Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσαὰκ ὁ Σύρος – Λόγοι ἀσκητικοί

Ἰσαὰκ ὁ Σύρος

Λόγοι ΚΖ'-Λ': Η θεία σοφία, οι δαιμονικοί πόλεμοι και η πνευματική μέριμνα

Ερωταποκρίσεις περί σοφίας και αποταγής του κόσμου, η ποικιλία των δαιμονικών επιθέσεων, η αξία της νηστείας, οι καρποί της αδιάλειπτης ησυχίας και οι κινήσεις του νου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσαὰκ ὁ Σύρος

—

Κεφάλαιο 10 από 18

ΚΖʹ Τοῦ αὐτοῦ· Ὁμιλία κατὰ πεῦσιν καὶ ἀπόκρισιν. Ἐρώτησις. Ποίῳ δεσμῷ συνέχεται ἡ καρδία τοῦ μὴ τρέχειν εἰς τὰ κακά; Ἀπόκρισις. Τῷ ἀκολουθῆσαι διαπαντὸς τῇ σοφίᾳ καὶ πλεονεκτεῖν ἐν τῇ διδαχῇ τῆς ζωῆς· ἄλλος γὰρ δεσμὸς ἰσχυρότερος τῇ ἀταξίᾳ τῆς διανοίας οὐκ ἔστιν.

Ἐρώτησις. Ἕως πότε ὁ ὅρος τοῦ στέρξαι τῷ κατακολουθοῦντι τῇ σοφίᾳ, καὶ ἐν τίνι τελειοῦται ἡ μάθησις αὐτῆς; Ἀπόκρισις. Οὕτως οὐ δυνατὸν φθάσαι ἐν πορείᾳ τὸν ὅρον τοῦτον, ὡς καὶ οἱ ἄγγελοι οἱ ἅγιοι ἐλλιπεῖς εἰσι πρὸς τὴν τελειότητα αὐτῆς· τῆς σοφίας γὰρ οὐκ ἔστι πέρας τῆς ὁδοιπορίας αὐτῆς· ἕως δὲ τούτου ὑψοῦται, ἕως οὗ ἑνώσῃ τῷ Θεῷ τὸν κατακολουθοῦντα αὐτῇ· καὶ τοῦτο τὸ σημεῖον αὐτῆς, ὅτι ἀπέραντός ἐστιν ἡ κατανόησις αὐτῆς· ἡ σοφία, αὐτός ἐστιν ὁ Θεός.

Ἐρώτησις. Ποία ἐστὶν ἡ πρώτη τρίβος καὶ ἀρχή, ἥτις ποιεῖ ἡμᾶς πλησιάσαι τῇ σοφίᾳ; Ἀπόκρισις. Τὸ ἐν πάσῃ δυνάμει καταδιῶξαι τὸν Θεὸν καὶ σπουδάσαι ἐν τῇ καταδιώξει αὐτοῦ ὁλοψύχως, ὡς καὶ αὐτὴν τὴν ζωὴν αὐτοῦ, κἂν δέῃ, ἀποδύσασθαι καὶ ῥίψαι αὐτὴν ἐξ ἑαυτοῦ διὰ τὴν ἀγάπην τοῦ Θεοῦ μὴ ἀμελήσῃ.

Ἐρώτησις. Τίς ἐστιν ὁ ἀξίως ὀνομαζόμενος συνετός; Ἀπόκρισις. Ὁ ἐν ἀληθεία συνεὶς ὅτι τῆς ζωῆς ταύτης ὅρος ἐστίν, αὐτός ἐστιν ὁ δυνάμενος ποιῆσαι ὅρον ταῖς πλημμελείαις αὐτοῦ. Ποία γὰρ γνῶσις ἢ σύνεσις μείζων ταύτης, τοῦ σοφίσασθαι τινὰ τοῦ ἐξελθεῖν ἐκ ταύτης τῆς ζωῆς ἐν ἀφθαρσίᾳ, μὴ ἔχοντα μέλος μεμιασμένον ἐκ τῆς ὀσμῆς τῆς ἐπιθυμίας, μὴ δὲ ῥύπον ἐν τῇ ψυχῇ ἐκ τῆς γλυκύτητος αὐτῆς; Ἄνθρωπος, λεπτύνων τὰ νοήματα αὐτοῦ <τοῦ> εἰσελθεῖν εἰς τὰ μυστήρια ὅλων τῶν φύσεων, καὶ πλουτῶν ἐν ἐφευρέσει καὶ κατανοήσει ἐν πάσῃ γνώσει, καὶ <εἰ> ἡ ψυχὴ αὐτοῦ μεμιασμένη τῷ ῥύπῳ τῆς ἁμαρτίας, καὶ οὐκ ἐκτήσατο μαρτυρίαν ἐν ἐλπίδι ψυχῆς αὐτοῦ φθάσαι καλῶς τὸν λιμένα τῆς πεποιθήσεως, οὐκ ἔχει ὁ κόσμος ἀφρονέστερον αὐτοῦ· ἔως τῆς ἐλπίδος τοῦ κόσμου τούτου μόνον μετήνεγκαν αὐτὸν τὰ ἔργα αὐτοῦ ἐν τῷ δρόμῳ τῷ ἀδιαλείπτῳ τῷ πρὸς αὐτόν.

Ἐρώτησις. Ποῖος ἐστὶν ὁ ἰσχυρὸς ἐν τῇ ἀληθείᾳ; Ἀπόκρισις. Ὁ εὐδοκῶν ἐν θλίψεσι προσκαίροις, ἐν αἷς κέκρυπται ἡ δόξα τῆς νίκης αὐτοῦ καὶ οὐκ ἐπεθύμησε τὸν πλατυσμὸν ἐν ᾦ κέκρυπται ἡ ζωὴ τῆς αἰσχύνης, καὶ ἐν παντὶ καιρῷ ποτίζοντα τὸν εὑρίσκοντα αὐτὸν ποτήριον στεναγμοῦ.

Ἐρώτησις. Εἰ βλάπτει ἆρα ἐν τῇ ὁδοιπορίᾳ τῇ πρὸς τὸν Θεόν, ἐάν τις ἐκκλίνει ἐκ τῶν ἔργων τῶν ἀγαθῶν διὰ τοὺς πειρασμούς; Ἀπόκρισις. Οὐκ ἐνδέχεται τινὰ πλησιάσαι τῷ Χριστῷ χωρὶς θλίψεως, καὶ οὐ φυλάττεται ἡ δικαιοσύνη αὐτοῦ ἀναλλοίωτος χωρὶς αὐτῆς. Καὶ ἐὰν κόψῃ τὰ ἔργα τὰ αὐξάνοντα αὐτήν, κόπτει καὶ τὰ φυλάττοντα αὐτήν, καὶ ὡς θησαυρὸς ἀφύλακτος εὑρίσκεται, καὶ ὡς ἀθλητὴς γυμνωθεὶς τῶν ὅπλων αὐτοῦ, ὅτε περιεκύκλωσαν αὐτὸν τὰ τάγματα τῶν ἐχθρῶν αὐτοῦ, καὶ ὥσπερ ναῦς εὑρίσκεται, μὴ ἔχουσα τὰ σκεύη αὐτῆς, καὶ ὡς παράδεισος, ὅστις ἐκόπη ἐξ αὐτοῦ ἡ πηγὴ τοῦ ὕδατος.

Ἐρώτησις. Τίς ἐστιν ὁ πεφωτισμένος ἐν τοῖς νοήμασιν αὐτοῦ; Ἀπόκρισις. Ὅστις ἔφθασε καὶ εὗρε τὴν πικρότητα τὴν κεκρυμμένην ἐν τῇ γλυκύτητι τοῦ κόσμου, καὶ ἐκώλυσε τὸ στόμα αὐτοῦ ἐκ τούτου τοῦ ποτηρίου τοῦ μὴ πιεῖν αὐτό, καὶ ἀεὶ ἐρευνᾷ περὶ τῆς σωτηρίας τῆς ψυχῆς αὐτοῦ καὶ μὴ παυόμενος ἐκ τοῦ δρόμου, ἕως ἂν ἐκλυθῇ ἐκ τοῦ κόσμου τούτου, καὶ κλείων τὰς θύρας τῶν αἰσθήσεων αὐτοῦ, ἵνα μήποτε εἰσέλθῃ ἐν αὐτῷ ὁ πόθος τοῦ βίου τούτου καὶ κλέψῃ ἐξ αὐτοῦ τοὺς κρυπτοὺς θησαυροὺς αὐτοῦ.

Ἐρώτησις. Τί ἐστιν ὁ κόσμος, καὶ πῶς γινώσκομεν αὐτόν, καὶ τί βλάπτει τοὺς ἀγαπῶντας αὐτόν. Ἀπόκρισις. Ὁ κόσμος πόρνη ἐστίν, ἥτις τῇ ἐπιθυμίᾳ τοῦ κάλλους αὐτῆς ἕλκει τοὺς ὁρῶντας εἰς τὸν πόθον αὐτῆς. Καὶ ὁ κρατηθεὶς μερικῶς τῷ πόθῳ αὐτοῦ καὶ περιπλακεὶς αὐτῷ, οὐ δύναται ἐκλυτῶσαι ἐκ τῶν χειρῶν αὐτοῦ, ἕως οὗ ἀποδύσῃ αὐτὸν τὴν ζωὴν αὐτοῦ, καὶ ὅταν γυμνώσῃ αὐτὸν ἐκ πάντων καὶ ἐκφέρῃ αὐτὸν ἐκ τοῦ οἴκου αὐτοῦ ἐν τῇ ἡμέρᾳ τοῦ θανάτου αὐτοῦ. Γνωρίζει αὐτὸν ὁ ἄνθρωπος, ὅταν τις ἀγωνίσηται ἐξελθεῖν ἐκ τοῦ σκότους τοῦ κόσμου τούτου, ἕως οὗ ἔστι κεκρυμμένος ἐν αὐτῷ, οὐ δύναται ἰδεῖν τὰς περιπλοκὰς αὐτοῦ. Καὶ οὗτος ὁ κόσμος· οὐ μόνον τοὺς μαθητὰς αὐτοῦ καὶ τὰ τέκνα αὐτοῦ καὶ τοὺς δεδεμένους ἔνδον αὐτοῦ κρατεῖ, ἀλλὰ καὶ τοὺς ἀκτήμονας καὶ ἀσκητὰς καὶ τοὺς κλάσαντας τὰ δεσμὰ αὐτοῦ, καὶ προσάπαξ ἐγένοντο ἐπάνωθεν αὐτοῦ· ἰδοὺ ἤρξατο θηρεύειν αὐτοὺς εἰς τὰ ἔργα αὐτοῦ καὶ τιθεῖ αὐτοὺς κάτωθεν τῶν ποδῶν αὐτοῦ.

Ἐρώτησις. Τί ποιοῦμεν τῷ σώματι, ὅταν περικυκλώσῃ αὐτὸ ἡ ὀδύνη καὶ τὸ βάρος, ὅτι συγχαυνοῦται αὐτῷ τὸ θέλημα τὸ ἐκ τῆς ἐπιθυμίας τοῦ ἀγαθοῦ καὶ τῆς ἰσχύος αὐτοῦ τῆς πρώτης; Ἀπόκρισις. Τοῦτο γίνεται πολλάκις ἔν τισιν. ὅτι τὸ ἥμισυ αὐτῶν ἐξῆλθεν ὀπίσω τοῦ Θεοῦ καὶ τὸ ἥμισυ αὐτῶν ἔμεινεν ἐν τῷ κόσμῳ.

Καὶ ἡ καρδία αὐτῶν οὐκ ἐκόπη ἐκ τῶν ἐντεῦθεν, ἀλλὰ διεμερίσθησαν καθ’ ἑαυτῶν, καί ποτε μὲν ἔμπροσθεν βλέπουσι, ποτὲ δὲ ὄπισθεν. Καὶ ὡς νομίζω ἐγώ, ὅτι ὁ σοφὸς τοὺς οὕτω μεμερισμένους καὶ προσεγγίζοντας τῇ ὁδῷ τοῦ Θεοῦ παραινεῖ λέγων· Μὴ προσέλθῃς αὐτῇ ἐν δύο καρδίαις ἀλλ’ ὡς ὁ σπείρων καὶ ὡς ὁ θερίζων πρόσελθε αὐτῇ. Καὶ ὁ Κύριος, τοὺς τελείως ἀποτασσομένους τῷ κόσμῳ, ὅτε εἶδε τινὰς ἐξ αὐτῶν τοιούτους ὄντας μεμερισμένους, τοὺς ἑκουσίως παρασκευασθέντας, καὶ τῷ λογισμῷ αὐτῶν εἰς τὰ ὀπίσω στρεφομένους ἐκ τῆς προφάσεως τοῦ φόβου τῶν θλίψεων, καὶ τὴν ἐπιθυμίαν τῆς σαρκὸς ὅτι ἀκμὴν οὐκ ἔρριψαν αὐτὴν ἐξ αὐτῶν, ὅτε ἠθέλησε ῥίψαι ἐξ αὐτῶν τὴν χαύνωσιν τῆς διανοίας, εἶπεν αὐτοῖς λόγον ὡρισμένον· Ὅστις θέλει ὀπίσω μου ἐλθεῖν, πρῶτον ἀπαρνησάσθω ἑαυτόν.

Ἐρώτησις. Καὶ τί ἐστιν ἡ ἀπάρνησις ἡ λεγομένη ὧδε; Ἀπόκρισις. Αὕτη ἐστὶν ἡ ἀπάρνησις τοῦ σώματος· ὥσπερ ὁ ἑτοιμασθεὶς ἀνελθεῖν ἐν τῷ σταυρῷ, λαμβάνει τὴν ἔννοιαν τοῦ θανάτου ἐν τῷ λογισμῷ αὐτοῦ καὶ οὕτως ἐξέρχεται ὡς ἄνθρωπος μὴ ἐνθυμούμενος πάλιν ἔχειν μέρος ζωῆς ἐν τῇ ζωῇ ταύτῃ· τοῦτο δὲ ἐστὶ τό, Λάβε τὸν σταυρόν σου καὶ ἀκολούθει μοι. Ὁ σταυρὸς ἔστι θέλημα ἕτοιμον πρὸς πᾶσαν θλίψιν. Καὶ ὅτε ἠθέλησε διδάξαι διατί ταῦτα οὕτως ἐστίν, εἶπεν· Ὁ θέλων ζῆσαι ἐν τῷ κόσμῳ τούτῳ, ἀπόλλει ἑαυτὸν ἐκ τῆς ζωῆς τῆς ἀληθινῆς, καὶ ὁ ἀπόλλων ἑαυτὸν ὧδε ἕνεκεν ἐμοῦ, εὑρίσκει ἑαυτὸν ἐκεῖ. Τουτέστιν ὁ διαβαίνων ἐν τῇ ὁδῷ τοῦ σταυροῦ, καὶ τὰ διαβήματα αὐτοῦ ἐν αὐτῇ τιθῶν, καὶ ἔχων πάλιν μέριμναν τῆς ζωῆς ταύτης, ἀπόλλει ἑαυτὸν ἐκ τῆς ἐλπίδος, δι’ ἣν ἐξῆλθε θλιβῆναι, ὅτι αὕτη ἡ μέριμνα οὐκ ἐᾷ αὐτὸν προσεγγίσαι τῇ θλίψει, ἀλλ’ ἐν τῇ διαμονῇ αὐτῆς πρὸς ἑαυτὴν ἕλκει αὐτὸν κατὰ μικρὸν καὶ ἐκφέρει αὐτὸν ἐκ μέσου τοῦ ἀγῶνος τῆς ζωῆς τῆς μακαριότητος, καὶ αὐξάνει ἐν αὐτῷ ὁ λογισμὸς οὗτος, ἕως ἂν νικήσῃ αὐτόν· ὁ δὲ ἀπόλλων τὴν ψυχὴν αὐτοῦ ἐν τῇ διανοίᾳ αὐτοῦ διὰ τὸ εὑρεῖν τὸν πόθον μου, οὗτος ἀνέγκλητος καὶ ἀβλαβὴς φυλάττεται εἰς τὴν αἰώνιον ζωήν· τοῦτο ἐστίν· Ὁ ἀπόλλων τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν.

Λοιπὸν ἐντεῦθεν ἐξ ἑαυτοῦ ἑτοίμασον τὴν ψυχήν σου εἰς ἀφανισμὸν τέλειον ἐκ ταύτης τῆς ζωῆς· ἐὰν δὲ ἀπόλλῃς ἑαυτὸν ἐκ τῆς ζωῆς ταύτης ἐν ταύτῃ τῇ διανοίᾳ ε<ὕρῃ σε>, “δώσω σοι ζωὴν αἰώνιον καθὼς ἐπηγγειλάμην σοι· ἐὰν δὲ ἐν τῇ ζωῇ ταύτῃ μείνῃς, τὴν ἐπαγγελίαν μου ἐν ἔργῳ ἐνδείξομαί σοι ἐνταῦθα, τὴν βεβαίωσιν τῶν μελλόντων ἀγαθῶν”· καὶ τότε εὑρίσκεις τὴν ζωὴν τὴν αἰώνιον, ὅτε τῆς ζωῆς ταύτης καταφρονήσεις· καὶ ὅτε εἰσέλθῃς ἐν τοιαύτῃ παρασκευῇ εἰς τὸν ἀγῶνα, τότε καταφρονεῖται ἐν ὀφθαλμοῖς σου πάντα τὰ νομιζόμενα ἐπίπονα καὶ θλιβερά· ὅτε γὰρ ὁ νοῦς οὕτως παρασκευασθῇ, οὐκ ἔχει ἀγῶνα οὐδὲ θλίψιν ἐν τῷ καιρῷ τοῦ κινδύνου τοῦ θανάτου.

Διατοῦτο ἀκριβῶς ἐὰν μὴ μισήσῃ ἄνθρωπος τὴν ζωὴν τοῦ κόσμου διὰ τὴν ἐπιθυμίαν τῆς μελλούσης ζωῆς, οὐ δύναται ὑπομεῖναι τὰς θλίψεις. Ἐρώτησις. Ποίῳ τρόπῳ κόπτει ὁ ἄνθρωπος τὴν πρώτην συνήθειαν αὐτοῦ καὶ συνεθίζει ἑαυτὸν ἐν τῇ ζωῇ τῆς ἐνδείας καὶ τῆς ἀσκήσεως;

Ἀπόκρισις. Ζῆσαι τὸ σῶμα ἐκτὸς τῆς χρείας αὐτοῦ οὐ πείθεται ὅσον περιέχεται ταῖς αἰτίαις τῆς τρυφῆς καὶ τῆς χαυνώσεως, ὅτι ὅταν εὕρῃ ἰδεῖν τὴν θεωρίαν τῆς τρυφῆς καὶ τῶν πραγμάτων, ἐξυπνίζεται ἐν αὐτῷ ἡ ἐπιθυμία αὐτῶν διακαίουσα. Καλῶς λοιπὸν ὁ λυτρωτὴς τῷ ἀκολουθοῦντι αὐτῷ ἐνετείλατο γυμνωθῆναι καὶ ἐξελθεῖν ἐκ τοῦ κόσμου, διότι πρῶτον θέλει ῥίψαι ὁ ἄνθρωπος τὰς αἰτίας τῆς χαυνώσεως ἐξ αὐτοῦ, καὶ οὕτως προσεγγίσαι τῷ ἔργῳ.

Καὶ ὁ Κύριος, ὅτε ἤρξατο πολεμεῖν μετὰ τοῦ διαβόλου, ἐν ἐρήμῳ ξηροτάτῃ ἐπολέμησεν αὐτόν. Καὶ ὁ Παῦλος παραινεῖ ἐξελθεῖν ἐκ τῆς πόλεως τοὺς αἴροντας τὸν σταυρὸν τοῦ Χριστοῦ· Συνεξέλθωμεν αὐτῷ φησιν ἔξωθεν τῆς πόλεως καὶ λάβωμεν τὸν ὀνειδισμὸν αὐτοῦ, ὅτι ἔξωθεν τῆς πόλεως ἔπαθεν. Ἐκ γὰρ τοῦ ἀφορίσαι τινὰ ἑαυτὸν ἐκ τοῦ κόσμου καὶ τῶν αὐτοῦ, ταχέως λανθάνει ὁ ἄνθρωπος τὴν πρώτην αὐτοῦ συνήθειαν καὶ οὐ κοπιᾷ χρόνον πολὺν ἐν τούτοις. Τὸ δὲ πλησιάσαι ἑαυτὸν τῷ κόσμῳ καὶ τοῖς πράγμασιν αὐτοῦ, ταχέως χαυνοῖ τὴν ἰσχὺν τῆς διανοίας αὐτοῦ. Καὶ βοηθεῖ καὶ προσήκει ἐν τῷ ἀγῶνι τούτῳ τὸ εἶναι ἐν ἐνδείᾳ καὶ ὑστερήσει τὴν κατάστασιν τοῦ κελλίου τοῦ μοναχοῦ, καὶ ἵνα γένηται τὸ κελλίον αὐτοῦ κενὸν καὶ ἀργὸν ἀπὸ πάντων τῶν κινούντων ἐν αὐτῷ τὴν ἐπιθυμίαν τῆς ἀναπαύσεως· ὅταν γὰρ αἱ αἰτίαι τῆς χαυνώσεως ἀπέχωσιν ἐκ τοῦ ἀνθρώπου, οὐ κινδυνεύει ἐν τῷ διπλῷ πολέμῳ, τῷ ἐξωτέρῳ καὶ τῷ ἐσωτέρῳ. Ἴδε <ἐκ> πόσου ἀγῶνος ὑστερεῖ ὅτε ἄνθρωπος ἐπιθυμήσει <τὰ πράγματα> μακρόθεν, ἐκ τοῦ ἔχοντος ἐκ τοῦ σύνεγγυς τινὰ καὶ ἐν τῇ θεωρίᾳ αὐτῶν ἐπιθυμίαν ποιοῦντα τῷ λογισμῷ. Ὦδε ὁ ἀγὼν διπλοῦς ἐστιν.

Ὅτε χρήζει ὁ ἄνθρωπος εἰς τὸ σκήνωμα αὐτοῦ καὶ ἡ χρεία αὐτοῦ εὐκαταφρόνητος, οὐδὲ ἐν τῷ ἀναγκαίῳ καιρῷ τῆς χρείας αὐτοῦ θεωρεῖ αὐτὴν μετ’ ἐπιθυμίας, καὶ ἐν ὀλίγῳ τινὶ πείθει τὸ σῶμα, καὶ τοῦτο ὡς εὐκαταφρόνητον παρ’ αὐτῷ βλέπει, καὶ οὐ διὰ τὴν ἡδύτητα αὐτοῦ τοῦ βρώματος προσεγγίζει αὐτῷ, ἀλλ’ ἵνα τὴν φύσιν ἀντιλάβηται καὶ ἐνισχύσῃ.

Αὗται αἱ προφάσεις ταχέως ἀναφέρουσι τινὰ εἰς τὴν ἄσκησιν ἀθλίπτῳ καὶ ἀλύπῳ λογισμῷ. Προσήκει τῷ μοναχῷ φεύγειν τὰ πολεμοῦντα αὐτῷ καὶ μὴ συναναμίγνυσθαι αὐτοῖς καὶ ἐγκρατεύεσθαι ἀπὸ τῆς θεωρίας αὐτῶν καὶ μακρυνθῆναι ἀπὸ τοῦ πλησιασμοῦ αὐτῶν.

Καὶ τοῦτο λέγω οὐ μόνον περὶ τῆς γαστρός, ἀλλὰ καὶ περὶ πάντων τῶν ἐν τῇ πείρᾳ, ἐν οἷς πειράζεται καὶ δοκιμάζεται τοῦ μοναχοῦ ἡ ἐλευθερία. Ὅτε γὰρ ἔλθῃ ὁ ἄνθρωπος πρὸς τὸν Θεόν, διαθήκην μετὰ τοῦ Θεοῦ ἐποίησεν ἀπέχεσθαι ἐκ πάντων τούτων· ταῦτα δὲ εἰσὶ τὸ μὴ ὁρᾶν πρόσωπον γυναικός, καὶ τὸ μὴ ἰδεῖν τὰ πρόσωπα τῶν εὐπρεπῶν, καὶ τὸ μηδενὸς ἐπιθυμεῖν ἢ τρυφᾶν, καὶ τὸ μὴ ἰδεῖν τὴν εὐκοσμίαν τῶν ἐνδυμάτων, καὶ τὸ μὴ ἰδεῖν πᾶσαν τάξιν τῶν κοσμικῶν, μήτε ἀκοῦσαι τοὺς λόγους αὐτῶν, μὴ δὲ τὰ περὶ αὐτῶν, διότι πολλὴν δύναμιν κτῶνται τὰ πάθη ἐκ τοῦ πλησιασμοῦ τινῶν τῶν χαυνούντων τὸν ἀγωνιστήν, καὶ ἀλλοιοῦσι τὴν φρόνησιν καὶ τὴν αὐτοῦ πρόθεσιν. Καὶ ἐὰν αἱ θεωρίαι τῶν καλῶν κινῶσι τὴν προαίρεσιν τοῦ ὄντος ἐν τῷ ζήλῳ ἐκκλίνειν εἰς τὴν ἐργασίαν αὐτῶν, καὶ τὰ ἐναντία τούτων ἔχουσιν ἰσχὺν αἰχμαλωτίσαι τὴν διάνοιαν εἰς αὐτά· καὶ ἐὰν πλέον τί οὐ γένηται μόνον τῇ διανοίᾳ τῇ ἡσυχαζούσῃ, ἀλλ’ εἰς ἀγῶνα καὶ πόλεμον ἐμβάλλει ἑαυτόν, καὶ τοῦτο ζημία μεγάλη ἐστίν, ἵνα ἐκ τῆς εἰρήνης εἰς θόλωσίν τις ἑκουσίως ἐμβάλῃ ἑαυτόν.

Καὶ ἐάν τις τῶν γερόντων τῶν ἀσκητῶν καὶ ἀγωνιστῶν, ἰδὼν ἀγένειον, τὸν ὅμοιον τῶν γυναικῶν, ἐλογίσατο τοῦτο ἐπιβλαβὲς τῷ λογισμῷ καὶ ἐπιζήμιον ἐν τῷ ἀγῶνι αὐτοῦ, τίς ἐστιν ὃς ἐν ἄλλοις ἀμελῆσαι δύναται; Ὁπότε οὗτος ὁ ἅγιος οὐ κατεδέξατο εἰσελθεῖν καὶ ἀσπάσασθαι ἀδελφόν, διότι ἀνέκρινεν ὁ σοφὸς γέρων ὅτι «ἐὰν μόνον ἐνθυμηθῶ ἐν τῇ νυκτὶ ταύτῃ ὅτι ἐστὶν ἐνταῦθα τί τοιοῦτον, τοῦτο ζημία μεγάλη», καὶ διατοῦτο οὐκ εἰσῆλθε καὶ εἶπεν αὐτοῖς· «Ἐγὼ μέν, τέκνα, οὐ φοβοῦμαι, ἀλλ’ ὅμως τί θέλω ἐνέγκαι ἐμαυτῷ πόλεμον μάτην; ἡ γὰρ μνήμη τῶν τοιούτων ταραχὴν ἀνόνητον ἐν τῇ διανοίᾳ ποιεῖ;» Εἰς ἕκαστον γὰρ τῶν τοῦ σώματος τούτων, καὶ ἔχει πόλεμον εἰς αὐτὰ ὁ ἄνθρωπος καὶ θέλει φυλάξασθαι ἑαυτὸν ἐξ αὐτῶν, σμικρύνει τὸν πόλεμον αὐτοῦ εἰς αὐτὰ <ὅσον εὑρίσκονται μακρόθεν>, ὥστε ὅτε ἐγγίζουσι, κἂν βιάζηται ὁ ἄνθρωπος εἰς τὸ ἀγαθόν, ἀλλ’ ὅμως κινδυνεύει ἐξ αὐτῶν θεωρῶν καὶ ἐπιθυμῶν ἀεί.

