Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσαὰκ ὁ Σύρος – Λόγοι ἀσκητικοί

Ἰσαὰκ ὁ Σύρος

Λόγοι ΛΑ'-ΛΕ': Η υπομονή των πειρασμών, τα είδη της αρετής και οι οφθαλμοί της ψυχής

Η αναλογία χαρισμάτων και πειρασμών, η μετάβαση από τη σωματική στην πνευματική πολιτεία, οι κίνδυνοι των συναναστροφών και η ενέργεια της πίστεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσαὰκ ὁ Σύρος

—

Κεφάλαιο 11 από 18

Τοῦ αὐτοῦ· Λόγος ΛΑʹ Περὶ τῶν εἰδῶν τῶν διαφόρων πειρασμῶν, καὶ πόσην ἔχουσιν ἡδύτητα οἱ πειρασμοὶ οἱ ὑπὲρ τῆς ἀληθείας γενόμενοι καὶ ὑπομενόμενοι· καὶ βαθμοὶ καὶ τάξεις, ἐν αἷς ὁ ἄνθρωπος ὁ συνετὸς πορεύεται. Αἱ ἀρεταὶ ἀλλήλας διαδέχονται διὰ τὸ μὴ γίνεσθαι τὴν ὁδὸν αὐτῶν ἐπαχθῆ καὶ βαρεῖαν, καὶ διὰ τὸ κατὰ τάξιν αὐτὰς κατορθοῦσθαι καὶ ἐκ τούτου ἐλαφροῦσθαι. Προσφιλῆ ἔσεσθαι τὰ δυσχερῆ τὰ ὑπὲρ τοῦ ἀγαθοῦ ὡς τὰ ἀγαθά. Οὐδεὶς γὰρ δύναται κτήσασθαι τὴν ἀκτημοσύνην ἐν ἀληθείᾳ, εἰ μὴ πείσῃ ἑαυτὸν καὶ ἑτοιμάσῃ ἑαυτὸν ὑπομεῖναι τοὺς πειρασμοὺς μετὰ χαρᾶς, καὶ οὐδεὶς δύναται ὑπομεῖναι τοὺς πειρασμούς, εἰ μὴ ὁ πιστεύσας ὅτι ἔστι τί ὑπερέχον τὴν σωματικὴν ἀνάπαυσιν, ἀντὶ τῶν θλίψεων ὧν παρεσκεύασεν, ἑαυτὸν ὑποδέξασθαι.

Πᾶς οὖν ὁ τῇ ἀκτημοσύνῃ ἑαυτὸν ἑτοιμάσας, πρῶτον μὲν ἡ ἀγάπη τῶν θλίψεων κινεῖται ἐν αὐτῷ, καὶ τότε ἐπέρχεται αὐτῷ λογισμὸς τοῦ ἀκτημονεῖν τῶν τοῦ κόσμου τούτου· καὶ πᾶς ὁ ἐγγίζων τῇ θλίψει, πρῶτον μὲν διὰ πίστεως στερεοῦται καὶ τότε προσεγγίζει ταῖς θλίψεσιν.

Ὅστις στερήσει ἑαυτὸν τῶν ὑλικῶν πραγμάτων, καὶ μὴ στερήσει ἑαυτὸν τῆς ἐνεργείας τῶν αἰσθήσεων, ὁράσεως λέγω καὶ ἀκοῆς, διπλῆν θλίψιν προεξένησεν ἑαυτῷ καὶ διπλασίως ταλαιπωρήσει καὶ θλιβήσεται· μᾶλλον δὲ τί ὄφελος στερηθῆναι τῶν αἰσθητῶν πραγμάτων, καὶ διὰ τῶν αἰσθήσεων ἐνηδύνεσθαι ἐν αὐτοῖς; Τὸ αὐτὸ γὰρ πάσχει ἐκ τῶν ἐν αὐτοῖς παθῶν, ὅπερ ἔπασχε πρώην πρακτικῶς, διότι ἡ μνήμη τῆς συνηθείας αὐτῶν οὐκ ἀφίσταται τῆς διανοίας αὐτοῦ. Εἰ γὰρ αἱ φαντασίαι αὐτῶν νοητῶς γινόμεναι, ὀδύνην τῷ ἀνθρώπῳ παρέχουσιν ἄνευ αὐτῶν τῶν πραγμάτων, τί ἔχομεν εἰπεῖν περὶ τῆς ὑπάρξεως τῆς ἐγγιζούσης;

Λοιπόν, καλὴ ἡ ἀναχώρησις καὶ λίαν συνεργεῖ· τοὺς γὰρ λογισμοὺς γενναίως καταπραΰνει καὶ δύναμιν ἐν τῇ διατριβῇ κτᾶται, καὶ ὑπομονὴν μεγάλην διδάσκει τὸν ἄνθρωπον τῶν ἐπερχομένων αὐτῷ ἀναγκαίων θλίψεων.

Μὴ ζητήσῃς λαβεῖν βουλὴν παρά τινος μὴ ὄντος ἐν τῇ διαγωγῇ σου, κἂν λίαν σοφὸς ὑπάρχῃ. Ἀνάθου ἰδιώτῃ ἐν πείρᾳ γεγονότι τῶν πραγμάτων, ἢ φιλοσόφῳ λογίῳ, ὁμιλοῦντι ἐκ τῆς ἐξετάσεως ἄνευ τῆς πείρας τῶν πραγμάτων.

Τί ἐστιν ἡ πεῖρα; Ἡ πεῖρα ἐστὶν οὐχὶ τὸ εἰσελθεῖν τινὰ καὶ κατασκοπεῦσαι τινὰ τῶν πραγμάτων, μήπω λαβόντα εἰς ἑαυτὸν τὴν γνῶσιν αὐτῶν καὶ τὴν πεῖραν τῆς ὠφελείας αὐτῶν καὶ τῆς ζημίας, ὡς μὴ χρονίσας ἐν αὐτοῖς· καὶ γὰρ πολλάκις φαίνεται πρᾶγμα ζημίαν ἔχον, καὶ ἔνδον αὐτοῦ εὑρίσκεται πραγματεία γέμουσα ὠφελείας.

Ὁ αὐτὸς τρόπος καὶ ἐν τῷ ἐναντίῳ τούτου, οὕτως νοητέον· [τουτέστι πολλάκις φαίνεται πρᾶγμα ὠφέλειαν ἔχον, ἔσωθεν δὲ ἐστὶ μεμεστωμένον ζημίας] Καὶ πολλοὶ τῶν ἀνθρώπων πάλιν ἐκ τῶν φαινομένων ἐπικερδῶν πραγμάτων ζημίαν εὑρίσκουσι καὶ οὐδὲ ἐκ τούτων ἡ μαρτυρία τῆς γνώσεως αὐτῶν ἀληθινή ἐστιν· ἀλλ’ ἐκείνῳ πρόσελθε τῷ ἐπισταμένῳ δοκιμάσαι ἐν ὑπομονῇ τὰ πράγματα τῆς διακρίσεως. Διατοῦτο οὐχὶ ἕκαστος ἐστὶν ἀξιόπιστος τοῦ δοῦναι βουλήν, εἰ μὴ ὅστις πρῶτον καλῶς τὴν ἐλευθερίαν αὐτοῦ ἐκυβέρνησε καὶ οὐ φοβεῖται τὰς συκοφαντίας καὶ τὰς κατηγορίας.

Ὅταν γὰρ εὕρῃς εἰρήνην ἐν τῇ ὁδῷ σου ἀναλλοίωτον, τότε φοβήθητι, ὅτι μακρὰν ἀπέχεις ἐκ τῆς θείας τρίβου τῆς πατουμένης ὑπὸ τῶν μοχθηρῶν ποδῶν τῶν ἁγίων. Ὅσον γὰρ διαβαίνεις ἐν τῇ ὁδῷ τῆς πόλεως τῆς βασιλείας καὶ πλησιάζεις τῇ πόλει, τοῦτο ἔστω σοι τὸ σημεῖον· ἡ ἰσχὺς τῶν πειρασμῶν ἀπαντᾷ σε, καὶ ὅσον πλησιάζεις, τοσοῦτον οἱ πειρασμοὶ πληθύνονται κατὰ σοῦ.

Οὕτως γὰρ ὅσον αἰσθάνῃ ἐν τῇ ψυχῇ σου τῶν διαφόρων πειρασμῶν τῶν ἰσχυρῶν ἐν τῇ ὁδῷ σου, γνῶθι ἐν τοῖς καιροῖς ἐκείνοις ὅτι ἐδέξατο ἡ ψυχή σου βαθμὸν ἐν τῷ κρυπτῷ ἄλλον ὑψηλόν, καὶ προσετέθη αὐτῇ χάρις ἐν τῇ καταστάσει, ἐν ᾗ ἵστατο ἐν αὐτῇ.

Κατὰ γὰρ τὸ μέγεθος τῆς χάριτος, κατὰ τοσοῦτον εἰς τὴν θλίψιν τῶν πειρασμῶν εἰσφέρει ὁ Θεὸς τὴν ψυχήν· οὐχὶ εἰς τοὺς πειρασμοὺς τοὺς κοσμικούς, ὅπερ ἐστὶ τὸ χαλινῶσαι τὴν κακίαν, καὶ τὰ φανερὰ πράγματα καὶ αἱ σωματικαὶ ταραχαὶ νόει τούτους, ἀλλ’ εἰς τοὺς πειρασμοὺς τοὺς ἁρμόζοντας τοῖς μονάζουσιν ἐν τῇ ἡσυχίᾳ αὐτῶν, οὕσπερ ὕστερον μέλλομεν διαιρεῖν. Ἐὰν δὲ ἔχῃ ἡ ψυχὴ ἀσθένειαν καὶ οὐχ’ ἱκανῇ πρὸς τοὺς μεγάλους πειρασμούς, καὶ αἰτῆται μὴ εἰσελθεῖν εἰς πειρασμὸν καὶ ἐπακούῃ αὐτὴν ὁ Θεός, γνώτω σαφῶς ὅτι καθόσον οὐχ’ ἱκανεῖ πρὸς τοὺς μεγάλους πειρασμούς, οὕτως οὐδὲ πρὸς τὰ μεγάλα χαρίσματα ἱκανὴ ὑπάρχει. Καὶ ὥσπερ ἐκωλύθη ἐξ αὐτῆς ἡ ἔφοδος τῶν μεγάλων πειρασμῶν, οὕτως κωλύεται ἐξ αὐτῆς τὰ μεγάλα χαρίσματα. Οὐ διδοῖ γὰρ ὁ Θεὸς χάρισμα μέγα χωρὶς μεγάλου πειρασμοῦ· οἱ γὰρ πειρασμοὶ κατὰ τὰ χαρίσματα ὡρίσθησαν ὑπὸ τοῦ Θεοῦ κατὰ τὴν σοφίαν αὐτοῦ, ἣν οὐ καταλαμβάνουσιν οἱ δημιουργηθέντες ὑπ’ αὐτοῦ. Λοιπὸν ἐκ τῶν δυσχερῶν θλίψεων, τῶν συμβαινουσῶν σοι ὑπὸ τῆς προνοίας τοῦ Θεοῦ, καταλαμβάνεις πόσην ἐδέξατο ἡ ψυχή σου ἐκ τῆς μεγαλωσύνης· κατὰ γὰρ τὴν λύπην καὶ ἡ παράκλησις.

