Ἔργον
Ἰσαὰκ ὁ Σύρος – Λόγοι ἀσκητικοί
Λόγοι ΙΑ'-ΙΕ': Η οδός της ησυχίας, η αληθινή ελπίδα και η πνευματική προκοπή
Το σημείο της πνευματικής καρποφορίας διά των δακρύων, οι τάξεις προκοπής, η διάκριση της αληθινής ελπίδας και η γέννηση των αρετών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Λόγοι ΙΑ'-ΙΕ': Η οδός της ησυχίας, η αληθινή ελπίδα και η πνευματική προκοπή
Το σημείο της πνευματικής καρποφορίας διά των δακρύων, οι τάξεις προκοπής, η διάκριση της αληθινής ελπίδας και η γέννηση των αρετών.
Τοῦ αὐτοῦ· Λόγος ΙΑʹ Περὶ τῆς ἐναλλαγῆς καὶ τροπῆς τῆς γινομένης τοῖς ὁδεύουσιν ἐν τῇ ὁδῷ τῆς ἡσυχίας τῇ ὑπὸ Θεοῦ τεταγμένῃ· συμβαίνει γὰρ σκυθρωπότης καὶ ψυχικὸς πνιγμός, καὶ ἐξαίφνης χαρὰ καὶ ἀσυνήθης θερμότης. Δόξα τῷ εὐθετοῦντι τὰς ὁδοὺς ἡμῶν, ἀμήν. Ὁ συνελθὼν τῷ νοῒ αὐτοῦ ἐν τῇ ἡσυχίᾳ πολιτεύσασθαι, ῥυθμιζέτω ἑαυτόν, καὶ ἐν τῇ γεωργίᾳ καὶ τῇ τάξει τῆς ἡσυχίας διεξαγαγέτω τὸ ἐπίλοιπον τῶν ἡμερῶν αὐτοῦ. Ὅταν συμβῇ σοι, ὡς ἔστι σύνηθες τῇ τάξει τῆς ἡσυχίας, τῇ ὡρισμένῃ ὑπὸ τῆς θείας χάριτος, ἔσωθεν τῷ σκότει συγκεχῶσθαι τὴν ψυχήν, καὶ ὥσπερ τὰς ἡλιακὰς ἀκτῖνας, τὰς καλυπτομένας ἀπὸ τῆς γῆς ἐκ τῆς ἀχλύος τῶν νεφελῶν, πρὸς ὀλίγον χρόνον στερηθῆναι τῆς πνευματικῆς παρακλήσεως καὶ τοῦ φωτὸς τῆς χάριτος διὰ τὸ ἐπισκιάζον νέφος τῶν παθῶν, καὶ συσταλῆναι ἀπ’ αὐτοῦ μικρὸν τὴν χαροποιὸν δύναμιν, καὶ ἐπισκιάσαι τῷ νοῒ ἀσυνήθη ἀχλύν, μὴ ταραχθῇς τῇ διανοίᾳ καὶ χεῖρα προτείνῃς τῇ ἀγνοίᾳ τῆς ψυχῆς, ἀλλ’ ὑπόμεινον καὶ ἀνάγνωθι εἰς τὰς βίβλους τῶν διδασκάλων καὶ βίασαι ἑαυτὸν ἐν τῇ εὐχῇ καὶ ἐνδέχου τὴν βοήθειαν, καὶ εὐθέως ἐλεύσεται, σοῦ μὴ εἰδότος.
Ὥσπερ γὰρ ἐκκαλύπτεται τὸ πρόσωπον τῆς γῆς ταῖς ἀκτίσι τοῦ ἡλίου ἐκ τῆς κατεχούσης σκοτίας τοῦ ἀέρος, οὕτως δύναται καὶ ἡ εὐχὴ λῦσαι καὶ διασκεδάσαι ἐκ τῆς ψυχῆς τὰ νέφη τῶν παθῶν καὶ διαυγάσαι τὸν νοῦν τῷ φωτὶ τῆς εὐφροσύνης καὶ τῆς παρακλήσεως, ὅπερ τίκτειν εἴωθεν ἐν τοῖς ἐνθυμήμασιν ἡμῶν, καὶ μάλιστα ὅταν σχῇ ὕλην ἐκ τῶν θείων γραφῶν καὶ ἐγρήγορσιν στίλβουσαν τὸν νοῦν· ἡ γὰρ διηνεκὴς μελέτη ἐν ταῖς γραφαῖς τῶν ἁγίων, θαύματος ἀκαταλήπτου καὶ θείας εὐφροσύνης τὴν ψυχὴν ἐμπίπλησιν.
Τοῦ αὐτοῦ· Λόγος ΙΒʹ Περὶ τῶν ἡσυχαζόντων· πότε ἄρχονται νοεῖν ποῦ ἔφθασαν ἐν τοῖς ἔργοις αὐτῶν ἐν τῇ ἀπεράντῳ θαλάσσῃ, ἤτοι τῇ διαγωγῇ τῆς ἡσυχίας, καὶ πότε δύνανται ἐλπίσαι μικρόν, ὅτι ἤρξαντο δοῦναι αὐτοῖς οἱ κόποι αὐτῶν καρπόν. Λέγω σοι πρᾶγμα, καὶ μὴ γελάσῃς, ὅτι ἀλήθειαν λέγω σοι, μὴ δὲ διστάσῃς εἰς τοὺς λόγους μου, διότι ἀληθεῖς εἰσιν οἱ παραδεδωκότες μοι.