Φάρμακα πολλὰ θεωροῦμεν κεκαλυμμένα ἐν τῇ γῇ, καὶ ἐν τῷ θέρει διὰ τὸν καύσωνα οὐδεὶς γινώσκει αὐτά· ὅτε δὲ νοτισθῶσιν ἐκ τοῦ ὕδατος καὶ ὀσφρανθῶσι τῆς δυνάμεως τῆς ψυχρότητος τοῦ ἀέρος, τότε φαίνεται ἕκαστον εἶδος τεθαμμένον ἐν τῇ γῇ ὅπου ἐστίν. Οὕτως καὶ ὁ ἄνθρωπος· ὅτε ἔστιν ἐν τῇ χάριτι τῆς ἡσυχίας καὶ ἐν τῇ θέρμῃ τῆς ἐγκρατείας, ἐκ πολλῶν παθῶν ἀναπαύεται· ἐὰν δὲ ἔλθῃ εἰς τὰ πράγματα τοῦ κόσμου, τότε βλέπει πῶς ἕκαστον πάθος ἐγείρεται καὶ κουφίζει τὴν κεφαλὴν αὐτοῦ, μάλιστα ἐὰν ὀσφρανθῶσιν ὀσμὴν ἀναπαύσεως.

Καὶ τοῦτο εἶπον, ἵνα μὴ θαρρήσῃ τις, ὅσον ζῇ ἐν τῷ σώματι τούτῳ, ἕως ἂν ἀποθάνῃ, καὶ ἵνα δείξω ὅτι τὸ φεύγειν καὶ τὸ μακρύνειν ἑαυτὸν πόσον βοηθοῦσιν εἰς τὸν ἀγῶνα. Τὰ πράγματα τὰ φέροντα ἡμῖν αἰσχύνην ἐν τῇ μνήμῃ αὐτῶν, δέον ἡμᾶς αὐτὰ φοβεῖσθαι καὶ μὴ καταπατῆσαι τὴν συνείδησιν καὶ καταφρονῆσαι αὐτῆς.

Ἐν τῇ ἐρήμῳ χωρὶς αἰτίας πειράσωμεν τὸ σῶμα καὶ ποιήσωμεν κτᾶσθαι τὴν ὑπομονήν· τὸ δὲ μειζότερον πάντων, ὅπου ἂν ᾖ τίς, ἵνα ἀπέχῃ τὸ αἴτιον τοῦ πολέμου, καὶ ἐὰν θλίβηται, ἀλλ’ ἄφοβος ἐστίν, ἵνα μή, ὅταν ἔλθῃ χρεία, πέσῃ διὰ τὴν ἐγγύτητα αὐτοῦ.

Ἐρώτησις. Ὅστις ἀπέρριψεν ἐξ αὐτοῦ ὅλον τὸν περισπασμὸν καὶ εἰσῆλθεν εἰς τὸν ἀγῶνα, ποία ἀρχή ἐστιν αὐτῷ ἐν τῷ πολέμῳ τῆς ἁμαρτίας, καὶ πόθεν ἄρχεται ἐν τῇ πάλῃ; Ἀπόκρισις. Τοῦτο πᾶσι γνώριμον, ὅτι ἑκάστῳ ἀγῶνι τῆς ἁμαρτίας καὶ τῆς ἐπιθυμίας, ὁ κόπος τῆς νηστείας ἐστὶν ἡ ἀρχή, μάλιστα τῷ ἀνταγωνιζομένῳ πρὸς τὴν ἐν ἡμῖν ἔνδον ἁμαρτίαν. Καὶ τὸ σημεῖον τοῦ μίσους τῆς ἁμαρτίας καὶ τῆς ἐπιθυμίας αὐτῆς, ἐκ τούτου ὁρᾶται τοῖς ἀνταγωνιζομένοις πρὸς τὸν ἀόρατον πόλεμον τοῦτον· ἐν τῇ νηστείᾳ ἄρχονται, καὶ μετὰ τοῦτο ἡ ἀγρυπνία τῆς νυκτός.

Ὁ ἐν πάσῃ τῇ ζωῇ αὐτοῦ τὴν ὁμιλίαν τῆς συζυγίας ταύτης ἀγαπῶν, οὗτος φίλος τῆς σωφροσύνης γίνεται. Καθὼς ἡ ἀνάπαυσις τῆς γαστρός, ἀρχὴ πάντων τῶν κακῶν, καὶ ἡ χαυνότης τοῦ ὕπνου, ἡ ἐξάπτουσα τὴν ἐπιθυμίαν τῆς πορνείας, οὕτως ἡ ὁδὸς τοῦ Θεοῦ ἡ ἁγία καὶ πάσης ἀρετῆς ὁ θεμέλιος, ἡ νηστεία ὑπάρχει καὶ ἡ ἀγρυπνία καὶ ἡ γρήγορσις ἐν τῇ λειτουργίᾳ τοῦ Θεοῦ, ἐν σταυρώσει τοῦ σώματος ὅλην τὴν νύκτα ἐξεναντίας τῆς γλυκύτητος τοῦ ὕπνου.

Ἡ νηστεία ὑπερασπισμός ἐστι πάσης ἀρετῆς, καὶ ἀρχὴ τοῦ ἀγῶνος, καὶ στέφανος τῶν ἐγκρατῶν, καὶ τὸ κάλλος τῆς παρθενίας καὶ τοῦ ἁγιασμοῦ, καὶ ἡ λαμπρότης τῆς σωφροσύνης, καὶ ἡ ἀρχὴ τῆς ὁδοῦ τοῦ χριστιανισμοῦ, καὶ ἡ μήτηρ τῆς προσευχῆς, καὶ ἡ πηγὴ τῆς φρονήσεως, καὶ ἡ διδάσκαλος τῆς ἡσυχίας, καὶ ἡ προηγουμένη πάντων τῶν καλῶν. Καθὼς ἀκολουθεῖ ἡ ἀπόλαυσις τοῦ φωτὸς τοῖς ἐρρωμένοις ὀφθαλμοῖς, οὕτως ἀκολουθεῖ τῇ νηστείᾳ τῇ μετὰ διακρίσεως γινομένῃ ἡ ἐπιθυμία τῆς εὐχῆς· ὅταν ἄρξηταί τις νηστεύειν, ἐκ τούτου εἰς τὴν ἐπιθυμίαν τῆς ὁμιλίας τοῦ Θεοῦ ἐπιθυμεῖ ἐλθεῖν ἐν τῇ διανοίᾳ αὐτοῦ.

Οὐ καρτερεῖ τὸ σῶμα νηστεῦον, ὑπνῶσαι ἐν τῇ στρωμνῇ αὐτοῦ ὅλην τὴν νύκτα. Ὅσον ἡ σφραγὶς τῶν νηστειῶν ἐπιτεθειμένη ἐστὶν ἐπὶ τῷ στόματι τοῦ ἀνθρώπου, ὁ λογισμὸς αὐτοῦ ἐν κατανύξει μελετᾷ, καὶ ἡ καρδία αὐτοῦ εὐχὴν βρύει, καὶ ἡ στυγνότης ἐπὶ πρόσωπον αὐτοῦ κεῖται· διαλογισμοὶ αἰσχροὶ πόρρω ἀπέχουσιν ἀπ’ αὐτοῦ, ἱλαρότης οὐχ’ ὁρᾶται ἐν ὀφθαλμοῖς αὐτοῦ, καὶ ἐχθρός ἐστι τῶν ἐπιθυμιῶν καὶ τῶν ματαίων συντυχιῶν. Οὐδέποτε εἶδε τις νηστευτὴν ἐν διακρίσει, δουλωθέντα ὑπὸ τῆς κακῆς ἐπιθυμίας. Δόμος μέγας εἰς πᾶν ἀγαθόν ἐστιν ἡ νηστεία, καὶ ὁ ἀμελῶν αὐτῆς πᾶν ἀγαθὸν διασείει, διότι αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ τεθεῖσα τῇ φύσει ἡμῶν ἐξ ἀρχῆς κατὰ τῆς γεύσεως τῆς τροφῆς εἰς παραφυλακήν, καὶ ἐκεῖθεν ἔπεσεν ἡ ἀρχὴ τοῦ πλάσματος ἡμῶν. Ὅμως ὅθεν γέγονεν ὁ ἀφανισμὸς ὁ πρῶτος, ἐκεῖθεν ἄρχονται οἱ ἀθληταὶ εἰς τὸν φόβον τοῦ Θεοῦ, ὅτε ἄρξονται φυλάττειν τοὺς νόμους αὐτοῦ.

Καὶ ὁ Σωτήρ, ὅτε ὡράθη τῷ κόσμῳ ἐν τῷ Ἰορδάνῃ, ἐντεῦθεν ἤρξατο· μετὰ γὰρ τὸ βάπτισμα, ἐξήνεγκεν αὐτὸν τὸ Πνεῦμα εἰς τὴν ἔρημον καὶ ἐνήστευσεν ἡμέρας τεσσαράκοντα καὶ νύκτας τεσσαράκοντα. Ὁμοίως καὶ πάντες οἱ ἐξερχόμενοι ἀκολουθῆσαι ὀπίσω αὐτοῦ, ἐπὶ τούτῳ τῷ θεμελίῳ βάλλουσι τὴν ἀρχὴν τοῦ ἀγῶνος αὐτῶν. Ὅπλον ἐστὶν εἰργασμένον ἐκ τοῦ Θεοῦ· τίς ἀμελεῖ εἰς αὐτὸ καὶ οὐ μεμφθήσεται; Καὶ εἰ ὁ ἐκθέμενος τὸν νόμον νηστεύει, τίς ἐκ τῶν τηρούντων τὸν νόμον οὐ χρήζει νηστεύειν; Διατοῦτο ἕως τότε τὸ γένος τῶν ἀνθρώπων οὐκ ἐγίνωσκε τὴν νίκην, οὐδὲ ὁ διάβολος ποτὲ ἐπειράθη τῆς ἥττης αὐτοῦ ἐκ τῆς φύσεως ἡμῶν, ἀλλ’ ἐν τούτῳ τῷ ὅπλῳ ἠτόνησεν ἐξ ἀρχῆς, καὶ ὁ Κύριος ἡμῶν ἦν ὁ ἀρχηγὸς καὶ πρωτότοκος τῆς νίκης, τοῦ δοῦναι τὸν πρῶτον στέφανον τῆς νίκης ἐπὶ τὴν κεφαλὴν τῆς φύσεως ἡμῶν.

Καὶ ὅταν ἴδῃ τοῦτο τὸ ὅπλον ἐπί τινα τῶν ἀνθρώπων ὁ διάβολος, εὐθέως φοβεῖται, ὁ ἀντικείμενος καὶ τύραννος, καὶ εὐθὺς ἐνθυμεῖται καὶ εἰς μνήμην ἔρχεται τῆς ἥττης αὐτοῦ τῆς ἐν τῇ ἐρήμῳ ὑπὸ τοῦ Σωτῆρος, καὶ ἡ δύναμις αὐτοῦ κλᾶται ἐν τῇ θεωρίᾳ τοῦ ὅπλου τοῦ δοθέντος ἡμῖν ὑπὸ τοῦ ἀρχιστρατήγου ἡμῶν. Ποῖον ὅπλον δυνατώτερον αὐτοῦ καὶ θάρσος παρέχον τῇ καρδίᾳ ἐν τῇ πάλῃ τῇ κατὰ τῶν πνευμάτων τῆς πονηρίας, ὡς ἡ πεῖνα ἡ γινομένη ὑπὲρ τοῦ Χριστοῦ; Ὅσον γὰρ μοχθεῖ τὸ σῶμα καὶ κακοπαθεῖ ἐν τῷ καιρῷ, ἐν ᾧ περικυκλοῖ αὐτὸ ἡ φάλαγξ τῶν δαιμόνων, τοσοῦτον ἀντιλαμβάνεται ἡ καρδία αὐτοῦ ὑπὸ τῆς πεποιθήσεως· καὶ ὁ ἐνδυόμενος τὸ ὅπλον τῆς νηστείας, ἐν ζήλῳ πυρπολεῖται ἐν παντὶ καιρῷ.

Καὶ ὁ ζηλωτὴς Ἠλίας, ἡνίκα ἐζήλωσεν ὑπὲρ τοῦ νόμου τοῦ Θεοῦ, εἰς τοῦτο τὸ ἔργον τῆς νηστείας διῆγεν. Ὑπομιμνήσκει γὰρ τὰ ἐντάλματα τοῦ Πνεύματος τὸν κτησάμενον αὐτήν· μεσίτις γὰρ ἐστὶν ἡ νηστεία τοῦ νόμου τοῦ παλαιοῦ καὶ τῆς χάριτος τῆς δοθείσης ἡμῖν παρὰ τοῦ Κυρίου. Καὶ ὁ ἀμελῶν εἰς αὐτὴν καὶ εἰς τὰ ὑπόλοιπα τῶν ἀγωνισμάτων, χαῦνος ἐστὶ καὶ ἀσθενής, καὶ ἀρχὴν καὶ σημεῖον τῆς χαυνώσεως δεικνύει ἐν τῇ ψυχῇ αὐτοῦ καὶ δίδωσι τόπον νίκης τῷ πολεμοῦντι αὐτόν, διότι γυμνὸς εἰσέρχεται εἰς τὸν ἀγῶνα, καὶ ἔκδηλόν ἐστιν ὅτι χωρὶς νίκης ἐξέρχεται ἐξ αὐτοῦ, διότι τὰ μέλη αὐτοῦ οὐκ ἐφόρεσαν τὴν θέρμην τῆς πείνης τῆς νηστείας.

Αὕτη ἐστὶν ἡ νηστεία· ὁ διαμένων ἐν αὐτῇ, ἀσάλευτος ἔσται ἡ διάνοια αὐτοῦ πρὸς ἀπάντησιν πάντων τῶν δυσχερῶν παθῶν. Λέγεται περὶ πολλῶν μαρτύρων ὅτι τῇ ἡμέρᾳ, ἐν ᾗ προσεδόκων δέξασθαι τὸν στέφανον τοῦ μαρτυρίου, εἰ προεγίνωσκον—ἢ ἐξ ἀποκαλύψεως ἢ τινὸς τῶν ἑταίρων αὐτῶν—τοῦτο, τῇ νυκτὶ ἐκείνῃ οὐκ ἐγεύοντο τινός, ἀλλ’ ἐκ τῆς ἑσπέρας ἕως πρωῒ ἵσταντο ἀγρυπνοῦντες ἐν τῇ εὐχῇ τοῦ Θεοῦ, δοξάζοντες αὐτὸν ἐν ψαλμοῖς καὶ ὕμνοις καὶ ὠδαῖς πνευματικαῖς, καὶ ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει ἐξεδέχοντο τὴν ὥραν ἐκείνην, ὥς τινες ἑτοιμασθέντες εἰς τοὺς γάμους, ἐκδεχόμενοι ἀπαντῆσαι τῷ ξίφει ἐν τῇ νηστείᾳ αὐτῶν.

Καὶ ἡμεῖς οἱ εἰς τὴν ἀόρατον μαρτυρίαν κληθέντες τοῦ δέξασθαι τὸν στέφανον τοῦ ἁγιασμοῦ, νήψωμεν μήποτε ἐν μέλει τινὶ δοθῇ τοῖς ἐχθροῖς ἡμῶν καθ’ ἡμῶν σημεῖον τῆς ἀρνήσεως. Ἐρώτησις. Εἰσί τινες πολλοὶ ἔχοντες τὰ ἔργα ταῦτα, καὶ τῆς γαλήνης καὶ ἀναπαύσεως τῶν παθῶν καὶ τῆς εἰρήνης τῶν λογισμῶν οὐκ αἰσθάνονται.

Ἀπόκρισις. Τὰ πάθη τὰ κεκρυμμένα ἐν τῇ ψυχῇ, ὦ ἀδελφέ, οὐχὶ ἐν τοῖς σωματικοῖς κόποις μόνον διορθοῦνται οὐδὲ τοὺς λογισμοὺς κωλύουσιν ἐκ τῶν ἐξυπνιζομένων ἀεὶ ἐκ τῶν αἰσθήσεων· οἱ γὰρ κόποι οὖτοι φυλάττουσι τὸν ἄνθρωπον ἐκ τῶν ἐπιθυμιῶν, ἵνα μὴ νικηθῇ ἐξ αὐτῶν καὶ ἐκ τῆς βλάβης τῶν δαιμόνων, τὴν δὲ εἰρήνην καὶ τὴν γαλήνην οὐ παρέχουσι τῇ ψυχῇ. Τὰ γὰρ ἔργα καὶ οἱ κόποι τότε τὴν ἀπάθειαν παρέχουσι καὶ νεκροῦσι τὰ μέλη τὰ ἐν τῇ γῇ καὶ δωροῦνται τὴν ἀνάπαυσιν τῶν λογισμῶν, ὅταν κοινωνήσωμεν τῇ ἡσυχίᾳ, ἡνίκα αἱ αἰσθήσεις αἱ ἔξω παύσωνται τῆς ταραχῆς καὶ ἐπιμείνωσιν ἐν τῇ ἐργασίᾳ τῆς σοφίας καιρὸν τινά· ἕως γὰρ ἂν στερηθῇ ὁ ἄνθρωπος τῆς ἀπαντήσεως τῶν ἀνθρώπων καὶ τὰ μέλη αὐτοῦ ἐκ τῆς διαχύσεως τῶν πολλῶν καὶ συναγάγῃ ἑαυτὸν πρὸς ἑαυτόν, οὐ μὴ δυνηθῇ γνωρίσαι τὸ πάθος αὐτοῦ. «Ἡ ἡσυχία», καθὼς ἔφη ὁ ἅγιος Βασίλειος, «ἀρχὴ τῆς καθάρσεως τῆς ψυχῆς» ἡνίκα γὰρ τὰ μέλη τὰ ἔξω παύσονται τῆς στάσεως τῆς ἐξωτέρας τοῦ περισπασμοῦ, τότε στρέφεται ἡ διάνοια ἀπὸ τοῦ μετεωρισμοῦ τοῦ εἰς τὴν ἔσω χώραν αὐτῆς, καὶ ἐξυπνίζεται ἡ καρδία ἐξερευνῆσαι τὰς ἐννοίας τὰς ἔσωθεν τῆς ψυχῆς· καὶ ἐὰν ὑπομείνῃ ἐν τούτοις καλῶς, ἔρχεται ὁδεύων εἰς τὴν καθαρότητα τῆς ψυχῆς.

Ἐρώτησις. Καὶ οὐ δύναται ἆρα ἐν τῇ ἀναστροφῇ τῇ ἔξω τῆς θύρας καθαρθῆναι τὴν ψυχήν; Ἀπόκρισις. «Δένδρον καθ’ ἡμέραν ποτιζόμενον, πότε ξηραίνεται ἡ ῥίζα αὐτοῦ»; Καὶ σκεῦος δεχόμενον καθ’ ἡμέραν προσθήκην, πότε μειοῦται; Καὶ ἐὰν ἡ καθαρότης οὐδὲν ἄλλο ἐστίν, εἰ μὴ τὸ λαθεῖν τὴν ἀναστροφὴν τὴν ἀνελευθέραν καὶ ἐξελθεῖν τῆς συνηθείας αὐτῆς, οὗτος δὲ πρακτικῶς ἐν ἑαυτῷ ἢ ἐν ἄλλοις διὰ τῶν αἰσθήσεων ἀνακαινίζει τὴν μνήμην αὐτῆς ἐν ἑαυτῷ, ὅπερ ἐστὶν ἡ ἐπίγνωσις τῆς κακίας, πότε δύναται οὗτος καθαρθῆναι τὴν ψυχὴν αὐτοῦ ἐκ τούτων ἢ πότε σχολάσει ἐκ τῶν ἀνταγωνισμάτων τῶν ἐξωτέρων καὶ θεάσεται ἑαυτὸν <καὶ κτήσεται> τὴν εἰρήνην; Ἐὰν γὰρ ἡ καρδία καθ’ ἡμέραν ῥυποῦται, πότε καθαίρεται ἐκ τοῦ ῥύπου;

Ἀλλ’ οὐδὲ πρὸς τὴν ἐνέργειαν ἴσως τὴν ἐξωτέραν δύναται ἀντιστῆναι, πόσῳ μᾶλλον καθαρίσαι δύναται τὴν καρδίαν, ὅτι ἐν μέσῳ τοῦ στρατοπέδου ἵσταται, καὶ ἐκδέχεται καθ’ ἡμέραν τὴν ἀγγελίαν τὴν συνεχῆ τοῦ πολέμου ἀκοῦσαι· καὶ πῶς τολμᾷ κηρύξαι εἰρήνην τῇ ψυχῇ αὐτοῦ; Ἐὰν δὲ ἐκ τούτων μακρυνθῇ, τότε δύναται κατὰ μικρὸν καὶ μικρὸν καταπαῦσαι τὰ ἔσω· ἕως δ’ ἂν ἄνωθεν ὁ ποταμὸς οὐ φράττεται, ἐκ τῶν κάτω οὐ ξηραίνεται τὰ ὕδατα αὐτοῦ. Ὅτε δὲ ἔλθῃ τίς εἰς ἡσυχίαν, τότε δύναται ἡ ψυχὴ διακρῖναι τὰ πάθη καὶ ἐξερευνῆσαι τὴν σοφίαν τὴν ἐν αὐτῇ· τότε ὁ ἔσω ἄνθρωπος ἐξυπνίζεται εἰς τὸ ἔργον τοῦ πνεύματος καὶ ἡμέρᾳ τῇ ἡμέρᾳ αἰσθάνεται τῆς κρυπτῆς σοφίας, τῆς ἀνθούσης ἐν τῇ ψυχῇ αὐτοῦ.

Ἐρώτησις. Τίνα εἰσὶ τὰ τεκμήρια τὰ ἀκριβῆ καὶ τὰ σημεῖα τὰ πλησιάζοντα, ὅτι ἤρξατό τις βλέπειν ἐν ἑαυτῷ καρπὸν κρυπτὸν ἐν τῇ ψυχῇ; Ἀπόκρισις. Ὅταν ἀξιωθῇ τῆς χάριτος τῶν δακρύων τῶν πολλῶν τῶν χωρὶς βίας γινομένων. Ὡς γὰρ ὅρος τις ἐτέθησαν τὰ δάκρυα τῇ διανοίᾳ, μεταξὺ τῶν σωματικῶν καὶ τῶν πνευματικῶν καὶ μεταξὺ τῆς ἐμπαθείας καὶ τῆς καθαρότητος. Ἕως ἂν δέξηταί τις τὸ χάρισμα τοῦτο, ἀκμὴν ἐν τῷ ἐξωτέρῳ ἀνθρώπῳ ἐστὶν ἡ ἐνέργεια τοῦ ἔργου αὐτοῦ καὶ ἀκμὴν παντελῶς οὐκ ᾐσθάνθη τῆς ἐνεργείας τῶν κρυπτῶν τοῦ πνευματικοῦ ἀνθρώπου. Ὅταν γὰρ ἄρξηταί τις ἐάσαι τὰ σωματικὰ τοῦ νῦν αἰῶνος, καὶ ἐντὸς τοῦ ὅρου τούτου τοῦ ὄντος ἔσωθεν τῆς φύσεως ὁρᾶται διαβαίνων, εὐθὺς εἰς τὴν χάριν ταύτην τῶν δακρύων φθάνει. Καὶ ἐκ τῆς πρώτης μονῆς τῆς πολιτείας τῆς κρυπτῆς ἄρχονται τὰ δάκρυα ταῦτα καὶ ἀπάγουσιν αὐτὸν εἰς τὴν τελειότητα τῆς ἀγάπης τοῦ Θεοῦ. Καὶ ὅσον προβαίνει ἐκεῖσε, τοσοῦτον πλουτεῖ ἐν αὐτῇ, ἕως ἂν πίῃ αὐτὰ ἐν τῇ τροφῇ αὐτοῦ καὶ ἐν τῷ πόματι αὐτοῦ ἐκ τῆς πολλῆς διαμονῆς αὐτῶν· καὶ τοῦτό ἐστι τὸ σημεῖον τῆς ἀκριβείας, ὅτι ἐξῆλθεν ἡ διάνοια ἐκ τοῦ κόσμου τούτου καὶ ᾐσθήθη ἐκείνου τοῦ κόσμου τοῦ πνευματικοῦ.

Καὶ ὅσον πλησιάζει τῷ κόσμῳ τούτῳ ἐν τῇ διανοίᾳ αὐτοῦ ὁ ἄνθρωπος, τοσοῦτον ἐλαττοῦται ἐκ τῶν δακρύων τούτων, καὶ ὅταν ἡ διάνοια τελείως ἐν τῷ κόσμῳ τούτῳ γένηται, τελείως στερίσκεται τῶν δακρύων τούτων· καὶ τοῦτο τὸ σημεῖον ἐστίν, ὅτι ἔστιν ὁ ἄνθρωπος τεθαμμένος ἐν τοῖς πάθεσιν.

Εἰσὶ τινὰ μὲν τῶν δακρύων καίοντα, καὶ εἰσὶ δάκρυα πιαίνοντα. Πάντα τὰ δάκρυα τὰ ἐκ τῆς κατανύξεως καὶ τῆς ἀνουσίας τῆς καρδίας κατερχόμενα διὰ τὰς ἁμαρτίας, ταῦτα ξηραίνουσι τὸ σῶμα καὶ καίουσι, καὶ πολλάκις αἰσθάνεται τῆς βλάβης καὶ τὸ ἡγεμονικὸν ἐν τῇ ἐξόδῳ αὐτῶν. Καὶ πρῶτον μὲν ταύτῃ τῇ τάξει τῶν δακρύων ἐξ ἀνάγκης ἀπαντᾷ ὁ ἄνθρωπος, καὶ ἐν αὐτοῖς ἀνοίγεται αὐτῷ θύρα εἰσελθεῖν εἰς τὴν τάξιν τὴν δευτέραν τὴν κρείττονα ταύτης, ἥπερ ἐστὶ χώρα, ἐν ᾗ δέχεται ὁ ἄνθρωπος τὸ ἔλεος.