Ἐρώτησις· Τί οὖν λοιπόν; Πρῶτον ὁ πειρασμὸς καὶ τότε τὸ χάρισμα, ἢ τὸ χάρισμα πρῶτον καὶ οὕτως ὀπίσω αὐτοῦ ὁ πειρασμός; Ἀπόκρισις· Οὐκ ἔρχεται πειρασμός, εἰ μὴ πρῶτον δέξηται ἡ ψυχὴ ἐν τῷ κρυπτῷ μέγεθος ὑπὲρ τὸ μέτρον αὐτῆς, τὸ πρῶτον ὅπερ ἐδέξατο, καὶ τὸ πνεῦμα τῆς χάριτος. Καὶ μαρτυρεῖ περὶ τούτου ὁ πειρασμὸς τοῦ Κυρίου, ὁμοίως καὶ οἱ πειρασμοὶ τῶν ἀποστόλων· οὐ γὰρ παρεχωρήθησαν εἰσελθεῖν εἰς πεῖραν, ἕως ἂν ἐδέξαντο τὸν Παράκλητον. Οἱ γὰρ κοινωνοῦντες τοῖς ἀγαθοῖς, ἁρμόζει αὐτοῖς ὑπομεῖναι τοὺς πειρασμοὺς αὐτῶν, ὅτι μετὰ τοῦ ἀγαθοῦ ἡ θλίψις αὐτοῦ. Οὕτως γὰρ ἤρεσε τῷ σοφῷ Θεῷ ἐν πᾶσι ποιεῖν.

Καὶ εἰς τοῦτο οὕτως, τουτέστιν ἡ χάρις πρὸ τοῦ πειρασμοῦ· ἀλλ’ ὅμως πάντως προηγήσατο ἡ αἴσθησις τῶν πειρασμῶν τὴν αἴσθησιν τῆς χάριτος διὰ τὴν δοκιμὴν τῆς ἐλευθερίας· οὐδέποτε γὰρ ἡ χάρις προλαμβάνει εἰς τινὰ πρὸ τοῦ γεύσασθαι τῶν πειρασμῶν· προηγεῖται μὲν ἡ χάρις ἐν τῷ νοΐ, ἐν δὲ τῇ αἰσθήσει βραδύνει.

Λοιπὸν πρέπει ἡμᾶς ἔχειν ἐν τοῖς καιροῖς τούτοις τῶν πειρασμῶν δύο τινὰ ἐναντία ἀλλήλων καὶ μὴ ὁμοιοῦντα ἀλλήλοις. Τί δέ εἰσι ταῦτα; τὴν χαρὰν καὶ τὸν φόβον. Τὴν χαρὰν μὲν ὅτι ἐν τῇ ὁδῷ τῇ πατηθείσῃ ὑπὸ τῶν ἁγίων, μᾶλλον δὲ ὑπὸ τοῦ ζωοποιοῦντος τὰ πάντα, εὑρέθης βαδίζων—ἐκ τῆς διαγνώσεως γὰρ τῶν πειρασμῶν τοῦτο νοεῖς—, τὸν φόβον δὲ θέλεις ἔχειν ὅτι μήπως ἐκ τῆς αἰτίας τῆς ὑπερηφανίας πειράζῃ ἐν τούτοις. Ὅμως σοφίζονται ὑπὸ τῆς χάριτος οἱ ταπεινόφρονες τοῦ δύνασθαι γνῶναι καὶ διακρῖναι τίς ἐστιν ὁ πειρασμὸς ὁ ἐκ τοῦ καρποῦ τῆς ὑπερηφανίας καὶ τίς ὁ ἐκ τῶν ῥαπισμάτων τῶν τυπτομένων ἐκ τῆς ἀγάπης· διακέκρινται γὰρ οἱ πειρασμοὶ τοῦ ἐκβιβασμοῦ καὶ τῆς αὐξήσεως τῆς πολιτείας ἐν τῷ ἀγαθῷ ἐκ τῶν πειρασμῶν τῆς παραχωρήσεως, τῆς εἰς παιδείαν τῆς ὑπερηφανίας τῆς καρδίας.

Οἱ πειρασμοὶ οἱ ὑπὸ τῆς πατρικῆς ῥάβδου εἰς προκοπὴν καὶ αὔξησιν τῆς ψυχῆς γινόμενοι, ἐν οἷς γυμνάζεται καὶ δοκιμάζεται ἡ ψυχὴ καὶ ἁγνίζεται, εἰσὶν οὗτοι· ἡ ὀκνηρία, τὸ βάρος τοῦ σώματος, ἡ χαύνωσις τῶν μελῶν, ἡ ἀκηδία, ἡ σύγχυσις τῆς διανοίας, οἱ πόνοι τοῦ σώματος, τὸ κόψαι τὴν ἐλπίδα πρὸς ὥραν, ἡ σκότωσις τῶν λογισμῶν, ἡ ἔκλειψις τῆς ἀνθρωπίνης βοηθείας, ἡ ἔνδεια τῆς σωματικῆς χρείας καὶ τὰ ὅμοια τούτων. Ἐκ τούτων τῶν πειρασμῶν κτᾶται ὁ ἄνθρωπος ψυχὴν μεμονωμένην καὶ ἀπροστάτευτον, καὶ ταπείνωσιν καὶ καρδίαν νενεκρωμένην· καὶ ἐκ τούτου δοκιμάζεταί τις ἐλθεῖν εἰς ἐπιθυμίαν τοῦ κτίσαντος· καὶ τοῦτο πρὸς τὴν δύναμιν ὁ προνοητὴς οἰκονομεῖ πρὸς τὴν χρείαν αὐτῶν καὶ ἐν τοῖς δεχομένοις αὐτά. Καὶ ἐν τούτοις συγκέκραται ἡ παράκλησις καὶ αἱ ἐπιφοραί, τὸ φῶς καὶ τὸ σκότος, οἱ πόλεμοι καὶ αἱ ἀντιλήψεις· καὶ συντόμως εἰπεῖν, στενοῖ καὶ πλατύνει, καὶ τοῦτό ἐστι τὸ σημεῖον τῆς προκοπῆς τοῦ ἀνθρώπου διὰ τῆς βοηθείας τοῦ Θεοῦ.

Οἱ δὲ πειρασμοὶ οἱ γινόμενοι ἐκ τῆς παραχωρήσεως τοῦ Θεοῦ κατὰ τῶν ἀναισχυντούντων καὶ ἐπαιρομένων ἐν ταῖς διανοίαις αὐτῶν ἐνώπιον τῆς ἀγαθότητος τοῦ Θεοῦ καὶ ἀδικούντων τὴν ἀγαθότητα αὐτοῦ ἐν τῇ ὑπερηφανίᾳ αὐτῶν, εἰσὶν οὗτοι· οἱ πειρασμοὶ οἱ φανεροὶ τῶν δαιμόνων, οἱ καὶ ὑπὲρ τὸν ὅρον τῆς ψυχικῆς δυνάμεως ὑπάρχοντες, ἤγουν ἡ στέρησις τῶν δυνάμεων τῆς σοφίας τῆς οὔσης ἐν αὐτοῖς, αἴσθησις δριμεῖα τῆς ἐννοίας τῆς πορνείας τῆς παραχωρουμένης κατ’ αὐτῶν διὰ τὴν ἔπαρσιν αὐτῶν εἰς ταπείνωσιν αὐτῶν, τὸ θυμοῦσθαι ταχέως, τὸ θέλειν στῆσαι τὸ θέλημα αὐτῶν, τὸ φιλονικεῖν ἐν λόγοις, τὸ ἐπιτιμῆσαι, καρδία καταφρονοῦσα, πλάνη τοῦ νοῦ τελεία, βλασφημίαι κατὰ τοῦ ὀνόματος τοῦ Θεοῦ, ἔννοιαι μωραὶ πεπληρωμέναι γέλωτος μᾶλλον δὲ κλαυθμοῦ, τὸ καταφρονεῖσθαι ὑπὸ τῶν ἀνθρώπων, τὸ καταισχύνεσθαι τὴν τιμὴν αὐτῶν, τὸ γενέσθαι αἰσχύνη καὶ ὄνειδος ἐν πολλοῖς τρόποις ὑπὸ τῶν δαιμόνων κρυπτῶς καὶ φανερῶς, ἐπιθυμία τοῦ μιγῆναι καὶ συναναστραφῆναι τῷ κόσμῳ, τὸ λαλεῖν καὶ ληρεῖν ἀφρόνως πάντοτε, τὸ εὑρεῖν ἐν ἑαυτῷ καινισμὸν ἀεὶ σὺν ψευδοπροφητείᾳ, τὸ ἐπαγγέλλεσθαι πολλὰ ὑπὲρ τὴν δύναμιν αὐτοῦ. Καὶ ταῦτα μὲν τὰ ψυχικά.