Ἐὰν κρεμάσῃς ἑαυτὸν εἰς τὰ βλέφαρα τῶν ὀφθαλμῶν σου, ἕως ἂν φθάσῃς τὰ δάκρυα μὴ νομίσῃς ὅτι ἔφθασας τί ἐν τῇ διαγωγῇ τῆς πολιτείας σου· μέχρι γὰρ τῆς ἄρτι τῷ κόσμῳ ὑπηρετοῦσι τὰ κρυπτά σου, τουτέστιν ἐν τῇ διαγωγῇ τῶν κοσμικῶν ἵστασαι, καὶ διὰ τοῦ ἔξω ἀνθρώπου ἐργάζῃ τὸ ἔργον τοῦ Θεοῦ, ὁ δὲ ἔσω ἄνθρωπος ἀκμὴν ἄκαρπός ἐστι, διότι ὁ καρπὸς αὐτοῦ ἐκ τῶν δακρύων ἄρχεται.
Ὅταν γὰρ εἰς τὴν χώραν τῶν δακρύων φθάσῃς, τότε γίνωσκε ὅτι ἐξῆλθεν ἡ διάνοιά σου ἐκ τῆς φυλακῆς τοῦ κόσμου τούτου καὶ τέθεικε τὸν πόδα αὐτῆς εἰς τὴν πορείαν τοῦ καινοῦ αἰῶνος. καὶ ἤρξατο ὀσφραίνεσθαι τοῦ ἀέρος ἐκείνου τοῦ θαυμαστοῦ, καὶ τότε ἄρχεται καταφέρειν τὰ δάκρυα· ἤγγικε γὰρ ἡ ὠδὶν τῆς ἐξόδου τοῦ πνευματικοῦ νηπίου, διότι ἡ χάρις, ἡ κοινὴ πάντων μήτηρ, κατεπείγεται τίκτειν τῇ ψυχῇ μυστικῶς θεῖον τύπον πρὸς τὸ φῶς τοῦ μέλλοντος αἰῶνος.
Ὅταν δὲ φθάσῃ ὁ καιρὸς τοῦ τοκετοῦ, τηνικαῦτα ὁ νοῦς ἄρχεται κινεῖσθαι ἐν ἐνίοις τῶν ἐκεῖσε, ὥσπερ ἡ ἀναπνοή, ἣν ἀνιμᾶται τὸ βρέφος ἔσωθεν τῶν μελῶν ἐν οἷς διατρέφεσθαι πέφυκε, καὶ διὰ τὸ μὴ ὑπομένειν ὅπερ οὐκ ἔστιν αὐτῷ σύνηθες, ἄρχεται κινεῖν τὸ σῶμα εἰς κλαυθμὸν μεμιγμένον τῇ τοῦ μέλιτος γλυκύτητι· καὶ καθόσον τρέφεται τὸ ἔνδον βρέφος, οὕτως καὶ ἡ προσθήκη τῶν δακρύων γίνεται.
Καὶ αὕτη ἡ τάξις τῶν δακρύων, ἣν ἔφην, οὐκ ἔστιν ἐκείνη ἡ ἐκ διαλειμμάτων ἐπισυμβαίνουσα τοῖς ἡσυχάζουσι· διότι αὕτη ἡ παράκλησις ἡ γινομένη ἀπὸ καιροῦ εἰς καιρὸν παντὶ ἐστὶ γινομένῳ ἐν ἡσυχίᾳ μετὰ τοῦ Θεοῦ, καὶ ποτὲ μὲν ὄντι ἐν τῇ θεωρίᾳ τῆς διανοίας, ποτὲ δὲ ἐν τοῖς λόγοις τῶν γραφῶν, ποτὲ δὲ ἐν τῇ ὁμιλίᾳ τῆς δεήσεως. Ἀλλὰ περὶ ταύτης τῆς οὔσης λέγω τῷ ἀδιαλείπτως δακρύοντι νυκτὸς καὶ ἡμέρας. Ὅστις δὲ ἐν ἀκριβείᾳ ηὗρε τὴν ἀλήθειαν τῶν τρόπων τούτων, ἐν τῇ ἡσυχίᾳ ταύτην ηὗρε. Γίνονται γὰρ οἱ ὀφθαλμοὶ αὐτοῦ δίκην πηγῆς ὕδατος μέχρι διετοῦς χρόνου ἢ καὶ πλείω· μετὰ δὲ ταῦτα εἰσέρχεται εἰς τὴν εἰρήνην τῶν λογισμῶν. ἀπὸ δὲ τῆς εἰρήνης τῶν λογισμῶν εἰσέρχεται εἰς ἐκείνην τὴν κατάπαυσιν, περὶ ἧς εἶπεν ὁ ἅγιος Παῦλος, καθὼς χωρεῖ ἡ φύσις μερικῶς· ἀπὸ δὲ τῆς καταπαύσεως τῆς εἰρήνης, ἄρχεται ὁ νοῦς θεωρεῖν τὰ μυστήρια, καὶ τότε τὸ ἅγιον Πνεῦμα ἄρχεται ἀποκαλύπτειν αὐτῷ τὰ οὐράνια, καὶ ὁ Θεὸς οἰκεῖ ἐν αὐτῷ καὶ τοὺς καρποὺς τοῦ Πνεύματος διεγείρει ἐν αὐτῷ, καὶ ἐκ τούτου αἰσθάνεται τῆς ἀλλοιώσεως τῆς μελλούσης ὑποδέξασθαι τὴν φύσιν τὴν ἐσωτέραν ἐν τῇ ἀνακαινώσει τῶν ὅλων, ἀμυδρῶς πως καὶ ὡς ἐν νεύματι.
