Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσαὰκ ὁ Σύρος – Λόγοι ἀσκητικοί

Ἰσαὰκ ὁ Σύρος

Λόγοι ΛΣΤ'-Μ': Η πνευματική γνώση, η ελεημοσύνη και η αλλοίωση της ψυχής

Η διάκριση φυσικής και πνευματικής γνώσεως, συμβουλές ταπεινοφροσύνης, η ισορροπία αγάπης και ησυχίας, η αγγελική κίνηση και το πνευματικό σκότος κατά τους πειρασμούς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσαὰκ ὁ Σύρος

—

Κεφάλαιο 12 από 18

ΛϚʹ Πόσον γίνεται τὸ μέτρον τῆς γνώσεως καὶ τὰ μέτρα τὰ περὶ τῆς πίστεως. Ἔστι γνῶσις προηγουμένη τῆς πίστεως, καὶ ἔστι γνῶσις τικτομένη ἐκ τῆς πίστεως· ἡ γνῶσις ἡ προηγουμένη τῆς πίστεως, ἔστι γνῶσις φυσική, ἡ δὲ τικτομένη ἐκ τῆς πίστεως, γνῶσις ἐστὶ πνευματική.

Τί ἔστιν ἡ γνῶσις ἡ φυσική; Γνῶσις ἐστὶ διακρίνουσα τὸ καλὸν ἐκ τοῦ κακοῦ, καὶ καλεῖται διάκρισις φυσική, ἐν ᾗ γινώσκομεν τὸ καλὸν ἐκ τοῦ κακοῦ φυσικῶς ἄνευ μαθήσεως· ἐν τῇ λογικῇ φύσει ταύτην ἔθετο ὁ Θεός, ἐκ δὲ τῆς μαθήσεως προσθήκην λαμβάνει οὐκ ἔστι τίς ὁ ταύτην μὴ ἔχων. Καὶ αὕτη ἡ δύναμις τῆς γνώσεως τῆς φυσικῆς τῆς λογικῆς ψυχῆς ἐστιν, ἥ ἐστιν ἡ διάκρισις τοῦ καλοῦ ἐκ τοῦ κακοῦ, ἡ κινουμένη ἐν αὐτῇ ἀπαύστως.

Καὶ οἱ ὑστερηθέντες αὐτῆς, κάτωθεν τῆς λογικῆς φύσεώς εἰσιν· οἱ δὲ ἔχοντες ταύτην, ὀρθῶς ἐν τῇ ψυχικῇ φύσει ἵστανται, καὶ οὐκ ἔχουσί τινα ἀφανισμὸν ἐν οἷς ἔδωκεν ὁ Θεὸς τῇ φύσει πρὸς τιμὴν τῶν λογικῶν αὐτοῦ. Τοὺς δὲ ταύτην τὴν διάγνωσιν ἀπολέσαντας, τὴν διακρίνουσαν τὸ καλὸν ἐκ τοῦ κακοῦ, ὀνειδίζει ὁ προφήτης·

Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε. Ἡ τιμὴ τῆς λογικῆς φύσεως αὕτη ἐστὶν ἡ διάκρισις, ἡ διακρίνουσα τὸ καλὸν ἐκ τοῦ κακοῦ, καὶ δικαίως τοὺς ἀπολέσαντας ταύτην ὡμοίωσε τοῖς ἀνοήτοις κτήνεσι τοῖς μὴ ἔχουσι τὸ λογικὸν καὶ διακριτικόν.