Ἐν δὲ τοῖς σωματικοῖς συμβαίνουσιν αὐτῷ συμβάσεις ὀδυνηραὶ διαμένουσαι συμπεπλεγμέναι καὶ δύσλυτοι, ἀπαντήσεις κακῶν ἀεὶ καὶ ἀθέων ἀνθρώπων, τὸ ἐμπεσεῖν εἰς χεῖρας ἀνθρώπων θλιβόντων, τὸ κινεῖσθαι τὴν καρδίαν αὐτοῦ ἀεὶ ἀναιτίως ὑπὸ τοῦ φόβου ἐξαίφνης, τὸ πολλάκις πάσχειν αὐτὸν πτώματα μεγάλα ἐκ πετρῶν καὶ ἀπὸ ὑψηλῶν τόπων, καὶ τὰ ὅμοια τούτων τὰ γινόμενα εἰς συντριβὴν τοῦ σώματος, ἔνδεια τῆς καρδίας ἐκ τῶν ἀντιλαμβανομένων ὑπὸ τῆς θεϊκῆς δυνάμεως καὶ τῆς ἐλπίδος τῆς πίστεως αὐτοῦ· καὶ συντόμως εἰπεῖν, ὅσα ἀδύνατα καὶ ὑπὲρ δύναμιν ἐπάγονται αὐτῷ σὺν τοῖς ἑαυτοῦ.

Ταῦτα γὰρ πάντα ὅσα ἐτάξαμεν καὶ ἠριθμήσαμεν εἰσὶν ἐκ τῶν τρόπων τῶν πειρασμῶν τῆς ὑπερηφανίας. Καὶ ἡ ἀρχὴ τούτων φαίνεται ἐν τῷ ἀνθρώπῳ, ὅτε ἄρξηταί τις ἔχειν ἑαυτὸν σοφὸν ὄντα ἐν ὀφθαλμοῖς αὐτοῦ. Καὶ οὕτως μετακινεῖται ἐν πᾶσι τοῖς κακοῖς τούτοις κατὰ τὸ μέτρον τῆς ὑποδοχῆς τῶν τοιούτων λογισμῶν τῆς ὑπερηφανίας. Λοιπὸν ἐκ τῶν εἰδῶν τῶν πειρασμῶν σου καταλαμβάνεις τὰς ὁδοὺς τῆς λεπτότητος τῆς διανοίας σου· ἐὰν δὲ ἴδῃς τινὰ τούτων τῶν πειρασμῶν μεμιγμένα μετὰ τῶν ἄλλων πειρασμῶν τῶν προηγησαμένων, γνῶθι ὅτι καθόσον ἔχεις ἐκ τούτων. τοσοῦτον ἡ ὑπερηφανία ἐν σοὶ ἐνέσκηψεν.

Ἄκουσον πάλιν τρόπον ἄλλον. Πᾶσαι αἱ περιστάσεις καὶ αἱ θλίψεις, αἱ μὴ μετέχουσαι ὑπομονῆς, διπλῆ ἐστιν ἡ βάσανος αὐτῶν· ὑπομονὴ γὰρ ἀνθρώπου ἀποβάλλει τὰς συμφορὰς αὐτοῦ, μικροψυχία δὲ μήτηρ ἐστὶ τῆς κολάσεως. Ὑπομονή ἐστι μήτηρ τῆς παρακλήσεως καὶ δύναμίς τις, ἥτις ἐκ τῆς εὐρυχωρίας τῆς καρδίας ἀποτίκτεται, ἥν τινα δύναμιν δυσχερὲς τὸν ἄνθρωπον εὑρεῖν ἐν ταῖς θλίψεσιν αὐτοῦ ἐκτὸς τοῦ θείου χαρίσματος τοῦ ἐκ τῆς καταδιώξεως τῆς εὐχῆς καὶ τῆς ἐκχύσεως τῶν δακρύων εὑρισκομένου.

Ὅταν βουληθῇ ὁ Θεὸς ἐπὶ πλεῖον θλῖψαι ἄνθρωπον, παραχωρεῖ αὐτὸν εἰς τὰς χεῖρας τῆς μικροψυχίας ἐλθεῖν· καὶ αὕτη τίκτει ἐν αὐτῷ δύναμιν κραταιὰν τῆς ἀκηδίας, ἐν ᾗ γεύεται τοῦ ψυχικοῦ πνιγμοῦ, ὅπερ ἐστὶ γεῦσις τῆς γεέννης. Καὶ ἐκ τούτου ἐπάγεται τὸ πνεῦμα τῆς ἐκστάσεως, ἐξ οὗ πηγάζονται οἱ μύριοι πειρασμοί, ἡ σύγχυσις, ὁ θυμός, ἡ βλασφημία, ἡ μεμψιμοιρία, οἱ λογισμοὶ οἱ διεστραμμένοι, ἡ μετάστασις ἀπὸ χώρας εἰς χώραν, καὶ τὰ ὅμοια τούτων.

Ἐὰν δὲ εἴπῃς· “Ἡ αἰτία τούτων τίς ἐστι;” λέγω σοι “Σύ”, ὅτι οὐκ ἐμερίμνησας τοῦ ἐκζητῆσαι τὴν ἰατρείαν αὐτῶν· ἡ ἰατρεία γὰρ τούτων πάντων μία ἐστίν, ἐν ᾗ ἐν τῇ χειρὶ αὐτῆς εὑρίσκει τίς παράκλησιν ἐν τῇ ψυχῇ αὐτοῦ εὐθέως. Καὶ τίς ἐστιν αὕτη; ἡ ταπεινοφροσύνη τῆς καρδίας. Ἐκτὸς ταύτης καταλῦσαι τὸν φραγμὸν τῶν κακιῶν τούτων οὐ δύναταί τις, ἀλλὰ μᾶλλον εὑρίσκει αὐτὰς ὑπερισχυούσας κατ’ αὐτοῦ.

Μὴ θυμωθῇς κατ’ ἐμοῦ ὅτι λέγω σοι τὴν ἀλήθειαν· οὐκ ἐζήτησας ταύτην ἐν ὅλῃ τῇ ψυχῇ σου ποτέ· ἐὰν δὲ θελήσῃς, γενοῦ ἐν τῇ χώρᾳ αὐτῆς, καὶ ὄψει πῶς δώσει σοι τὴν λύσιν τῆς κακίας σου. Πρὸς γὰρ τὸ μέτρον τῆς ταπεινοφροσύνης σου δίδοταί σοι ὑπομονὴ ἐν ταῖς συμφοραῖς σου, καὶ κατὰ τὴν ὑπομονήν σου ἐλαφρύνεται τὸ βάρος τῶν θλίψεών σου, καὶ τῆς παρακλήσεως τεύξῃ, καὶ κατὰ τὴν παράκλησίν σου μεγαλύνεται ἡ ἀγάπη σου πρὸς τὸν Θεόν, καὶ κατὰ τὴν ἀγάπην σου μεγαλύνεται ἡ χαρά σου ἐν τῷ Πνεύματι τῷ ἁγίῳ. Τῶν δὲ ἐν ἀληθείᾳ υἱῶν ὄντων, ὁ πατὴρ ἡμῶν ὁ οἰκτίρμων, ὅτε εὐδοκήσει ἔκβασιν ποιήσασθαι τῶν πειρασμῶν αὐτῶν, οὐχὶ λήψει λαμβάνει τοὺς πειρασμοὺς ἐξ αὐτῶν, ἀλλ’ ὑπομονὴν παρέχει αὐτοῖς ἐν τοῖς πειρασμοῖς αὐτῶν, καὶ ταῦτα πάντα τὰ ἀγαθὰ ἐν τῇ χειρὶ τῆς ὑπομονῆς <ἃ> δέχονται πρὸς τὴν τελειότητα τῶν ψυχῶν αὐτῶν. Καὶ ἡμᾶς ἀξιώσοι ὁ Χριστὸς ἐν τῇ χάριτι αὐτοῦ ὑπομένειν τὰ κακὰ διὰ τὴν ἀγάπην αὐτοῦ ἐν εὐχαριστίᾳ τῆς καρδίας, ἀμήν.

Τοῦ αὐτοῦ· Λόγος ΛΒʹ Ἑρμηνεία τῶν τρόπων τῆς ἀρετῆς, καὶ τίς ἐστιν ἡ ἰσχὺς ἑκάστου αὐτῶν, καὶ τῆς διαφορᾶς ἑκάστου αὐτῶν. Ἡ ἀρετὴ ἡ σωματική, ἐν τῇ ἡσυχίᾳ, τὸ σῶμα καθαίρει ἐκ τῆς ὕλης τῆς ἐν αὐτῷ· ἡ δὲ ἀρετὴ τῆς διανοίας ταπεινοῖ τὴν ψυχὴν καὶ διϋλίζει αὐτὴν ἐκ τῶν νοημάτων τῶν χονδρῶν τῶν ἀπολλυμένων, ἵνα μὴ διαλογίζηται ἐν τούτοις ἐμπαθῶς, ἀλλ’ ἐν τῇ θεωρίᾳ αὐτῆς μᾶλλον κινῆται Καὶ αὕτη ἡ θεωρία προσεγγίζει αὐτὴν εἰς τὴν γύμνωσιν τοῦ νοός, ὅπερ καλεῖται θεωρία ἄϋλος, καὶ αὕτη ἐστὶν ἡ πνευματικὴ ἀρετή· αὕτη γὰρ ἐπαίρει τὴν διάνοιαν ἐκ τῶν ἐπιγείων καὶ προσεγγίζει αὐτὴν τῇ πρώτῃ θεωρίᾳ τοῦ πνεύματος, καὶ πρὸς Θεὸν συνιστᾷ τὴν διάνοιαν πρὸς τὴν θεωρίαν τῆς δόξης τῆς ἀνεκλαλήτου, {ἥτις ἐστὶ κίνησις νοημάτων τῆς μεγαλωσύνης τῆς φύσεως αὐτοῦ, καὶ χωρίζει αὐτὴν ἐκ τοῦ κόσμου τούτου καὶ τῆς αἰσθήσεως αὐτοῦ, καὶ ἐκ τούτου πρὸς τὴν ἐλπίδα ἡμῶν ἐκείνην τὴν ἀποκειμένην βεβαιούμεθα, καὶ ἐν πληροφορίᾳ τῆς τάξεως αὐτῆς γινόμεθα, καὶ τοῦτό ἐστιν ἡ πεισμονὴ περὶ ἧς εἶπεν ὁ ἀπόστολος· ἡ πεισμονή ἐστιν ἡ πληροφορία} ἤτοι τῇ ἐλπίδι τῇ ἐπαγγελθείσῃ ἡμῖν.