Ταῦτα ἔγραψα πρὸς ἀνάμνησιν ἐμὴν καὶ παντὸς ἐντυγχάνοντος τῷδε τῷ συγγράμματι, καθὼς κατείληφα ἀπὸ τῆς θεωρίας τῶν γραφῶν καὶ τῶν ἀληθινῶν στομάτων καὶ μικρὸν ἀπὸ τῆς πείρας, ἵνα μοι γένηται βοήθεια διὰ τῶν προσευχῶν αὐτῶν τῶν ὠφελουμένων ἐξ αὐτῶν, διότι ἐμόχθησα εἰς αὐτά.
Ἄκουε πάλιν ὅπερ καὶ νῦν σοὶ μέλλω λέγειν, ὃ μεμάθηκα παρὰ ἀψευδοῦς στόματος· ὅταν εἰσέλθῃς εἰς τὴν χώραν τῆς εἰρήνης τῶν λογισμῶν, τότε τὸ πλῆθος τῶν δακρύων ἀφαιρεῖται ἐκ σοῦ, καὶ μετὰ ταῦτα ἔρχονταί σοι τὰ δάκρυα ἐν μέτρῳ τῷ προσήκοντι.
Αὕτη ἐστὶν ἐν ἀκριβείᾳ ἡ ἀλήθεια, ὡς ἐν συντόμῳ εἰπεῖν, καὶ παρὰ πάσης τῆς ἐκκλησίας πιστεύεται.
Τοῦ αὐτοῦ· Λόγος ΙΓʹ Περὶ τοῦ μὴ δεῖν τὸν δοῦλον τοῦ Θεοῦ, τὸν πτωχεύσαντα ἀπὸ τῶν κοσμικῶν καὶ ἐξεληλυθότα εἰς ἀναζήτησιν αὐτοῦ, διὰ τὸ μὴ ἐφθακέναι τὴν κατάληψιν τῆς ἀληθείας καὶ φόβῳ τούτου. παύσασθαι τῆς ἀναζητήσεως, καὶ ψυχρανθῆναι τῆς θέρμης τῆς τικτομένης ἀπὸ τοῦ πόθου τῶν θείων καὶ τῆς ἐρεύνης τῶν μυστηρίων αὐτῶν, δι’ ὧν τρόπων πέφυκεν ὁ νοῦς φύρεσθαι ἐν τῇ μνήμῃ τῶν παθῶν. Τρεῖς εἰσι τάξεις ἐν αἷς προκόπτει ὁ ἄνθρωπος· ἡ τάξις τῶν ἀρχαρίων καὶ ἡ μέση καὶ ἡ τῶν τελείων. Καὶ ὁ μὲν ἐν τῇ πρώτῃ τάξει, εἰ καὶ τὸ φρόνημα αὐτοῦ εἰς τὸ ἀγαθὸν ῥέπει, ἀλλ’ οὖν ἡ κίνησις τῆς διανοίας αὐτοῦ ἐν τοῖς πάθεσιν ἐστίν.
Ἡ δὲ δευτέρα, μέση τίς ἐστιν ἐμπαθείας καὶ ἀπαθείας. Καὶ οἱ δεξιοὶ λογισμοὶ καὶ οἱ ἐξ εὐωνύμων ἐξίσης κινοῦνται ἐν αὐτῷ, καὶ οὐ παύεται ὅλως βρύων τὸ φῶς καὶ τὸ σκότος, ὡς ἤδη εἴρηται. Ἐὰν δὲ παύσηται πρὸς ὀλίγον ἀπὸ τῆς συνεχοῦς ἀναγνώσεως τῶν θείων γραφῶν καὶ τῆς φαντασίας τῶν θείων νοημάτων, ἐν οἷς φανταζόμενος ἐξάπτεται ἐν τοῖς τρόποις τῆς ἀληθείας κατὰ τὴν ἑαυτοῦ δύναμιν, μετὰ τῆς παραφυλακῆς τῆς ἔξωθεν, ἐξ ἧς γίνεται καὶ ἡ ἐνδοτάτη φυλακὴ καὶ τὸ ἔργον τὸ ἱκανόν, μέλλει ἀνθέλκεσθαι εἰς τὰ πάθη.
Ἐὰν δὲ θρέψῃ τὴν φυσικὴν αὐτοῦ θέρμην ἐν οἷς ἔφην, καὶ μὴ ἐάσῃ τὴν ἀναζήτησιν καὶ τὴν ἔρευναν καὶ τὸν πρὸς αὐτὰ πόθον μακρόθεν, κἂν οὐχ’ ἑώρακεν αὐτά, ἀλλ’ ἐκ τοῦ νεύματος τῆς ἀναγνώσεως τῶν θείων γραφῶν τρέφων τοὺς λογισμοὺς αὐτοῦ καὶ συνέχων, ἵνα μὴ κλίνωσιν εἰς τὰ ἀριστερά, καὶ μὴ δέξηται σπόρον τινὰ διαβολικὸν ἐν σχήματι ἀληθείας, φυλάξῃ δὲ μᾶλλον τὴν ἑαυτοῦ ψυχὴν μετὰ πόθου καὶ αἰτήσηται τὸν Θεὸν μετὰ ἐμπόνου προσευχῆς καὶ ὑπομονῆς, αὐτὸς παρέξει αὐτῷ τὴν αἴτησιν αὐτοῦ καὶ ἀνοίξει αὐτῷ τὴν θύραν αὐτοῦ καὶ μάλιστα διὰ τὴν ταπείνωσιν αὐτοῦ· τὰ γὰρ μυστήρια τοῖς ταπεινόφροσιν ἀποκαλύπτονται.
