀπ’ αὐτοῦ ὁ Θεὸς καὶ παρέδωκεν αὐτὸν τοῖς ἐχθροῖς αὐτοῦ.

Δαβὶδ δὲ ὁ κατὰ τὴν καρδίαν τοῦ Θεοῦ, ὁ διὰ τὰς ἀρετὰς αὐτοῦ ἐκ σπέρματος αὐτοῦ ἀξιωθεὶς προσαγαγεῖν τὴν ἐπαγγελίαν τῶν πατέρων, καὶ ἐκλάμψαι ἐξ αὐτοῦ τὸν Χριστὸν εἰς σωτηρίαν πάσης τῆς οἰκουμένης, οὐχὶ διὰ μοιχείαν μιᾶς γυναικὸς ἐτιμωρήθη, ἡνίκα τοῖς ὀφθαλμοῖς ἐθεάσατο τὸ κάλλος αὐτῆς, καὶ τὸ βέλος εἰς τὴν ψυχὴν αὐτοῦ ἐδέξατο; τούτου γὰρ ἕνεκεν ἐπήγειρεν αὐτῷ ὁ Θεὸς ἐκ τοῦ οἴκου αὐτοῦ πόλεμον, καὶ ὁ ἐκ τῆς ὀσφύος αὐτοῦ ἐδίωκεν αὐτόν, καὶ ταῦτα, αὐτοῦ μετανοήσαντος μετὰ πολλῶν δακρύων, ὥστε τὴν στρωμνὴν αὐτοῦ βρέξαι, καὶ τοῦ Θεοῦ εἰρηκότος αὐτῷ διὰ τοῦ προφήτου, ὁ Κύριος ἀφεῖλε σου τὸ ἁμάρτημα.

Βούλομαι μνημονεῦσαι καί τινων πρὸ τούτου. Τίνος χάριν ἐπῆλθεν ἡ ὀργὴ καὶ ὁ θάνατος τῷ οἴκῳ τοῦ ἱερέως Ἡλί, τοῦ δικαίου γέροντος τοῦ τεσσαράκοντα ἔτη ἐν τῇ ἱερωσύνῃ διαρκέσαντος; οὐχὶ διὰ τὴν ἀνομίαν τῶν τέκνων αὐτοῦ Ὀφνὶ καὶ Φινεές; οὐδὲ γὰρ αὐτὸς ἐπλημμέλησεν, οὐδὲ ἐκεῖνοι τῇ τούτου γνώμῃ, ἀλλ’ ὅτι οὐκ εἶχε ζῆλον ἀπαιτῆσαι τὴν ἐκδίκησιν Κυρίου ἀπ’ αὐτῶν.

Ἵνα οὖν μὴ ὑπολάβῃ τίς ὅτι εἰς μόνους τοὺς πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτῶν ἐν ἀνομίαις ζήσαντας ἐνδείκνυσι τὴν ὀργὴν αὐτοῦ, χάριν τοῦ ἀτόπου τούτου ἁμαρτήματος, ἰδοὺ ἐν τοῖς γνησίοις αὐτοῦ ἐνδείκνυσι τὸν ζῆλον αὐτοῦ, ἔν τε ἱερεῦσι καὶ κριταῖς καὶ ἄρχουσι καὶ ἀνθρώποις ἡγιασμένοις αὐτῷ, οἷς τὰς θαυματουργίας ἐνεπίστευσεν, καὶ οὐδαμοῦ, ὅταν φανῶσι παραβάντες αὐτοῦ τὰς θεσμοθεσίας, παρορᾷ, ὡς γέγραπται ἐν Ἰεζεκιήλ· Εἶπον τῷ ἀνθρώπῳ ᾧ ἐντέταλμαι πορθῆσαι τὴν Ἱερουσαλὴμ τῇ ἀοράτῳ ῥομφαίᾳ, ἀπέμπροσθεν τοῦ θυσιαστηρίου μου ἄρξαι, καὶ μὴ ἐλεήσῃς γέροντα μήτε νεώτερον, ἵνα ἐνδείξηται ὅτι γνήσιοι καὶ προσφιλεῖς εἰσιν αὐτῷ οἱ ἐν φόβῳ καὶ εὐλαβείᾳ πορευόμενοι ἔμπροσθεν αὐτοῦ καὶ ποιοῦντες τὸ θέλημα αὐτοῦ. Ἅγιοι τοῦ Θεοῦ εἰσιν ἡ ἐνάρετος πρᾶξις καὶ ἡ καθαρὰ συνείδησις. <Ἀλλὰ> τοὺς μὲν ἐκφαυλίζοντας τὰς ὁδοὺς Κυρίου, καὶ αὐτὸς ἐκφαυλίζει αὐτοὺς καὶ ἀπορρίπτει ἀπὸ προσώπου αὐτοῦ καὶ τὴν χάριν αὐτοῦ αἴρει ἀπ’ αὐτῶν. Διατί γὰρ ἡ ἀπόφασις κατὰ τοῦ Βαλτάσαρ ἐξῆλθεν ἐξαίφνης καὶ ὡς ἐν τύπῳ χειρὸς τοῦτον ἐπάταξεν; οὐχ’ ὅτι κατετόλμησε τῶν ἀψαύστων ἀναθημάτων, ὧν καθήρπασεν ἀπὸ Ἱερουσαλήμ. καὶ εἰς αὐτὰ ἔπιεν αὐτὸς καὶ αἱ παλλακίδες αὐτοῦ; Οὕτως καὶ οἱ ἀφιερώσαντες τὰ ἑαυτῶν μέλη τῷ Θεῷ καὶ πάλιν τολμῶντες τούτοις εἰς τὰς κοσμικὰς πράξεις κεχρῆσθαι, ἀοράτῳ πληγῇ ἀπόλλυνται.