Τί δὲ ἐστὶ ταῦτα καὶ πῶς ἕκαστον τούτων ἐστίν, ἄκουσον. Τὴν πολιτείαν τὴν σωματικὴν τὴν κατὰ Θεόν, τὰ σωματικὰ ἔργα καλεῖ, τὰ γινόμενα εἰς τὴν κάθαρσιν τῆς σαρκὸς ἐν τῇ πράξει τῆς ἀρετῆς δι’ ἔργων φανερῶν ἐν ἑαυτοῖς, ἐν οἷς διϋλίζεταί τις ἐκ τῆς ἀκαθαρσίας τῆς σαρκός.

Ἡ δὲ πολιτεία τῆς διανοίας ἐστὶ τὸ ἔργον τῆς καρδίας, τὸ γινόμενον ἀπαύστως ἐν τῇ φροντίδι τῆς κρίσεως [ἤτοι τῆς δικαιοσύνης τοῦ Θεοῦ καὶ τῶν κριμάτων αὐτοῦ], καὶ ἡ εὐχὴ ἡ ἀδιάλειπτος τῆς καρδίας, καὶ ἡ ἔννοια τῆς προνοίας καὶ τῆς ἐπιμελείας τοῦ Θεοῦ τῆς ἐν τούτῳ τῷ κόσμῳ ὁμοῦ γινομένης ἰδικῶς καὶ ὁλικῶς, καὶ τὸ φυλάξαι τὰ πάθη τὰ κρυπτά, ἵνα μὴ ἀπαντήσῃ τί ἐξ αὐτῶν ἐν τῇ χώρᾳ τῇ κρυπτῇ καὶ πνευματικῇ. Τοῦτο, τὸ ἔργον τῆς καρδίας, ὃ καλεῖται πολιτεία τῆς διανοίας. Ἐν τούτῳ τῷ ἔργῳ τῆς πολιτείας, ὅπερ καλεῖται πρᾶξις ψυχική, λεπτύνεται ἡ καρδία καὶ χωρίζεται τῆς κοινωνίας τῆς ἠφανισμένης ζωῆς, τῆς παρὰ φύσιν οὔσης, ἐξ ὧν ἄρχεται κινεῖσθαι ποτὲ τοῦ συνιέναι καὶ διανοεῖσθαι ἐν τῇ θεωρίᾳ τῶν αἰσθητῶν τῶν κτισθέντων εἰς τὴν χρείαν καὶ αὔξησιν τοῦ σώματος, καὶ πῶς ἐν τῇ διακονίᾳ αὐτῶν δίδοται δύναμις τοῖς τέσσαρσι στοιχείοις τοῖς ἐν τοῖς σώμασιν.

Ἡ πολιτεία ἡ πνευματικὴ ἐστὶ πρᾶξις χωρὶς αἰσθήσεων. Καὶ αὕτη ἐστὶν ἡ ὑπὸ τῶν πατέρων γραφεῖσα, ἥν τινα «ὅτε οἱ νόες τῶν ἁγίων δέξονται τὴν ὑποστατικὴν θεωρίαν, ἡ παχύτης τοῦ σώματος ἐκ τοῦ μέσου παραλαμβάνεται, καὶ ἔκτοτε ἡ θεωρία γίνεται νοητή».

Τὴν θεωρίαν γὰρ τὴν ὑποστατικὴν καλεῖ τὴν κτίσιν τῆς φύσεως τῆς πρώτης. Καὶ ἐκ ταύτης τῆς θεωρίας τῆς ὑποστατικῆς εὐκόλως κινεῖται τις εἰς τὴν ἐπίγνωσιν τὴν μοναδικήν, ἥτις ἐστὶν ἐν τῇ ἐξηγήσει τῇ φανερᾷ τὸ θαυμάσαι τὸν Θεόν.

Αὕτη ἐστὶν ἡ κατάστασις ἡ μεγάλη τῶν μελλόντων ἀγαθῶν, ἡ διδομένη ἐν τῇ ἐλευθερίᾳ τῆς ἀθανάτου ζωῆς ἐν τῇ διαγωγῇ τῇ μετὰ τὴν ἀνάστασιν· διότι οὐ παύεται ἡ φύσις ἡ ἀνθρωπίνη ἐκεῖσε ἀεὶ θαυμάζειν τὸν Θεόν, καὶ μὴ ἐννοοῦσα τί ὅλως περὶ τῶν κτισμάτων. Εἰ ἦν γὰρ τί ὅμοιον τοῦ Θεοῦ, εἶχεν ἂν κινηθῆναι πρὸς αὐτὸ ὁ νοῦς, ποτὲ μὲν ἐν τῷ Θεῷ, ποτὲ δὲ ἐν τούτῳ· ἐὰν δὲ πᾶσα ἡ ὡραιότης τῶν γινομένων ἐν τῇ καινότητι τῇ μελλούσῃ κατωτέρα τῆς ὡραιότητος αὐτοῦ ἐστι, πῶς δύναται ἡ διάνοια ἐξελθεῖν τῇ θεωρίᾳ αὐτῆς ἔξωθεν ταύτης τῆς αὐτοῦ ὡραιότητος;

Τί οὖν; Τὸ ἀποθανεῖν λυπεῖ αὐτόν; ἀλλὰ ἡ βάρησις τῆς σαρκός; ἀλλ’ ἡ μνήμη τῶν ἰδίων αὐτοῦ; ἀλλ’ ἡ χρεία τῆς φύσεως; ἀλλ’ αἱ συμφοραί; ἀλλ’ αἱ ἐναντιώσεις; ἢ μετεωρισμὸς ἄγνωστος; ἢ ἀτελειότης τῆς φύσεως; ἢ ἐν τοῖς στοιχείοις περικύκλευσις; ἢ συντυχία τινὸς μετά τινος; ἢ ἀκηδία ἡ κατάκοπος; ἢ μόχθος τῆς σαρκός;

Ἐὰν δὲ καὶ ἐν τῷ κόσμῳ τούτῳ ὅλα ταῦτα τὰ εἰρημένα γίνωνται, πάντως ὅτε ἐν τῷ καιρῷ ἐκείνῳ αἱρεθῇ τὸ κάλυμμα τῶν παθῶν ἐκ τῶν ὀφθαλμῶν τῆς διανοίας καὶ κατοπτεύσῃ εἰς ἐκείνην τὴν δόξαν, εὐθέως ὑψοῦται ἡ διάνοια ἐν ἐκπλήξει. Καὶ εἰ μὴ ὅτι ὁ Θεὸς ὅρον τέθεικεν ἐν τῇ ζωῇ ταύτῃ τοῖς τοιούτοις πράγμασι, πόσον δεῖ βραδύνειν ἐν αὐτοῖς, καὶ ἐν πάσῃ τῇ ζωῇ τοῦ ἀνθρώπου, εἰ συνεχωρήθη, οὐκ εἶχεν ἐξελθεῖν ἐκεῖθεν ἐκ τῆς θεωρίας αὐτῶν.

Πόσον μᾶλλον ὅπου ταῦτα ὅλα οὐκ εἰσίν—ἡ ἀρετὴ γὰρ ἐκείνη ἀόριστός ἐστι—, καὶ ἐν αὐτοῖς τοῖς πράγμασιν ὑποστατικῶς ἐσόμεθα ἔνδοθεν τῶν βασιλικῶν αὐλῶν, εἰ ἀξιωθῶμεν διὰ τῆς πολιτείας ἡμῶν. Πῶς οὖν δύναται πάλιν ἡ διάνοια ἐξελθεῖν καὶ μακρυνθῆναι ἐκ τῆς θαυμαστῆς ἐκείνης καὶ θεϊκῆς θεωρίας, καὶ πεσεῖν ἐν ἄλλῳ πράγματι; Οὐαὶ ἡμῖν ὅτι οὐ γνωρίζομεν τὰς ψυχὰς ἡμῶν, οὐδὲ εἰς ποίαν πολιτείαν ἐκλήθημεν, καὶ τὴν ζωὴν ταύτην τῆς ἀσθενείας καὶ τὴν κατάστασιν τῶν ζώων καὶ τὸν κόσμον καὶ τὰς θλίψεις αὐτοῦ καὶ τὰς κακίας αὐτοῦ καὶ τὰς ἀναπαύσεις αὐτοῦ, λογιζόμεθα ὅτι εἰσί τι. “Ὦ Χριστέ, ὁ μόνος δυνατός, μακάριος οὗ ἡ ἀντίληψις αὐτοῦ παρὰ σοῦ, καὶ ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο. Σὺ Κύριε, ἀπόστρεψον τὰ πρόσωπα ἡμῶν ἐκ τοῦ κόσμου ἐν τῇ ἐπιθυμίᾳ σου, ἕως ἂν ἴδωμεν αὐτὸν ὅπερ ἐστί, καὶ μὴ πιστεύσωμεν τῇ σκιᾷ ὥσπερ τῇ ἀληθείᾳ. Κένωσον ἐν τῇ διανοίᾳ ἡμῶν, Κύριε, σπουδὴν πρὸ τοῦ θανάτου, ὅπως ἐν τῇ ὥρᾳ τῆς ἐξόδου ἡμῶν γνῶμεν πῶς ἦν ἡ εἴσοδος καὶ ἡ ἔξοδος ἡμῶν εἰς τὸν κόσμον τοῦτον, ἕως ἂν τελειώσωμεν τὸ ἔργον εἰς ὃ ἐκλήθημεν κατὰ τὸ θέλημά σου ἐν τῇ ζωῇ ταύτῃ πρῶτον, καὶ μετὰ ταῦτα ἐλπίσωμεν ἐν διανοίᾳ πεπληρωμένῃ πεποιθήσεως δέξασθαι τὰ μεγάλα κατὰ τὴν ἐπαγγελίαν τῶν γραφῶν, ἃ ἡτοίμασεν ἡ ἀγάπη σου ἐν τῇ δευτέρᾳ καινουργίᾳ, ὧν ἡ μνήμη αὐτῶν φυλάττεται ἐν τῇ πίστει τῶν μυστηρίων”.