Ἐὰν δὲ ἀποθάνῃ ἐπὶ ταύτῃ τῇ ἐλπίδι καὶ μηδαμοῦ θεάσηται τὴν γῆν ἐκείνην ἐκ τοῦ σύνεγγυς, οἶμαι ὅτι ἡ κληρονομία αὐτοῦ ἔσται μετὰ τῶν ἀρχαίων δικαίων τῶν ἐλπισάντων φθάσαι τὴν τελειότητα καὶ μὴ θεασαμένων, κατὰ τὸ ἀποστολικὸν λόγιον, ὅτι ἐν ἐλπίδι διειργάσαντο πάσας τὰς ἡμέρας αὐτῶν καὶ ἐκοιμήθησαν.
Τί δ’ ἂν εἴπωμεν; Ἐὰν μὴ φθάσῃ ἄνθρωπος εἰσελθεῖν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, ἥτις ἐστὶ τύπος τῆς τελειώσεως, τουτέστι καταλαβεῖν τὴν ἀλήθειαν φανερῶς κατὰ τὸ μέτρον τῆς φυσικῆς δυνάμεως, ἆρα διατοῦτο κωλύεται ἀπὸ τούτου καὶ μένει ἐν τῇ ἐσχάτῃ τάξει, ἧς πᾶσα ἡ πρόθεσις ἐπὶ τὰ ἀριστερὰ κέκλικεν; ἢ διὰ τὸ μὴ καταλαβεῖν πᾶσαν τὴν ἀλήθειαν, ἆρα ἐμμένει τῇ ἀγεννότητι τῆς ἐσχάτης τάξεως, ἤτις οὐ γινώσκει οὔτε ἐπιθυμεῖ τούτων; ἢ πρέπει αὐτῷ ὑψωθῆναι πρὸς ταύτην τὴν μέσην ὁδόν, ἣν ἔφην, κἂν οὐκ ἐθεάσατο, εἰ μὴ ὡς δι’ ἐσόπτρου, ἀλλ’ ἤλπισεν αὐτὸ μακρόθεν, καὶ διὰ ταύτης τῆς ἐλπίδος συνετέθη τοῖς πατράσιν αὐτοῦ;
Καὶ εἰ οὐκ ἠξιώθη τῆς τελείας χάριτος ἐνταῦθα, ἀλλὰ διὰ τὸ πάντοτε αὐτῇ ὁμιλεῖν καὶ τῷ νῷ ἀναστρέφεσθαι, καὶ διὰ τὸ κεῖσθαι ἐν τῇ ἐπιθυμίᾳ αὐτῆς ὅσον ζῇ, δύναται κόψαι τοὺς λογισμοὺς τοὺς πονηρούς· καὶ ἐν τῇ ἐλπίδι ταύτῃ, ἡ καρδία αὐτοῦ πεπληρωμένη ἐκ τοῦ Θεοῦ ἐξέρχεται ἐκ τοῦ κόσμου.
Πᾶν ὁτιοῦν ἔχον ταπείνωσιν, εὐπρεπὲς πέφυκεν. Ἡ γὰρ ἀδολεσχία τοῦ νοὸς ἡ ἀσώματος εἰς τὸν πόθον τοῦ Θεοῦ. ἥτις ὁδηγεῖται ἐκ τῆς κατανοήσεως τῶν θείων γραφῶν, ἐμφράττει τὴν ψυχὴν ἔσωθεν ἀπέμπροσθεν τῶν πονηρῶν λογισμῶν καὶ τηρεῖ τὴν διάνοιαν ἐν τῇ μνήμῃ τῶν μελλόντων ἀγαθῶν, ἵνα μὴ χαυνωθῇ ὁ νοῦς ἐν τῇ ἀμελείᾳ αὐτοῦ εἰς τὴν μνήμην τῶν κοσμικῶν πραγμάτων, διότι ἐκ τούτων ψυχραίνονται αἱ θερμότητες τῶν κινήσεων αὐτοῦ καὶ ἐμπίπτει εἰς ἐπιθυμίας.
Τοῦ αὐτοῦ· Λόγος ΙΔʹ Περὶ τῶν τρόπων τῆς εἰς Θεὸν ἐλπίδος, καὶ τίνα δεῖ ἐλπίζειν ἐπὶ τῷ Θεῷ, καὶ τίς ἐστιν ὁ ἀφρόνως καὶ ἀσυνέτως ἔχων τὴν ἐλπίδα. Γίνεται ἐλπὶς ἐπὶ τῷ Θεῷ διὰ τῆς καρδιακῆς πίστεως, ἥτις ἐστὶ καλὴ καὶ μετὰ διακρίσεως καὶ γνώσεως πέφυκε, καὶ γίνεται ἄλλη, παρηλλαγμένη καὶ ἐξ ἀνοίας ὑπάρχουσα, ἥτις ἐστὶ ψευδής.