Τίνα δὲ εἰσὶ ταῦτα; Τὰ δάκρυα τὰ προχεόμενα ἐκ τῆς συνέσεως καὶ ὡραΐζουσι καὶ πιαίνουσι τὸ σῶμα, τὰ καὶ ἀβιάστως ἀφ’ ἑαυτῶν κατέρχονται, καὶ πιαίνουσι τὸ σῶμα τοῦ ἀνθρώπου, καὶ ἡ ὅρασις αὐτοῦ ἀλλοιοῦται. Καρδίας φησὶν εὐφραινομένης πρόσωπον θάλλει.

Ἐρώτησις. Τί ἐστιν ἡ ἀνάστασις τῆς ψυχῆς, ἣν εἰ συνηγέρθητε τῷ Χριστῷ, καθὰ φησὶν ὁ ἀπόστολος; Ἀπόκρισις. Τῷ εἰπεῖν τὸν ἀπόστολον, Ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, αὐτὸς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν, τὴν ἀνάστασιν τὴν ἔξοδον τῆς παλαιότητος καλεῖ, ἵνα γένηται ἄνθρωπος καινός, μὴ ἔχων τί τοῦ παλαιοῦ ἀνθρώπου· καθὼς λέγει· Καὶ δώσω αὐτοῖς καρδίαν καινὴν καὶ πνεῦμα καινόν. Καὶ τότε εἰκονίζεται Χριστὸς ἐν ἡμῖν διὰ πνεύματος σοφίας, καὶ ἀποκαλύψεως τῆς ἐπιγνώσεως αὐτοῦ.

Ἐρώτησις. Τί ἐστιν κατὰ συντομίαν ἡ δύναμις τῆς πράξεως τῆς ἡσυχίας; Ἀπόκρισις. Ἡ ἡσυχία τὰς αἰσθήσεις τὰς ἔξω νεκροῖ καὶ τὰς ἔσω κινήσεις ἐγείρει· ἡ γὰρ ἔξω ἀναστροφὴ τὰ ἐναντία τούτων πράττει, ἤγουν τὰς ἔξω αἰσθήσεις ἐγείρει καὶ τὰς ἔσω κινήσεις νεκροῖ.

Ἐρώτησις. Τί ἐστιν ἡ αἰτία τῶν ὁράσεων καὶ τῶν ἀποκαλύψεων, ὅτι τινὲς ὁρῶσι καὶ εἰσὶ τινὲς κοπιῶντες ὑπὲρ αὐτοὺς καὶ οὐκ ἐνεργεῖ τοσοῦτον ἡ ὅρασις ἐν αὐτοῖς; Ἀπόκρισις. Αἱ αἰτίαι τούτων πολλαί εἰσιν. Αἱ μὲν αὐτῶν οἰκονομικαὶ καὶ τοῦ κοινοῦ χάριν, αἱ δὲ πρὸς παρηγορίαν τῶν ἀσθενῶν καὶ θάρσος καὶ διδαχήν. Καὶ πρῶτον μὲν διὰ τὸ ἔλεος τοῦ Θεοῦ εἰς τὸ γένος τῶν ἀνθρώπων γίνονται ταῦτα πάντα. Καὶ πρὸς τοὺς τρεῖς τρόπους τῶν ἀνθρώπων τούτων οἰκονομοῦνται τὰ πράγματα τῶν τοιούτων, ὡς ἐπὶ πολύ· ἢ πρὸς τοὺς ἁπλουστέρους καὶ ὑπερβαλλόντως ἀκάκους, ἢ πρός τινας τελείους καὶ ἁγίους, ἢ πρὸς τοὺς ἔχοντας ζῆλον ἔμπυρον Θεοῦ καὶ ἀπεγνωκότας ἐκ τοῦ κόσμου καὶ ἀποταξαμένους τελείως καὶ ἀναχωρήσαντας τῆς μετὰ τῶν ἀνθρώπων κατοικήσεως καὶ ὀπίσω τοῦ Θεοῦ γυμνοὺς ἐξελθόντας, μὴ προσδοκήσαντας βοήθειαν τινὸς τῶν ὁρωμένων, καὶ ἐπιπίπτει αὐτοῖς δειλία ἐκ τοῦ ἰδιασμοῦ αὐτῶν ἢ περικυκλοῖ αὐτοὺς κίνδυνος θανάτου ἐκ τοῦ λιμοῦ ἢ ἐκ τῆς ἀρρωστίας ἢ ἀπὸ μιᾶς περιστάσεως καὶ θλίψεως, ὥστε αὐτοὺς ἐγγίζειν τῇ ἀπογνώσει. Αἱ παρακλήσεις οὖν αἱ γινόμεναι πρὸς τοὺς τοιούτους, καὶ πρὸς τοὺς ὑπερέχοντας αὐτοὺς ἐν κόποις μὴ γινόμεναι, ἡ αἰτία αὐτῶν ἡ πρώτη ἐστὶν αὕτη· ἡ ἁγνεία καὶ οὐχ’ ἁγνεία τῆς συνειδήσεως λέγω.

Ἡ δὲ δευτέρα αἰτία ἐστὶν ἀκριβῶς αὕτη· ὅσον τις ἔχει παράκλησιν ἀνθρωπίνην ἢ ἔκ τινος τῶν ὁρωμένων, οὐ γίνονται τοιαῦται παρακλήσεις πρὸς αὐτὸν εἰ μὴ δι’ οἰκονομίαν τινὰ χάριν τοῦ κοινοῦ. Ἡμῖν δὲ ὁ λόγος περὶ τῶν ἀναχωρητῶν ἐστι. Καὶ μάρτυς ταύτης εἷς τῶν πατέρων, ὑπὲρ ταύτης παρακαλέσας καὶ ἀκούσας· «Ἀρκεῖ σοι ἡ παράκλησις τῶν ἀνθρώπων καὶ ἡ ὁμιλία αὐτῶν».

Καὶ ἄλλος ἐν τούτῳ τῷ τρόπῳ, ὅτε ἦν ἐν τῇ ἀναχωρήσει καὶ ἔζη ἐν τῇ ἀναστροφῇ τῆς ἀναχωρήσεως, ἦν ἐν πάσῃ ὥρᾳ ὑπὸ τῆς παρακλήσεως τῆς χάριτος κατατριφῶν· ὅτε δὲ προσήγγισε τῷ κόσμῳ ἐζήτησεν αὐτὰ κατὰ τὸ ἔθος καὶ οὐχ’ ηὗρε, καὶ ἐδεήθη τοῦ Θεοῦ δηλωθῆναι αὐτῷ τὴν ἀλήθειαν τούτου τοῦ πράγματος καὶ εἶπε· «Μή, Κύριε, διὰ τὴν ἐπισκοπὴν ἀπέστη ἀπ’ ἐμοῦ ἡ χάρις;» καὶ ἐρρέθη αὐτῷ· «Οὐχί· ἀλλ’ ὅτι ὁ Θεὸς πρόνοιαν ποιεῖται τῶν ἐν τῇ ἐρήμῳ διαγόντων καὶ ἀξιοῖ αὐτοὺς τυχεῖν τῶν τοιούτων παρακλήσεων».

Οὐκ ἐνδέχεται γὰρ εἶναι τινὶ τῶν ἀνθρώπων παράκλησιν ὁρωμένην καὶ νοητὴν ἢ καὶ οὐχ’ ὁρωμένην. Ἐρώτησις. Εἰ ταυτόν ἐστιν ὅρασις καὶ ἀποκάλυψις, ἢ οὔ; Ἀπόκρισις. Οὐχί, ἀλλὰ διαφορά ἐστιν. Ἡ ἀποκάλυψις πολλάκις λέγεται κατὰ τῶν δύο, διότι τὸ κρυπτὸν φανεροῦται· πᾶσα ὅρασις λέγεται ἀποκάλυψις, <πᾶσα> ἀποκάλυψις δὲ οὐ λέγεται ὅρασις. Ἡ ἀποκάλυψις, ὡς ἐπὶ πολύ, περὶ τῶν γινωσκομένων καὶ ὑπὸ τοῦ νοῦ γευομένων λαμβάνεται· ἡ ὅρασις δὲ ἐκ παντὸς τρόπου γίνεται, ὡς ἐν εἰκόσι καὶ τύποις, ὥσπερ πάλαι πρὸς τοὺς ἀρχαίους ἐγίνετο, ὡς ἐν ὕπνῳ βαθεῖ ἢ ἐν ἐγρηγόρσει· καὶ ποτὲ μὲν ἀκριβῶς, ποτὲ δὲ ὡς ἐν φάσματι καὶ ἀμυδρῶς πως· καὶ αὐτὸς ὁ ὁρῶν πολλάκις οὐ γινώσκει εἴτε γρηγορῶν θεωρεῖ εἴτε καθεύδων. Ἔστι δὲ καὶ διὰ φωνῆς ἀκούειν ἀντιλήψεως, ποτὲ δὲ τύπον τινὰ ὁρᾶν, ποτὲ δὲ τρανότερον, πρόσωπον πρὸς πρόσωπον. Καὶ ἡ ὅρασις, καὶ ἡ ὁμιλία, καὶ ἡ ἐρώτησις, καὶ ἡ συντυχία δυνάμεις εἰσὶν ἅγιαι, ὁρώμεναι τοῖς ἀξίοις καὶ τὰς ἀποκαλύψεις ποιοῦσαι· καὶ ἐν τοῖς ἐρημωτέροις τόποις καὶ ἐν τοῖς διεστηκόσιν ἀπὸ τῶν ἀνθρώπων αἱ τοιαῦται ὑποθέσεις γίνονται, ὅπου ἀναγκαίως δέεται αὐτῶν ὁ ἄνθρωπος, διὰ τὸ μὴ ἔχειν ἄλλην ἀντίληψιν ἢ παράκλησιν ἐκ τόπου. Αἱ δὲ ἀποκαλύψεις αἱ ἐν τῷ νοΐ, αἰσθανόμεναι διὰ καθαρότητος καὶ δεκταί εἰσι καὶ μόνων τῶν τελείων καὶ γνωστικῶν ὑπάρχουσιν.

Ἐρώτησις. Εἰ ἔφθασέ τις εἰς τὴν καθαρότητα τῆς καρδίας, τί ἐστι τὸ σημεῖον αὐτοῦ, καὶ πότε γινώσκει ὁ ἄνθρωπος ὅτι ἦλθεν ἡ καρδία αὐτοῦ εἰς καθαρότητα; Ἀπόκρισις. Ὅταν πάντας ἀνθρώπους καλοὺς θεωρεῖ καὶ οὐχ’ ὁρᾶται αὐτῷ τις ἀκάθαρτος ἢ βέβηλος, τότε ἔστι καθαρὸς τῇ καρδίᾳ ἀληθῶς. Πῶς γὰρ πληροῦται ὁ λόγος τοῦ ἀποστόλου ὁ φάσκων τὸ ὑπερέχοντας ἑαυτῶν ἡγεῖσθαι πάντας ἐξ εἰλικρινοῦς καρδίας, ἐὰν μὴ φθάσῃ τὸ εἰρημένον ὅτι ὀφθαλμὸς καθαρὸς οὐκ ὄψεται πονηρά;

Ἐρώτησις. Τί ἐστιν ἡ καθαρότης, καὶ ἕως ποῦ ὁ ὅρος αὐτῆς; Ἀπόκρισις. Ἡ καθαρότης ἐστὶν ἡ λήθη τῶν τρόπων τῆς γνώσεως τῶν παρὰ φύσιν, τῶν ἐν τῷ κόσμῳ εὑρεθέντων ὑπὸ τῆς φύσεως. Ὁ ὅρος δὲ τοῦ ἐλευθερωθῆναι ἐξ αὐτῶν, τοῦτός ἐστι· τὸ ἐλθεῖν τὸν ἄνθρωπον εἰς τὴν πρώτην τῆς φύσεως αὐτοῦ ἁπλότητα, καὶ ὡς νήπιον τινὰ γενέσθαι, χωρὶς τῶν ἐλαττωμάτων μόνον τοῦ νηπίου.

Ἐρώτησις. Ἐνδέχεταί τινα ἐλθεῖν εἰς τὴν τάξιν ταύτην; Ἀπόκρισις. Ναί. Ἰδοὺ ὁ ἀββᾶς Σισόης ἦλθεν εἰς τὸ μέτρον τοῦτο, ὡς καὶ τὸν μαθητὴν αὐτοῦ ἐρωτᾶν εἰ ἔφαγεν ἢ οὐκ ἔφαγε. Καὶ ἄλλος τις τῶν πατέρων ἦλθεν εἰς τοιαύτην ἁπλότητα καὶ ἀκεραιότητα, μικροῦ δεῖν τῶν νηπίων, ὥστε ἐπιλαθέσθαι αὐτὸν τῶν ὧδε, ὥστε αὐτὸν ἐσθίειν πρὸ τῆς μεταλήψεως, εἰ μή τοι γε ὑπὸ τῶν μαθητῶν αὐτοῦ ἐκωλύετο, καὶ ὡς νήπιον ἦγον αὐτὸν οἱ μαθηταὶ αὐτοῦ κοινωνῆσαι· καὶ τοιοῦτος ἦν ἐν τῷ κόσμῳ ὡς νήπιος, ἀλλὰ τῇ ψυχῇ αὐτοῦ τέλειος ἦν πρὸς τὸν Θεόν.

Ἐρώτησις. Ποίαν μελέτην καὶ ἀδολεσχίαν δεῖ ἔχειν τὸν ἀσκητὴν ἐν τῷ ἡσυχαστηρίῳ αὐτοῦ καὶ ἐν τῇ ἡσυχίᾳ αὐτοῦ, ἵνα μὴ σχολάσῃ ὁ νοῦς αὐτοῦ ἐν λογισμοῖς ματαίοις; Ἀπόκρισις. Περὶ μελέτης καὶ ἀδολεσχίας ἐρωτᾷς, πῶς γίνεται ἄνθρωπος νεκρὸς ἐν τῷ κελλίῳ αὐτοῦ; Ἄνθρωπος ἆρα σπουδαῖος καὶ νήφων τῇ ψυχῇ, ἐρωτήσεως δεῖται καθ’ ἑαυτὸν ὑπάρχων πῶς διάξει; Τί γὰρ ἄλλό ἐστιν ἡ μελέτη τοῦ μοναχοῦ ἐν τῷ κελλίῳ αὐτοῦ εἰ μὴ ὁ κλαυθμός; Ἐκ τοῦ κλαυθμοῦ ἆρα εὐκαιρεῖ πρὸς ἄλλον λογισμὸν ἀτενίσαι; Ποία μελέτη κρειττοτέρα ταύτης ὑπάρχει;

Αὐτὸ γὰρ τὸ κάθισμα τοῦ μοναχοῦ καὶ ἡ μόνωσις αὐτοῦ, τὴν ὁμοίωσιν τῆς ἐν τῷ τάφῳ διαγωγῆς, τῆς ἀπεχούσης ἀπὸ τῆς χαρᾶς τῶν ἀνθρώπων, διδάσκει αὐτόν, ὅτι τὸ πένθος ἐστὶν ἡ πρᾶξις αὐτοῦ. Καὶ αὐτὴ γὰρ ἡ ἐπωνυμία τοῦ ὀνόματος αὐτοῦ, εἰς τοῦτο προτρέπεται αὐτόν· πενθικὸς γὰρ ὀνομάζεται, τουτέστι πικρὸς τῇ καρδίᾳ. Πάντες γὰρ οἱ ἅγιοι πενθοῦντες ἐξεδήμησαν ἐκ τοῦ βίου τούτου· καὶ ἐὰν οἱ ἅγιοι ἐπένθουν καὶ τὰ στόματα αὐτῶν ἐπληροῦντο ἀεὶ ἐκ τῶν δακρύων αὐτῶν καὶ οὕτως ἐκ τοῦ βίου τούτου ἐξεδήμησαν, τίς μὴ κλαύσῃ; Ἡ παράκλησις τοῦ μοναχοῦ ἐκ τοῦ κλαυθμοῦ τίκτεται· καὶ εἰ οἱ τέλειοι καὶ νικηφόροι ἔκλαυσαν ὧδε, ὁ πεπληρωμένος τραυμάτων πῶς ὑποφέρει ἡσυχάσαι ἐκ τοῦ κλαυθμοῦ;

Ὁ ἔχων τὸν νεκρὸν αὐτοῦ ἔμπροσθεν αὐτοῦ κείμενον, χρήζει διδασκαλίας ποίῳ λογισμῷ χρήσεται τοῖς δάκρυσιν; Ἡ ψυχή σου τεθανατωμένη ταῖς ἁμαρτίαις καὶ κειμένη ἐνώπιόν σου, ἥτις βελτιωτέρα ἐστὶ παρὰ σοὶ ὑπὲρ ὅλον τὸν κόσμον, καὶ οὐ δέεται κλαυθμοῦ; Ἐὰν δὲ εἰς τὴν ἡσυχίαν ἔλθωμεν, δυνάμεθα διαμεῖναι ἐν τῷ κλαυθμῷ· διατοῦτο ἐν διανοίᾳ συνεχεῖ δεηθῶμεν τοῦ Κυρίου. ὅπως τοῦτο παράσχῃ ἡμῖν· ἐὰν γὰρ ταύτην τὴν χάριν κομισώμεθα, τὴν κρείττονα τῶν λοιπῶν χαρισμάτων καὶ ὑπερβάλλουσαν, διὰ τοῦ κλαυθμοῦ εἰς τὴν καθαρότητα εἰσερχόμεθα. Καὶ ὅταν εἰς αὐτὴν ἐκεῖσε εἰσέλθωμεν, πάλιν τότε οὐ μὴ ἀρθῇ ἐξ ἡμῶν ἡ καθαρότης ἕως τῆς ἐξόδου ἡμῶν ἐκ τοῦ βίου τούτου.

Μακάριοι οὖν οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι οὐκ ἔστι καιρὸς ἐν ᾧ οὐκ ἀπολαύουσι τῆς τρυφῆς ταύτης τῶν δακρύων καὶ ἐν αὐτῇ ἀεὶ ὁρῶσι τὸν Κύριον, καὶ ἔτι τῶν δακρύων ἐν τοῖς ὀφθαλμοῖς αὐτῶν ὄντων, ἀξιοῦνται τῆς θεωρίας τῶν ἀποκαλύψεων αὐτοῦ ἐν τῷ ὕψει τῆς προσευχῆς αὐτῶν, καὶ οὐκ ἔστιν αὐτοῖς εὐχὴ ἐκτὸς δακρύων.

Καὶ τοῦτό ἐστι τὸ εἰρημένον ὑπὸ τοῦ Κυρίου· Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται· ἐκ τοῦ πένθους γὰρ ἔρχεταί τις εἰς τὴν καθαρότητα τῆς ψυχῆς· διατοῦτο, ὅτε εἶπεν ὁ Κύριος, Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται, οὐχ’ ἡρμήνευσε ποία παράκλησις. Ὅταν ἀξιωθῇ ὁ μοναχὸς διὰ τοῦ πένθους περάσαι τὴν χώραν τῶν παθῶν καὶ καταντῆσαι εἰς τὴν πεδιάδα τῆς καθαρότητος τῆς ψυχῆς, τότε ἀπαντᾷ αὐτῷ ἡ τοιαύτη παράκλησις, ἥτις οὐ διαπερᾷ ἐκ τῶν ἐφευρόντων αὐτὴν ἐνταῦθα, καὶ ἐν ταύτῃ ἀπαντᾷ τὴν παράκλησιν τὴν μὴ εὑρισκομένην ὧδε. Καὶ τότε συνεῖ ποίαν παράκλησιν τὸ τέλος τοῦ πένθους ὑποδέχεται, ἣν διὰ τῆς καθαρότητος ὁ Θεὸς τοῖς πενθοῦσι διδοῖ, διότι οὐκ ἐνδέχεταί τινα ἀδιαλείπτως πενθοῦντα καὶ κλαίοντα, ὑπὸ τῶν παθῶν ὀχλεῖσθαι, διότι ἀπαθῶν ἐστι τὸ δακρύειν. Καὶ εἰ τὸν πρὸς καιρὸν πενθοῦντα καὶ κλαίοντα δύνανται τὰ δάκρυα ἀπαλεῖψαι τὸν νοῦν αὐτοῦ ἐκ τῆς μνήμης τῶν παθῶν, τί εἴπωμεν περὶ τῶν νυκτὸς καὶ ἡμέρας ἐν γνώσει ἐχόντων τὴν ἐργασίαν ταύτην; Τὴν βοήθειαν τὴν γινομένην ἐκ τοῦ κλαυθμοῦ, τίς γινώσκει, εἰ μὴ οἱ δεδωκότες τὰς ἑαυτῶν ψυχὰς εἰς τὸ ἔργον τοῦτο; Πάντες οἱ ἅγιοι ἐφίενται ταύτης τῆς εἰσόδου, καὶ διὰ τῶν δακρύων ἀνοίγεται ἡ θύρα ἔμπροσθεν αὐτῶν τοῦ εἰσελθεῖν εἰς τὴν χώραν τῆς παρακλήσεως, ἐν ᾗ χώρᾳ τὰ ἴχνη τοῦ Θεοῦ εἰκονίζονται δι’ ἀποκαλύψεων.

Ἐρώτησις. Διὰ τὸ εἶναι τινὰς ἀδυνάτως ἔχοντας πρὸς τὸ ἀδιαλείπτως πενθεῖν διὰ τὴν ἀσθένειαν τοῦ σώματος, τί δεῖ ἔχειν αὐτοὺς πρὸς φυλακὴν τοῦ νοός, ἵνα μὴ τὰ πάθη, σχολάσαντος αὐτοῦ, ἐπαναστῶσιν αὐτῷ;

Ἀπόκρισις. Οὐ δύνανται τὰ πάθη ἐπαναστῆναι κατὰ τῆς ψυχῆς καὶ ταράξαι τὸν ἀσκητήν, σχολαζούσης τῆς καρδίας ἐκ τῶν τοῦ βίου ἐν τῇ ἀναχωρήσει αὐτοῦ τῇ ἀπεχούσῃ ἀπὸ παντὸς περισπασμοῦ, εἰ μὴ ῥαθυμήσῃ καὶ ἀμελήσῃ ἐκ τῶν δεόντων. Ἐξαιρέτως γὰρ ἑὰν σχολάσῃ ἐν τῇ μελέτῃ τῶν θείων γραφῶν διὰ τῆς ἐξετάσεως τῶν νοημάτων αὐτῶν, ἀνενόχλητος διαμένει ἀπὸ τῶν παθῶν· διὰ γὰρ τὴν πλεονάζουσαν καὶ διαμένουσαν ἐν αὐτοῖς κατανόησιν τῶν θείων γραφῶν δραπετεύουσιν ἐξ αὐτοῦ οἱ μάταιοι λογισμοί, καὶ οὐ δύναται ὁ νοῦς αὐτοῦ ἀποστῆναι ἀπὸ τῆς ἐνθυμήσεως αὐτῶν, οὐδὲ προσέχειν τῷ βίῳ τούτῳ τὸ σύνολον διὰ τὴν μεγίστην ἡδονὴν τῆς ἀδολεσχίας αὐτοῦ, ὑπεραιρόμενος τούτων ἐν τῇ πολλῇ ἡσυχίᾳ αὐτοῦ ἐν τῇ ἐρήμῳ. Ὅθεν καὶ ἐπιλήσμων γίνεται ἑαυτοῦ καὶ τῆς φύσεως αὐτοῦ, καὶ γίνεται ὥσπερ ἄνθρωπος ἐξεστηκώς, μὴ ποιούμενος μνήμην τοῦ αἰῶνος τούτου παντελῶς, ἐξαιρέτως ἀδολεσχῶν καὶ διανοούμενος τὸ περὶ τῆς μεγαλωσύνης τοῦ Θεοῦ λέγων· Δόξα τῇ θεότητι αὐτοῦ· παράδοξα τὰ θαυμάσια τῶν ἔργων αὐτοῦ· εἰς ποῖον ὕψος τὴν ἐμὴν εὐτέλειαν ἀνήγαγεν, εἰς τί ἠξίωσέ με ἀδολεσχεῖν, καὶ ἐν ποίοις λογισμοῖς κατατολμῆσαι καὶ ἀπολαύειν τὴν ἐμὴν ψυχήν.

Καὶ ἐν τοῖς θαυμασίοις τούτοις ἀναστρεφόμενος καὶ ἐκπληττόμενος ἀεί, μεθύσκεται πάντοτε καὶ γίνεται ὥσπερ ἐν τῇ μετὰ τὴν ἀνάστασιν διαγωγῇ· πάνυ γὰρ ἡ ἡσυχία συνεργεῖ τῇ χάριτι ταύτῃ, διότι εὑρίσκει χώραν ὁ νοῦς αὐτοῦ διαμεῖναι ἐν ἑαυτῷ ἐν τῇ εἰρήνῃ τῇ εὑρεθείσῃ αὐτῷ ἐκ τῆς ἠσυχίας.

Σὺν τούτοις δὲ καὶ ἐντεῦθεν κινεῖται εἰς μνήμην κατὰ τὴν θέσιν τῆς διαγωγῆς αὐτοῦ· καὶ λαμβάνων κατὰ νοῦν τὴν δόξαν τοῦ μέλλοντος αἰῶνος καὶ τὴν ἐλπίδα τὴν ἀποκειμένην τοῖς δικαίοις τοῖς ἐν τῇ ζωῇ ἐκείνῃ, τῇ πνευματικῇ καὶ ἐν Θεῷ κινουμένῃ, καὶ τὴν καινὴν ἐκείνην ἀποκατάστασιν, οὐκ ἐνθυμεῖται οὐδὲ μνημονεύει τῶν τοῦ κόσμου τούτου. Καὶ ὅταν ἐν τούτοις μεθυσθῇ, πάλιν μετανίσταται ἐκεῖθεν ἐν θεωρίᾳ αὐτοῦ περὶ τοῦ αἰῶνος τούτου, ἐν ᾧ ἐστιν ἀκμήν, καὶ λέγει ἐκπληκτικῶς· Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως καὶ συνέσεως τοῦ ἀνεξιχνιάστου Θεοῦ· ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ.