Περὶ καθάρσεως τοῦ σώματος καὶ τῆς ψυχῆς καὶ τοῦ νοός. Ἡ κάθαρσις τοῦ σώματος ἐστὶν ὁσιότης ἐκ τοῦ μολυσμοῦ τῆς σαρκός. Ἡ κάθαρσις τῆς ψυχῆς ἐστὶν ἡ ἐλευθερία τῶν κρυπτῶν παθῶν τῶν ἐν τῇ διανοίᾳ συνισταμένων. Ἡ κάθαρσις δὲ τοῦ νοὸς ἐστὶν ἐν τῇ ἀποκαλύψει τῶν μυστηρίων· καθαίρεται γὰρ ἐκ πάντων τῶν ὑποπιπτόντων τῇ αἰσθήσει, ἐν τῷ τρόπῳ τῆς παχύτητος αὐτῶν. Καὶ τὰ παιδία τὰ μικρὰ ἁγνά εἰσι τῷ σώματι καὶ ἀπαθῆ τῇ ψυχῇ, καὶ οὐδεὶς καλεῖ αὐτὰ καθαροὺς τῷ νοΐ· ἡ καθαρότης γὰρ τοῦ νοός, ἡ τελειότης ἐστὶν ἐν τῇ ἀναστροφῇ τῆς οὐρανίου θεωρίας, τῆς ἐκτὸς τῶν αἰσθήσεων κινουμένης ἐν τῇ δυνάμει τῇ πνευματικῇ τῶν ἄνω κόσμων—τῶν ἀναριθμήτων θαυμάτων—, ὧν ἡ διαγωγὴ μεμερισμένη ἐξ ἀλλήλων, τῶν λεπτῶν ἐν τῇ ἀοράτῳ διακονίᾳ αὐτῶν, τῶν ἐν τῇ ἐννοίᾳ ὄντων τῶν θεϊκῶν ἀποκαλύψεων, τῶν συνεχῶν ἐν τῇ ἀλλοιώσει αὐτῶν ἐν πάσῃ ὥρᾳ.

ΑΓʹ. Τοῦ αὐτοῦ· Ἐπιστολὴ γραφεῖσα πρός τινα ἀδελφὸν ἀγαπῶντα τὴν ἡσυχίαν· πῶς ὁ διάβολος τροποῦται καταργῆσαι τοὺς σπουδάζοντας συνεχῶς ἡσυχάζειν ἐκ τῆς ἐπιμόνου ἡσυχίας, ἐν προσώπῳ ἀγάπης ἐγγυτέρων καὶ ἔν τισι τιμίοις· καὶ πῶς δεῖ τὸν ἡσυχαστὴν καταφρονεῖν τῶν πάντων ὑπὲρ τῆς γνώσεως τοῦ Θεοῦ τῆς εὑρισκομένης ἐν τῇ ἡσυχίᾳ, ὥσπερ ἐφάνῃ ἐν τοῖς πατράσιν ἡμῶν τοῖς ἀρχαίοις. Διότι γνωρίζω σε ἀγαπῶντα τὴν ἡσυχίαν, καὶ συμπλέκει σε ὁ διάβολος ἐν πολλοῖς προφάσει τοῦ ἀγαθοῦ, διότι γνωρίζει τὸ θέλημα τῆς διανοίας σου, ἕως ἂν διασκεδάσῃ σε καὶ ἐμποδίσῃ ἐκ τῆς ἀρετῆς τῆς περιεκτικῆς τῶν πολλῶν τρόπων τῶν ἀγαθῶν, ὦ ἀδελφὲ ἀγαθέ, ὥσπερ μέλος πρὸς τὸ ὁμόζυγον αὐτοῦ, ἀντιλαβέσθαι τῷ πόθῳ σου τῷ ἀγαθῷ ἐν τῷ λόγῳ τῆς ὠφελείας, ἐμερίμνησα ποιῆσαι ἃ παρὰ τῶν σοφῶν ἀνδρῶν ἐν τῇ ἀρετῇ καὶ ἀπὸ τῶν γραφῶν τῶν πατέρων καὶ ἐκ τῆς πείρας ἐκτησάμην αὐτά.

Ἐὰν γὰρ μὴ καταφρονήσῃ ἄνθρωπος τῶν τιμῶν καὶ τῶν ἀτιμιῶν, καὶ ὑπομείνῃ ὑπὲρ τῆς ἡσυχίας ὄνειδος καὶ μυκτηρισμὸν καὶ ζημίαν ἕως καὶ τυπτημάτων, καὶ γένηται κατάγελος καὶ νομισθῇ μωρὸς καὶ λῆρος παρὰ τῶν θεωρούντων αὐτόν, οὐ δύναται ὑπομεῖναι ἐν τῷ ἀγαθῷ τῆς ἡσυχίας σκοπῷ. Διότι ἐὰν προσάπαξ ἀνοίξῃ τὴν θύραν ταῖς αἰτίαις ὁ ἄνθρωπος, οὐχ’ ἡσυχάζει ὁ διάβολος, ἐπάγων αὐτῷ τινὰς διὰ πολλῶν προφάσεων μετὰ συνεχῶν ἀπαντήσεων, τῶν ἀναριθμήτων.

Διατοῦτο, ὦ ἀδελφέ, ἐὰν ἀγαπᾷς ἐν ἀκριβείᾳ τὴν ἀρετὴν τῆς ἡσυχίας, τῆς μὴ ἐχούσης διασκεδασμὸν καὶ ἐκπηδασμὸν καὶ διακοπὴν ἐν μέσῳ αὐτῆς, ἐν ᾗ ἐνίκησαν οἱ ἀρχαῖοι, οὕτως εὑρήσεις τελειῶσαι τὴν ἐπιθυμίαν σου τὴν ἐπαινουμένην, ἡνίκα ὁμοιωθῇς τοῖς πατράσι σου καὶ λάβῃς ἐν τῇ διανοίᾳ σου τὴν δήλωσιν τοῦ βίου αὐτῶν, οἵτινες αὐτῶν ἠγάπησαν τὴν τελείαν ἡσυχίαν καὶ οὐκ ἐμερίμνησαν στῆσαι τὴν ἀγάπην τῶν ἰδίων αὐτῶν, ἢ ἐζήτησαν ἁπλῶσαι ἑαυτοὺς πρὸς ἀνάπαυσιν αὐτῶν, οὐδὲ ᾐδέσθησαν φυγεῖν ἐκ τῆς ἀπαντήσεως τῶν οἰομένων εἶναι τιμίων. Καὶ ὅτε οὕτως ἦσαν ὁδεύοντες, οὐχ’ ὡς καταφρονοῦντες τῶν ἀδελφῶν αὐτῶν παρὰ τοῖς σοφοῖς καὶ γνωστικοῖς ἐκρίνοντο, οὐδὲ ὡς περιφρονοῦντες ἢ ἀμελοῦντες ἢ ὑστεροῦντες ἐν διακρίσει, καθάπερ ἐρρέθη τινὶ αὐτῶν, <ὡς ἐν> ἀπολογίᾳ, τοῖς τιμῶσι τὴν ἡσυχίαν καὶ τὴν ὑποχώρησιν μᾶλλον, πλέον τῆς ἀπαντήσεως τῶν ἀνθρώπων· «ἄνθρωπος» φησὶν «ὃς μανθάνει ἐν πείρᾳ τὴν γλυκύτητα τῆς ἡσυχίας ἐν τῷ κελλίῳ αὐτοῦ, οὐχ’ ὡς καταφρονῶν τοῦ πλησίον φεύγει τὴν ἀπάντησιν αὐτοῦ», ἀλλὰ διὰ τὸν καρπὸν ὃν τρυγᾷ ἐκ τῆς ἡσυχίας.

Πῶς ἔφευγον; Ὁ ἀββᾶς φησιν Ἀρσένιος οὐκ ἀνεπαύετο ἀπαντῆσαι τινί. Ὁ δὲ ἀββᾶς Θεόδωρος «ὑπήντα μέν, ἀλλ’ ὡς ῥομφαία ἦν» ἡ ἀπάντησις αὐτοῦ· ὅμως, οὐδὲ ἀσπασμὸν ἠσπάζετο τινά, ὅτε ηὑρίσκετο ἔξωθεν τοῦ κελλίου αὐτοῦ. Ὁ δὲ ἅγιος Ἀρσένιος οὐδὲ τὸν ἐρχόμενον πρὸς αὐτὸν πρὸς ἀσπασμὸν ἠσπάζετο. Ἐν καιρῷ γὰρ «τίς τῶν πατέρων ἀπῆλθε θεάσασθαι τὸν ἀββᾶν Ἀρσένιον, καὶ ἤνοιξεν ὁ γέρων, δοκῶν ὅτι αὐτός ἐστιν ὁ διακονητὴς αὐτοῦ. Καὶ ὅτε ἐθεάσατο αὐτὸν τίς ἐστιν, ἔρριψεν ἑαυτὸν ἐπὶ πρόσωπον. Καὶ πολλὰ παρακληθεὶς ὑπ’ αὐτοῦ ἀναστῆναι καὶ εὐλογηθῆναι ὑπ’ αὐτοῦ καὶ ἀπελθεῖν, παρῃτήσατο ὁ ἅγιος λέγων ‘οὐ μὴ ἀναστῶ. ἕως ἂν ἀπέλθῃς’, καὶ οὐκ ἀνέστη, ἕως οὗ ἀπῆλθε». Καὶ τοῦτο ἐποίει ὁ μακάριος, ἵνα μὴ δώσει αὐτοῖς προσάπαξ χεῖρα καὶ πάλιν στραφῶσι πρὸς αὐτόν.