Ἄνθρωπος, ὁ μὴ παντελῶς φροντίδα ποιούμενος τῶν ἐπικήρων πραγμάτων, ἀλλ’ ἑαυτὸν ὁλοτελῶς ἀναθέμενος τῷ Κυρίῳ νυκτὸς καὶ ἡμέρας, μηδενὸς φροντίζων κοσμικοῦ διὰ τὴν πολλὴν αὐτοῦ ἐπιμέλειαν εἰς τὰς ἀρετάς, καὶ πᾶσαν τὴν σχολὴν αὐτοῦ εἰς τὰ θεῖα κεκτημένος, καὶ διατοῦτο ἀμελῶν εὐτρεπίσαι ἑαυτῷ τροφάς τε καὶ ἐνδύματα, καὶ ἑτοιμάσαι τόπον κατασκηνώματος, καὶ τὰ λοιπὰ πάντα, οὗτος καλῶς καὶ ἐπιστημόνως ἐλπίζει ἐπὶ Κύριον, ὅτι αὐτὸς ἑτοιμάσει αὐτῷ τὰ πρὸς τὴν χρείαν· καὶ αὕτη ἐστὶν ἀληθῶς ἡ ἀληθὴς καὶ σοφωτάτη ἐλπίς.
Δίκαιον ἐστὶ τὸν τοιοῦτον ἐλπίζειν ἐπὶ τῷ Θεῷ, καθότι δοῦλος αὐτοῦ κεχρημάτικε καὶ ἐπιμελῶς διάκειται ἐν τῷ ἔργῳ αὐτοῦ, χωρὶς πάσης ἀμελείας τῆς ἔκ τινος αἰτίας συμβαινούσης. Ἐπὶ τῷ τοιούτῳ ἄξιόν ἐστιν ἐνδείκνυσθαι παρὰ τοῦ Θεοῦ ἰδικῶς τὴν ἐπιμέλειαν, διότι ἐφύλαξε τὴν ἐντολὴν αὐτοῦ τὴν λέγουσαν·
Πρῶτον ζητεῖτε τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ Τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε· ὅταν δὲ οὔτως διατιθῆσθε, ὁ κόσμος ὥσπέρ τις δοῦλος ἑτοιμάσει ὑμῖν πάντα, καὶ ὡς δεσπόταις ὑποταγήσεται ἀδιστάκτως τοῖς λόγοις ὑμῶν, καὶ τῷ θελήματι ὑμῶν οὐ μὴ ἐναντιωθῇ.
Ἵνα γὰρ μὴ ἀργήσῃ ὁ τοιοῦτος ἐκ τῆς διηνεκοῦς στάσεως αὐτοῦ ἔμπροσθεν τοῦ Θεοῦ, οὐ παραδίδωσιν ἑαυτὸν φροντίζειν τῆς ἀναγκαίας χρείας τοῦ σώματος· καὶ οὐδενὸς ἑτέρου ἐπιμελεῖται. ἀλλ’ ἢ μόνον ἀργὸς γενέσθαι ἀπὸ πάσης τοιαύτης φροντίδος μικρᾶς καὶ μεγάλης, τῆς πρὸς ἡδονὴν καὶ μετεωρισμὸν συντεινούσης, διὰ τὸν φόβον τοῦ Θεοῦ· τεύξεται δὲ ὅμως τούτων θαυμασίως. μήτε φροντίσας αὐτῶν μήτε κοπιάσας εἰς αὐτά.
Ὁ μέντοι ἄνθρωπος, ὁ παντελῶς ἔχων τὴν καρδίαν συγκεχωσμένην ἐν τοῖς γηΐνοις καὶ ἀεὶ μετὰ τοῦ ὄφεως ἐσθίων χοῦν, καὶ μηδενὸς ἐπιμελούμενος τῶν εὐαρεστούντων τῷ Θεῷ, ἀλλ’ ἐν πᾶσι τοῖς σωματικοῖς καταπεπονημένος καὶ λελυμένος, καὶ ἀργὸς ἀπὸ πάσης ἀρετῆς διὰ τὴν διηνεκῆ συντυχίαν καὶ τὸν μετεωρισμὸν τῆς στρινιάσεως, καὶ προφάσεις τινὰς προφασιζόμενος ὁ τοιοῦτος, διὰ ταύτην τὴν ῥαθυμίαν καὶ ἀργίαν, ἔκπτωτός ἐστι τοῦ ἀγαθοῦ· καὶ ἐνίοτε, ὅτε στενωθῇ ὑπό τινος ἐνδείας ἢ θλιβῇ ὑπὸ τῆς ἐπικαρπίας τῶν ἀνοημάτων αὐτοῦ, ἐρεῖ “ἐλπιῶ ἐπὶ τῷ Θεῷ, καὶ ἀμέριμνόν με ποιήσει, καὶ ἄνεσίν μοι παρέξει”. Ἄφρον, μέχρι τῆς ἄρτι οὐκ ἐμνήσθης τοῦ Θεοῦ, ἀλλὰ καθύβριζες αὐτὸν τῇ καταλύσει τῶν σῶν πράξεων, καὶ τὸ ὄνομα αὐτοῦ διὰ σὲ ἐν τοῖς ἔθνεσιν ἐβλασφημεῖτο· καθὼς γέγραπται· καὶ νῦν τολμᾷς δι’ ὅλου τοῦ στόματος λέγειν, “ἐπ’ αὐτῷ ἐλπιῶ καὶ αὐτὸς βοηθήσει μοι καὶ μέριμνάν μου ποιήσεται”;
Καλῶς εἴρηκεν ὁ Θεὸς διὰ τοῦ προφήτου τοὺς τοιούτους ἐντρέπων, ὅτι καθ’ ἡμέραν ἐκζητοῦσι με καὶ βούλονται μαθεῖν τὰς ὁδούς μου, ὥς τινες ποιοῦντες δικαιοσύνην καὶ τὰ δικαιώματα τοῦ Θεοῦ αὐτῶν μὴ καταλιπόντες, αἰτοῦσι με κρίσιν καὶ δικαιοσύνην.