Ἡνίκα γὰρ αἰῶνα ἄλλον θαυμαστὸν ἡτοίμασεν, ἵνα εἰς αὐτὸν εἰσάξῃ πάντας τοὺς λογικοὺς καὶ φυλάξῃ αὐτοὺς ἐν τῇ ἀπεράντῳ ζωῇ, τίς ἡ αἰτία ἆρα τοῦ ποιῆσαι αὐτόν, τοῦτον τὸν κόσμον πρῶτον ἐν τῷ πυκασμῷ καὶ τῷ πλήθει τῶν εἰδῶν καὶ τῶν φύσεων, καὶ θέσθαι ἐν αὐτῷ αἰτίας καὶ ὕλας καὶ ἀνταγωνίσματα τῶν πολλῶν παθῶν; Καὶ πῶς ἐν πρώτοις ἔθετο ἡμᾶς ἐν αὐτῷ καὶ ἔπηξεν ἐν ἡμῖν τὴν ἀγάπην τῆς πολυζωΐας αὐτοῦ, καὶ ἐξαίφνης μετῆρεν ἡμᾶς ἐξ αὐτοῦ διὰ θανάτου, καὶ διαφυλάττει ἡμᾶς καιρὸν οὐ μικρὸν ἐν ἀναισθησίᾳ καὶ ἀκινησίᾳ, καὶ ἀφανίζει τὰς μορφὰς ἡμῶν καὶ ἐκχύνει τὴν κρᾶσιν ἡμῶν καὶ συμμίσγει αὐτὴν ἐν τῇ γῇ καὶ παραχωρεῖ καταλυθῆναι καὶ ἐκτακῆναι τὴν κατασκευὴν ἡμῶν, ἕως οὗ παντελῶς ἀπογένηται τῆς ἀνθρωπίνης κατασκευῆς; Καὶ τότε ἐν τῷ καιρῷ, ἐν ᾧ ὥρισεν ἐν τῇ σοφίᾳ αὐτοῦ, ὅτε θέλει, ἐγερεῖ ἡμᾶς ἐν σχήματι ἄλλῳ, ᾧ γινώσκει, καὶ εἰσφέρει ἡμᾶς εἰς κατάστασιν ἄλλην· οὐχ’ ἡμᾶς μόνον, ἀλλὰ καὶ οἱ ἅγιοι ἄγγελοι, μὴ ἔχοντες χρείαν τοῦ κόσμου τούτου, διὰ τὸ παράδοξον τῆς φύσεως αὐτῶν παρὰ βραχύ τι τῆς τελειότητος ὄντες, ἐκδέχονται τὴν ἡμῶν ἔγερσιν ἐκ τῆς φθορᾶς, ὅτε ἐγείρεται τὸ γένος ἡμῶν ἐκ τοῦ χοὸς καὶ ἀνακαινίζεται ἡ φθορὰ αὐτοῦ.

Δι’ ἡμᾶς γὰρ ἐκ τῆς εἰσαγωγῆς κωλύονται· ἐφάπαξ γὰρ τὴν ἄνοιξιν τῆς θύρας τοῦ καινοῦ αἰῶνος ἐκδέχονται, διότι ἡ κτίσις αὐτὴ τῶν ἀγγέλων μεθ’ ἡμῶν ἀναπαύεται ἐκ τῆς βαρύτητος τοῦ σώματος τῆς οὔσης ἐν ἡμῖν, ὡς λέγει ὁ ἀπόστολος, ὅτι καὶ αὐτὴ ἡ κτίσις τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται, ὅπως ἐλευθερωθῇ ἐκ τῆς δουλείας τῆς φθορᾶς ἐν τῇ ἐλευθερίᾳ τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ, μετὰ τὴν παντελῆ κατάλυσιν τοῦ αἰῶνος τούτου ἐξ ὅλης τῆς καταστάσεως αὐτοῦ, καὶ ἀποκατασταθῆναι τὴν φύσιν ἡμῶν ἐν τῇ πρώτῃ καταστάσει.

Καὶ λοιπὸν ἐκ τούτου ὑψοῦται ἐν τῷ νοῒ αὐτοῦ εἰς τὰ πρὸ καταβολῆς τοῦ κόσμου, ὅτε οὐκ ἦν κτίσις τις, οὔτε οὐρανός, οὔτε γῆ, οὔτε ἄγγελοι, οὐδὲ ἓν τῶν γεγονότων, καὶ πῶς ἐξαίφνης τὰ πάντα ἐκ μὴ ὄντων εἰς τὸ εἶναι παρήγαγεν ἐν τῷ εὐδοκῆσαι αὐτὸν μόνον, καὶ πᾶν πρᾶγμα τετελειωμένον παρέστη ἐνώπιον αὐτοῦ.

Καὶ αὖθις κάτεισιν ἐν τῷ νοῒ αὐτοῦ ἐπὶ πάσας τὰς δημιουργίας τοῦ Θεοῦ, καὶ προσέχει εἰς τὰς θαυματουργίας τῶν κτισμάτων αὐτοῦ, καὶ εἰς τὴν σοφίαν τῶν ποιημάτων αὐτοῦ, πῶς ἡ οἰκονομία αὐτοῦ καὶ ἡ πρόνοια ὑπερβαίνει πᾶσαν ἔννοιαν, καὶ ἡ θαυμαστὴ αὐτοῦ δύναμις ἰσχυροτέρα πάντων τῶν ποιημάτων αὐτοῦ· καὶ πῶς τὴν κτίσιν ἐκ μὴ ὄντων εἰς τὸ εἶναι παρήγαγε, τὰ πλήθη τῶν διαφορῶν τὰ ἀναρίθμητα· καὶ πῶς μέλλει πάλιν διαφθεῖραι αὐτὴν ἐκ τῆς θαυμαστῆς ταύτης εὐταξίας καὶ ἐκ τοῦ κάλλους τῶν φύσεων καὶ ἐκ τοῦ δρόμου τοῦ εὐτάκτου τῶν κτισμάτων, ὥρας, καιρούς, τὴν συνάφειαν τῆς νυκτὸς καὶ τῆς ἡμέρας, μεταβολὰς συνεργοὺς τοῦ χρόνου, τὰ ἐκ τῆς γῆς ποικίλα εἴδη, τὰς καλλίστας οἰκοδομὰς τῶν πόλεων καὶ τὰ παλάτια τὰ ὡραῖα ἐν αὐταῖς, καὶ τὸν ταχύτατον τῶν ἀνθρώπων δρόμον, τὴν φύσιν αὐτῶν τὴν μοχθηράν, ἀπὸ τῆς εἰσόδου αὐτῆς ἕως τῆς ἐξόδου· καὶ πῶς ἐξαίφνης καταργεῖται ἡ θαυμαστὴ αὕτη τάξις, καὶ ἥξει ἄλλος αἰών, καὶ παντελῶς ἡ μνήμη τῆς πρώτης ταύτης κτίσεως οὐκ ἀναβήσεται ἐν καρδίᾳ τινός, καὶ ἀλλοίωσις ἄλλη γενήσεται καὶ ἄλλοι διαλογισμοὶ καὶ ἄλλη μέριμνα.

Καὶ πάλιν ἡ τῶν ἀνθρώπων φύσις οὐ μὴ μνημονεύσῃ τοῦ κόσμου τούτου, οὐδὲ τὴν προτέραν ἀναστροφὴν αὐτοῦ· δεσμευθήσεται γὰρ ὁ νοῦς αὐτῶν εἰς τὴν θεωρίαν ἐκείνης τῆς καταστάσεως, καὶ οὐ μὴ σχολάσῃ παλινδρομῆσαι, πρὸς πάλην σαρκὸς καὶ αἵματος· σὺν γὰρ τῇ φθορᾷ τοῦ αἰῶνος τούτου, παραυτὰ ἀρχὴν λαμβάνει ὁ μέλλων. [Καὶ ἐρεῖ τότε πᾶς ἄνθρωπος]· “Ὦ μῆτερ, ἡ ἐπιλησθεῖσα ἐκ τῶν τέκνων αὐτῆς, ὧν ἐγέννησε καὶ ἀνέθρεψε καὶ ἐσόφισε, καὶ ἐν ῥιπῇ ὀφθαλμοῦ συναγομένων εἰς ἀλλότριον κόλπον, καὶ γινομένων τέκνα ἀληθινὰ τῆς στείρας τῆς μηδέποτε τεκούσης”. Εὐφράνθητι στεῖρα ἡ οὐ τίκτουσα εἰς τὰ τέκνα, ἃ ἔτεκέ σοι ἡ γῆ.

Καὶ τότε ἀδολεσχεῖ ἐξεστηκὼς καὶ λέγει· “Ἆρα πόσον καιρὸν συνίσταται οὗτος ὁ αἰών, καὶ πότε ἀρχὴν λαμβάνει ὁ μέλλων, καὶ πόσον ἆρα πάλιν καθεύδουσι τὰ σκηνώματα ταῦτα ἐν τῷ σχήματι τούτῳ, καὶ τὰ σώματα τῷ χοῒ ἅμα συμμεμιγμένα, καὶ πῶς ἆρα γίνεται ἡ διαγωγὴ ἐκείνη, καὶ ἐν ποίᾳ μορφῇ αὕτη ἡ φύσις ἀνίσταται, καὶ ἐν ποίῳ τρόπῳ ἔρχεται εἰς τὴν δευτέραν κτίσιν;” Καὶ εἰς ταῦτα καὶ τὰ τοιαῦτα ἐπιπίπτει αὐτῷ ἡ ἡσυχία, ἔκστασις, καὶ ἔκπληξις, καὶ ἥσυχος σιωπή, καὶ ἐν τῇ ὥρᾳ ἐκείνῃ ἀνίσταται καὶ γόνυ κλίνει καὶ εὐχαριστίας ἀναπέμπει καὶ δοξολογίας μετὰ δακρύων ἱκανῶν τῷ Θεῷ, τῷ σοφῷ ἐν τοῖς ἔργοις αὐτοῦ.

Μακάριος ὅστις τούτων ἠξιώθη· μακάριος οὗ ἡ μελέτη αὐτοῦ αὕτη ἐστὶν ἡμέρας καὶ νυκτός· μακάριος ὅστις ἐν τούτοις ἀδολεσχεῖ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ. Ἐὰν δὲ ἐν τῇ ἀρχῇ τῆς ἡσυχίας αὐτοῦ ὁ ἄνθρωπος οὐκ αἰσθάνεται τῆς δυνάμεως τῶν τοιούτων θεωριῶν διὰ τὸν μετεωρισμὸν τοῦ νοὸς αὐτοῦ, μὴ ἀκηδιάσῃ· οὐκ εὐθέως γὰρ ἐν τῷ σπείρειν τὸν ἐργάτην ἐν τῇ γῇ, σὺν τῷ σπεῖραι τὸν σπόρον θεωρεῖ τὸν σταχυν· ἀκολουθεῖ γὰρ τῷ σπόρῳ ἀκηδία καὶ ἐκκοπὴ τῶν ἐντέρων, ἀλλὰ τότε ἥδεται καὶ εὐφραίνεται ὁ ἐργάτης, ὅταν ἐσθίῃ ἐκ τοῦ ἄρτου τοῦ ἱδρῶτος αὐτοῦ. Ἡ ἀδολεσχία αὕτη ἐν τῇ ἡσυχίᾳ διατηρεῖται· ἡδονὴν γὰρ ἀτελεύτητον κενοῖ ἐν τῇ καρδίᾳ καὶ πρὸς ἔκπληξιν ἀνεκλάλητον ἀνελαύνει τὸν νοῦν ταχέως.

Μακάριος ὅστις ἠνοίχθη ἐνώπιον αὐτοῦ ἡ πηγὴ αὕτη, καὶ ἔπιεν ἐξ αὐτῆς πάσας τὰς ὥρας τῆς νυκτὸς καὶ τῆς ἡμέρας. Ἐρώτησις. Τί ἐστι τὸ περιεκτικὸν τῶν κόπων ὅλων τοῦ ἔργου τούτου, ἤγουν τῆς ἡσυχίας, ἵνα τις καταντήσας πρὸς αὐτὸ μάθῃ ὅτι τὴν τελειότητα τῆς πολιτείας ἔφθασεν;

Ἀπόκρισις. Ὅταν ἀξιωθῇ τίς τῆς διαμονῆς τῆς προσευχῆς. Ὅταν γὰρ ταύτην φθάσῃ, πρὸς τὴν ἄκραν πασῶν τῶν ἀρετῶν ἔφθασε, καὶ τοῦ λοιποῦ κατοικητήριον τοῦ ἁγίου Πνεύματος ἐγένετο· ἐὰν γάρ τις τὴν χάριν τοῦ Παρακλήτου ἀκριβῶς οὐκ ἐδέξατο, τὴν διαμονὴν ταύτην τῆς προσευχῆς τελειῶσαι ἐν ἀνέσει οὐ δύναται. «Τὸ Πνεῦμα γάρ» φησιν «ὅταν κατοικήσῃ ἔν τινι τῶν ἀνθρώπων, οὐ παύεται ἐκ τῆς προσευχῆς· αὐτὸ γὰρ τὸ Πνεῦμα ἀεὶ προσεύχεται».

Τότε οὔτε ἐν τῷ καθεύδειν αὐτὸν οὔτε ἐν ἐγρηγόρσει ἡ προσευχὴ ἐκ τῆς ψυχῆς αὐτοῦ κόπτεται, ἀλλ’ ἐὰν ἐσθίῃ, καὶ ἐὰν πίνῃ, καὶ ἐὰν κοιμᾶται, καὶ ἐὰν τί πράττῃ, καὶ ὡς ἐν βαθεῖ ὕπνῳ, αἱ εὐωδίαι καὶ οἱ ἀτμοὶ τῆς προσευχῆς ἐν τῇ καρδίᾳ αὐτοῦ ἀναδίδονται ἄνευ κόπου. Καὶ ἡ προσευχὴ τότε ὁρισμὸν οὐκ ἔχει, ἀλλὰ πάσας τὰς ὥρας αὐτοῦ, κἂν ἡσυχάσῃ ἔξωθεν αὐτῆς, ἀλλ’ αὐτὴ λειτουργεῖ ἐν αὐτῷ κρυπτῶς· τὴν σιγὴν γὰρ τῶν καθαρῶν, προσευχὴν λέγει τις τῶν χριστοφόρων, ἐπειδὴ οἱ λογισμοὶ αὐτῶν θεῖαι κινήσεις εἰσίν· αἱ κινήσεις δὲ τῆς καθαρᾶς διανοίας, φωναὶ πραεῖαι εἰσίν, ἐν αἷς κρυπτῶς τῷ κρυπτῷ ψάλλουσιν.

Ἐρώτησις. Τί ἐστιν ἡ πνευματικὴ προσευχή, καὶ πῶς ταύτης τίς ἀξιοῦται; Ἀπόκρισις. Ψυχικαὶ κινήσεις εἰσὶ τῇ ἐνεργείᾳ τοῦ ἁγίου Πνεύματος κοινωνοῦσαι δι’ ἀκριβοῦς ἁγνείας καὶ καθαρότητος, καὶ εἷς ἐκ τῶν μυρίων ἀνθρώπων ταύτης ἀξιοῦται. Μυστήριον γὰρ καταστάσεως τῆς μελλούσης πολιτείας ἐστί, διότι ὑψοῦται ἡ φύσις καὶ μένει ἐκ τῆς ὅλης κινήσεως καὶ μνήμης τῶν ἐνθάδε ἀνενέργητος.

Καὶ οὐχὶ προσευχὴν προσεύχεται, ἀλλ’ αἰσθήσει αἰσθάνεται ἡ ψυχὴ τῶν πνευματικῶν πραγμάτων τοῦ αἰῶνος ἐκείνου, τῶν ὑπερβαλλόντων τὴν ἔννοιαν τῶν ἀνθρώπων, ἐν οἷς τὸ κατανοῆσαι ἐν αὐτοῖς διὰ τῆς δυνάμεως τοῦ ἁγίου Πνεύματός ἐστιν, ὅπερ ἐστὶν ἡ νοητὴ θεωρία, καὶ οὐ κίνησις καὶ ζήτησις τῆς προσευχῆς ἐστιν. ἀλλ’ ἐκ τῆς προσευχῆς ἔλαβεν ἀφορμήν. Διατοῦτο γὰρ τινὲς τοιοῦτοι τὴν τελειότητα ἤδη ἔφθασαν τῆς καθαρότητος, καὶ οὐκ ἔστιν ὥρα ἐν ᾗ ἡ κίνησις αὐτῶν ἡ ἐσωτέρα οὐκ ἔστιν ἐν προσευχῇ, ὡς προείπομεν. Καὶ ὅτε παρακύψει τὸ Πνεῦμα τὸ ἅγιον, ἐν προσευχῇ αὐτοὺς εὑρίσκει ἀεί, καὶ ἐξ αὐτῆς τῆς προσευχῆς ἐκφέρει αὐτοὺς πρὸς θεωρίαν, ἥτις λέγεται πνευματικὴ ὅρασις· οὐ χρήζουσι γὰρ σχήματος μακρᾶς προσευχῆς οὐδὲ στάσιν τάξεως τῆς πολλῆς λειτουργίας· ἀρκεῖ γὰρ αὐτοῖς ἡ μνήμη τοῦ Θεοῦ καὶ εὐθὺς αἰχμαλωτίζονται ἐν τῇ ἀγάπῃ· ὅμως, τῆς στάσεως τῆς προσευχῆς εἰς τέλος οὐκ ἀμελοῦσιν, ἡνίκα τὴν τιμὴν μερίζουσι τῇ προσευχῇ καὶ ἵστανται τοῖς ποσὶν εἰς τὰς δεδηλωμένας ὥρας ἐκτὸς τῆς ἀδιαλείπτου.

Εἴδομεν γὰρ τὸν ἅγιον Ἀντώνιον «ἱστάμενον ἐν τῇ εὐχῇ τῆς ἐννάτης ὥρας, ὅτι ᾐσθάνετο τὸν νοῦν αὐτοῦ ὑψωθέντα». Καὶ ἄλλος ἐκ τῶν πατέρων ἐκτείνας τὰς χεῖρας, ἱσταμένου αὐτοῦ ἐν τῇ προσευχῇ, ἦλθεν εἰς ἔκστασιν τέσσαρας ἡμέρας, καὶ ἄλλοι πολλοὶ οὕτως.

Ἀξιοῦται δὲ ὁ ἄνθρωπος ταύτης, ὅταν ἀποδύηται τὴν ἁμαρτίαν ἔσωθεν καὶ ἔξωθεν διὰ τῆς φυλακῆς τῶν ἐντολῶν τοῦ Κυρίου, τῶν ἐναντίων τῆς ἁμαρτίας· ἅς τινας ἐντολὰς ἐάν τις κατὰ τάξιν αὐτῶν χρήσηται, ἐξ ἀνάγκης αὐτῷ γίνεται τῶν πολλῶν ἀνθρωπίνων πραγμάτων ὑπεξελθεῖν, τουτέστι τὸ σῶμα ἀπεκδύσασθαι καὶ ἔξωθεν αὐτοῦ γενέσθαι, ὡς εἰπεῖν, οὐχὶ τὴν φύσιν, ἀλλὰ τὴν χρείαν.

Οὐκ ἔστι τίς ἐν τῷ τρόπῳ τοῦ νομοθέτου ἀναστρεφόμενος καὶ ταῖς ἐντολαῖς χρώμενος, καὶ ὑπέμεινεν ἡ ἁμαρτία ἐν αὐτῷ· διατοῦτο καὶ ὁ Κύριος μονὴν παρ’ αὐτῷ ποιεῖν, τῷ τὰς ἐντολὰς φυλάξαντι, ὑπέσχετο ἐν τῷ εὐαγγελίῳ.

Ἐρώτησις· Ποία ἐστὶν ἡ τελειότης τῶν καρπῶν τῶν πολλῶν τοῦ Πνεύματος; Ἀπόκρισις· Ὅταν τις ἀξιωθῇ τῆς τελείας ἀγάπης τοῦ Θεοῦ. Ἐρώτησις· Καὶ πόθεν γινώσκει τίς ὅτι ἔφθασεν εἰς ταύτην; Ἀπόκρισις· Ὅταν κινηθῇ ἡ μνήμη τοῦ Θεοῦ ἐν τῇ διανοίᾳ αὐτοῦ, εὐθέως ἡ καρδία αὐτοῦ κινεῖται ἐν τῇ ἀγάπῃ αὐτοῦ, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ καταφέρουσι δάκρυα δαψιλῶς—ἔθος γὰρ ἔχει ἡ ἀγάπη, ἐκ τῆς μνήμης τῶν ἀγαπητῶν ἐξάπτειν δάκρυα—, καὶ τοιοῦτος ὤν, οὐδέποτε ὑστερεῖται ἐκ τῶν δακρύων, διότι οὐ λείπει αὐτῷ ἀεὶ ὕλη φέρουσα αὐτὸν εἰς μνήμην τοῦ Θεοῦ, ὥστε καὶ ἐν τῷ ὕπνῳ αὐτοῦ συνομιλεῖ τῷ Θεῷ· ἔθος γὰρ τῇ ἀγάπῃ πρᾶξαι τὰ τοιαῦτα, καὶ αὕτη ἐστὶν ἡ τελειότης τῶν ἀνθρώπων ἐν τῇ ζωῇ ταύτῃ.

Ἐρώτησις· Ἐὰν μετὰ τὸν πολὺν κόπον καὶ μόχθον καὶ ἀγῶνα, ὃν ἐκτήσατο ὁ ἄνθρωπος, ἀναιδεύηται ὁ λογισμὸς τῆς ὑπερηφανίας προσβαλεῖν αὐτῷ, διότι ὕλην ἔλαβεν ἐκ τοῦ κάλλους τῶν ἀρετῶν αὐτοῦ, καὶ λογίζεται τὸν πολὺν κόπον ὃν ὑπέμεινεν, ἐν τίνι κρατήσει τὸν λογισμὸν αὐτοῦ, καὶ ἀσφάλειαν τῇ ψυχῇ αὐτοῦ κτήσηται τοῦ μὴ πεισθῆναι αὐτῷ;

Ἀπόκρισις· Ὅταν γνώσεται ὅτι οὕτως πίπτει ἐκ τοῦ Θεοῦ ὡς φύλλον ξηρὸν πίπτον ἐκ δένδρου, τότε γνωρίζει τὴν δύναμιν τῆς ψυχῆς αὐτοῦ· ἐὰν ἐν τῇ δυνάμει αὐτοῦ ἐκτήσατο τὰς ἀρετὰς ταύτας καὶ ὑπέμεινεν ὅλους τοὺς ἀγῶνας τοὺς ὑπὲρ αὐτῶν ἐν τῷ συστεῖλαι τὸν Κύριον τὴν βοήθειαν αὐτοῦ ἐξ αὐτοῦ καὶ αὐτὸν μόνον εἰσελθεῖν μετὰ τοῦ διαβόλου παραχωρεῖ παλαῖσαι καὶ οὐ συνέρχεται αὐτῷ ὁ Κύριος ὡς ἔχει ἔθος συνελθεῖν μετὰ τῶν ἀγωνιζομένων ἐν τῷ ἀγῶνι αὐτῶν καὶ συνεργῆσαι, τότε φανεροῦται ἡ δύναμις αὐτοῦ, μᾶλλον δὲ ἡ ἧττα αὐτοῦ καὶ ἡ ἀπορία αὐτοῦ.

Ἔστι γὰρ ἡ πρόνοια τοῦ Θεοῦ μετὰ τῶν ἁγίων, ἐν παντὶ καιρῷ φυλάττουσα αὐτοὺς καὶ ἐνισχύουσα, καὶ ἐν αὐτῇ νικᾷ πᾶν τάγμα τῶν ἀνθρώπων, ἐὰν ἐν τῷ ἀγῶνι <τῆς σωφροσύνης ἢ> τῆς μαρτυρίας καὶ τοῖς παθήμασιν αὐτῆς γένηται ἄνθρωπος, καὶ ἐν τοῖς λοιποῖς δυσχερέσι τοῖς ὑπὲρ Θεοῦ γινομένοις· καὶ ταῦτα, δῆλα καὶ φανερά εἰσι καὶ οὐκ ἔχουσι δισταγμόν. Πῶς γὰρ δύναται, ἵνα ἡ φύσις νικήσῃ τὴν δύναμιν τῶν γαργαλισμάτων τῶν ἀπαύστως ἐν τοῖς μέλεσι τοῦ ἀνθρώπου κινουμένων καὶ λυπούντων αὐτόν, καὶ νικῆσαι αὐτούς; Καὶ πῶς ἄλλοι τὴν νίκην ποθοῦσι καὶ ἀγαπῶσι, καὶ αὐτοὶ οὐ δύνανται, ἡνίκα ἀνταγωνίζονται σφοδρῶς, ἀλλὰ καθ’ ἑκάστην ἡμέραν ἡττῶνται ἐξ αὐτῶν, καὶ ἐν πόνῳ καὶ πένθει καὶ μόχθῳ εἰσὶν ὑπὲρ τῶν ψυχῶν αὐτῶν, σὺ δὲ εὐκόλως δύνασαι βαστάζειν τὰς δυσκολίας τοῦ σώματος, τοσοῦτον δυσχερεῖς οὔσας, καὶ οὐ πολὺ στενοχωρεῖσαι; Καὶ πῶς ἐνδέχεται ἄλλως, ἐμπαθὲς σῶμα πρὸς τὴν τομὴν τοῦ σιδήρου παλαίειν, καὶ σύνθλασιν μελῶν ὑπομένειν καὶ πᾶν εἶδος κολάσεως, καὶ οὐχ’ ἡττᾶται ὑπὸ τῶν παθῶν ὁ μὴ δὲ πληγὴν ἀκάνθης ὑπομένων κεντοῦσαν τὸν ὄνυχα αὐτοῦ, καὶ ταύτην τὴν ποικιλίαν τῶν βασάνων μὴ αἰσθανόμενος κατὰ τὸ ἔθος τῆς φύσεως, εἰ μὴ ἑτέρα δύναμις ἐκτὸς τῆς φυσικῆς δυνάμεως ἑτέρωθεν πρόσεστιν, ἀπείργουσα ἐξ αὐτοῦ τὴν ἰσχὺν τῶν βασάνων;

Καὶ ἐπειδὴ περὶ τῆς προνοίας τοῦ Θεοῦ διελέχθημεν, οὐκ ὀκνητέον καὶ ἱστορίας τινὸς ψυχωφελοῦς ὑπομνησθῆναι, ὑψούσης τὸν ἄνθρωπον ἐν τοῖς ἀγωνίσμασι. «Νεώτερός τις ὀνόματι Θεόδωρος, βασανισθεὶς κατὰ παντὸς τοῦ σώματος καὶ ἐρωτηθεὶς ὑπό τινος ‘πῶς ᾔσθου τῶν βασάνων’, ἀπεκρίθη ὅτι ‘ἐν προοιμίοις ᾐσθανόμην, ὕστερον δὲ εἶδον τινὰ νεανίσκον ἀποσπογγίζοντα τὸν ἱδρῶτα τοῦ ἀγῶνος μου καὶ ἐνισχύοντά με καὶ παρέχοντά μοι ἀναψυχὴν ἐν τῇ ἀθλήσει μου’». Ὢ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ· πόσον ἐγγίζει ἡ χάρις αὐτοῦ τοῖς ἀθλοῦσι διὰ τὸ ὄνομα αὐτοῦ τοῦ ὑπομένειν μετὰ χαρᾶς ὑπὲρ αὐτοῦ τὰ πάθη. Μὴ ἀγνωμονήσῃς εἰς τὴν πρόνοιαν τοῦ Θεοῦ τὴν πρὸς σὲ γενομένην, ὦ ἄνθρωπε. Ἐὰν λοιπὸν δῆλόν ἐστιν ὅτι οὐχὶ σὺ εἶ ὁ νικῶν, ἀλλ’ ὑπάρχεις ὥσπερ ὄργανον, καὶ ὁ Κύριος ἐστὶν ὁ νικῶν ἐν σοί, καὶ σὺ λαμβάνεις τὸ ὄνομα τῆς νίκης δωρεάν τις οὖν ὁ κωλύων σε ἐν παντὶ καιρῷ τὴν αὐτὴν δύναμιν αἰτεῖν καὶ νικῆσαι καὶ ἐγκωμιασθῆναι καὶ τῷ Θεῷ ἐξομολογήσασθαι; Οὐκ ἤκουσας ἆρα, ὦ ἄνθρωπε, πόσοι ἀθληταὶ ἀπὸ καταβολῆς κόσμου καὶ ἐκ τοῦ ὕψους τῶν ἡμερῶν, ἐκ τοῦ ὕψους τῶν ἀνταγωνισμάτων αὐτῶν πεπτώκασι, πρὸς τὴν χάριν ταύτην ἀγνωμονήσαντες;

Καθόσον πολλαί εἰσι καὶ διάφοροι αἱ τοῦ Θεοῦ δωρεαὶ πρὸς τὸ ἀνθρώπινον γένος, κατὰ τοσοῦτον διαιρέσεις εἰσὶν ἐν τοῖς δεκτικοῖς πρὸς ἀναλογίαν τῶν δεχομένων αὐτάς· καὶ ἔστι σμικρότης καὶ μεγαλειότης ἐν ταῖς δωρεαῖς, εἰ καὶ πᾶσαι εἰσὶν ὑψηλαὶ καὶ θαυμασταί, ἀλλ’ ἔστι μία ὑπερβάλλουσα τὴν ἄλλην ἐν δόξῃ καὶ ἐν τιμῇ, καὶ βαθμός ἐστιν ὑπερέχων βαθμοῦ. Καὶ πάλιν, τὸ ἀφιερῶσαι τινὰ ἑαυτὸν τῷ Θεῷ καὶ τὸ πολιτεύσασθαι ἐν τῇ ἀρετῇ, καὶ τοῦτο ἕν ἐστι τῶν μεγάλων χαρισμάτων τοῦ Χριστοῦ. Πολλοὶ γὰρ τῆς χάριτος ταύτης ἐπιλαθόμενοι, ὅτι ἠξιώθησαν ἀφορισθῆναι ἐκ τῶν ἀνθρώπων καὶ τῷ Θεῷ ἀφιερωθῆναι καὶ τῶν χαρισμάτων αὐτοῦ λήπτορες γενέσθαι καὶ ἐκλεχθῆναι καὶ διακονίας καὶ λειτουργίας τοῦ Θεοῦ ἀξιωθῆναι, καὶ ἀντὶ τοῦ εὐχαριστῆσαι τῷ Θεῷ ἀδιαλείπτως ἐν τῷ στόματι αὐτῶν ὑπὲρ τούτων, ἐξέκλιναν εἰς ὑπερηφανίαν καὶ ὑψηλοφροσύνην· καὶ οὐχὶ ὡς λαβόντες τὴν χάριν τῆς λειτουργίας λειτουργῆσαι αὐτῷ ἐν καθαρᾷ πολιτείᾳ καὶ πνευματικῇ ἐργασίᾳ εἰσίν, ἀλλ’ ὡς τῷ Θεῷ χάριν ποιοῦντες οὕτως λογίζονται, ἀντὶ τοῦ λογίσασθαι ὅτι προσελάβετο αὐτοὺς ἐκ τῶν ἀνθρώπων καὶ οἰκείους αὐτοῦ ἀπειργάσατο εἰς γνῶσιν τῶν μυστηρίων αὐτοῦ.