Ὅρα τὸ ἀκόλουθον τοῦ λόγου, ἵνα μὴ εἴπῃς ἴσως διὰ τὴν ἐλαχιστίαν αὐτοῦ κατεφρόνησεν αὐτοῦ ἢ τινὸς κατεφρόνει, καὶ ἄλλον διὰ τὴν τιμὴν αὐτοῦ ἐπροσωπολήπτει καὶ συνωμίλει αὐτῷ· ἀλλ’ ἐξίσης ἐκτήσατο φυγὴν ἀπὸ πάντων τῶν μικρῶν καὶ τῶν μεγάλων. Ἓν εἶχεν ἐν ὀφθαλμοῖς αὐτοῦ· καταφρονεῖν τῆς ὑπαντήσεως αὐτῶν ἀντὶ τῆς ἡσυχίας, τὸν μέγαν κατὰ τὸν μικρόν, καὶ βαστάσαι τὴν μέμψιν ἐπάνω αὐτοῦ ἐκ πάντων, ὑπὲρ τῆς τιμῆς τῆς ἡσυχίας καὶ τῆς σιωπῆς. Ἐπιστάμεθα γὰρ ὡς ἀπῆλθε πρὸς αὐτὸν ἐν καιρῷ ὁ μακάριος Θεόφιλος ὁ ἀρχιεπίσκοπος, καὶ μεθ’ ἑαυτοῦ ἔχων τὸν κριτὴν τῆς χώρας, πρὸς τιμὴν καὶ πρὸς ἐπιθυμίαν τῆς θεωρίας τοῦ ἁγίου. Ὅτε ἐκάθισε πρὸς αὐτούς, οὐδὲ πρὸς λόγον μικρὸν ἀνέπαυσεν αὐτοὺς διὰ τὴν τιμὴν αὐτῶν, καίπερ ἐπιθυμοῦντας πλεῖστα ἀκοῦσαι τοῦ λόγου αὐτοῦ. Καὶ ὅτε παρεκάλεσεν αὐτὸν ὁ ἀρχιεπίσκοπος περὶ τούτου, ἡσύχασε μικρὸν ὁ καλόγηρος καὶ μετὰ τοῦτο λέγει· «καὶ ἐὰν εἴπω ὑμῖν, φυλάττετε;» Καὶ ὡμολόγησαν λέγοντες «ναί». Καὶ εἶπεν αὐτοῖς ὁ γέρων· «ὅπου ἀκούσετε ὅτι ἔστιν ὁ Ἀρσένιος, μὴ ἐγγίσητε ἐκεῖσε».

Εἶδες τὸ θαυμαστὸν τοῦ γέροντος; Εἶδες καταφρόνησιν τῆς συντυχίας τῶν ἀνθρώπων; Οὗτος ὁ γνωρίσας τρυγῆσαι τὸν καρπὸν τῆς ἡσυχίας, καὶ οὐκ ἐλογίσατο ὁ μακάριος ὅτι ὁ ἀνήρ ἐστι καθολικὸς καὶ κεφαλὴ τῆς ἐκκλησίας. Ἀλλὰ τοῦτο διενοήσατο, ὅτι «ἐγὼ προσάπαξ ἀπέθανον τῷ κόσμῳ, τί ὠφελεῖ ὁ νεκρὸς τοὺς ζῶντας;» Καὶ ἐμέμψατο αὐτὸν ὁ ἀββᾶς Μακάριος μέμψιν πεπληρωμένην ἀγάπης, λέγων· «τί φεύγεις ἐξ ἡμῶν;» Καὶ ἀπελογίσατο ὁ γέρων ὁ ἅγιος ἀπολογίαν θαυμαστὴν καὶ ἀξιέπαινον λέγων· «ὁ Θεὸς οἶδεν ὅτι ἀγαπῶ ὑμᾶς, ἀλλ’ οὐ δύναμαι εἶναι μετὰ τοῦ Θεοῦ καὶ μετὰ τῶν ἀνθρώπων».

Ἄλλοτε δὲ πάλιν ἀπέστειλε πρὸς αὐτὸν ὁ ἀρχιεπίσκοπος περὶ τούτου. Καὶ ἀπέπεμψεν πρὸς αὐτὸν ὁ γέρων λέγων· «ἐὰν ἔλθῃς, ἀνοίγω σοι· ἐὰν δὲ σοὶ ἀνοίξω, πᾶσιν ἀνοίγω· καὶ ἐὰν πᾶσιν ἀνοίξω, ὧδε μεῖναι οὐ δύναμαι». Καὶ πρὸς τὴν γνῶσιν ταύτην τὴν θαυμαστήν, οὐκ ἐξ ἑτέρωθεν ἀλλ’ ἐκ τῆς θεϊκῆς φωνῆς ἐξέμαθεν· «Ἀρσένιε» φησὶ «φεῦγε τοὺς ἀνθρώπους καὶ σώζῃ». Μηδεὶς ἄνθρωπος τῶν ἀργῶν καὶ ἀγαπώντων τὰς συντυχίας ἀναιδευθῇ καὶ ἀναλύσῃ ταῦτα ἐν τῇ καταστροφῇ τῶν λόγων αὐτοῦ, καὶ λαλήσῃ κατέναντι τούτων ὅτι ἀνθρώπινον εὕρεμα ἐστὶν ἐν τῇ ἀφορμῇ τῆς ἡσυχίας εὑρεθέν· διότι διδαχή ἐστιν οὐράνιος.

Καὶ ἵνα μὴ νομίσωμεν ὅτι τοῦτο ἐρρέθη αὐτῷ τοῦ φυγεῖν καὶ ἐξελθεῖν ἐκ τοῦ κόσμου, ἀλλ’ οὐκ ἐξίσης ἐκ τῶν ἀδελφῶν φυγεῖν, μετὰ τὸ καταλιπεῖν αὐτὸν τὸν κόσμον καὶ ἐλθεῖν καὶ οἰκῆσαι τὴν λαύραν, πάλιν ηὔξατο τῷ Θεῷ πῶς καλῶς ζῆσαι δυνηθῇ· «Κύριε» φησὶν «ὁδήγησόν με πῶς σωθῶ». Καὶ ἐδόκει ὅτι ἄλλο τί μέλλει ἀκοῦσαι. Καὶ φωνῆς δεσποτικῆς πάλιν ἤκουσεν ἐκ δευτέρου τὸν αὐτὸν λόγον καὶ προστιθείσης αὐτῷ ἕως ἂν φανερώσῃ αὐτῷ, καὶ λέγει· «Φεῦγε, σιώπα, ἡσύχαζε, καὶ ἐάν» φησι «πολὺ ὠφελεῖ ἡ θέα καὶ ἡ ὁμιλία τῶν ἀδελφῶν, ἀλλ’ οὐκ ὠφελεῖ σε συντυχεῖν αὐτοῖς ὡς τὸ φυγεῖν ἐξ αὐτῶν». Καὶ ὡς ἐδέξατο ταῦτα ὁ μακάριος Ἀρσένιος ἐν ἀποκαλύψει τῇ θεϊκῇ, ὡς ἦν ἐν τῷ κόσμῳ, καὶ φυγεῖν ἐπετράπη, καὶ μετὰ τῶν ἀδελφῶν γενόμενος τὸ αὐτὸ ἐρρέθη αὐτῷ, τότε ἐβεβαίωσε καὶ ἔγνω ὅτι οὐκ ἀρκεῖ αὐτῷ εἰς κτῆσιν ζωῆς ἀγαθῆς τὸ φυγεῖν μόνον ἀπὸ τῶν κοσμικῶν, ἀλλὰ μὴ καὶ ἐξίσης ἐκ πάντων. Μὴ γὰρ δύναταί τις ἀντιστῆναι καὶ ἀντειπεῖν πρὸς τὴν θείαν φωνήν;

Καὶ τῷ θείῳ Ἀντωνίῳ ἐρρέθη ἐν ἀποκαλύψει· «ἐὰν θέλῃς» φησὶν «ἡσυχάσαι, οὐχὶ μόνον εἰς Θηβαΐδα ἀπέλθῃς ἀλλὰ καὶ εἰς τὴν ἔρημον τὴν ἐσωτέραν». Ἐὰν δὲ ὁ Θεὸς ἐπιτρέπῃ ἡμῖν φυγεῖν ἐκ πάντων, καὶ οὕτως ἀγαπᾷ τὴν ἡσυχίαν, ὁπότε ὑπομείνωσιν ἐν αὐτῇ οἱ ἀγαπῶντες αὐτόν, τίς ἐστιν ὁ προφασιζόμενος προφάσεις παραμένειν τῇ συντυχίᾳ καὶ τῷ πλησιασμῷ τῶν ἀνθρώπων; Ἐὰν δὲ τῷ Ἀντωνίῳ καὶ τῷ Ἀρσενίῳ ἡ φυλακὴ ὠφελῇ καὶ ἡ φυγὴ βοηθῇ, πόσῳ μᾶλλον τοῖς ἀσθενέσι; Καὶ ἐὰν τούτους, οὓς ὁ κόσμος ὅλος ἔχρηζε καὶ τοῦ λόγου αὐτῶν καὶ τῆς θέας αὐτῶν καὶ τῆς βοηθείας αὐτῶν, ἐτίμησεν ὁ Θεὸς τοῦ εἶναι αὐτοὺς ἐν ἡσυχίᾳ πλέον τῆς ἀντιλήψεως πάσης τῆς ἀνθρωπότητος, πόσῳ μᾶλλον τῷ μὴ δυναμένῳ ἑαυτὸν φυλάξαι καλῶς;

Οἴδαμεν καὶ ἄλλον τινὰ τῶν ἁγίων, ὅτι ὁ ἀδελφὸς αὐτοῦ ὁ φυσικὸς ἠσθένει, καὶ ἦν κεκλεισμένος ἐν ἄλλῳ κελλίῳ. Καὶ ὅτε κατεκράτησε τὴν συμπάθειαν αὐτοῦ ἐν ὅλῃ τῇ ἀρρωστίᾳ αὐτοῦ καὶ οὐκ ἐξῆλθε θεάσασθαι αὐτόν, ἐν τῷ καιρῷ τῆς ἐξόδου αὐτοῦ ἐκ τοῦ βίου τοῦδε ἔπεμψε λέγων αὐτῷ· «εἰ καὶ οὐκ ἦλθες πρός με ἕως ἄρτι, ἀλλὰ νῦν ἐλθὲ καὶ ἴδω σε πρὸ τοῦ ἐξελθεῖν με ἐκ τοῦ κόσμου, ἢ κἂν ἐν νυκτί, ὅπως ἀσπάσωμαί σε καὶ ἀναπαύσωμαι». Καὶ οὐκ ἐπείσθη ὁ μακάριος οὐδὲ ἐν τῇ ὥρᾳ ἐκείνῃ, ἐν ᾗ εἴωθεν ἡ φύσις συμπάσχειν ἀλλήλοις καὶ ὑπερβαίνειν τὸν ὅρον τοῦ θελήματος, ἀλλ’ εἶπεν· «ἐὰν ἐξέλθω, οὐ καθαρισθήσεται ἡ καρδία μου ἐνώπιον τοῦ Θεοῦ, ὅτι τοὺς πνευματικοὺς ἀδελφοὺς ἠμέλησα ἐπισκέψασθαι.