Οὐκοῦν μὴ τῇ προσδοκίᾳ τῆς μετανοίας καὶ τῇ εὐτολμίᾳ τῇ δεδομένῃ ἡμῖν παρὰ τῶν θείων γραφῶν, κατατολμήσωμεν τῶν τοῦ Θεοῦ λογίων καὶ ἀπειλῶν, καὶ παροργίσωμεν αὐτὸν τῇ ἀτοπίᾳ τῶν πράξεων ἡμῶν καὶ χράνωμεν τὰ μέλη ἡμῶν, ἅπερ καθάπαξ ἀφιερώσαμεν δουλεύειν τῷ Θεῷ.

Ἰδοὺ γὰρ ἡγιάσθημεν αὐτῷ καὶ ἡμεῖς, ὡς Ἠλίας καὶ Ἐλισσαῖος καὶ οἱ υἱοὶ τῶν προφητῶν καὶ ὡς οἱ λοιποὶ τῶν ἁγίων καὶ παρθένων, οἵτινες τὰς μεγάλας θαυματουργίας ἐπετέλουν, καὶ πρόσωπον πρὸς πρόσωπον ἐλάλουν τῷ Θεῷ, καὶ ὡς οἱ μετ’ ἐκείνους, ὡς Ἰωάννης ὁ παρθένος καὶ ὁ ἅγιος Πέτρος καὶ ὁ λοιπὸς κατάλογος τῶν τῆς καινῆς εὐαγγελιστῶν καὶ κηρύκων, οἵτινες ἀφιέρωσαν ἑαυτοὺς τῷ Κυρίῳ καὶ ἐδέξαντο παρ’ αὐτοῦ τὰ μυστήρια, οἱ μὲν ἐκ στόματος αὐτοῦ, οἱ δὲ δι’ ἀποκαλύψεων, καὶ ἐγένοντο μεσῖται Θεοῦ καὶ ἀνθρώπων καὶ κήρυκες τῆς βασιλείας τῇ οἰκουμένῃ.

Τοῦ αὐτοῦ· Λόγος Ιʹ Ἐν τίνι διαφυλάττεται τὸ κάλλος τῆς μοναχικῆς πολιτείας καὶ τίς ὁ τρόπος τῆς τοῦ Θεοῦ δοξολογίας. Δεῖ τὸν μοναχὸν εἶναι ἐν πᾶσι τοῖς ἑαυτοῦ πράγμασι τύπον ὠφελείας τοῖς ὁρῶσιν αὐτόν, ὅπως ἐκ τῶν πολλῶν ἀρετῶν αὐτοῦ, τῶν διαλαμπόντων ἀκτινοειδῶς, ὁμολογήσουσιν οἱ τῆς ἀληθείας ἐχθροί, καὶ μὴ βουλόμενοι, ὅτι ἔστι τοῖς χριστιανοῖς ἐλπὶς βεβαία καὶ ἀμετάπτωτος, πανταχόθεν δὲ ἐπιδραμεῖν πρὸς αὐτὸν ὡς καταφύγιον ὄντα, ὥστε ὑψωθῆναι τὸ κέρας τῆς ἐκκλησίας κατὰ τῶν ἐχθρῶν αὐτῆς καὶ πολλοὺς κινηθῆναι πρὸς ζῆλον τῆς αὐτοῦ ἀρετῆς, καὶ τοῦ κόσμου ἐξελθεῖν καὶ γενέσθαι αὐτὸν αἰδέσιμον ἐν πᾶσιν ἐκ τοῦ κάλλους τῆς πολιτείας αὐτοῦ. Καύχημα γὰρ τῆς ἐκκλησίας τοῦ Χριστοῦ, ἡ μοναχικὴ πολιτεία.