Ἐν ταύτῃ δυνατὸν ἡμῖν εὑρεῖν τὴν ὁδὸν τοῦ Θεοῦ, καὶ αὕτη ἐστὶν ἡ γνῶσις ἡ φυσική, αὕτη προηγεῖται τῆς πίστεως καὶ αὕτη ὁδός ἐστι πρὸς τὸν Θεόν, καὶ ἐν ταύτῃ γινώσκομεν διακρῖναι τὸ καλὸν ἐκ τοῦ κακοῦ καὶ δέξασθαι τὴν πίστιν. Καὶ μαρτυρεῖ ἡ δύναμις τῆς φύσεως ὅτι πρέπει τῷ ἀνθρώπῳ πιστεῦσαι τῷ παραγαγόντι εἰς τὴν κτίσιν ταῦτα πάντα καὶ πιστεῦσαι τοῖς λόγοις τῶν ἐντολῶν αὐτοῦ καὶ ποιῆσαι αὐτούς.

Καὶ ἐκ τοῦ πιστεῦσαι τίκτεται ὁ φόβος τοῦ Θεοῦ. Καὶ ὅτε ἀκολουθήσει τοῖς ἔργοις <τοῦ φόβου τοῦ Θεοῦ> καὶ πρὸς μικρὸν ἀνέλθῃ πρὸς ἐργασίαν, τίκτει τὴν γνῶσιν τὴν πνευματικήν, ἣν εἴπομεν ὅτι ἐκ τῆς πίστεως γεννᾶται.

Οὐχ’ ἁπλῶς ἐκ τῆς πίστεως μόνης ψιλῆς γεννᾶται ἡ γνῶσις ἡ πνευματική, ἀλλ’ ἡ πίστις φόβον Θεοῦ γεννᾷ, καὶ ἐν τῷ φόβῳ τοῦ Θεοῦ, ὅταν ἀρξώμεθα ἐνεργεῖν ἐν αὐτῷ, ἐκ τῆς ἐνεργείας τοῦ φόβου τοῦ Θεοῦ τίκτεται ἡ γνῶσις ἡ πνευματική, καθάπερ εἶπεν ὁ Χρυσόστομος· «Ὅτε τις κτήσεται θέλημα ἀκολουθεῖν τῷ φόβῳ τοῦ Θεοῦ καὶ τῇ ὀρθῇ φρονήσει, ταχέως λαμβάνει τὴν ἀποκάλυψιν τῶν κρυπτῶν»· καλεῖ δὲ ἀποκάλυψιν τῶν κρυπτῶν τὴν γνῶσιν τὴν πνευματικήν. Οὐχ’ ὁ φόβος δὲ τοῦ Θεοῦ τίκτει ταύτην τὴν γνῶσιν τὴν πνευματικήν, διότι ὅπερ οὐκ ἔστιν ἐν τῇ φύσει κείμενον γεννηθῆναι οὐ δύναται, ἀλλὰ δόσις δίδοται ἡ γνῶσις αὕτη ἐν τῇ ἐργασίᾳ τοῦ φόβου τοῦ Θεοῦ.

Ἡνίκα ἐρευνήσεις καλῶς τὸ ἔργον τοῦ φόβου τοῦ Θεοῦ, εὑρίσκεις ὅτι αὕτη ἐστὶν ἡ μετάνοια. Καὶ ἡ γνῶσις ἡ πνευματικὴ ἐνταῦθα, αὕτη ἐστὶν ἣν εἴπομεν, ὅτι ὅπερ ἐν τῷ βαπτίσματι ἐδεξάμεθα τὸν ἀρραβῶνα αὐτοῦ, διὰ τῆς μετανοίας πάντως δεχόμεθα τὸ χάρισμα αὐτοῦ· καὶ τὸ χάρισμα ὅπερ εἴπομεν, ὅτι διὰ τῆς μετανοίας λαμβάνομεν αὐτό, αὕτη ἐστὶν ἡ γνῶσις ἡ πνευματική, ἡ διὰ τῆς ἐνεργείας τοῦ φόβου τοῦ Θεοῦ διδομένη δόσις. Ἡ πνευματικὴ δὲ γνῶσις ἐστὶν αἴσθησις τῶν κρυπτῶν· καὶ ὅταν αἰσθηθῇ τις τούτων τῶν ἀοράτων καὶ κατὰ πολὺ ὑπερβαλλόντων, ἐκ τούτων λαμβάνει ὄνομα τῆς πνευματικῆς γνώσεως, καὶ γεννᾶται ἐν τῇ αἰσθήσει ταύτῃ πίστις ἄλλη, οὐκ ἐναντία οὖσα ἐκείνῃ τῇ πρώτῃ ἀλλὰ βεβαιοῦσα τὴν πίστιν ἐκείνην. Καὶ καλοῦσιν αὐτὴν πίστιν τῆς θεωρίας· ἕως ἐκεῖ ἡ ἀκοή. νῦν δὲ θεωρία. ἡ δὲ θεωρία, τῆς ἀκοῆς ἀσφαλεστέρα ὑπάρχει.