Καὶ οὐ τρέμουσιν ἐξ ὅλης τῆς ψυχῆς αὐτῶν ταῦτα διαλογιζόμενοι, μάλιστα θεασάμενοι τοὺς πρὸ αὐτῶν ταῦτα λογισαμένους, πῶς ἐξαίφνης ἤρθη ἐξ αὐτῶν τὸ ἀξίωμα καὶ πῶς ἀπέρριψεν αὐτοὺς ὁ Κύριος ἐν ῥιπῇ ὀφθαλμοῦ ἐκ τῆς μεγίστης ἧς εἶχον δόξης καὶ τιμῆς, καὶ ἐξέκλιναν εἰς ἀκαθαρσίαν καὶ ἀσελγείαν καὶ εἰς αἰσχρουργίαν κτηνώδει τρόπῳ. Ἐπειδὴ δὲ οὐκ ἔγνωσαν τὴν ἑαυτῶν δύναμιν, οὐδὲ ἀδιαλείπτως ἐμνημόνευον τοῦ δεδωκότος αὐτοῖς τὴν χάριν τοῦ λειτουργεῖν αὐτῷ καὶ ἔνδον τῆς βασιλείας αὐτοῦ γενέσθαι καὶ ὁμοδιαίτους τῶν ἀγγέλων εἶναι καὶ τῇ ἀγγελικῇ πολιτείᾳ αὐτῷ προσπελάσαι, ἀπέρριψεν αὐτοὺς ἀπὸ τῆς ἐργασίας αὐτῶν καὶ ἔδειξεν αὐτοῖς ἐν τῇ μεταβολῇ τῆς διαγωγῆς αὐτῶν τῇ ἀπὸ τῆς ἡσυχίας, ὅτι οὐκ αὐτῶν ἦν ἡ δύναμις ἐκείνη, τὸ ὑπομεῖναι ἐν εὐτάκτοις πολιτείαις καὶ μὴ ὀχληθῆναι παρὰ τῆς βίας τῆς φύσεως καὶ τῶν δαιμόνων καὶ λοιπῶν ἄλλων ἐναντιωμάτων, ἀλλὰ δύναμις ἦν αὐτοῦ τῆς χάριτος ἐνεργοῦσα ἐν αὐτοῖς.

Ἅπερ ὁ κόσμος χωρῆσαι ἢ ἀκοῦσαι οὐ δύναται διὰ τὴν δυσκολίαν αὐτῶν, οὗτοι δὲ καιρὸν πολὺν ὑπέμειναν ἐν αὐτοῖς καὶ οὐχ’ ἡττήθησαν, ἐπεὶ ἦν δύναμίς τις ἀκολουθοῦσα αὐτοῖς, ἱκανοῦσα ἐν πᾶσι βοηθῆσαι αὐτοῖς καὶ ἐν πᾶσι διαφυλάξαι αὐτούς· ἐπειδὴ δὲ ἐπελάθοντο ταύτης τῆς δυνάμεως, ἐπληρώθη ἐν αὐτοῖς ὁ λόγος ὁ εἰρημένος· Καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει τὸν δεσπότην αὐτῶν, τὸν συνάψαντα τὸν χοῦν τῇ λειτουργίᾳ τῇ πνευματικῇ, παρέδωκεν αὐτοὺς εἰς ἀδόκιμον νοῦν, καὶ τὴν ἀτιμίαν, ἣν ἔδει, τῆς πλάνης αὐτῶν ἐν αὐτοῖς ἀπέλαβον.

Ἐρώτησις· Εἰ ἆρα ἔστι τις, ἡνίκα τολμήσει, διόλου παραυτὰ ἀποτασσόμενος τῇ συνοικήσει τῶν ἀνθρώπων, καὶ ἐξαίφνης ἐξερχόμενος εἰς ἔρημον ἀοίκητον καὶ φοβερὰν μετὰ ζήλου ἀγαθοῦ. ἆρα τούτου χάριν λιμῷ ἀποθνήσκει διὰ τὴν ἔνδειαν τῆς σκέπης καὶ τῶν λοιπῶν χρειῶν;

Ἀπόκρισις· Ὁ ἑτοιμάσας τοῖς ζώοις, πρὸ τοῦ πλάσαι αὐτά, κατοικητήρια, καὶ ἐπιμέλειαν τῶν χρειῶν αὐτῶν ποιούμενος, οὐ μὴ παρίδῃ τοὺς φοβουμένους αὐτόν, ἐξαιρέτως τοὺς ἁπλῶς καὶ ἀπεριέργως ἀκολουθήσαντας αὐτῷ. Ὁ τῷ Θεῷ ἀνατιθέμενος τὸ θέλημα αὐτοῦ ἐν ἅπασιν, οὐδέποτε μεριμνᾷ περὶ τῆς χρείας τοῦ σώματος αὐτοῦ καὶ τῆς ταλαιπωρίας καὶ τῆς κακοπαθείας αὐτοῦ, ἀλλὰ ποθεῖ τοῦ μὴ ἐμμεῖναι ἐν τῷ ῥύπῳ τῆς πολιτείας καὶ <μὴ> ὑπομεῖναι τὴν ζωὴν τῆς ταπεινώσεως ὡς δειλιῶν τὰς θλίψεις· ἀλλ’ ὡς ἡδέα καὶ γλυκέα λογίζεται τὴν ἀλλοτρίωσιν ὅλου τοῦ κόσμου διὰ τὴν καθαρότητα τῆς πολιτείας, μοχθῶν μεταξὺ βουνῶν καὶ ὀρέων, καὶ ὡς πλάνος γίνεται ἐν τῇ χώρᾳ τῶν ἀλόγων ζώων καὶ μὴ καταδεχόμενος ἀναπαύεσθαι σωματικῶς καὶ ζῆσαι ζωὴν πεπληρωμένην ῥύπων, καὶ ἡνίκα παραδώσει ἑαυτὸν εἰς θάνατον καθ’ ἑκάστην ὥραν ἵνα μὴ στερηθῇ τῆς καθαρᾶς πολιτείας <ὑπὲρ> τοῦ Θεοῦ· αὐτῷ ἡ δόξα καὶ ἡ τιμή, καὶ αὐτὸς ἡμᾶς φυλάξαι ἐν τῇ καθαρότητι αὐτοῦ καὶ ἁγιάσαι ἡμᾶς τῷ ἁγιασμῷ τοῦ ἁγίου αὐτοῦ Πνεύματος εἰς τιμὴν τοῦ ὀνόματος αὐτοῦ, τοῦ δοξάσαι τὸ ὄνομα αὐτοῦ ἐν καθαρότητι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.

Εἶπε τίς τῶν ἁγίων ὅτι «γίνεται τὸ σῶμα φίλος τῆς ἁμαρτίας φοβούμενον τοὺς πειρασμούς, ἵνα μὴ στενωθῇ καὶ ἀποθάνῃ ἐκ τῆς ζωῆς αὐτοῦ»· διατοῦτο καταναγκάζει αὐτὸ τὸ Πνεῦμα τὸ ἅγιον ἀποθανεῖν· γινώσκει γὰρ ὅτι ἐὰν μὴ ἀποθάνῃ οὐ νικᾷ τὴν ἁμαρτίαν.

Εἴ τις θέλει, ἵνα κατοικήσῃ ἐν αὐτῷ ὁ Κύριος, τὸ σῶμα αὐτοῦ βιάζεται καὶ λειτουργεῖ τῷ Κυρίῳ καὶ δουλεύει ἐν ταῖς ἐντολαῖς τοῦ Πνεύματος ταῖς γεγραμμέναις ἐν τῷ ἀποστόλῳ, καὶ φυλάττει τὴν ψυχὴν αὐτοῦ ἀπὸ τῶν ἔργων τῆς σαρκός, ὧν ἔγραψεν ὁ ἀπόστολος.

Σῶμα δὲ συμμεμιγμένον τῇ ἁμαρτίᾳ, ἀναπαύεται ἐν τοῖς ἔργοις τῆς σαρκὸς καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οὐκ ἀναπαύεται ἐν τοῖς καρποῖς αὐτοῦ· ὅτε γὰρ ἀσθενεῖ τὸ σῶμα ἐν νηστείᾳ καὶ ταπεινώσει, ἡ ψυχὴ ἐνδυναμοῦται πνευματικῶς ἐν τῇ προσευχῇ.

Ἔθος ἔχει τὸ σῶμα, ὅταν στενωθῇ πολλαχῶς ἐν θλίψεσι τῆς ἡσυχίας καὶ ὑστερηθῇ καὶ δεηθῇ, ὥστε ἐγγίζειν τοῦ ἀποθανεῖν ἐκ τῆς ζωῆς αὐτοῦ, τότε παρακαλεῖ σε λέγον· “Ἄφες με ὀλίγον, ἵνα συμμέτρως πολιτεύσωμαι· ἄρτι ὀρθοποδῶ, διότι ἐπειράσθην τῶν τοιούτων κακῶν”. Καὶ ὅταν ἀναπαύσῃς αὐτὸ ἐκ τῶν θλίψεων καὶ παράσχῃς αὐτῷ μικρὰν ἄνεσιν, διότι συνεπάθησας αὐτῷ, καὶ κἂν πρὸς μικρὸν ἀναπαύσῃ, τότε ψιθυρίζει σοι κολακευτικῶς μικρὸν μικρόν, ἕως ἂν ποιήσῃ σε ἐξελθεῖν ἐκ τῆς ἐρήμου—πάνυ γὰρ εἰσὶ τὰ κολακεύματα αὐτοῦ ἰσχυρά—, καὶ λέγει σοι· ‘Δυνάμεθα καλῶς πολιτεύσασθαι καὶ πλησίον τοῦ κόσμου’ πολλὰ γὰρ ἐπειράθημεν δυνάμεθα οὖν ἐν οἷς ἐσμὲν ἐκεῖσε πολιτεύεσθαι. Δοκίμασόν με μόνον, καὶ ἐὰν οὐ γίνωμαι ὡς θέλεις, δυνάμεθα ὑποστρέψαι· ἰδοὺ ἡ ἔρημος οὐ φεύγει ἐξ ἡμῶν”. Μὴ οὖν πιστεύσῃς αὐτῷ, κἂν σφόδρα παρακαλέσῃ καὶ ὑποσχέσεις πολλὰς ποιήσῃ, διότι οὐ ποιεῖ ἃ εἶπε.

Μετὰ τὸ δοῦναι σε αὐτῷ τὴν αἴτησιν αὐτοῦ, ῥίπτει σε εἰς μεγάλα πτώματα, ἐξ ὧν οὐ δύνῃ ἀναστῆναι καὶ ἐξελθεῖν ἐξ αὐτῶν. Ὅταν ἀκηδιάσῃς ἐκ τῶν πειρασμῶν καὶ χορτασθῇς ἐξ αὐτῶν, εἰπὲ αὐτῷ· “Σὺ πάλιν τὴν ἀκαθαρσίαν καὶ τὴν αἰσχρὰν ζωὴν ἐπιθυμεῖς”. Καὶ ἐὰν εἴπῃ σοι· “Ἁμαρτία μεγάλη ἐστὶ τὸ φονεῦσαι ἑαυτόν”, εἰπὲ σὺ αὐτῷ· “Φονεύω ἑαυτόν, διότι οὐ δύναμαι ἀκαθάρτως ζῆσαι. Ἀποθάνω ὧδε, καὶ μὴ πάλιν θεάσωμαι τὸν θάνατον τὸν ἀληθινὸν τῆς ψυχῆς μου, τὸν ἐκ τοῦ Θεοῦ. Συμφέρει μοι, ἵνα ἀποθάνω ὧδε ὑπὲρ τῆς ἁγνείας, καὶ μὴ κακὴν ζωὴν ζήσω ἐν τῷ κόσμῳ. Τὸν θάνατον τοῦτον προαιρέσει ἐξελεξάμην ὑπὲρ τῶν ἁμαρτιῶν μου. Ἀποκτενῶ ἑαυτόν, διότι ἡμάρτηκα τῷ Θεῷ, καὶ μηκέτι αὐτὸν παροργίσω. Τί θέλω ζωὴν ἀπέχουσαν ἐκ τοῦ Θεοῦ; Τὰς κακώσεις ταύτας ὑπομένω, ἵνα μὴ ἀλλοτριωθῶ ἐκ τῆς ἐπουρανίου ἐλπίδος. Ποίαν ὠφέλειαν ἔχει ὁ Θεὸς ἐκ τῆς ἐμῆς ζωῆς τῆς ἐν τῷ βίῳ, ἐὰν ἐν αὐτῷ ζήσω κακῶς καὶ παροργίσω αὐτόν;”

Τοῦ αὐτοῦ· Λόγος ΚΗʹ Περὶ διαφόρων τρόπων τοῦ πολέμου τοῦ ἐκ τοῦ διαβόλου πρὸς τοὺς ἐν τῇ στενῇ ὁδῷ τῇ ὑπερεχούσῃ τὸν κόσμον πορευομένους. Ἔχει ἔθος πάλιν ὁ διάβολος, ὁ ἀντίπαλος ἡμῶν, τοῖς ἐν τῷ ἀγῶνι τούτῳ κατιοῦσι, μηχανικῶς διαιρεῖν τὰς πάλας αὐτοῦ κατ’ αὐτῶν. Ἐκ τοῦ σχήματος τῶν ὅπλων αὐτῶν καὶ τῶν σκοπῶν τῶν προσώπων ἀλλάσσει τὸν τρόπον τοῦ ἀγῶνος αὐτοῦ.

Καὶ πρὸς μὲν τοὺς ὄντας ῥαθύμους τῇ προαιρέσει θεωρεῖ καὶ ἐν τοῖς λογισμοῖς αὐτῶν ἀσθενεῖς, καὶ ἐξ ἀρχῆς σφοδρῶς πολεμεῖ αὐτούς, ὥστε ἐγείρειν κατ’ αὐτῶν πειρασμοὺς στερεοὺς καὶ ἰσχυρούς, ὅπως γεύσασθαι αὐτοὺς ποιήσῃ τῶν τρόπων τῆς πονηρίας αὐτοῦ ἐκ τῆς ἀρχῆς τῆς ὁδοῦ, ἵνα ἐκ τοῦ πρώτου ἀγῶνος κατάσχῃ αὐτοὺς δειλία, καὶ φανῇ αὐτοῖς ἡ ὁδὸς αὐτῶν τραχεῖα καὶ δύσβατος καὶ εἴπωσιν οὕτως· “Ἐὰν καὶ ἡ ἀρχὴ οὕτως δυσχερὴς καὶ σκληρά, ἕως τοῦ τέλους αὐτῆς τίς ὑποφέρει ἀπαντῆσαι τοῖς ἀγῶσι τοῖς πολλοῖς, τοῖς ἐν μέσῳ αὐτῆς τεταγμένοις;” Καὶ ἔκτοτε οὐ δύνανται πάλιν στῆναι ἢ ἐλθεῖν εἰς τὸ ἔμπροσθεν, ἀλλ’ οὐδὲ πρὸς ἄλλο τί ἰδεῖν ἐκ τῆς ἐπείξεως τῆς φροντίδος τῆς περὶ τούτων. Καὶ πρὸς ὀλίγον σφίγγει τὸν πόλεμον αὐτοῦ ὁ διάβολος πρὸς αὐτούς, ἵνα οὕτως φύγωσι, μᾶλλον δὲ ὁ Θεὸς αὐτός ἐστιν ὁ παραχωρῶν αὐτῷ ἰσχύειν κατ’ αὐτῶν, ἐν μηδενὶ αὐτοῖς βοηθῶν, διότι ἐν δισταγμῷ καὶ ψυχρότητι εἰς τὸν ἀγῶνα τοῦ Κυρίου εἰσῆλθον· λέγει γάρ, Ἐπικατάρατος πᾶς ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμελῶς καὶ κωλύει τὴν χεῖρα ἐκ τοῦ αἵματος, καὶ πάλιν· Ἐγγὺς Κύριος τοῖς φοβουμένοις αὐτόν.

Ἄνευ γὰρ φόβου καὶ ψυχρότητος, ἀπαντῆσαι τῷ διαβόλῳ ἐπιτρέπει ὁ Θεὸς λέγων· Ἄρξαι τοίνυν τοῦ ἀπολέσαι αὐτόν, καὶ ὅρμησον κατ’ αὐτοῦ πρὸς πόλεμον καὶ συμπλάκηθι αὐτῷ ἀνδρείως, καὶ ἄρξομαι ἐπιθεῖναι τὸν φόβον σου ἐπὶ πάντας τοὺς ἐχθρούς σου τοὺς ὑποκάτω τοῦ οὐρανοῦ.

Ἐὰν γὰρ μὴ ἀποθάνῃς θάνατον αἰσθητὸν ἑκουσίως ὑπὲρ τῆς ἀγάπης τοῦ Θεοῦ, ἀκουσίως μέλλεις ἀποθανεῖν ἐκ τοῦ Θεοῦ νοητῶς. Ὅπερ ἐστὶ μέρος σου, μὴ δυσχεράνῃς δέξασθαι ὑπὲρ αὐτοῦ ἑκουσίως πρόσκαιρα παθήματα καὶ εἰσελθεῖν εἰς τὴν δόξαν τοῦ Θεοῦ. Ἐὰν δὲ ἐν τῷ ἀγῶνι τοῦ Κυρίου ἀποθάνῃς σωματικῶς, αὐτός σε ὁ Κύριος στεφανοῖ καὶ τοῖς λειψάνοις σου τοῖς τιμίοις παρέχει ὁ Θεὸς τὴν τιμὴν τῶν μαρτύρων.

Διατοῦτο, ὡς προεῖπον, ὅτι οἱ ἐν προοιμίοις ἀμελεῖς καὶ χαῦνοι, καὶ οὐκ ἐβιάσαντο πρὸς θάνατον δοῦναι ἑαυτούς, ἐντεῦθεν ἐν πᾶσι τοῖς πολέμοις εὑρίσκονται ἐλάχιστοι καὶ ἀχρεῖοι· μᾶλλον δὲ ὁ Θεὸς παραχωρεῖ αὐτοὺς διωχθῆναι καὶ πολεμηθῆναι, διότι οὐκ ἐν ἀληθείᾳ ἐξεζήτησαν αὐτόν, ἀλλ’ ὡς πειράζοντες καὶ χλευάζοντες ἐδοκίμασαν τελειῶσαι τὸ ἔργον τοῦ Θεοῦ.

Διατοῦτο καὶ αὐτὸς ὁ διάβολος ἐξ ἀρχῆς ἐγνώρισεν αὐτοὺς καὶ ἐδοκίμασε τοὺς λογισμοὺς αὐτῶν, ὁποῖοι εἰσί, τουτέστι δειλοὶ καὶ φίλαυτοι καὶ μᾶλλον φειδόμενοι τοῦ σώματος αὐτῶν· διατοῦτο ὡς ἐν καταιγίδι καταδιώκει αὐτούς, διότι δύναμιν νοητήν, ἥνπερ ἔχει ἔθος θεωρεῖν ἐν τοῖς ἁγίοις, οὐ θεωρεῖ ἐν αὐτοῖς.

Πρὸς τὴν προαίρεσιν γὰρ τοῦ ἀνθρώπου τὴν πρὸς τὸν Θεὸν καὶ τὴν πρόθεσιν τὴν πρὸς τὸν σκοπὸν τὸν δι’ αὐτόν, οὕτως συνεργεῖ αὐτῷ ὁ Θεὸς καὶ βοηθεῖ καὶ δεικνύει αὐτῷ τὴν πρόνοιαν αὐτοῦ· οὐ δύναται γὰρ ὁ διάβολος προσεγγίσαι τῷ ἀνθρώπῳ ἢ προσενέγκαι αὐτῷ πειρασμούς, εἰ μὴ ἀμελήσῃ ἢ παραχωρήσῃ αὐτὸν ὁ Θεός. ἢ ἐὰν χαυνώσῃ ἑαυτὸν εἰς αἰσχροὺς λογισμοὺς ἀπὸ οἰήσεως καὶ ἐπάρσεως ἢ λογισμοὺς δισταγμοῦ καὶ διψυχίας. Τοὺς τοιούτους ὁ διάβολος ἐξαιτεῖται τοῦ πειράσαι· τοὺς δὲ ἀρχαρίους καὶ ἁπλοῦς καὶ ἀπείρους οὐκ ἐξαιτεῖται παρὰ τοῦ Θεοῦ, ὥσπερ τοὺς ἁγίους καὶ μεγάλους, τοῦ πειράσαι αὐτούς, διότι γινώσκει ὅτι οὐ παραχωρεῖ αὐτοὺς ὁ Θεὸς πεσεῖν εἰς τὰς χεῖρας αὐτοῦ—οἶδε γὰρ ὁ Θεὸς ὅτι οὐχ’ ἱκανοῦσι πρὸς τοὺς πειρασμοὺς τοῦ διαβόλου—, εἰ μὴ σχῶσι μίαν αἰτίαν ἐκ τῶν αἰτιῶν ὧν προεῖπον, καὶ τότε ἡ δύναμις τῆς προνοίας τοῦ Θεοῦ μακρύνεται ἐξ αὐτῶν. Οὗτός ἐστιν ὁ εἷς τρόπος τῶν πολέμων τοῦ διαβόλου.

Τρόπος δεύτερος τῶν πολέμων τοῦ διαβόλου. Οὓς δὲ ἀνδρείους καὶ δυνατοὺς θεωρεῖ ὁ διάβολος, καὶ τὸν θάνατον εἰς οὐδὲν λογιζομένους, καὶ ἐν μεγάλῳ ζήλῳ ἐξελθόντας, καὶ εἰς πάντα πειρασμὸν καὶ θάνατον ἐκδεδωκότας ἑαυτούς, καὶ καταφρονοῦντας τῆς ζωῆς καὶ τοῦ κόσμου καὶ τοῦ σώματος καὶ πάντων τῶν πειρασμῶν, τούτοις οὐκ ἀπαντᾷ παραυτίκα ὁ διάβολος, οὐδὲ δεικνύει ἑαυτὸν τούτοις ἐπὶ πολύ, ἀλλὰ συστέλλει ἑαυτὸν καὶ τόπον δίδωσιν αὐτοῖς, καὶ οὐκ ἀπαντᾷ αὐτοῖς πρὸς τὴν πρώτην ὁρμὴν αὐτῶν, οὐδὲ παρατάσσεται πρὸς αὐτοὺς εἰς πόλεμον· γινώσκει γὰρ ὅτι πᾶσα ἀρχὴ θερμοτέρα ὑπάρχει τοῦ πολέμου, καὶ οἶδεν ὅτι πολὺν ζῆλον ἔχει ὁ ἀγωνιστήν, καὶ ὅτι οὐχ’ ὡς ἔτυχε νικῶνται οἱ ζηλωταὶ τῶν πολεμιστῶν. Καὶ οὐχὶ ὡς δειλιῶν ὁ διάβολος ποιεῖ τοῦτο, ἀλλ’ ἐκ τῆς περικειμένης αὐτοῖς θείας δυνάμεως τῆς φοβεριζούσης αὐτόν. Ἀλλ’ ὅσον θεωρεῖ αὐτοὺς οὕτως, οὐ τολμᾷ προσψαῦσαι αὐτοῖς, ἕως ὅτε ἴδῃ αὐτοὺς ψυχρανθέντας ἀπὸ τοῦ ζήλου αὐτῶν καὶ ἀπορρίψαντας τὰ ὅπλα, ἅπερ ἡτοίμασαν ἑαυτοῖς ἐν ταῖς διανοίαις αὐτῶν, ἐν τῇ ἀλλοιώσει τῶν θείων λογίων καὶ τῶν μνημῶν τῶν συνεργουσῶν καὶ βοηθουσῶν αὐτοῖς· καὶ προσέχει εἰς τὸν καιρὸν τῆς ῥαθυμίας αὐτῶν.