Δεῖ οὖν τὸν μοναχὸν ἔχειν σχήματα ὡραῖα ἐκ πάντων τῶν μερῶν αὐτοῦ· ὑπεροψίαν τῶν ὁρωμένων, ἀκριβῆ ἀκτημοσύνην, καταφρόνησιν τελείαν τῆς σαρκός, νηστείαν ὑψηλήν, διαμονὴν ἐν τῇ ἡσυχίᾳ, εὐταξίαν τῶν αἰσθήσεων, ὁράσεως παραφυλακήν, τῆς μετά τινος ἔριδος περὶ πράγματος τοῦ αἰῶνος τούτου ἐκκοπήν, τὴν ἐν λόγοις βραχύτητα, τὴν ἐκ τῆς μνησικακίας καθαρότητα, τὴν μετὰ διακρίσεως ἁπλότητα, τὸ γινώσκειν ὅτι περιττὴ ἡ παροῦσα ζωὴ καὶ εὐπετὴν καὶ ὅτι ἐγγύς ἐστιν ἡ ζωὴ ἐκείνη ἡ ἀληθινὴ καὶ πνευματική, τὸ μὴ γινώσκεσθαι ὑπὸ τῶν ἀνθρώπων, τὸ μὴ δεσμεύειν ἑαυτὸν ἐν ἑταιρίᾳ καὶ ἑνώσει τινὸς τῶν ἀνθρώπων, τὸ ἔχειν τὸν τόπον τῆς οἰκήσεως ἥσυχον, τὸ φεύγειν τοὺς ἀνθρώπους καὶ ἀδιαλείπτως προσκαρτερεῖν ταῖς προσευχαῖς, τὸ μὴ ἀγαπᾶν τὴν τιμὴν μὴ δὲ χαίρειν ξενίοις, τὸ μὴ δεσμεύειν ἑαυτὸν τῇ ζωῇ ταύτῃ, τὸ ὑπομεῖναι γενναίως τοὺς πειρασμούς, τὸ ἀπαλλαγῆναι τῶν κοσμικῶν ἐφέσεων, καὶ τῆς ἐρευνήσεως καὶ μνήμης τῶν πραγμάτων αὐτῶν, τὸ διηνεκῶς φροντίζειν καὶ μελετᾶν εἰς τὴν χώραν τὴν ἀληθινήν, τὸ ἔχειν τὸ πρόσωπον στυγνὸν καὶ ἐρρικνωμένον, τὸ δακρύειν διηνεκῶς νυκτὸς καὶ ἡμέρας, καὶ τὸ πάντων τούτων πλέον, τὸ φυλάσσειν τὴν ἰδίαν σωφροσύνην καὶ καθαρεύειν ἀπὸ τῆς γαστριμαργίας καὶ ἀπὸ τῶν μικρῶν καὶ ἀπὸ τῶν μεγάλων.

Αὗται οὖν εἰσὶν αἱ ἀρεταὶ τοῦ μοναχοῦ, ὡς ἐν συντόμῳ εἰπεῖν, αἱ μαρτυροῦσαι αὐτῷ τὴν ἀπὸ τοῦ κόσμου παντελῆ θνῆξιν καὶ τὴν πρὸς Θεὸν ἐγγύτητα. Καὶ δεῖ ἡμᾶς φροντίζειν αὐτῶν ἐν παντὶ καιρῷ καὶ κτήσασθαι αὐτάς.

Ἐὰν δέ τις εἴπῃ· “Τίς ἦν ἡ χρεία τοῦ κατὰ μέρος ὁρίζειν αὐτά, καὶ μὴ καθόλου καὶ ἐν συντόμῳ περὶ αὐτῶν λέγειν” ἐρῶ ὅτι τοῦτο ἀναγκαίως γέγονεν, ἵνα ὅταν ζητήσῃ ἕν τι τῶν εἰρημένων ἐν τῇ ψυχῇ αὐτοῦ ὁ ἐπιμελούμενος τῆς ζωῆς αὐτοῦ. καὶ εὑρήσει ὅτι ἐνδεής ἐστιν ἑνὸς τούτων τῶν ὡρισμένων, γνώσεται ἐντεῦθεν τὸ ἐλάττωμα αὐτοῦ ἐν πάσῃ ἀρετῇ καὶ ἔσται αὐτῷ αὕτη ἡ τάξις ἐν μέρει ὑπομνήματος. Ὅταν δὲ κτήσηται τὰ ὡρισμένα πάντα ἐν ἑαυτῷ, καὶ ἡ γνῶσις τῶν λοιπῶν, ὧν οὐκ ἐμνήσθην, δοθήσεται αὐτῷ· καὶ ἔσται τοῖς ἀνθρώποις <καὶ> τοῖς ἁγίοις <ἀγγέλοις> αἴτιος δοξολογίας τῆς εἰς Θεόν, κἀντεῦθεν ἑτοιμάσει τῇ ψυχῇ αὐτοῦ τόπον ἀνέσεως, πρὸ τοῦ ἐξελθεῖν αὐτὸν ἐκ τοῦδε τοῦ βίου.