Ἐκ τῶν τοιούτων ἐστὶν ὁ ἄφρων, ὁ μὴ δὲ τῇ διανοίᾳ αὐτοῦ προσεγγίζων τῷ Θεῷ, ὅταν δὲ περικυκλωθῇ ὑπὸ τῶν θλίψεων, αἴρων τὰς χεῖρας αὐτοῦ πρὸς αὐτὸν μετὰ πεποιθήσεως. Ὁ τοιοῦτος δέεται καυστηριασθῆναι πολλάκις, ἵνα ἔνθεν κἀκεῖθεν παιδευθῇ· οὐ γὰρ κέκτηται ἔργον ἄξιον τῆς εἰς Θεὸν πεποιθήσεως, ἀλλὰ διὰ τὰς χαλεπὰς αὐτοῦ πράξεις καὶ τὴν ἀμέλειαν αὐτοῦ ἀπὸ τῶν καθηκόντων, ἄξιος γίνεται παιδείας, διὰ δὲ τὸ ἔλεος αὐτοῦ ἀνέχεται αὐτοῦ μακροθυμῶν.
Μὴ ἐξαπατάτω ἑαυτὸν ὁ τοιοῦτος καὶ ἐπιλανθανέσθω τῆς τάξεως τῆς διαγωγῆς αὐτοῦ καὶ λεγέτω “ἐλπιῷ ἐπὶ τῷ Θεῷ”· παιδευθήσεται γάρ. Διότι οὐδαμοῦ τὸ τῆς πίστεως ἔργον κέκτηται, μὴ τανυέτω τοὺς πόδας αὐτοῦ ἐν τῇ ἀργίᾳ καὶ λεγέτω ὅτι “πιστεύω τῷ Θεῷ χορηγῆσαί μοι τὰ πρὸς τὴν χρείαν” ὡς ἐν τοῖς ἔργοις τοῦ Θεοῦ πολιτευόμενος· ἢ ἀφρόνως ῥιπτέτω ἑαυτὸν ἐν φρέατι, μηδαμοῦ σχῶν τὸν Θεὸν κατ’ ἐνθύμησιν, τανῦν δὲ μετὰ τὴν ἔκπτωσιν ἐρῶν, “ἐλπιῶ ἐπὶ τῷ Θεῷ, καὶ αὐτός με ῥύσεται”.
Μὴ πλανῶ, ὦ ἄφρον· προηγούμενός ἐστιν ὁ διὰ τὸν Θεὸν κόπος καὶ ὁ ἱδρὼς ἐν τῇ γεωργίᾳ αὐτοῦ τῆς εἰς αὐτὸν ἐλπίδος. Εἰ πιστεύεις τῷ Θεῷ, καλῶς ποιεῖς. Ἀλλ’ ἡ πίστις, ἔργων δέεται, καὶ ἡ εἰς Θεὸν ἐλπίς, ἐκ τῆς εἰς τὰς ἀρετὰς κακοπαθείας.
Πιστεύεις ὅτι ὁ Θεὸς προνοεῖται τῶν κτισμάτων αὐτοῦ καὶ δυνατός ἐστιν εἰς πάντα; Ἀλλὰ τῇ πίστει σου ἀκολουθείτω καὶ ἡ πρέπουσα ἐργασία, καὶ τότε σου ἐπακούσεται. Μὴ θέλε κρατεῖν ἀνέμους εἰς τὴν σὴν δράκα, φημὶ πίστιν χωρὶς ἔργων.
Πολλάκις τις ἀγνοῶν, διοδεύει ὁδὸν ἔχουσαν θηρίον πονηρὸν ἢ φονίσκους τινὰς ἤ τι παραπλήσιον. Καὶ αὕτη ἐστὶ κοινὴ πρόνοια τοῦ Θεοῦ, τὸ ῥύσασθαι ἐκ τῆς τοιαύτης ἐπηρείας ἢ τὸ ἐμποδίσαι ἐκ τοῦ ὁρμήματος διά τινος αἰτίας, ἕως ἂν παρέλθῃ τὸ πονηρὸν θηρίον, ἢ τὸ ὑπαντῆσαι τινί, ὑποστρέψαι αὐτὸν ἐκ τῆς ὁδοῦ ἀναγκαζομένῳ.
Καὶ πάλιν ἐνίοτε ὄφις πονηρὸς εὑρίσκεται ἐν τῇ ὁδῷ κατακείμενος καὶ μὴ θεωρούμενος, καὶ μὴ βουλόμενος ὁ Θεὸς παραδοῦναι τὸν ἄνθρωπον τούτῳ τῷ πειρασμῷ, ἐξαίφνης ποιεῖ τὸν ὄφιν συρίσαι καὶ τοῦ τόπου ἀπελθεῖν ἢ ἕρπειν ἔμπροσθεν αὐτοῦ, κἀκεῖνος ἰδὼν παραφυλάττεται· καὶ ῥύεται ἐξ αὐτοῦ, καίπερ μὴ ὢν ἄξιος διὰ τὰς ἁμαρτίας τὰς ἀφανεῖς, ἃς μόνος αὐτὸς ἐπίσταται, καὶ μάλιστα διὰ τὸ ἔλεος αὐτοῦ.