Τὴν φύσιν δὲ τιμῆσαι πλέον τοῦ Χριστοῦ;» Καὶ ἀπέθανεν ὁ ἀδελφὸς αὐτοῦ καὶ οὐκ εἶδεν αὐτόν. Μηδεὶς οὖν ἐν ῥαθυμίᾳ τῶν λογισμῶν προφασίσηται ὡς ἀδύνατα ταῦτα εἶναι, καὶ καταλύσῃ αὐτὰ καὶ καταργήσῃ τὴν ἡσυχίαν αὐτοῦ, ἀθετήσας τὴν περὶ αὐτὸν τοῦ Θεοῦ πρόνοιαν. Καὶ ἐὰν τὴν φύσιν τὴν οὕτως ἰσχυρὰν ἐνίκησαν οἱ ἅγιοι, καὶ ὁ Χριστός. ἡνίκα τὰ τέκνα αὐτοῦ ἀμελοῦνται, ἀγαπᾷ ὅτε τιμᾶται ἡ ἡσυχία, ποία ἀνάγκη ἄλλη δύναται γενέσθαι σοι, μὴ δυναμένη καταφρονηθῆναι ὑπὸ σοῦ, ἡνίκα ἐμπέσῃς ἐν αὐτῇ; Ἡ ἐντολὴ ἐκείνη ἡ λέγουσα· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίᾶς σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς διανοίας σου πλέον ὅλου τοῦ κόσμου καὶ τῆς φύσεως καὶ τῶν αὐτῆς, οὕτως πληροῦται. ἡνίκα ὑπομείνῃς ἐν τῇ ἡσυχίᾳ· καὶ ἡ ἐντολὴ ἡ λέγουσα περὶ τῆς ἀγάπης τοῦ πλησίον, ἔσωθεν ταύτης ἐστὶ κεκλεισμένη. Θέλεις κτήσασθαι τὴν ἀγάπην τοῦ πλησίον κατὰ τὴν εὐαγγελικὴν ἐντολὴν ἐντὸς τῆς ψυχῆς σου; Μάκρυνον ἑαυτὸν ἐξ αὐτοῦ, καὶ τότε κατακαίεται ἐν σοὶ ἡ ἔκκαυσις τῆς ἀγάπης αὐτοῦ, καὶ χαρήσῃ ἐπὶ τῇ θέᾳ αὐτοῦ ὡς ἂν ἄγγελον φωτός. Θέλεις πάλιν ἵνα διψήσωσί σε οἱ ἀγαπῶντες σε; Ὡρισμέναις ἡμέραις θέασαι τὰς ὄψεις αὐτῶν.

Ὡς ἀληθῶς ἡ πεῖρα διδάσκαλος πάντων. Γίνου ὑγιής.

ΛΔʹ Ἀπόκρισις πρός τινα ἀδελφὸν φυσικὸν καὶ πνευματικόν, προτρεπόμενον καὶ παρακαλοῦντα ἐν γράμμασιν ἐνδημῆσαι πρὸς αὐτόν, οἰκοῦντα ἐν τῷ κόσμῳ καὶ διψῶντα θεάσασθαι αὐτόν. Οὐχὶ ὡς νομίζεις σὺ ἡμεῖς δυνατοὶ ἐσμέν, μακάριε. Ἴσως γινώσκεις τὴν ἀσθένειάν μου, ὅτι εὐχερής σοι ἡ ἀπώλειά μου· καὶ διατοῦτο αἰτεῖς παρ’ ἐμοῦ ἀεί, ὡς ὑπὸ τῆς φύσεως κατακαιόμενος κατὰ τὴν συνήθειαν αὐτῆς, ὅπερ οὐκ ἔδει ἡμᾶς μεριμνῆσαι καὶ σὲ ἐρᾶσθαι.

Τοῦτο μὴ αἰτήσῃς παρ’ ἐμοῦ μόνον· τὸ ἀναπαῦον τὴν σάρκα καὶ τὸ φρόνημα αὐτῆς, ὦ ἀδελφέ, ἀλλὰ τὴν σωτηρίαν τῆς ψυχῆς μου περιποιῆσαι. Πρὸς μικρὸν χρόνον καὶ παρερχόμεθα ἐκ τοῦ αἰῶνος τούτου. Πόσα πρόσωπα ἔχω ἀπαντῆσαι, ὅταν ἔλθω ἐκεῖσε; Καὶ πόσους τρόπους ἀνθρώπων καὶ τόπους, ἕως ἂν στραφῶ εἰς τὸν τόπον μου;

Καὶ πόσας αἰτίας λογισμῶν δέχεται ἡ ψυχή μου ἐν τῇ ἀπαντήσει αὐτῶν, καὶ σύγχυσιν ὑπομένει ἐν τοῖς πάθεσι τοῖς ἐξυπνιζομένοις ἐν αὐτῇ, ἐξ ὧν μικρὸν ἀνεπαύθη; Καὶ ταῦτα μὲν οὐκ ἀγνοεῖς. Βλάπτει τὸν μοναστὴν ἡ θεωρία τῶν κοσμικῶν, καὶ τοῦτο σὺ γινώσκεις, οὐ μόνον τῶν γυναικῶν ἀλλὰ καὶ τῶν ἀνδρῶν.

Καὶ βλέπε πόσην ἀλλοίωσιν δέχεται κατὰ διάνοιαν ὁ χρόνον πολὺν ἡσυχάζων καθ’ ἑαυτόν, ὁπότε πάλιν ἐν τούτοις πέσῃ ἐξαίφνης, καὶ ἀκούει καὶ ὁρᾷ τί παρὰ τὸ ἔθος αὐτοῦ. Ἐὰν δὲ ἡ ἀπάντησις τῶν μοναχῶν βλάπτῃ τὸν ἐν ἀγῶνι ὄντα καὶ ἀκμὴν πολεμοῦντα μετὰ τοῦ ἀντιπάλου αὐτοῦ, ὁπότε οὐ συμφωνοῦσι τῇ καταστάσει αὐτοῦ, λοιπὸν εἰς ποῖον φρέαρ πίπτομεν, ἵνα ῥυσθῶμεν τοῦ σκόλοπος τοῦ ἐχθροῦ ἡμῶν, μάλιστα ἐν πολλῇ πείρᾳ κτησάμενοι ἐπίγνωσιν;

Καὶ διατοῦτο χωρὶς ἀνάγκης ποιῆσαι τοῦτο μὴ ἐξαιτήσῃς παρ’ ἐμοῦ. Μὴ ἀπατήσωσιν ἡμᾶς οἱ λέγοντες· “οὐδὲν βλάψει ἡμᾶς ἔν τινι, τὸ ἀκοῦσαι καὶ τὸ ἰδεῖν· ἴσοι γάρ ἐσμεν ἐν τῇ ἐρήμῳ καὶ ἐν τῷ κόσμῳ καὶ ἐν τῷ κελλίῳ ἡμῶν καὶ ἔξω τῷ λογισμῷ ἡμῶν, καὶ οὐ ταρασσόμεθα ἐκ τῆς ἐπιεικείας ἡμῶν καὶ οὐ δεχόμεθα ἀλλοίωσιν κακήν, οὐδὲ αἰσθανόμεθα ἐν τῇ ἀπαντήσει τῶν προσώπων καὶ τῶν πραγμάτων, τῆς ὀχλήσεως τῶν παθῶν”. Οἱ λέγοντες ταῦτα, οὔτε εἰ πληγῇ πλήσσονται, γινώσκουσιν. Ἡμεῖς γὰρ ἀκμὴν οὐκ ἐφθάσαμεν εἰς τὴν ὑγείαν ταύτην τῆς ψυχῆς· ἔχομεν γὰρ τραύματα ὀζόμενα· καὶ ἐὰν ἀφεθῶσι κἂν μίαν ἡμέραν ἀνεπιμέλητα καὶ μὴ ἐπιδεσμούμενα καὶ μὴ ἐμπλασθῶσιν ἐμπλάστροις καὶ μὴ ἐπιδεσμίοις ἐπισφιγχθῶσι, σκωληκιῶσιν.

ΛΕʹ Λόγοι ἀντιληπτικοὶ καὶ ὑποθέσεις ὠφέλιμοι πεπληρωμέναι σοφίας τοῦ πνεύματος. Ἡ πίστις ἐστὶν ἡ θύρα τῶν μυστηρίων. Καθάπερ οἱ σωματικοὶ ὀφθαλμοὶ τοῖς αἰσθητοῖς πράγμασιν, οὕτως καὶ ἡ πίστις τοῖς θησαυροῖς τοῖς κρυπτοῖς, τοῖς νοεροῖς ὀφθαλμοῖς.

Ὀφθαλμοὺς δύο ψυχικοὺς κεκτήμεθα, καθὼς λέγουσιν οἱ πατέρες, καθάπερ τοὺς δύο ὀφθαλμοὺς τοῦ σώματος, καὶ οὐχὶ ἡ αὐτὴ χρεία τῆς θεωρίας ἐν ἑκάστῳ. Ἐν ἑνὶ μὲν ὀφθαλμῷ ὁρῶμεν τὰ κρυπτὰ τῆς δόξης τοῦ Θεοῦ, τὰ κεκρυμμένα ἐν ταῖς φύσεσιν, ἤγουν τὴν δύναμιν αὐτοῦ καὶ τὴν σοφίαν καὶ τὴν πρόνοιαν αὐτοῦ τὴν συναΐδιον τὴν περὶ ἡμᾶς, τὴν καταλαμβανομένην ἐκ τῆς μεγαλειότητος τῆς κυβερνήσεως αὐτοῦ εἰς ἡμᾶς· καὶ ἐν τῷ ὀφθαλμῷ τούτῳ τὰ τάγματα τὰ οὐράνια, τὰ σύνδουλα ἡμῖν ὁρῶμεν.