Καὶ ὅτε στραφῶσι μικρὸν ἐκ τῶν πρώτων λογισμῶν αὐτῶν καὶ αὐτοὶ ἀφ’ ἑαυτῶν ἄρχονται ἐφευρίσκειν ἐφευρέσεις τῆς ἥττης αὐτῶν ἐκ τῶν κολακευμάτων τοῦ φρονήματος αὐτῶν τῶν βρυόντων ἐν αὐτοῖς, καὶ ἀφ’ ἑαυτῶν αὐτοὶ ὀρύσσουσι βόθρον ἀπωλείας ταῖς ψυχαῖς αὐτῶν ἐκ τοῦ μετεωρισμοῦ τῶν λογισμῶν, τοῦ ἐκ τῆς ὀκνηρίας γινομένου ἐν ταῖς διανοίαις αὐτῶν, ἀφ’ ὧν ἡ ψυχρότης ἐβασίλευσεν ἐν αὐτοῖς.

Καὶ ταῦτα μὲν ὁ διάβολος οὐχ’ ἑκουσίως ποιεῖ, ἡνίκα ἐμποδίζεται τοῦ πολεμεῖν αὐτούς, ἢ ὡς φειδόμενος αὐτῶν οὐδὲ αἰσχυνόμενος παρ’ αὐτῶν· εἰς οὐδὲν γὰρ ἔχει αὐτούς. Ἀλλὰ λογίζομαι ὅτι δύναμίς τις περικυκλοῖ τοὺς ἐν θερμότητι ζήλου διακειμένους πρὸς τὸν Θεόν, καὶ τοὺς νηπιωδῶς ἐξερχομένους καὶ ἀλογίστως ἀποτασσομένους, τοὺς ἐλπίζοντας δὲ εἰς τὸν Θεὸν καὶ πιστεύοντας, καὶ ἀγνοοῦντας πρὸς τίνα τὴν πάλην ἔχουσι. Διατοῦτο ὁ Θεὸς διώκει τὴν δεινότητα τῆς πονηρίας αὐτοῦ ἐξ αὐτῶν τοῦ μὴ ἐγγίσαι αὐτοῖς· χαλινοῦται γὰρ θεωρῶν τὸν φύλακα τὸν ἀεὶ αὐτοὺς φυλάττοντα.

Ἐὰν γὰρ τὰς αἰτίας τῆς βοηθείας ἐξ ἑαυτῶν μὴ ἀπορρίψωσιν. αἵτινες εἰσὶ δέησις καὶ κόποι καὶ ταπεινοφροσύνη, ὁ ἀντιλήπτωρ καὶ βοηθὸς οὐκ ἀναχωρεῖ ἐξ αὐτῶν ποτέ. Βλέπε καὶ γράψον ταῦτα εἰς τὴν καρδίαν σου, ὅτι ἡ φιληδονία καὶ τὸ ἀγαπᾶν τὴν ἀνάπαυσιν, αἴτια ἐστὶ τῆς παραχωρήσεως.

Ἐὰν δέ τις ἐκ τούτων ὑπομείνῃ ἰσχυρῶς ἐγκρατευόμενος, ἐκ τῆς συνεργίας τοῦ Θεοῦ οὐδέποτε ἀπολιμπάνεται, καὶ ὁ ἐχθρὸς οὐ συγχωρεῖται προσβαλεῖν αὐτῷ. Καὶ ἐὰν ἅπαξ ἅπαξ συγχωρηθῇ προσβαλεῖν αὐτῷ πρὸς παιδείαν, ἀλλ’ ἀκολουθεῖ αὐτῷ καὶ συνέχει αὐτὸν ἡ ἁγία δύναμις, καὶ οὐ φοβεῖται τοὺς πειρασμοὺς τῶν δαιμόνων, διότι ὁ λογισμὸς αὐτοῦ θαρρεῖ καὶ καταφρονεῖ αὐτῶν δι’ αὐτήν.

Αὕτη γὰρ ἡ θεία δύναμις ἐκδιδάσκει τοὺς ἀνθρώπους, ὥσπέρ τις διδάσκει τινὰ νεώτερον μικρὸν πλεῦσαι. Καὶ ὅταν ἄρξηται ποντίζεσθαι ἀναφέρει αὐτόν, διότι ἐπάνωθεν τῶν χειρῶν τοῦ διδάσκοντος αὐτὸν πλέει ὁ νεώτερος. Καὶ ὅταν ἄρξηται ὀλιγωρεῖν, ἵνα μὴ βυθισθῇ, αὐτὸς ὁ βαστάζων αὐτὸν ἐν ταῖς χερσὶν αὐτοῦ κράζει αὐτῷ· ‘Μὴ φοβοῦ, ἐγὼ βαστάζω σε’. Καὶ ὥσπερ μήτηρ διδάσκει τὸν υἱὸν αὐτῆς τὸν μικρὸν τὸ περιπάτημα, καὶ μακρύνει ἑαυτὴν ἐξ αὐτοῦ καὶ προσκαλεῖται αὐτόν. Ὅταν δὲ αὐτὸς ἄρξηται ἐρχόμενος πρὸς τὴν μητέρα αὐτοῦ ἐν τοῖς ποσὶν αὐτοῦ τοῖς μικροῖς καὶ ἀσθενέσι, διὰ τὴν ἁπαλότητα αὐτῶν τρέμουσι. Καὶ ὅταν ἄρξηται πίπτειν, τρέχει ἡ μήτηρ αὐτοῦ καὶ βαστάζει αὐτὸν ἐν ταῖς ἀγκάλαις αὐτῆς. Οὕτως βαστάζει ἡ χάρις τοῦ Θεοῦ καὶ διδάσκει τοὺς ἀνθρώπους, τούς τε καθαρῶς καὶ μετὰ ἁπλότητος ἐκδεδωκότας ἑαυτοὺς εἰς χεῖρας τοῦ πλάσαντος αὐτούς, καὶ τοὺς ἐξ ὅλης καρδίας τῷ κόσμῳ ἀποταξαμένους καὶ ὀπίσω αὐτοῦ πορευομένους.

Σὺ δέ, ὦ ἄνθρωπε, ἐξερχόμενος ὄπισθεν τοῦ Θεοῦ, ἐν παντὶ καιρῷ τοῦ ἀγῶνος σου, ἀεὶ τῆς ἀρχῆς μνημόνευε καὶ τοῦ πρώτου ζήλου τῆς ἀρχῆς τῆς ὁδοῦ καὶ τοῦ θερμοῦ λογισμοῦ, ὃν ἐξῆλθες ἐν προοιμίοις ἔχων ἐκ τοῦ οἴκου σου, καὶ εἰσήνεγκας σεαυτὸν εἰς τὴν παράταξιν τοῦ πολέμου· καὶ οὕτως δοκίμασον σεαυτὸν καθ’ ἑκάστην ἡμέραν, ὅπως μὴ ψυχρανθῇ ἡ θερμότης τῆς ψυχῆς σου ἐκ τοῦ ζήλου τοῦ ἐξαφθέντος ἐν σοὶ ἐξ ἀρχῆς· μήπως ζημιωθῇς τινὸς τῶν ὅπλων, ὧν ᾖς ἐνδεδυμένος ἐν ἀρχῇ τοῦ ἀγῶνος σου. Καὶ ἀεὶ ὕψωσον τὴν φωνήν σου ἐντὸς τῆς παρεμβολῆς, καὶ τὰ τέκνα τῶν δεξιῶν, ἤγουν τοὺς οἰκείους λογισμούς, θάρσυνον καὶ ἀνδρείωσον καὶ δεῖξον τοῖς ἄλλοις, ἤτοι τῷ μέρει τοῦ ἐναντίου, ὅτι νηφάλιος εἶ.

Καὶ ἐὰν ἐν προοιμίοις ὁρᾷς ὁρμὴν φοβερίζουσάν σε τοῦ πειράζοντος, μὴ χαυνωθῇς. Ἴσως αὕτη συμφέρει σοι· οὐ παραχωρεῖ δωρεὰν ὁ σώζων σε, τινὰ προσεγγίσαι σοι, εἰ μὴ οἰκονομίαν τινὰ προξενῶν πρὸς τὸ συμφέρον σοι.

Ἀλλὰ μὴ δείξῃς ῥαθυμίαν ἐξ ἀρχῆς, ἵνα μή, δείξας ὧδε ῥαθυμίαν, εἰς τοὔμπροσθεν βαίνων καταπέσῃς, καὶ μηκέτι εὑρήσεις ἀναστῆναι ἐκ τῶν λοιπῶν τῶν ἐπερχομένων σοι, λέγω δὴ ἐκ τοῦ λιμοῦ καὶ τῆς ἀσθενείας, καὶ ἐκ τῶν φαντασιῶν τῶν φοβερῶν καὶ τῶν λοιπῶν. Μὴ στρέψῃς τὸν σκοπὸν τοῦ ἀγωνοθέτου σου, ὅτι βοήθειαν κατὰ τοῦ ἐναντίου προξενεῖ σοι, ὅπως μὴ εὕρῃ σε ὁ ἐχθρός σου ὡς προσδοκᾷ. Ἀλλὰ παρακάλεσον τὸν Θεὸν ἀδιαλείπτως καὶ κλαῦσον ἐνώπιον τῆς χάριτος αὐτοῦ καὶ πένθησον καὶ μόχθησον, ἕως ἂν ἐξαποστείλῃ σοι βοηθόν· ἐὰν γὰρ προσάπαξ ἴδῃς τὸν σώζοντά σε πλησίον σου, οὐκέτι ἡττηθήσῃ ἐκ τοῦ ἐχθροῦ σου τοῦ ἐναντιουμένου σου. Οὗτοι οἱ δύο τρόποι τῆς πάλης τοῦ διαβόλου ἕως ὧδε.

Ἕτερος τρόπος τοῦ πολέμου τοῦ διαβόλου τρίτος· πρόρρησις δυνατὴ πρὸς τοὺς ἀνδρείους. Ὅταν οὖν μετὰ ταῦτα ὅλα ἐπαναστῇ ὁ διάβολος τινί, καὶ οὐ δύναται πρὸς αὐτὸν ἐν ἀγῶνι, μᾶλλον δὲ πρὸς τὸν ἐνισχύοντα αὐτὸν καὶ βοηθοῦντα αὐτῷ, δι’ ὃν ὁ ἄνθρωπος κατεπαίρεται αὐτοῦ καὶ λαμβάνει παρ’ αὐτοῦ δύναμιν καὶ ὑπομονήν, ὥστε τὸ παχυμερὲς σῶμα καὶ ὑλικὸν νικῆσαι τὸν ἀσώματον καὶ νοερόν, ἡνίκα οὖν ἴδῃ ὁ ἐχθρὸς πᾶσαν ταύτην τὴν δύναμιν, ἥνπερ ἐδέξατο ὁ ἄνθρωπος ἐκ τοῦ Θεοῦ, καὶ τὰς ἔξω αἰσθήσεις αὐτοῦ ἐκ τῶν ὁρωμένων πραγμάτων καὶ τῶν φωνῶν τῶν ἀκουομένων μὴ ἡττωμένας, καὶ τοὺς λογισμοὺς αὐτοῦ ὑπὸ τῶν κολακευμάτων καὶ θωπευμάτων αὐτοῦ μὴ χαυνουμένους, τότε λοιπὸν ἐπιθυμεῖ ὁ διάβολος ζητῆσαι τρόπον τινὰ τοῦ ἀποστῆσαι τὸν ἄγγελον ἐκεῖνον, τὸν βοηθοῦντα τῷ ἀνθρώπῳ, ἀπ’ αὐτοῦ· μᾶλλον δὲ ἐπιθυμεῖ ὁ δόλιος τυφλῶσαι τὸν νοῦν τοῦ ἀνθρώπου τοῦ βοηθουμένου, καὶ εὑρεθῆναι αὐτὸν ἀβοήθητον, καὶ κινῆσαι ἐν αὐτῷ λογισμοὺς ὑπερηφανίας, ἵνα δοκῇ ὅτι ἀπὸ τῆς δυνάμεως αὐτοῦ ὅλη ἡ ἰσχὺς αὕτη, καὶ αὐτὸς ἑαυτῷ τὸν πλοῦτον τοῦτον ἐκτήσατο, καὶ τῇ δυνάμει αὐτοῦ ἐφύλαξεν ἑαυτὸν ἐκ τοῦ ἐναντίου καὶ φονευτοῦ. Καὶ ποτὲ μὲν λογίζεται ὅτι ἐκ συμβεβηκότος ἐνίκησε τὸν ἐχθρόν, ποτὲ δὲ ὅτι διὰ τὴν ἀδυναμίαν τοῦ ἐχθροῦ.

Καὶ σιωπῶ ἐκ τῶν ἄλλων τρόπων καὶ τῶν λογισμῶν τῆς βλασφημίας, ἐξ ὧν ἐμπίπτει ἡ ψυχὴ εἰς φόβον ἐκ τῆς μνήμης αὐτῶν καὶ μόνον. Ποτὲ δὲ ἐν σχήματι τῶν ἀποκαλύψεων τῶν ἐκ τοῦ Θεοῦ τὴν πλάνην αὐτοῦ εἰς τὸ μέσον φέρει, καὶ ἐν τοῖς ἐνυπνίοις αὐτοῦ δεικνύει αὐτῷ πράγματα, καὶ πάλιν ἐν ἐγρηγόρσει μορφοῦται εἰς ἄγγελον φωτός· καὶ εἰς ὅλα ταῦτα, ἐὰν δυνηθῇ, κατὰ μικρὸν καὶ μικρόν, ἵνα συμφρονήσῃ ὁ ἄνθρωπος τοῖς ἐχθροῖς, ἕως ἂν ἐμπέσῃ εἰς τὰς χεῖρας αὐτοῦ.

Ἐὰν δὲ κρατήσῃ τοὺς λογισμοὺς αὐτοῦ ἐν ἀσφαλείᾳ ὁ φρόνιμος ἄνθρωπος, μᾶλλον δὲ κρατήσῃ τὴν μνήμην τοῦ συνεργοῦντος αὐτῷ, καὶ ἀτενίσῃ εἰς τὸν οὐρανὸν τὸ ὄμμα τῆς καρδίας αὐτοῦ, ἵνα μὴ βλέπῃ τοὺς ψιθυρίζοντας ταῦτα ἐν αὐτῷ, πάλιν ὁ ἐχθρὸς ἐπιτηδεύεται μηχανήσασθαι ἄλλους τρόπους.

Τέταρτος ἀντιρρητικὸς τοῦ πολέμου τοῦ ἐχθροῦ. Λοιπὸν τοῦτο μόνον ὑπελείφθη αὐτῷ, διότι ἔχει συγγένειαν ἡ φύσις πρὸς αὐτό, καὶ διατοῦτο ἐξαιρέτως ἐκδέχεται ποιήσασθαι τὸν ἀφανισμὸν τοῦ ἀνθρώπου ἐν αὐτῷ. Ποῖον δέ; Τοῦτο ἐστί· Τὸ προσβαλεῖν τῷ ἀνθρώπῳ ἐν ταῖς φυσικαῖς χρείαις αὐτοῦ. Πολλάκις γὰρ τυφλοῦται ὁ νοῦς τοῦ ἀθλητοῦ ἐκ τῆς ὁράσεως καὶ τοῦ πλησιασμοῦ τῶν αἰσθητῶν πραγμάτων, καὶ εὐχερῶς ἐν τῷ ἀγῶνι ἡττᾶται, ὅταν πλησίον αὐτῶν γένηται, πολὺ δὲ μᾶλλον ὅταν εὑρεθῶσι κατέναντι τῶν ὀφθαλμῶν αὐτοῦ· ἐν γνώσει γὰρ καὶ πείρᾳ χρᾶται τὴν μέθοδον ταύτην ὁ διάβολος δεινῶς, ἤγουν ἐκ τῆς πείρας τῆς μετὰ τῶν πολλῶν καὶ ἰσχυρῶν καὶ δυνατῶν ἀγωνιστῶν τῶν ἐκ τούτων ἐκπεσόντων· καὶ τοῦτο σοφιστικῶς ποιεῖ. Κἂν γὰρ μὴ δυνηθῇ πρακτικῶς ποιῆσαι τὸν ἄνθρωπον ἐνεργῆσαι, διὰ τὴν ἀσφάλειαν τῆς ἡσυχίας αὐτοῦ καὶ τὴν ἀποχὴν τῆς κατοικήσεως αὐτοῦ ἐκ τῶν ἀφορμῶν καὶ αἰτιῶν, ὅμως ἀγωνίζεται φαντάσαι τὸν νοῦν αὐτῶν καὶ μορφῶσαι αὐτοῖς φαντασίας ψευδεῖς ἐν σχήματι ἀληθείας, ὥστε κἂν ἐλθεῖν εἰς ἐπιθυμίαν αὐτῶν, γαργαλίζων αὐτούς, καὶ κινήσεις κινῶν ἐν αὐτοῖς τοῦ διαλογίζεσθαι αὐτοὺς εἰς αἰσχροὺς λογισμοὺς καὶ συγκατατίθεσθαι καὶ γενέσθαι ὑπευθύνους, ὥστε ἀποστῆναι ἀπ’ αὐτῶν τὸν βοηθὸν αὐτῶν.

Ἐπίσταται γὰρ ὅτι ἡ νίκη τοῦ ἀνθρώπου καὶ ἡ ἧττα αὐτοῦ καὶ ὁ θησαυρὸς αὐτοῦ καὶ ἡ ἀντίληψις αὐτοῦ καὶ πάντα τὰ τοῦ ἀσκητοῦ ἐν τῷ λογισμῷ συνίστανται, καὶ ἐν μικρῷ νεύματι γίνεται ἵνα μόνον ὁ λογισμὸς ἐκ τοῦ τόπου κινηθῇ καὶ ἐξ ἐκείνου τοῦ ὕψους εἰς γῆν κατέλθῃ καὶ προαιρέσει δείξει ῥοπῇ νεύματος τὴν συγκατάθεσιν, ὡς συνέβη τοῖς πολλοῖς τῶν ἁγίων ἐν φαντασίαις κάλλους γυναικῶν.

Πολλάκις δὲ καὶ τοῖς πλησιάζουσι τῷ κόσμῳ ὡς ἀπὸ μιλίου ἢ δύο ἢ διαστήματος ἡμέρας, αὐτὰς τὰς γυναῖκας ἐν ἀληθείᾳ ἐτροπώσατο ἀγαγεῖν πρὸς αὐτούς· τοὺς δὲ ἀπέχοντας ἐκ τοῦ κόσμου καὶ οὐ δύναται τοῦτο ποιῆσαι, ἐν φαντασίαις δεικνύει αὐτοῖς τὸ κάλλος τῶν γυναικῶν, ποτὲ μὲν ἐν καλλωπισμῷ ἱματίων καὶ θεωρίᾳ ἀσελγείας, ποτὲ δὲ ἐν σχήματι γυμνῆς γυναικὸς δεικνύων αὐτοῖς· ἐνίκησε γὰρ διὰ τούτων καὶ τῶν τοιούτων τινάς.

Τοὺς μὲν εἰς αὐτὸ τὸ πρᾶγμα, οἱ δὲ ἐν φαντασίαις ἐνεπαίχθησαν διὰ τὴν ῥαθυμίαν τῶν λογισμῶν αὐτῶν, ὥστε εἰς ἀπογνώσεως βυθὸν ἐλθεῖν αὐτούς, καὶ πρὸς τὸν κόσμον ἐξέκλιναν καὶ τῆς ἐπουρανίου ἐλπίδος ἐξέπεσαν αἱ ψυχαὶ αὐτῶν.

Οἱ ἰσχυροὶ δὲ καὶ ὑπὸ τῆς χάριτος πεφωτισμένοι ἐνίκησαν αὐτὸν καὶ τὰς φαντασίας αὐτοῦ καὶ ἐπάτησαν τὰς τοῦ σώματος ἡδονὰς καὶ ηὑρέθησαν δόκιμοι ἐν τῇ ἀγάπῃ τοῦ Θεοῦ. Καὶ πολλάκις φαντασίας χρυσίου καὶ τιμίων πραγμάτων καὶ θησαυροὺς κρυπτοὺς ἐφάντασεν αὐτούς· καὶ ἔστιν ὅτε ἐν ἀληθείᾳ ὑπέδειξεν αὐτοῖς ταῦτα, ἵνα διὰ τῶν διαφόρων τοιούτων φαντασιῶν ἴσως δυνηθῇ ἐμποδίσαι τινὰ ἐξ αὐτῶν ἐκ τοῦ δρόμου αὐτοῦ καὶ ὑποσκελίσαι αὐτὸν διὰ μιᾶς τῶν παγίδων αὐτοῦ καὶ τῶν δικτύων αὐτοῦ. “Μὴ εἰσενέγκῃς ἡμᾶς, Κύριε, εἰς πειρασμοὺς τοιούτους, ἐξ ὧν μόλις δυνατοὶ καὶ δόκιμοι ἐξέρχονται ἐκ τῆς τοιαύτης πλάνης νικήσαντες”.

Καὶ ταῦτα ὅλα παραχωρεῖται ὁ πειράζων διάβολος πολεμῆσαι πρὸς τοὺς ἁγίους ἐν πειρασμοῖς, ἵνα δοκιμασθῇ ἡ ἀγάπη τοῦ Θεοῦ ἡ ἐν αὐτοῖς ἐν τοῖς τοιούτοις πειρασμοῖς, ἐὰν διὰ τὴν ἀποχὴν τῶν τοιούτων πραγμάτων καὶ ἀναχώρησιν καὶ στέρησιν καὶ ἀπορίαν αὐτῶν φιλόθεοι ὑπάρχωσι καὶ ἐμμένωσιν ἐν τῇ ἀγάπῃ τοῦ Θεοῦ ἡ ἐξ ἀληθείας τὸν Θεὸν ἀγαπῶσι· κἂν πλησιάσωσι τοῖς πράγμασι τούτοις, ἀγωνίζονται καταφρονῆσαι καὶ ἐξουθενῆσαι αὐτὰ διὰ τὴν ἀγάπην τοῦ Θεοῦ καὶ οὐχ’ ἡττῶνται ὑπ’ αὐτῶν, οὐδὲ ἀλλάσουσι τὴν ἀγάπην τοῦ Θεοῦ κολακευόμενοι ὑπ’ αὐτῶν. Καὶ οὕτως πειράζονται, οὐχὶ διὰ τοῦτο, ἵνα γνωσθῶσι τῷ Θεῷ μόνον, ἀλλὰ καὶ αὐτῷ τῷ διαβόλῳ, ὅτι ἐπιποθεῖ πολλὰ πειράσαι καὶ δοκιμάσαι πάντας, εἰ ἐνεδέχετο, καὶ ἐξαιτήσασθαι αὐτοὺς παρὰ τοῦ Θεοῦ τοῦ πειράσαι αὐτούς, ὥσπερ τὸν δίκαιον Ἰὼβ ἐξῃτήσατο. Καὶ ἡνίκα μικρὰ παραχώρησις τοῦ Θεοῦ γένηται, προσεγγίζει ὁ διάβολος πειράζων σφοδρῶς κατὰ τὴν ἀναλογίαν τῆς ποσότητος τῆς δυνάμεως τῶν πειραζομένων ὑπ’ αὐτοῦ.

Καὶ προσβάλλει ὁ ἄνομος διάβολος κατὰ τὴν ἐπιθυμίαν αὐτοῦ, καὶ ἐκ τούτου δοκιμάζονται οἱ ἀληθινοὶ καὶ βέβαιοι ἐν τῇ τοῦ Θεοῦ ἀγάπῃ· εἰ ὅλων τούτων καταφρονοῦσι, καὶ ὡς οὐδὲν λογίζονται ταῦτα κατέναντι τῶν ὀφθαλμῶν αὐτῶν πρὸς σύγκρισιν τῆς ἀγάπης τοῦ Θεοῦ, ταπεινοῦντες ἑαυτοὺς ἀεὶ καὶ τῷ εἰς πάντα συνεργοῦντι αὐτοῖς καὶ αἰτίῳ τῆς νίκης αὐτῶν ἀποδιδόντες τὴν νίκην, καὶ εἰς τὰς χεῖρας αὐτοῦ παραδιδόντες ἑαυτοὺς ἐν τῷ ἀγῶνι, λέγοντες τῷ Θεῷ ὅτι “Σὺ εἶ ὁ δυνατός, Κύριε, καὶ σός ἐστιν ὁ ἀγών, πολέμησον καὶ νίκησον ἐν αὐτῷ, Κύριε, ὑπὲρ ἡμῶν”. Τότε δοκιμάζονται ὡς χρυσὸς ἐν χωνευτηρίῳ ἐν τούτοις οὗτοι.

Οἵτινες εἰσὶ κίβδηλοι, ἐν τοῖς τοιούτοις πειρασμοῖς δοκιμάζονται καὶ γνωρίζονται καὶ πίπτουσιν ἐκ τοῦ Θεοῦ ὡς σκύβαλα, δεδωκότες χεῖρα τῷ ἐχθρῷ αὐτῶν, καὶ ἐξέρχονται ὑπεύθυνοι διὰ τὴν ῥαθυμίαν τῆς διανοίας αὐτῶν ἢ διὰ τὴν ὑπερηφανίαν αὐτῶν, ὅτι οὐκ ἠξιώθησαν δέξασθαι τὴν δύναμιν, ἥνπερ εἶχον οἱ ἅγιοι ἐνεργοῦσαν ἐν αὐτοῖς.

Διότι οὐχ’ ἡττᾶται ἡ δύναμις τοῦ συνεργοῦντος ἡμῖν—ἔστι γὰρ παντοδύναμος καὶ ἰσχυρότερος πάντων καὶ ἐν παντὶ καιρῷ νικητής—, ἐν τῷ σώματι τῶν θνητῶν, ὅταν συγκατέλθῃ αὐτοῖς ἐν πολέμῳ· εἰ δὲ καὶ νικηθήσονται, ἐκτὸς αὐτοῦ νικῶνται. Οὗτοι εἰσὶν οἱ γυμνοῦντες ἑαυτούς, τῇ προαιρέσει αὐτῶν, ἐξ αὐτοῦ διὰ τὴν ἀγνωμοσύνην αὐτῶν, ὅτι οὐκ ἠξιώθησαν τῆς δυνάμεως τῆς ἀντιλαμβανούσης τῶν νικητῶν. Ἀλλὰ καὶ αὐτῆς τῆς ἰδίας δυνάμεως αὐτῶν τῆς συνήθους, ἧς εἶχον ἐν τοῖς καιροῖς τῶν πολέμων αὐτῶν τῶν σφοδρῶν, αἰσθάνονται ἑαυτοὺς κενοὺς εἶναι ἐξ αὐτῆς. Πῶς δὲ αἰσθάνονται;

Θεωροῦσι τὴν πτῶσιν αὐτῶν ἡδεῖαν καὶ γλυκεῖαν ἐν ὀφθαλμοῖς αὐτῶν, καὶ ὅτι δύσκολόν ἐστιν ὑπομεῖναι αὐτοὺς τὴν δυσχέρειαν τοῦ ἀγῶνος τοῦ ἐχθροῦ, ἣν ἐνίκων ἔκπαλαι καθαρῶς μετὰ ζήλου, ἐκ τῆς ὁρμῆς τῆς κινήσεως τῆς φύσεως, ἧς εἶχον ἐν τῷ καιρῷ ἐκείνῳ μετὰ θερμότητος καὶ ὀξύτητος, καὶ ταῦτα ἐν τῇ ψυχῇ αὐτῶν νῦν οὐχ’ εὑρίσκουσι.