Καὶ πάλιν συμβαίνει πολλάκις οἶκον ἢ τοῖχον ἢ λίθον πίπτειν καὶ τοῦ ἰδίου τόπου μετὰ ῥοίζου ὀλισθαίνειν, καί τινας εὑρίσκεσθαι ἐκεῖ καθημένους. Καὶ φιλανθρώπως ἀγγέλῳ ὁ Θεὸς ἐντέλλεται καὶ κατέχειν καὶ κρατεῖν ἄπτωτον τὸν τόπον, ἕως ἂν ἀναστῶσιν ἐκεῖθεν· ἢ καὶ διά τινος αἰτίας ἐξάγει αὐτούς, ὥστε μηδένα εὑρεθῆναι ὑποκάτω, ἅμα δὲ τῷ ἐξελθεῖν αὐτοὺς παραυτίκα πεσεῖν· ἐὰν δὲ καὶ συμβῇ τινὰ κατασχεθῆναι, μηδαμοῦ βλαβῆναι. Ἐν τούτῳ γὰρ βούλεται δεῖξαι τὸ μέγεθος τῆς δυνάμεως αὐτοῦ.
Ταῦτα μὲν καὶ τὰ τοιαῦτα, τῆς κοινῆς καὶ καθολικῆς προνοίας τοῦ Θεοῦ· ὁ δὲ δίκαιος, ταύτην ἔχει ἀχώριστον. Τοὺς μὲν γὰρ λοιποὺς ἀνθρώπους διακριτικῶς ἐκέλευσεν ὁ Θεὸς διοικῆσαι τὰ κατ’ αὐτούς, καὶ συγκεράσαι τῇ τοῦ Θεοῦ προνοίᾳ τὴν γνῶσιν, ἀλλ’ ὁ δίκαιος διὰ ταύτης τῆς γνώσεως διοικεῖσθαι τὰ κατ’ αὐτὸν οὐ δέεται—ἐκτήσατο γὰρ ἀντὶ ταύτης τῆς γνώσεως τὴν πίστιν, δι’ ἧς καθελεῖ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ—, καὶ ἀπό τινος τῶν ἀπηριθμημένων οὐ φοβηθήσεται, ὡς γέγραπται, δίκαιος ὡς λέων πεποιθώς, κατὰ παντὸς τολμῶν διὰ τῆς πίστεως, οὐχ’ ὡς πειράζων τὸν Κύριον, ἀλλ’ ὡς θαρρῶν αὐτῷ, ὥσπέρ τις καθωπλισμένος καὶ ἐνδεδυμένος τὴν τοῦ Πνεύματος δύναμιν.
Καὶ καθόσον διηνεκῆ ἔχει τὴν φροντίδα μετὰ τοῦ Θεοῦ. οὕτως καὶ ὁ Θεὸς εἴρηκε περὶ αὐτοῦ· μετ’ αὐτοῦ εἰμὶ ἐν θλίψει, ἐξελοῦμαι αὐτὸν καὶ δοξάσω αὐτόν, μακρότητος ἡμερῶν ἐμπλήσω αὐτὸν καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου.
Ὁ μέντοι χαῦνος καὶ ῥάθυμος εἰς τὸ ἔργον αὐτοῦ. ταύτην τὴν ἐλπίδα ἔχειν οὐ δύναται, ἀλλ’ ὁ διηνεκῶς ἐμμένων τῷ Θεῷ ἐν πᾶσι, καὶ προσεγγίζων αὐτῷ διὰ τῆς καλλονῆς τῶν ἔργων αὐτοῦ καὶ ἐκτείνων τὸ βλέμμα τῆς καρδίας αὐτοῦ πρὸς τὴν χάριν αὐτοῦ ἀδιαλείπτως, ὡς ἔφησεν ὁ θεῖος Δαβίδ· Ἐξέλιπον οἱ ὀφθαλμοί μου ἀπὸ τοῦ ἐλπίζειν με ἐπὶ τὸν Θεόν μου.
Τοῦ αὐτοῦ· Λόγος ΙΕʹ Περὶ τάξεως τῆς μοναδικῆς πολιτείας, συντομίας τε καὶ διαφορᾶς, καὶ πῶς καὶ ποίῳ τρόπῳ τίκτονται αἱ ἀρεταὶ ἐξ ἀλλήλων. Ἐκ τῆς ἐργασίας τῆς βιαίας τίκτεται ἡ θέρμη ἡ ἄμετρος, ἡ πυρπολουμένη ἐν τῇ καρδίᾳ ἐκ τῶν θερμῶν ἐνθυμήσεων τῶν καινῶς ἐπιπολευόντων τῇ διανοίᾳ.
Αὕτη δὲ ἡ ἐργασία καὶ ἡ φυλακὴ λεπτύνουσι τὸν νοῦν ἐν τῇ θέρμῃ αὐτῶν καὶ παρέχουσιν αὐτῷ ὅρασιν. Καὶ αὕτη ἡ ὅρασις τίκτει τοὺς θερμοὺς λογισμούς, οὓς προεῖπον, ἐν τῷ βάθει τῆς ὁράσεως τῆς ψυχῆς, ἥτις καλεῖται θεωρία· αὕτη δὲ ἡ θεωρία τίκτει τὴν θέρμην, καὶ ἐκ τῆς θέρμης ταύτης τῆς χάριτος τῆς ἐκ τῆς θεωρίας ἐπιγινομένης, γεννᾶται ἡ ἐπιρροὴ τῶν δακρύων. Ἐξ ἀρχῆς μὲν μικρομερῶς, τουτέστι πολλάκις ἐν μιᾷ ἡμέρᾳ, ἐπέρχεται τῷ ἀνθρώπῳ δάκρυα καὶ αὖθις ἐλλείπει, καὶ ἐκ τούτου ἔρχεται τὸ ἄπαυστον τῶν δακρύων, καὶ ἀπὸ τῶν ἀπαύστων δακρύων δέχεται ἡ ψυχὴ τὴν εἰρήνην τῶν λογισμῶν. Ἐκ τῆς εἰρήνης τῶν λογισμῶν ὑψοῦται εἰς τὴν καθαρότητα τοῦ νοῦ, καὶ διὰ τῆς καθαρότητος τοῦ νοῦ ἔρχεται ὁ ἄνθρωπος εἰς τὸ βλέπειν τὰ μυστήρια, διότι ἡ καθαρότης ἐν τῇ ἀπὸ τῶν πολέμων εἰρήνῃ κεκρυμμένη ἐστί. Μετὰ δὲ ταῦτα φθάνει ὁ νοῦς ἰδεῖν ἀποκαλύψεις καὶ σημεῖα, ὡς εἶδεν Ἰεζεκιὴλ ὁ προφήτης, ἅπερ εἰκονίζει τὰς τρεῖς τάξεις, δι’ ἃς προσεγγίζει τῷ Θεῷ ἡ ψυχή.