Καὶ ἐν τῷ ἑτέρῳ ὀφθαλμῷ θεωροῦμεν τὴν δόξαν τῆς φύσεως αὐτοῦ τῆς ἁγίας. Ὅτε εὐδοκήσει ὁ Θεὸς εἰσάξαι ἡμᾶς εἰς τὰ μυστήρια τὰ πνευματικά, καὶ τὴν θάλασσαν τῆς πίστεως ἀνοίξει ἐν τῇ διανοίᾳ ἡμῶν. Χάρις μετὰ χάριν, ἡ μετάνοια ἐδόθη τοῖς ἀνθρώποις.

Μετάνοια γάρ ἐστιν ἀναγέννησις δευτέρα ἐκ τοῦ Θεοῦ. Ὅνπερ ἐκ τῆς πίστεως ἀρραβῶνα ἐδεξάμεθα, διὰ τῆς μετανοίας τὸ χάρισμα αὐτοῦ ἐκδεχόμεθα. Μετάνοια ἐστὶν ἡ θύρα τοῦ ἐλέους, ἡ ἠνεωγμένη τοῖς διώκουσιν αὐτήν· διὰ τῆς θύρας ταύτης εἰσερχόμεθα πρὸς τὸ θεῖον ἔλεος, καὶ ἐκτὸς ταύτης τῆς εἰσόδου οὐχ’ εὑρήσομεν ἔλεος, διότι πάντες ἥμαρτον, κατὰ τὴν θείαν γραφήν, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι.

Μετάνοια ἐστὶν ἡ χάρις ἡ δευτέρα, καὶ τίκτεται ἐν τῇ καρδίᾳ ἐκ τῆς πίστεως καὶ τοῦ φόβου· ὁ φόβος γάρ ἐστι ῥάβδος πατρικὴ ἡ κυβερνῶσα ἡμᾶς, ἕως ἂν φθάσωμεν εἰς τὸν παράδεισον τὸν πνευματικόν, καὶ ὅταν φθάσωμεν ἐκεῖσε, ἀφεῖ ἡμᾶς καὶ στρέφεται.

Παράδεισός ἐστιν ἡ ἀγάπη τοῦ Θεοῦ, ἐν ᾗ ὁ παράδεισος πάντων τῶν μακαρισμῶν, ὅπου ὁ μακάριος Παῦλος ἐτράφη τροφὴν παρὰ τὴν φύσιν· καὶ ἀφ’ οὗ ἐγεύσατο τοῦ ξύλου τῆς ζωῆς <τὸ> ἐκεῖσε. ἔκραξε λέγων· Ὀφθαλμὸς οὐκ εἶδε οὐδὲ οὖς ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.

Ἐκ τοῦ ξύλου τούτου ἐκωλύθη ὁ Ἀδὰμ διὰ τῆς συμβουλίας τοῦ διαβόλου. Τὸ ξύλον τῆς ζωῆς ἐστιν ἡ ἀγάπη τοῦ Θεοῦ, ἀφ’ ἧς ἐξέπεσεν ὁ Ἀδάμ, καὶ ἔτι οὐκ ἀπήντησεν αὐτὸν ἡ χαρά, ἀλλ’ ἐν τῇ γῇ τῶν ἀκανθῶν εἰργάζετο καὶ ἐκοπία.

Οἱ τῆς ἀγάπης τοῦ Θεοῦ στερηθέντες, ἄρτον ἱδρῶτος ἐσθίουσιν ἐν τοῖς ἔργοις αὐτῶν, κἂν ἐν εὐθύτητι πορεύωνται, ὅνπερ ὁ πρωτόπλαστος ἐπετράπη φαγεῖν, πεσόντος αὐτοῦ. Ἕως ἂν εὕρωμεν τὴν ἀγάπην, ἐν τῇ γῇ τῶν ἀκανθῶν ἐστιν ἡ ἐργασία ἡμῶν. Καὶ ἐν μέσῳ τῶν ἀκανθῶν σπείρομεν καὶ θερίζομεν, καὶ ἐὰν ὁ σπόρος ἡμῶν γένηται σπόρος δικαιοσύνης· καὶ ἐν πάσῃ ὥρᾳ κεντούμεθα ἐξ αὐτῶν, καὶ ὁπόσον δικαιωθῶμεν, ἐν ἱδρῶτι τοῦ προσώπου ἡμῶν ζῶμεν. Καὶ ὅταν εὕρωμεν τὴν ἀγάπην, ἄρτον οὐράνιον τρεφόμεθα καὶ ἐνδυναμούμεθα ἄνευ ἔργου καὶ κόπου.

Ὁ οὐράνιος ἄρτος ἐστὶν ὁ κατελθὼν ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ, καὶ αὕτη ἐστὶν ἡ τροφὴ τῶν ἀγγέλων. Ὁ εὑρὼν τὴν ἀγάπην, τὸν Χριστὸν ἐσθίει καθ’ ἑκάστην ὥραν καὶ ἀθάνατος γίνεται ἐκ τούτου· Ὁ τρώγων φησὶν ἐκ τοῦ ἄρτου τούτου, θάνατον οὐκ ὄψεται εἰς τὸν αἰῶνα. Μακάριος ὁ ἐσθίων ἐκ τοῦ ἄρτου τῆς ἀγάπης, ὅπερ ἐστὶν Ἰησοῦς. Ὁ ἐσθίων ἐκ τῆς ἀγάπης, τὸν Χριστὸν ἐσθίει τὸν ἐπὶ πάντων Θεόν. Καὶ μαρτυρεῖ Ἰωάννης λέγων· Ὁ Θεὸς ἀγάπη ἐστίν. Λοιπὸν ζωὴν ἐκ τοῦ Θεοῦ καρποῦται ὁ ἐν τῇ ἀγάπῃ ζῶν ἐν τῷ κόσμῳ τούτῳ· τοῦ ἀέρος ἐκείνου τῆς ἀναστάσεως ὀσφραίνεται ἐκ τῶν ὧδε, καὶ ἐν τούτῳ τῷ ἀέρι τρυφῶσιν οἱ δίκαιοι ἐν τῇ ἀναστάσει.

Ἡ ἀγάπη ἐστὶν ἡ βασιλεία, ἣν ἐπηγγείλατο ὁ Κύριος μυστικῶς τοῖς ἀποστόλοις φαγεῖν ἐν τῇ βασιλείᾳ αὐτοῦ· [τὸ γὰρ] Ἐσθίετε καὶ πίνετε ἐν τῇ τραπέζῃ τῆς βασιλείας μου. Τί ἐσθίουσιν, εἰ μὴ τὴν ἀγάπην; Ἱκανεῖ γὰρ θρέψαι τὸν ἄνθρωπον ἡ ἀγάπη, ἀντὶ βρώσεως καὶ πόσεως.

Οὗτός ἐστιν ὁ οἶνος ὁ εὐφραίνων καρδίαν ἀνθρώπου. Μακάριος ὁ πιὼν ἐκ τούτου τοῦ οἴνου. Ἐκ τούτου ἔπιον οἱ ἀκόλαστοι καὶ ᾐδεσθησαν, καὶ οἱ ἁμαρτωλοὶ καὶ ἐπελάθοντο τὰς ὁδοὺς τῶν προσκομμάτων, καὶ οἱ μέθυσοι καὶ ἐγένοντο νηστευταί, καὶ οἱ πλούσιοι καὶ ἐπεθύμησαν τὴν πτωχείαν, καὶ οἱ πένητες καὶ ἐπλούτησαν τῇ ἐλπίδι, καὶ οἱ ἄρρωστοι καὶ ἐγένοντο δυνατοί, καὶ οἱ ἰδιῶται καὶ ἐσοφίσθησαν.

Ὥσπερ οὐ δυνατόν ἐστι περάσαι τὴν θάλασσαν τὴν μεγάλην χωρὶς πλοίου καὶ καράβου, οὕτως οὐ δύναταί τις χωρὶς φόβου περάσαι πρὸς τὴν ἀγάπην. Τὴν θάλασσαν τὴν ὀζομένην, τὴν τεθεῖσαν μεταξὺ ἡμῶν καὶ τοῦ νοεροῦ παραδείσου, διὰ καράβου μετανοίας παρελθεῖν δυνάμεθα, τῆς ἐχούσης τοὺς κωπηλάτας τοῦ φόβου, Ἐὰν δὲ οἱ κωπηλάται οὗτοι τοῦ φόβου, οὐ κυβερνῶσι τὸ πλοῖον τοῦτο τῆς μετανοίας, δι’ ἧς διερχόμεθα τὴν θάλασσαν τοῦ κόσμου τούτου πρὸς τὸν Θεόν, καταποντιζόμεθα ἐν τῇ ὀζομένῃ θαλάσσῃ· ἡ μετάνοια ἐστὶ τὸ πλοῖον, ὁ φόβος δὲ ὁ κυβερνήτης αὐτοῦ, ἡ ἀγάπη ὁ λιμὴν ὁ θεϊκός.

Καθίζει ἡμᾶς ὁ φόβος ἐν τῷ πλοίῳ τῆς μετανοίας, καὶ διαβιβάζει ἡμᾶς τὴν θάλασσαν τὴν ὀζομένην τοῦ κόσμου, καὶ πρὸς τὸν λιμένα τὸν θεῖον, ὅπερ ἐστὶν ἡ ἀγάπη, ὁδηγεῖ ἡμᾶς, εἰς ὅνπερ ὁρῶσι πάντες οἱ κοπιῶντες καὶ τεθλιμμένοι ἐν τῇ μετανοίᾳ. Καὶ ὅτε φθάσομεν τὴν ἀγάπην, ἐφθάσαμεν πρὸς τὸν Θεόν, καὶ ἡ ὁδὸς ἡμῶν ἐτελειώθη, καὶ διέβημεν πρὸς τὴν νῆσον τὴν ἐκεῖθεν τοῦ κόσμου οὖσαν, ὅπου ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, καὶ ἡμᾶς ἀξίους ποιῆσαι τοῦ φόβου αὐτοῦ καὶ τῆς ἀγάπης αὐτοῦ, ἀμήν.