Καὶ οἱ μὲν ἐν ταῖς ἀρχαῖς αὐτῶν ῥάθυμοι καὶ χαῦνοι ὑπάρχοντες, οὐ μόνον ἐκ τῶν ἀγώνων τούτων καὶ τῶν τοιούτων, ἀλλὰ καὶ ἀπὸ ἤχου φύλλων δένδρου δειλιῶσι καὶ ταράσσονται, καὶ ἀπὸ μικρᾶς ἀνάγκης τῆς ἀπὸ τῆς χρείας τοῦ λιμοῦ καὶ ἀπὸ μικρὰς ἀσθενείας νικῶνται καὶ ἀπαρνοῦνται καὶ εἰς τὰ ὀπίσω στρέφονται. Οἱ δὲ ἀληθινοὶ καὶ δόκιμοι, οὐδὲ ἐκ τοῦ χόρτου καὶ λαχάνου χορτάζονται, οὐδὲ διαιτώμενοι ῥίζαις βοτανῶν ξηρῶν, πρὸ τῆς νενομισμένης ὥρας τῆς τροφῆς καταδέχονται τινὸς γεύσασθαι, ἀλλὰ καὶ χαμευνοῦσιν ἐν ἀτονίᾳ ὄντες τοῦ σώματος, καὶ ἀμβλυωποῦσιν οἱ ὀφθαλμοὶ αὐτῶν ἐκ τῆς ἄγαν κενώσεως τοῦ σώματος· κἂν δὲ ἐκ τῆς ἀνάγκης ἐγγίσῃ <ἡ ψυχὴ> ἐξελθεῖν ἐκ τοῦ σ<τό>ματος, οὐδὲ οὕτως χεῖρα διδοῦσιν ἡττηθῆναι καὶ πεσεῖν ἐκ τῆς ἐρρωμένης προαιρέσεως· ποθοῦσι γὰρ καὶ ἐφίενται τοῦ βιάσασθαι ἑαυτοὺς διὰ τὴν ἀγάπην τοῦ Θεοῦ, καὶ κοπιᾶν ὑπὲρ τῆς ἀρετῆς αἱροῦνται ἢ τὴν πρόσκαιρον ζωὴν ἔχειν καὶ πᾶσαν ἀνάπαυσιν τὴν ἐν αὐτῇ. Καὶ ὅταν ἐπέλθωσιν αὐτοῖς οἱ πειρασμοί, μᾶλλον εὐφραίνονται, ὅτι ἐν αὐτοῖς τέλειοι γίνονται· ἀλλ’ οὐδὲ ἐκ τῶν μοχθηρῶν κόπων τῶν γινομένων αὐτοῖς διστάζουσιν ἐν τῇ ἀγάπῃ τοῦ Χριστοῦ, ἀλλ’ ἕως ἂν ἐκλείψωσιν ἐκ τῆς ζωῆς, προθυμοῦνται δέξασθαι γενναίως τὰς ἐπηρείας καὶ οὐκ ἀναχωροῦσι.

Τοῦ αὐτοῦ· Λόγος ΚΘʹ Περὶ τῆς ἀδιαλείπτου νηστείας καὶ τοῦ συνάξαι ἑαυτὸν ἐν ἑνὶ τόπῳ, καὶ τί τὰ ἐκ τούτου γεννώμενα, καὶ ὅτι γνώσει τῆς διακρίσεως ἐδιδάχθην τὴν ἀκρίβειαν τῆς χρήσεως τοιούτων. Ἐν πολλῷ καιρῷ πειραζόμενος ἐν τοῖς δεξιοῖς καὶ ἀριστεροῖς, καὶ ἑαυτὸν δοκιμάσας ἐν τοῖς δυσὶ τρόποις τούτοις πολλάκις, καὶ δεξάμενος ἐκ τοῦ ἐναντίου πληγὰς ἀναριθμήτους, καὶ ἀξιωθεὶς μεγάλων ἀντιλήψεων κρυπτῶς, ἐκομισάμην ἑαυτῷ πεῖραν ἐκ τῶν μακρῶν χρόνων τῶν ἐτῶν· καὶ ἐν δοκιμασίᾳ ταῦτα ἔμαθον, ὅτι ὁ θεμέλιος πάντων τῶν ἀγαθῶν, καὶ ἡ ἀνάκλησις τῆς ψυχῆς ἐκ τῆς αἰχμαλωσίας τοῦ ἐχθροῦ, καὶ ἡ ὁδὸς ἡ πρὸς τὸ φῶς καὶ τὴν ζωήν, οὗτοι οἱ δύο τρόποι εἰσί· τὸ συνάξαι ἑαυτὸν εἰς ἕνα τόπον καὶ τὸ ἀεὶ νηστεῦσαι, τουτέστι τὸ κανονίσαι ἑαυτὸν ἐν ἐγκρατείᾳ γαστρὸς σοφῶς καὶ φρονίμως, ἐν ἀκινήτῳ καθέδρᾳ καὶ ἀδιαλείπτῳ τῆς σχολῆς ταύτης.

Ἐντεῦθεν ἡ τῶν αἰσθήσεων ὑποταγή· ἐντεῦθεν ἡ τοῦ νοῦ νῆψις· ἐντεῦθεν τὰ ἄγρια πάθη ἡμεροῦνται, τὰ ἐν τῷ σώματι κινούμενα· ἐντεῦθεν ἡ πραότης τῶν λογισμῶν· ἐντεῦθεν αἱ τῆς διανοίας φωτειναὶ κινήσεις· ἐντεῦθεν ἡ σπουδὴ ἡ πρὸς τὰ ἔργα τῆς ἀρετῆς· ἐντεῦθεν τὰ ὑψηλὰ νοήματα καὶ λεπτά· ἐντεῦθεν τὰ ἄμετρα δάκρυα, τὰ ἐν παντὶ καιρῷ γινόμενα· ἐντεῦθεν ἡ σωφροσύνη ἡ καθαρά, ἡ τελείως ἀπέχουσα ἐκ πάσης φαντασίας τῆς τὴν διάνοιαν πειραζούσης· ἐντεῦθεν ἡ ὀξυδορκία καὶ ὀξύτης τῶν μακρὰν ὄντων· ἐντεῦθεν τὰ βαθύτερα τῶν μυστικῶν νοημάτων, ἅπερ ἡ διάνοια καταλαμβάνει, ἡ δύναμις τῶν θείων λόγων καὶ αἱ ἐσώτεραι κινήσεις αἱ ἐν τῇ ψυχῇ γινόμεναι, καὶ ἡ διαφορὰ καὶ ἡ διάκρισις τῶν πνευματικῶν ἐκ τῶν ἁγίων δυνάμεων, καὶ τῶν ἀληθινῶν ὁράσεων ἐκ τῶν ματαίων φαντασιῶν· ἐντεῦθεν ὁ φόβος τῶν ὁδῶν καὶ τῶν τρίβων, ὁ ἐν τῷ πελάγει τῆς διανοίας, ὁ κόπτων τὴν ῥαθυμίαν καὶ τὴν ἀμέλειαν, καὶ ἡ φλὸξ τοῦ ζήλου ἡ καταπατοῦσα πάντα κίνδυνον καὶ διαβαίνουσα πάντα φόβον, καὶ ἡ θέρμη ἡ καταφρονοῦσα πάσης ἐπιθυμίας καὶ ἐκ τῆς διανοίας ἐξαλείφουσα αὐτὴν καὶ λήθην ἐμποιοῦσα πάσης μνήμης τῶν παρερχομένων, μετὰ τῶν ἄλλων· καὶ ἵνα συντόμως εἴπω, ἡ ἐλευθερία τοῦ ἀνθρώπου τοῦ ἀληθινοῦ, καὶ ἡ χαρὰ τῆς ψυχῆς, καὶ ἡ ἀνάστασις ἡ μετὰ τοῦ Χριστοῦ ἐν τῇ βασιλείᾳ ἐντεῦθεν.

Εἴ τις δὲ ἀμελήσει ἐν τοῖς δυσὶ τούτοις, γνώτω ὅτι οὐ μόνον ἐκ πάντων τούτων τῶν προειρημένων ζημιοῖ ἑαυτόν, ἀλλὰ καὶ τὸν θεμέλιον πασῶν τῶν ἀρετῶν διασείει ἐν τῇ καταφρονήσει τῶν δύο τούτων ἀρετῶν. Καὶ ὥσπερ εἰσὶν αὗται ἐν τῇ ψυχῇ ἀρχὴ καὶ κεφαλὴ τῆς θείας ἐργασίας καὶ θύρα καὶ ὁδὸς πρὸς τὸν Χριστόν, ἐάν τις κρατήσῃ αὐτὰς καὶ ἐν αὐταῖς ὑπομείνῃ, οὕτως ἐὰν ἀναχωρήσῃ ἐξ αὐτῶν καὶ ἀποπηδήσῃ ἀπ’ αὐτῶν, πρὸς ταῦτα τὰ δύο τὰ ἐναντία τούτων καταντᾷ, λέγω δὴ τὸ μετεωρισθῆναι τῷ σώματι καὶ γαστριμαργεῖν ἀθέσμως. Αὗται ἀρχαί εἰσι τῶν ἐναντίων τῶν προειρημένων, καὶ τόπον ἐν τῇ ψυχῇ αὐτοῦ ἐμποιοῦσι τοῖς πάθεσι.

Καὶ ἡ μὲν πρώτη ἀρχὴ τῆς μιᾶς, ἐν πρώτοις τὰς αἰσθήσεις τὰς ὑποταγείσας ἀπολύει τῶν δεσμῶν τῆς συστολῆς. Καὶ τί λοιπὸν ἐκ τούτου γίνεται; Ἐντεῦθεν ἄτοποι ἀπαντήσεις, ἀπροσδόκητοι, <φόβοι> πλησιόχωροι τῶν πτώσεων, ἡ ταραχὴ τῶν ἰσχυρῶν κυμάτων, ἡ ἐκ τῆς ὁράσεως τῶν ὀφθαλμῶν ἐξυπνιζομένη, πύρωσις ὀξεῖα κρατοῦσα τοῦ σώματος καὶ συνέχουσα, ὀλισθήματα εὐχερῆ ἐν τῷ φρονήματι γινόμενα, λογισμοὶ ἀκρατεῖς πρὸς πτῶσιν σπουδάζοντες, ἡ χλιαρότης τοῦ πόθου τῶν ἔργων τοῦ Θεοῦ, καὶ ἀτονία κατὰ μικρὸν μικρὸν τῆς διαφορᾶς τῆς ἡσυχίας, καὶ τὸ τελείως καταλεῖψαι τὸν κανόνα τῆς πολιτείας αὐτοῦ, ἐγκαινισμὸς τῶν ἐπιλησθέντων κακῶν καὶ διδαχὴ ἑτέρων, ὧν οὐκ ἠπίστατο, ἐκ τῶν ἀεὶ ἐπιγινομένων αὐτῷ δι’ ἀκουσίων <καὶ> πολυτρόπων ὁράσεων τῶν ἐκ τῆς μεταναστάσεως ἀπὸ χώρας εἰς χώραν καὶ ἀπὸ τόπου εἰς τόπον συναντώντων αὐτῷ. Καὶ τὰ πάθη, ἅπερ διὰ τῆς χάριτος τοῦ Θεοῦ ἤδη ἐκ τῆς ψυχῆς νεκρωθέντα διὰ τῆς λήθης τῶν μνημῶν τῶν ἐν τῇ διανοίᾳ ἀπολεσθέντων, πάλιν ταῦτα πρὸς κίνησιν ἄρχονται διεγείρεσθαι καὶ τὴν ψυχὴν πρὸς ἐργασίαν αὐτῶν ἄρχονται ἀναγκάσαι. Καὶ ἵνα μὴ ὅλα τὰ λοιπὰ διηγήσωμαι, ταῦτα μὲν ἐκ τῆς πρώτης ἐκείνης αἰτίας ἀνοίγονται ἐπ’ αὐτῷ, τουτέστιν, ἐκ τοῦ μετεωρισμοῦ τοῦ σώματος, τὸ ὑπομεῖναι ταῦτα ἐν ταλαιπωρίᾳ.

Τί δὲ ἐκ τῆς ἄλλης; τουτέστι, τοῦ ἄρξασθαι ἐν τῷ ἔργῳ τῶν χοίρων. Καὶ τί ἐστι τὸ ἔργον τῶν χοίρων, ἢ τὸ ἀόριστον ἀφῆσαι τὴν γαστέρα καὶ διαπαντὸς ἐμπιπλᾶν αὐτήν, καὶ μὴ ἔχειν καιρὸν δεδηλωμένον πρὸς τὴν τοῦ σώματος χρείαν, καθὼς οἱ λογικοί; Καὶ τί λοιπὸν γίνεται ἐκ τούτου;

Ἐντεῦθεν κάρος καὶ βάρος καὶ βάρησις πολλὴ τοῦ σώματος μετὰ χαλασμοῦ τῶν ὤμων, ἀνάγκη ὑπολειφθῆναι ἐκ τῆς λειτουργίας τοῦ Θεοῦ, καὶ ὀκνηρία τοῦ μὴ ποιεῖν μετανοίας ἐν αὐτῇ, ἀμέλεια τῶν συνήθων προσκυνήσεων, σκότωσις καὶ ψυχρότης τῆς διανοίας, νοῦς παχὺς καὶ ἀδιάκριτος ἐκ ταραχῶν καὶ πολλῶν σκοτώσεων τῶν λογισμῶν, γνόφος παχὺς καὶ ζοφώδης ἡπλωμένος ἐν ὅλῃ τῇ ψυχῇ, ἀκηδία πολλὴ ἐν παντὶ ἔργῳ τοῦ Θεοῦ, ἅμα δὲ καὶ ἐν τῇ ἀναγνώσει διὰ τὸ μὴ γεύσασθαι αὐτὸν τῆς ἡδύτητος τῶν λογίων τοῦ Θεοῦ, ἀργία πολλὴ τῶν ἀναγκαίων, νοῦς ἀκράτητος, μετεωριζόμενος ἐν πάσῃ τῇ γῇ, χυμὸς πολὺς συναγόμενος ἐν τοῖς μέλεσι, φαντασίαι ἀκάθαρτοι ταῖς νυξί, διὰ φασμάτων καὶ βεβήλων καὶ ἀτόπων εἰκόνων, πεπληρωμένων ἐπιθυμίας τῆς ἐν τῇ ψυχῇ ἀκολουθούσης, καὶ ἐν αὐτῇ τῇ ψυχῇ τὰ ἑαυτῶν θελήματα ἀποπληροῦσιν ἀκαθάρτως· καὶ ἡ στρωμνὴ αὐτοῦ καὶ τὸ σῶμα ὅλον μολύνεται διὰ τοῦ πλήθους τῆς ῥεύσεως τῆς αἰσχύνης, ὡς ἀπὸ πηγῆς ἐξ αὐτοῦ ῥεούσης, καὶ τοῦτο οὐ μόνον ἐν τῇ νυκτὶ ἀλλὰ καὶ ἐν ἡμέρᾳ συμβαίνει αὐτῷ—τὸ γὰρ σῶμα πάντοτε ῥέει καὶ μιαίνει τὴν διάνοιαν—, ὥστε αὐτὸν διὰ τούτων τῶν πραγμάτων τὴν σωφροσύνην ἀπαρνήσασθαι· καὶ ἡ ἡδύτης τῶν γαργαλισμῶν ἐνεργεῖται ἐν ὅλῳ τῷ σώματι ἐν ἀδιαλείπτῳ πυρώσει καὶ ἀνυπομονήτῳ, καὶ λογισμοὶ δὲ ἀπατηλοὶ συμβαίνουσιν αὐτῷ, εἰκονίζοντες κάλλος κατέναντι αὐτοῦ καὶ ἐρεθίζοντες αὐτὸν ἐν παντὶ καιρῷ καὶ γαργαλίζοντες τὸν νοῦν ἐν τῇ ὁμιλίᾳ αὐτῶν, καὶ ἀδιστάκτως συνδυάζει αὐτοῖς ἐν τῇ μελέτῃ αὐτῶν καὶ ἐν τῇ ἐπιθυμίᾳ αὐτῶν διὰ τὸ σκοτισθῆναι αὐτοῦ τὸ διακριτικόν.

Καὶ τοῦτό ἐστιν ὅπερ εἶπεν ὁ προφήτης· Τοῦτο τὸ ἀνταπόδομα τῆς ἀδελφῆς σου Σοδόμων, ἡ τρυφῶσα, ὅτι ἤσθιεν ἄρτον εἰς πλησμονήν, καὶ τὰ ἑξῆς. Καὶ τοῦτο ἐρρέθη ἔκ τινος τῶν μεγάλων φιλοσόφων, ὅτι «εἴ τις θρέψει τὸ σῶμα αὐτοῦ ἐν τρυφῇ μεγάλως, εἰς πόλεμον ἐμβάλλει τὴν ἑαυτοῦ ψυχήν»· καὶ ἐὰν ποτὲ ἔλθῃ εἰς ἑαυτὸν καὶ ζητήσῃ ἑαυτὸν βιάσασθαι, ἵνα ἑαυτὸν κρατήσῃ, οὐ δύναται διὰ τὴν ὑπερβάλλουσαν πύρωσιν τῶν κινήσεων τοῦ σώματος καὶ διὰ τὴν βίαν καὶ ἀνάγκην καὶ τὸν ἐρεθισμὸν τῶν γαργαλισμῶν, τῶν τὴν ψυχὴν αἰχμαλωτιζόντων ἐν τοῖς θελήμασιν αὐτῶν.

Ὁρᾷς ὧδε λεπτότητα τούτων τῶν ἀθέων; Καὶ πάλιν ὁ αὐτὸς λέγει· «Ἡ τροφὴ τοῦ σώματος ἐν ἁπαλότητι καὶ ὑγρότητι τῆς νεότητος τὰ πάθη ἐν τῇ ψυχῇ ὀξέως κτᾶσθαι παρασκευάζει, καὶ περικυκλοῖ αὐτὴν ὁ θάνατος, καὶ ἐμπίπτει οὕτως ὑπὸ τὴν κρίσιν τοῦ Θεοῦ».

Ψυχὴ δὲ ἡ ἀδολεσχοῦσα ἀεὶ ἐν τῇ μνήμῃ τῶν ὀφειλομένων, ἀναπαύεται ἐν τῇ ἐλευθερίᾳ αὐτῆς, καὶ αἱ φροντίδες αὐτῆς μικραὶ καὶ οὐ μεταμελεῖται ἔν τινι. Πρόνοια ποιουμένη ὑπὲρ τῆς ἀρετῆς, ἡνιοχοῦσα τὰ πάθη καὶ φυλάττουσα τὴν ἀρετήν, εἰς αὔξησιν καὶ χαρὰν ἀμέριμνον καὶ ζωὴν ἀγαθὴν καὶ λιμένα ἀκίνδυνον ἄγει. Ἀπολαύσεις γὰρ σωματικαὶ οὐ μόνον ἐνισχύουσι τὰ πάθη καὶ στερεοῦσιν αὐτὰ κατὰ τῆς ψυχῆς, ἀλλὰ καὶ ἐκριζοῦσιν αὐτὴν ἐκ τῶν ῥιζῶν αὐτῆς· καὶ σὺν τούτοις, ἐξάπτουσι τὴν γαστέρα εἰς ἀκρασίαν καὶ ἀταξίαν <ὡρῶν>, καὶ παρὰ καιρὸν τὴν χρείαν τοῦ σώματος ἐκτελεῖν βιάζονται· καὶ ὁ πολεμούμενος ἐν τούτοις οὐ θέλει ὑπομεῖναι μικρὰν πεῖναν καὶ ἐξουσιάσαι ἑαυτοῦ, διότι ᾐχμαλωτίσθη ὑπὸ τῶν παθῶν.

Οὗτοι εἰσὶν οἱ καρποὶ τῆς αἰσχύνης, οἱ ἐκ τῆς γαστριμαργίας καὶ οἱ πρὸ τούτων εἰσὶν οἱ καρποὶ τῆς <μὴ> ὑπομονῆς τῆς ἐν ἑνὶ τόπῳ ἐν τῇ ἡσυχίᾳ διαγωγῆς. Διατοῦτο καὶ ὁ ἐχθρὸς τοὺς καιροὺς ἐπιστάμενος τῶν χρειῶν ἡμῶν τῶν φυσικῶν, δι’ ὧν ἡ φύσις κινεῖται πρὸς τὴν χρείαν αὐτῆς, καὶ ὅτι ὁ νοῦς ῥέμβεται ἐκ τοῦ μετεωρισμοῦ τῶν ὀφθαλμῶν καὶ τῆς ἀναπαύσεως τῆς γαστρός, σπουδάζει καὶ ἀγωνίζεται προσθήκην ἡμᾶς ποιήσασθαι ἐπὶ τὴν φυσικὴν χρείαν καὶ σπεῖραι ἐν ἡμῖν σχήματα λογισμῶν ἐν τοῖς καιροῖς τούτοις, ὥστε, ἐὰν ἐνδέχηται, ὑπερισχῦσαι τὰ πάθη κατὰ τῆς φύσεως διὰ τὴν περισσοτέραν συμπλοκὴν καὶ καταποντίσαι τὸν ἄνθρωπον ἐν τοῖς πτώμασι.

Διατοῦτο ἔδει ἡμῖν, ὥσπερ ὁ ἐχθρὸς γινώσκει τοὺς καιρούς, οὔτως καὶ ἡμᾶς γνωρίσαι τὴν ἀσθένειαν ἡμῶν καὶ τὴν δύναμιν τῆς φύσεως ἡμῶν, ὅτι ἀνίκανός ἐστι πρὸς τὰς ὁρμὰς καὶ τὰς κινήσεις ἐκείνων τῶν καιρῶν καὶ πρὸς τὴν λεπτότητα τῶν λογισμῶν κατέναντι τῶν ὀφθαλμῶν ἡμῶν, τῶν ὡς χνοῦς ὑπαρχόντων ἐν λεπτότητι, καὶ ὅτι οὐ δυνάμεθα ὁρᾶν ἑαυτοὺς καὶ ἀπαντῆσαι τοῖς συμβαίνουσιν ἡμῖν.

Καὶ διὰ τὴν πολλὴν δοκιμασίαν, ἣν ἐπειράσθημεν ὑπὸ τοῦ ἐχθροῦ καὶ ἐν ταλαιπωρίᾳ ἐξ αὐτοῦ ἐλάβομεν πολλάκις, λοιπὸν σοφισώμεθα καὶ μὴ ἀφήσωμεν ἑαυτοὺς ῥιφθῆναι τοῦ ποιῆσαι τὸ θέλημα τῆς ἀναπαύσεως ἡμῶν καὶ ἡττώμεθα ἐκ τῆς πείνης, ἀλλὰ μᾶλλον, κἂν καταπονήσῃ ἡμᾶς ἡ πεῖνα ἢ στενώσῃ, μὴ σαλευθῶμεν ἐκ τοῦ τόπου τῆς ἡσυχίας ἡμῶν, καὶ καταντήσωμεν ὅπου εὐχερῶς συμβαίνουσιν ἡμῖν τὰ τοιαῦτα, καὶ σκευάσωμεν ἑαυτοῖς ἀφορμὰς καὶ τρόπους ὅπως ἐκ τῆς ἐρήμου ἐξέλθωμεν· ταῦτα γάρ εἰσι τὰ ἐπιτηδεύματα τοῦ ἐχθροῦ τὰ φανερά.

Ἐὰν δὲ ὑπομείνῃς ἐν τῇ ἐρήμῳ, οὐ μὴ πειρασθῇς· οὐ γὰρ ὁρᾷς γυναῖκα ἐν τῇ ἐρήμῳ, οὔτε τί βλάπτον τὴν πολιτείαν σου, οὔτε φωνὰς ἀπρεπεῖς ἀκούσεις. Τί σοι καὶ τῇ ὁδῷ τῆς Αἰγύπτου, ἵνα πίῃς τὸ ὕδωρ Γαιών; Νόει τὸ τί λέγω σοι· δεῖξον τῷ ἐχθρῷ τὴν ὑπομονήν σου καὶ τὸ δοκίμιόν σου ἐν τοῖς μικροῖς, ἵνα μὴ ζητήσῃ παρὰ σοῦ τὰ μεγάλα. Ὅρος δὲ ἔστωσάν σοι τὰ μικρὰ ταῦτα, ἵνα διὰ τούτων καταβάλῃς τὸν ἀντίπαλον, ὅπως μὴ σχολάσῃ καὶ ὀρύξῃ σοι παγίδας μεγάλας. Ὁ μὴ πειθόμενος τῷ ἐχθρῷ μὴ δὲ πρὸς πέντε βήματα ἐξελθεῖν ἐκ τοῦ ἡσυχαστηρίου αὐτοῦ, πῶς πεῖσαι δύναται αὐτὸν ἐκ τῆς ἐρήμου ἐξελθεῖν ἢ πλησιάσαι κώμῃ; Καὶ ὁ μὴ καταδεχόμενος παρακῦψαι διὰ θυρίδος ἐκ τοῦ ἡσυχαστηρίου αὐτοῦ, πῶς πείσει αὐτὸν ἐξελθεῖν ἐξ αὐτοῦ; Καὶ ὁ μὴ δὲ ἐν ἑσπέρᾳ βαθείᾳ πειθόμενος μετασχεῖν ἐλαχίστης τροφῆς, πῶς πρὸ καιροῦ δελεασθήσεται ὑπὸ τῶν λογισμῶν αὐτοῦ ἐσθίειν; Ὁ ἐκ τῶν ἐλαχίστων ἐρυθριῶν ἐμπλησθῆναι, πῶς εἰς τὰ μεγάλα αὐτὸν προτρέψεται; Καὶ ὁ μὴ δὲ πρὸς τὸ ἴδιον σῶμα πειθόμενος κατιδεῖν, πῶς πρὸς τὰ ἀλλότρια κάλλη τοῦτον δελεάσει ἀτενίσαι; Ἐξ ἀρχῆς ἐν τοῖς μικροῖς ἡττᾶται τις, ὡς καταφρονῶν, καὶ τότε ἀφορμὴν παρέχει ἐμβαλεῖν αὐτὸν εἰς τὰ μεγάλα.