Τούτων ἁπάντων ἀρχή, ἡ πρὸς Θεὸν ἀγαθὴ πρόθεσις, καὶ τὰ εἴδη τῶν ἔργων τῆς ἡσυχίας τὰ ἀμετάτρεπτα, ἅπερ τίκτεται ἐκ τῆς πολλῆς ἐκκοπῆς καὶ τοῦ μακρυσμοῦ τῶν βιωτικῶν. Οὐ τοσοῦτον δὲ ἀναγκαῖον ἐστὶ τὰ εἴδη τούτων τῶν ἔργων καθ’ ἕκαστον εἰπεῖν, διότι τοῖς πᾶσιν εἰσὶν ἐγνωσμένα. Ὅμως. ἐπειδὴ ἀζήμιος πέφυκεν ἡ τούτων ἔκθεσις τοῖς ἐντυγχάνουσιν. ἐπικερδὴς δὲ μᾶλλον, ὡς ἔγω γε φημί, οὐκ ὀκνητέον ἐκθέσθαι ταῦτα, ἅτινα εἰσίν· ἡ πεῖνα, ἡ ἀνάγνωσις, ἡ ὁλόνυκτος καὶ νήφουσα ἀγρυπνία κατὰ τὴν ἑκάστου δύναμιν. καὶ τὸ πλῆθος τῶν μετανοιῶν, ὅπερ ποιεῖν χρειῶδες ἐν ταῖς ὥραις τῆς ἡμέρας καὶ ἐν νυκτὶ πολλάκις.
Ἔστω δὲ τὸ ἐλάχιστον. ποιῆσαι τριάκοντα μετανοίας ἐφάπαξ καὶ μετέπειτα προσκυνῆσαι τὸν τίμιον σταυρὸν καὶ ἀναχωρῆσαι. Εἰσὶ δὲ οἵτινες προστιθέασι τῷ μέτρῳ τούτων κατὰ τὴν ἑαυτῶν δύναμιν· ἄλλοι ἐν μιᾷ εὐχῇ ποιοῦσι τρεῖς ὥρας, ἔχοντες τὸν νοῦν νήφοντα καὶ ῥίπτοντες ἑαυτοὺς ἐπὶ πρόσωπον χωρὶς βίας καὶ λογισμῶν μετεωρισμοῦ. Καὶ ταῦτα τὰ δύο εἴδη δηλοῦσι καὶ ἐμφαίνουσι τὸ πλῆθος τοῦ πλούτου τῆς χάριτος, ἥτις ἑκάστῳ τῶν ἀνθρώπων κατὰ τὴν οἰκείαν ἀξίαν διαιρεῖται.
Τίς δὲ ὁ τρόπος τῆς ἑτέρας προσευχῆς καὶ τῆς ἐν αὐτῇ διαμονῆς τῆς ἐλευθέρας ἀπὸ τῆς βίας, οὐ δίκαιον ἐλογισάμην ἐμφανίσαι, οὐδὲ γλώττης λόγοις καὶ χαραγμαῖς ἐκφέρειν αὐτῆς τὴν τάξιν, ἵνα μὴ ὁ ἀναγινώσκων, μηδὲν εὑρεθεὶς καταλαβὼν ὧν ἀναγινώσκει, νομίσῃ ἄναλτα εἶναι τὰ γεγραμμένα ἤ, ἐὰν εὑρεθῇ εἰδὼς ταῦτα, γένηται ἐξευτελίζων τὸν μὴ εἰδότα τὴν τῶν πραγμάτων τάξιν· καὶ ἐκ τούτου μὲν μέμψις, ἐκ δὲ τοῦ ἑτέρου γέλως, καὶ εὑρεθήσομαι βάρβαρος ἐν τοῖς τοιούτοις πράγμασι, κατὰ τὸ τοῦ ἀποστόλου λόγιον, ὅπερ περὶ τοῦ προφητεύοντος εἴρηκεν.
Ὁ οὖν ἐπιθυμῶν μαθεῖν ταῦτα, διοδευέτω ἐν τῇ ὁδῷ τῇ προγεγραμμένῃ καὶ ἀκόλουθον ποιείτω τὴν ἐργασίαν τῇ διανοίᾳ· καὶ ὅταν ἐν τούτοις γένηται ἐν ἔργῳ, αὐτὸς ἀφ’ ἑαυτοῦ μαθήσεται. «Καθέζου» γάρ φησιν «ἐν τῷ κελλίῳ σου, καὶ τὸ κελλίον πάντα σε διδάσκει».
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.