Ὁ τῆς προσκαίρου ζωῆς μὴ ποιούμενος πρόνοιαν τοῦ ἐμμεῖναι ἐν αὐτῇ μὴ δὲ πρὸς βραχύ, πῶς φοβηθήσεται τὰς κακώσεις καὶ τὰς θλίψεις τὰς πρὸς τὸν θάνατον τὸν προσφιλῆ φερούσας; Οὗτός ἐστιν ὁ πόλεμος τῆς διακρίσεως, ὅτι οὐ συγχωροῦσιν οἱ σοφοὶ πρὸς τοὺς μεγάλους ἀγῶνας ἑαυτοὺς παρασκευάσαι· ἀλλ’ ἡ ὑπομονὴ ἡ ἐνδεικνυμένη ὑπ’ αὐτῶν ἐν τοῖς μικροῖς, αὕτη ἐστὶν ἡ φυλάττουσα αὐτοὺς τοῦ μὴ πεσεῖν εἰς τοὺς μεγάλους κόπους.

Πρῶτον μὲν ὁ διάβολος τὴν ἀδιάλειπτον προσευχὴν τῆς καρδίας ἀγωνίζεται καταργῆσαι, καὶ οὕτως πείθει καὶ τοὺς δεδηλωμένους καιροὺς τῆς προσευχῆς καὶ τοῦ κανόνος τοῦ σωματικῶς γινομένου, καταφρονῆσαι. Καὶ οὕτως πρῶτον χαυνοῦται ὁ λογισμός, πρὸ τοῦ καιροῦ μετασχεῖν τροφῆς ἐν τοῖς ἐλαχίστοις καὶ μικροῖς καὶ οὐδαμινοῖς, καὶ μετὰ τὴν πτῶσιν τῆς ἐγκρατείας αὐτοῦ διολισθαίνει εἰς ἀκρασίαν καὶ ἀσωτείαν. Καὶ πρῶτον μὲν ἡττᾶται, μᾶλλον δὲ ἐλάχιστον φαίνεται ἐν ὀφθαλμοῖς αὐτοῦ ἀτενίσαι εἰς τὴν γύμνωσιν αὐτοῦ, ἢ εἰς καλλονὴν τινὰ τῶν μελῶν αὐτοῦ ἀτενίσαι, ὅταν ἀποδύσηται τὰ ἱμάτια αὐτοῦ, ἢ ὅταν ἐξέλθῃ ἔξω πρὸς τὴν χρείαν τοῦ σώματος [ἢ πρὸς ὕδωρ] καὶ χαυνώσῃ τὰ αἰσθητήρια αὐτοῦ, ἢ εἰσαγάγῃ θαρσαλέως τὴν χεῖρα αὐτοῦ ἔσωθεν τῶν ἱματίων αὐτοῦ καὶ ψηλαφήσῃ τὸ σῶμα αὐτοῦ· καὶ τότε ἀνακύπτουσιν ἐν αὐτῷ ἄλλα καὶ ἄλλα.

Καὶ ὁ ἐν πρώτοις τὴν ἀσφάλειαν τοῦ νοὸς καταλύων καὶ εἰς ἕνα τούτων ῥαθυμίαν ἐνδεικνύμενος, τότε ἀνοίγει καθ’ ἑαυτοῦ μεγάλας καὶ χαλεπὰς εἰσόδους. Οἱ λογισμοὶ γὰρ ὡς ὕδωρ εἰσίν, ὡς ἐν ὑποδείγματι, καὶ ὅσον συνέχονται πάντοθεν, ἐν τῇ εὐταξίᾳ αὐτῶν πορεύονται· ἐὰν δὲ <μικρὰν ἔξοδον πάντως εὕρωσιν>, ἐκεῖθεν ἐπὶ τὰ ἔξω ἐξέλθωσι <καὶ> κατάλυσιν φραγμοῦ καὶ ἐρήμωσιν πολλὴν κατεργάζονται.

Ἵσταται γὰρ ὁ ἐχθρὸς διατηρῶν καὶ ἐκδεχόμενος, νυχθημερῶς κατέναντι τῶν ὀφθαλμῶν ἡμῶν καθήμενος, καὶ περισκοπῶν διὰ ποίας εἰσόδου τῶν αἰσθητηρίων ἡμῶν ἀνοιχθείσης αὐτῷ εἰσέλθῃ· ἀμελείας δὲ τινὸς τῶν προρρηθέντων ἐν ἡμῖν γεναμένης, τότε καὶ αὐτὸς ὁ δόλιος τὰ αὐτοῦ ἡμῖν ἐξαποστέλλει. Καὶ ποτὲ μὲν αὐτὴ ἡ φύσις ἀφ’ ἑαυτῆς τὴν ἀνάπαυσιν ἀγαπᾷ καὶ τὴν παρρησίαν καὶ τὸν γέλωτα καὶ τὸν μετεωρισμὸν καὶ τὴν ῥαθυμίαν, καὶ γίνεται πηγὴ τῶν παθῶν καὶ πέλαγος τῆς ταραχῆς, ποτὲ δὲ ὁ ἐναντίος ὑποβάλλει ταῦτα. Ἀλλ’ ἡμεῖς ἀλλάξωμεν λοιπὸν τοὺς μεγάλους κόπους ἐν τοῖς μικροῖς κόποις ἡμῶν, οὓς ἡγούμεθα μηδὲν εἶναι, εἰ γὰρ οὖτοι, ὡς ἐδείχθη, οἱ παρ’ ἡμῶν καταφρονούμενοι, τοσούτους μεγάλους ἀγῶνας καὶ κόπους δυσκατορθώτους καὶ πάλας συγκεχυμένας καὶ πληγὰς μεγάλας ἐπιφέρουσι. Τίς μὴ διὰ μικροῦ κόπου τῆς εἰσαγωγῆς μὴ ἀναπαύῃ τὴν γλυκεῖαν ἀνάπαυσιν; “Ὦ σοφία, πόσον θαυμαστὴ ὑπάρχεις, καὶ πῶς προβλέπεις τὰ πάντα πόρρωθεν. Μακάριος ὁ εὑρών σε· ἐκ γὰρ τῆς ῥαθυμίας τῆς νεότητος ἠλευθέρωται”. Εἴ τις ἐμπορεύεται διὰ μικρᾶς περιποιήσεως, τὴν ἰατρείαν τῶν μεγάλων παθῶν καλῶς ποιεῖ.

Τίς γὰρ τῶν φιλοσόφων, ποτὲ ἐν χαυνότητι κινηθείς, διωρθώσατο ἑαυτὸν καθήμενος ἐξαίφνης, καὶ ἰδὼν αὐτὸν ἄλλος ἐγέλασε χάριν τούτου· ὁ δὲ ἀπεκρίθη, “Οὐ διατοῦτο ἐφοβήθην, ἀλλ’ ἐκ τῆς καταφρονήσεως φοβοῦμαι, διότι πολλάκις καὶ ἡ μικρὰ καταφρόνησις, μεγάλων κινδύνων πρόξενος γίνεται· τῷ γὰρ παρὰ τάξιν κινηθῆναι καὶ ταχέως διορθώσασθαι ἑαυτόν, ἔδειξα ἐμαυτὸν νήφοντα καὶ μὴ δὲ τὸ μὴ ἄξιον φόβου καταφρονοῦντα”.

Φιλοσοφία γάρ ἐστιν, ἵνα τίς τοῖς ἐλαχίστοις καὶ μικροῖς τοῖς γινομένοις παρ’ αὐτοῦ ἀεὶ νήφει· ἀναπαύσεις γὰρ μεγάλας θησαυρίζει ἑαυτῷ καὶ οὐχ’ ὑπνοῖ, ἵνα μὴ συμβῇ αὐτῷ τι ἐναντίον, ἀλλὰ τὰς αἰτίας κόπτει πρὸ καιροῦ, καὶ διὰ τῶν ἐλαχίστων πραγμάτων καταλύει τὴν μικρὰν λύπην ἐξαγοράζων διὰ τούτων τὴν μεγάλην. Οἱ δὲ ἄφρονες προτιμῶσι τὴν μικρὰν ἀνάπαυσιν, τὴν ἐγγύς, ὑπὲρ τὴν ἀπέχουσαν βασιλείαν. Κρεῖττον ὑπομεῖναι βασάνους ἐν τῷ ἀγῶνι, ὑπὲρ τοῦ ἀναπαυθῆναι ἐν τῇ στρωμνῇ τῆς ἀναπαύσεως τῆς ἐπιγείου βασιλείας ἐν κατακρίσει ῥαθυμίας. Τοῖς σοφοῖς ποθητός ἐστιν ὁ θάνατος ὑπὲρ τοῦ κατηγορηθῆναι ὅτι ἄνευ νήψεως ἐπὶ τοῖς ἔργοις αὐτῶν τί ἐχρήσαντο.

Λέγει ὁ φιλόσοφος· «Γίνου ἐγρήγορος καὶ νηφάλιος ὑπὲρ τῆς ζωῆς σου· συγγενὴς γάρ ἐστιν ὁ ὕπνος τῆς διανοίας [καὶ εἰκὼν] τοῦ ἀληθινοῦ θανάτου». Ὁ φιλόσοφος θεοφόρος Βασίλειος λέγει· «Ὅστις εἰς τὰ μικρὰ ὀκνηρός ἐστιν, εἰς τὰ μεγάλα διαπρέψαι μὴ πιστεύσῃς αὐτόν». «Ἅπερ δι’ αὐτῶν θέλεις ζῆσαι, μὴ ἀκηδιάσῃς ὑπὲρ αὐτῶν ἀποθανεῖν».

Τοῦ αὐτοῦ· Λόγος Λʹ <Μικρὰ κεφάλαια περὶ διαφορᾶς τῶν κινήσεων τοῦ νοός.> Σημεῖον ἐστὶ τῆς ἀκηδίας ἡ μικροψυχία, μήτηρ δὲ τῶν δύο τούτων ἐστὶν ἡ καταφρόνησις. Δειλὸς ἄνθρωπος σημαίνει ὅτι ὑπὸ δύο νόσους νοσεῖ, φιλοσωματίαν καὶ ὀλιγοπιστίαν· ἡ δὲ φιλοσωματία σημεῖον ἐστὶ τῆς ἀπιστίας.

Ὅστις δὲ καταφρονήσῃ τῆς φιλοσωματίας σημαίνει ἑαυτὸν ὅτι τῷ Θεῷ πιστεύει ὁλοψύχως καὶ τὰ μέλλοντα ἐκδέχεται. Ἐάν τις ἐκτὸς ἀγώνων καὶ κινδύνων καὶ πειρασμῶν τῷ Θεῷ προσήγγισε, καὶ σὺ αὐτὸν μίμησαι. Ἡ εὐτολμία τῆς καρδίας καὶ ἡ καταφρόνησις τῶν κινδύνων ἀπὸ μιᾶς τῶν δύο ἀφορμῶν τούτων γίνεται, ἢ ἐκ τῆς σκληροκαρδίας ἢ ἐκ τῆς πολλῆς πίστεως τῆς πρὸς τὸν Θεόν· καὶ τῇ μὲν σκληροκαρδίᾳ ἀκολουθεῖ ὑπερηφανία, τῇ δὲ πίστει ταπεινοφροσύνη καρδίας.

Οὐ δύναται ἄνθρωπος κτήσασθαι ἐλπίδα πρὸς τὸν Θεὸν εἰ μὴ πρῶτον ἐτελείωσε τὸ θέλημα τοῦ Θεοῦ κατὰ μέρος. Ἡ ἐλπὶς ἡ πρὸς τὸν Θεὸν καὶ ἡ τῆς καρδίας ἀνδρεία ἐκ τῆς μαρτυρίας τῆς συνειδήσεως γεννῶνται, καὶ διὰ τῆς ἀληθινῆς μαρτυρίας τῆς διανοίας ἡμῶν τὴν πρὸς τὸν Θεὸν πεποίθησιν ἔχομεν ἡ μαρτυρία δὲ τῆς διανοίας γίνεται ἐν τῷ μηδενὶ τινὰ κατακριθῆναι ὑπὸ τοῦ συνειδότος ὅτι ἠμέλησεν εἰς τὸ ὀφειλόμενον κατὰ τὴν δύναμιν αὐτοῦ.

Ἐὰν ἡ καρδία ἡμῶν μὴ κατακρίνῃ ἡμᾶς, παρρησίαν πρὸς τὸν Θεὸν ἔχομεν. Ἡ παρρησία οὖν ἐκ τῶν κατορθωμάτων τῶν ἀρετῶν καὶ τῆς καλῆς συνειδήσεως προσγίνεται. Σκληρὸν γάρ ἐστι τὸ δουλεῦσαι τῷ σώματι. Ὅστις δὲ ὀλίγον ἐκ πολλοῦ αἴσθηται τῆς ἐλπίδος τῆς πρὸς τὸν Θεόν, οὐκέτι πεισθήσεται κατ’ ἀνάγκην δουλεῦσαι τῷ σκληρῷ τούτῳ δεσπότῃ, τῷ σώματι.

Τὸ ἀεὶ σιωπᾶν καὶ ἡ φυλακὴ τῆς ἡσυχίας ἐκ τῶν τριῶν τούτων αἰτίων ἔν τινι γίνεται, ἢ διὰ τὴν δόξαν τῶν ἀνθρώπων, ἢ διὰ τὴν θερμότητα τοῦ ζήλου τῆς ἀρετῆς, ἢ ὅτι ὁμιλίαν τινὰ θείαν ἔχει ἐντὸς αὐτοῦ καὶ ἡ διάνοια αὐτοῦ ἕλκεται πρὸς αὐτήν. Εἴ τις δὲ ταῦτα τὰ ἔσχατα οὐκ ἔχει, ἐξ ἀνάγκης εἰς τὴν πρώτην ἀσθενεῖ.

Ἀρετή ἐστιν οὐχὶ ἡ φανέρωσις τῶν πολλῶν καὶ διαφόρων πράξεων τῶν διὰ τοῦ σώματος γινομένων, ἀλλ’ ἡ σοφωτάτη καρδία ἐν τῇ ἐλπίδι αὐτῆς· συνάπτει γὰρ αὐτὴν τοῖς κατὰ Θεὸν ἔργοις ὁ ὀρθὸς σκοπός. Πολλάκις ἡ διάνοια δύναται χωρὶς πράξεων σωματικῶν ἐπιτελέσαι τὸ ἀγαθόν, τὸ δὲ σῶμα ἐκτὸς τῆς σοφίας τῆς καρδίας, κἂν ἐργάσηται, οὐ δύναται ὠφεληθῆναι. Ὅμως οὐχ’ ὑποφέρει ὁ ἄνθρωπος τοῦ Θεοῦ, ὅταν ἄδειαν εὕρῃ ἀγαθοεργίας, εἰ μὴ δείξῃ τὴν ἀγάπην αὐτοῦ πρὸς τὸν Θεὸν ἐν κόπῳ τῆς ἐργασίας αὐτοῦ. Ἡ πρώτη μὲν τάξις πάντοτε κατευοδοῦται, ἡ δὲ δευτέρα πολλάκις κατευοδοῦται, ποτὲ δὲ οὐ.

Μὴ νομίσῃς ὅτι τὸ πρᾶγμα τοῦτο μικρόν ἐστιν, ἵνα τίς ἐκ τῶν αἰτίων τῶν παθῶν ἀπέχῃ πάντοτε· ἡ δὲ κίνησις τῶν κάτω μελῶν τοῦ σώματος, ἡ ἐκτὸς λογισμῶν ὀξυτέρως γινομένη, τῆς ἀτόπου ἡδονῆς, ἥτις κινεῖται μετὰ πυρώσεως καὶ ἕλκει τὴν ψυχὴν εἰς ταλαιπωρίαν ἀπροαιρέτως, ἀδιστάκτως ἐκ τῆς πλησμονῆς τῆς γαστρός ἐστιν. [Εἰ δέ γε ἴσως ἡ μὲν γαστὴρ εὐτακτεῖ ἐν τῇ διαίτῃ, τὰ δὲ μέλη ἀπροαιρέτως εἴτε κἂν ὁποσοῦν κινοῦνται, γνῶθι ὅτι ἐν τῷ σώματι βρύει τὸ πάθος].

Ὅπλον ἰσχυρὸν καὶ ἀκαταμάχητον λογίζου εἶναι ἐν τῷ ἀγῶνι τούτῳ τὸ ἀπέχεσθαι ἐκ τῆς θέας τῶν γυναικῶν, διότι ὁ ἐναντίος οὐ δύναται ἐνεργῆσαι ἐν ἡμῖν, ἅπερ ἡ φύσις πρᾶξαι οὐ δύναται ἐν τῇ δυνάμει αὐτῆς.

Μὴ νομίσῃς ὅτι ἡ φύσις ἐπιλανθάνεται τῶν ἐν αὐτῇ φυσικῶς ἐνσπαρέντων ἐκ τοῦ Θεοῦ πρὸς τεκνογονίαν καὶ δοκιμασίαν ἐν τῷ ἀγῶνι. Ἀλλὰ ἡ ἀποχὴ τῶν πραγμάτων νεκροῖ τὴν ἐπιθυμίαν ἐν τοῖς μέλεσι καὶ λήθην καὶ ἀπώλειαν ἐμποιεῖ αὐτῇ.

Ἄλλοι εἰσὶν οἱ λογισμοὶ τῶν μακρὰν ἀπεχόντων πραγμάτων καὶ ἁπλῶς παρερχομένων ἐν τῇ διανοίᾳ, καὶ κίνησιν ψυχρὰν καὶ ἀμυδρὰν ἐμποιούντων ἀφ’ ἑαυτῶν· ἄλλοι δὲ εἰσὶν οἱ λογισμοὶ οἱ ἐν ὁράσει τῆς ὕλης βυθίζοντες τὴν διάνοιαν ἀληθαργήτως καὶ ἐκ τοῦ πλησιασμοῦ κινοῦντες τὰ πάθη καὶ τρέφοντες τὸν ἄνθρωπον, ὡς τὸ ἔλαιον τρέφει τὴν ἔξαψιν τοῦ λύχνου, καὶ τὸ πάθος τὸ ἤδη νεκρωθὲν καὶ σβεσθὲν ἐξάπτοντες, καὶ ταράσσοντες τὸ πέλαγος τοῦ σώματος διὰ τῆς κινήσεως ἐν τῷ πλοίῳ τῆς διανοίας.

Αὕτη δὲ ἡ κίνησις ἡ φυσική, ἡ ἐν ἡμῖν κατοικοῦσα διὰ τὴν τεκνογονίαν καὶ μόνην, χωρὶς τῆς ἔξω προσθήκης τὴν προαίρεσιν ταράξαι ἐκ τῆς καθαρότητος καὶ ὀχλῆσαι τὴν σωφροσύνην οὐ δύναται· οὐ γὰρ ἔδωκεν ὁ Θεὸς τῇ φύσει δύναμιν νικῆσαι τὴν καλὴν προαίρεσιν τὴν πρὸς αὐτόν. Ἀλλ’ ὅταν τις νικηθῇ, ἢ ἐκ τοῦ θυμοῦ ἢ ἐκ τῆς ἐπιθυμίας, οὐχὶ ἡ φυσικὴ δύναμις βιάζεται αὐτὸν ἐξελθεῖν ἐκ τοῦ ὅρου τῆς φύσεως καὶ γενέσθαι ἔξωθεν ἐκ τῶν ὀφειλομένων, ἀλλ’ ἡ προσθήκη ἣν ποιοῦμεν ἐπὶ τῇ φύσει διὰ τῶν ἀφορμῶν τοῦ θελήματος.

Ὁ Θεὸς γὰρ πάντα ὅσα ἐποίησε, καλῶς καὶ ἐμμέτρως ἐποίησε, καὶ ὅσον τὸ μέτρον τῆς ἀναλογίας τῶν φυσικῶν ἐν ἡμῖν ὀρθῶς φυλάττεται, τοσοῦτον αἱ φυσικαὶ κινήσεις οὐ δύνανται βιάσασθαι ἡμᾶς ἐκ τῆς ὁδοῦ ἐξελθεῖν, ἀλλὰ μόνον εὐτάκτοις κινήσεσι κινεῖται τὸ σῶμα, ὥστε εἰδέναι μόνον ὅτι ἐστὶν ἐν ἡμῖν τὸ πάθος τὸ φυσικόν, καὶ οὐχὶ εἰς τὸ γαργαλίσαι καὶ ὀχλῆσαι, ὥστε ἐμποδίσαι τὸν δρόμον τῆς σωφροσύνης, οὔτε πάλιν <εἰς> τὸ σκοτῶσαι τὸν νοῦν ἀπὸ θυμοῦ καὶ ἐκ τῆς εἰρήνης εἰς ὀργὴν κινῆσαι. Ἐὰν δὲ ἡμεῖς συναπαχθῶμεν ποτὲ τοῖς αἰσθητοῖς, δι’ ὧν τινων καὶ ὁ θυμὸς παρὰ φύσιν εἴωθε λαβεῖν ὁρμὴν ἢ ἐν βρώσει ἢ ἐν πόσει ἐν ὑπερβαλλούσῃ ποσότητι, ἢ ἐν πλησιασμῷ γυναικῶν, καὶ θεωρίᾳ τούτων σχολάσαι ἢ ταῖς ὁμιλίαις ταῖς περὶ αὐτῶν, ἐξ ὧν φλὸξ ἐπιθυμίας ἀναφλέγεται καὶ σκιρτᾷ ἐν τῷ σώματι, ἐντεῦθεν τὴν πραότητα τὴν φυσικὴν εἰς ἀγριότητα μεταβάλλομεν, ἢ διὰ τὸ πλῆθος ἐν ἡμῖν τοῦ χυμοῦ, ἢ διὰ τὰς διαφόρους ὁράσεις τῶν πραγμάτων.

Ἔστι δέ ποτε καὶ κίνησις τούτων ἐκ παραχωρήσεως τῆς διὰ τὴν οἴησιν ἡμῶν γινομένης· καὶ αὕτη οὐκ ἔστιν ὡς ἐκείνη. Ἐκείνους γὰρ τοὺς πολέμους τῆς ἐλευθερίας καλοῦμεν, οἵτινες εἰσὶν ὁδὸς τῆς κοινῆς φύσεως. Τὸν δὲ πόλεμον τὸν ἐκ παραχωρήσεως, τὸν ἐξ αἰτίας τῆς οἰήσεως ἡμῶν γινόμενον, γινώσκομεν ὅταν ἐν προσοχῇ καὶ κόποις καὶ πλείονι χρόνῳ γενώμεθα, καὶ ἔλθωμεν εἰς οἴησιν καὶ παραχωρούμεθα πολεμηθῆναι ἵνα μάθωμεν τὴν ταπείνωσιν.

Οἱ λοιποὶ δὲ πόλεμοι, [οἱ ἄνευ τῆς αἰτίας ταύτης γινόμενοι ἡμῖν ὑπὲρ δύναμιν], ἐκ τῆς ῥαθυμίας ἡμῶν γίνονται, διότι ἡ φύσις, ὅταν προσθήκην δέξηται ἐκ γαστριμαργίας τί τῶν αἰσθητῶν, οὐ πείθεται λοιπὸν φυλάξαι τὴν τάξιν τῆς πρώτης διαπλάσεως αὐτῆς.

Ὁ τὰς θλίψεις καὶ τὸ ἀπρόϊτον ἀποβαλών, ἀκουσίως τὰς ἁμαρτίας ἀγαπᾶν βιάζεται· ἄνευ γὰρ τούτων, χωρισθῆναι ἐκ τῶν κολακευμάτων τοῦ φρονήματος οὐ δυνάμεθα. Ὅσον γὰρ οἱ πόνοι πληθύνονται, οὗτοι ἐλαττοῦνται, ἐπειδὴ αἱ θλίψεις καὶ οἱ κίνδυνοι ἀποκτένουσι τὴν ἡδυπάθειαν τῶν παθῶν, ἡ δὲ ἀνάπαυσις τρέφει καὶ αὔξει αὐτήν.

Λοιπὸν σαφῶς ἐγνώσθη ὅτι ὁ Θεὸς καὶ οἱ ἄγγελοι αὐτοῦ ἐν ἀνάγκαις χαίρουσιν, ὁ δὲ διάβολος καὶ οἱ ἐργάται αὐτοῦ ἐν ἀναπαύσει. Εἰ δὲ ἐν θλίψεσι καὶ στενοχωρίαις τελειοῦνται αἱ ἐντολαὶ τοῦ Θεοῦ καὶ ἡμεῖς ταύτας ἐξουθενῶμεν, λοιπὸν αὐτοῦ τοῦ ἐντειλαμένου τὰς ἐντολὰς καταφρονεῖν μηχανώμεθα διὰ τὰ πάθη, ἅπερ γεννῶνται ἐκ τῆς ἀναπαύσεως, καὶ καταργοῦμεν τὴν αἰτίαν τῆς ἀρετῆς, ἤγουν τὴν στένωσιν καὶ τὴν θλίψιν.

Καὶ κατὰ τὸ μέτρον τῆς ἀναπαύσεως τῆς προσαγομένης ἡμῖν, κατὰ τοσοῦτον τόπον ποιοῦμεν τοῖς πάθεσιν ἐν ἡμῖν, διότι ἐν σώματι στενοχωρουμένῳ οὐ δύνανται οἱ λογισμοὶ μετεωρισθῆναι εἰς τὰ μάταια. Ὅταν δέ τις ἐν χαρᾷ ὑπομείνῃ τοὺς κόπους καὶ τὰς θλίψεις, καὶ τοὺς λογισμοὺς χαλινῶσαι δύναται κραταιῶς, διότι αὐτοὶ οἱ λογισμοὶ ἀργοῦσιν ἐν κόποις.

Ὅταν δέ, ἄνθρωπος μνημονεύσῃ τὰς πρώτας αὐτοῦ ἁμαρτίας καὶ κολάσῃ ἑαυτόν, τότε καὶ ὁ Θεὸς φροντίδα ποιεῖ τοῦ ἀναπαῦσαι αὐτόν, διότι χαίρεται ὁ Θεὸς ὅτι αὐτὸς ἑαυτῷ τὸ ἐπιτίμιον δέδωκε διὰ τὴν παράβασιν τῆς ὁδοῦ τοῦ Θεοῦ, ὅπερ σημεῖον ἐστὶ τῆς μετανοίας.

Καὶ ὅσον αὐτὸς πολλὰ βιάσηται τὴν ψυχὴν αὐτοῦ, τοσοῦτον πληθύνεται ἐκ τοῦ Θεοῦ ἡ τιμὴ αὐτοῦ. Πᾶσα δὲ χαρὰ ἥτις οὐχὶ ἐκ τῆς ἀρετῆς ἐγένετο ἡ αἰτία αὐτῆς, αὐτὴ παραυτίκα κινήσεις ἐπιθυμιῶν ἐν τῷ εὑρηκότι αὐτὴν διεγείρει.

Σύνες δὲ τοῦτο, ὅτι ἐπὶ πᾶσαν ἐπιθυμίαν ἐμπαθῆ, οὐκ ἐπὶ τὴν φυσικὴν <μόνον>, τοῦτο εἰρήκαμεν.