Ταῦτα πάντα ἐκ τῆς γνώσεως ἐκείνης τῆς διακρινούσης τὸ καλὸν ἐκ τοῦ κακοῦ, τῆς ἐν τῇ φύσει οὔσης τίκτονται. Καὶ αὕτη ἐστὶν ὁ σπόρος ὁ ἀγαθὸς τῆς ἀρετῆς, καὶ ἤδη ἐλέχθη. Καὶ ὅτε ταύτην τὴν φυσικὴν γνῶσιν καλύψομεν τῷ θελήματι ἡμῶν τῷ φιληδόνῳ, ἐκ πάντων τῶν ἀγαθῶν τούτων ἐκπίπτομεν.

Καὶ ἀκολουθεῖ ταύτῃ τῇ φυσικῇ γνώσει κέντησις διηνεκὴς τῆς συνειδήσεως, μνήμη τοῦ θανάτου ἀδιάλειπτος, καὶ φροντίς τις βάσανος οὖσα εἰς τὴν ἔξοδον ἕως ταύτης, ἡ λύπη, ἡ κατήφεια, ὁ φόβος τοῦ Θεοῦ, ἡ αἰδὼς ἡ ἐκ τῆς φύσεως, ἡ λύπη ἡ ὑπὲρ τῶν ἁμαρτιῶν αὐτοῦ τῶν προτέρων, ἡ σπουδὴ <τῶν ἐρχομένων>. ἡ μνήμη τῆς κοινῆς ὁδοῦ καὶ φροντὶς περὶ τῶν ἐφοδίων αὐτῆς, καὶ αἴτησις μετὰ πένθους παρὰ τοῦ Θεοῦ καλῶς εἰσελθεῖν εἰς τὴν πύλην ταύτην. ἥτις ἐστὶν ἡ διάβασις πάσης τῆς φύσεως. καταφρόνησις κόσμου καὶ πολὺς ἀγὼν ὑπὲρ τῆς ἀρετῆς.

Ταῦτα πάντα ἐν τῇ γνώσει τῇ φυσικῇ εὑρίσκεται. Συγκρινέτω τις τὰ ἔργα αὐτοῦ πρὸς ταῦτα· ὅτε γὰρ εὑρεθῇ ἄνθρωπος ἐν τούτοις, ἐν τῇ ὁδῷ τῇ φυσικῇ πορεύεται. Καὶ ὅταν ὑπεραρθῇ τούτων καὶ φθάσῃ εἰς τὴν ἀγάπην, ὑπεραίρεται ὑπὲρ τὴν φύσιν, καὶ παρέρχεται ἐξ αὐτοῦ ὁ ἀγὼν καὶ ὁ φόβος καὶ ὁ κόπος καὶ ὁ μόχθος ἐν πᾶσι. Ἐκ τούτων τῶν ῥηθέντων συγκρινέτω τις καὶ ἐξεταζέτω ἑαυτὸν ἐν ποίοις πορεύεται· ἐν τοῖς παρὰ φύσιν οὖσιν ἢ ἐν τοῖς κατὰ φύσιν ἢ ἐν τοῖς ὑπὲρ φύσιν; Ἐκ τῶν τρόπων τῶν ῥηθέντων φανερῶς, ταχέως τις δύναται εὑρεῖν τὴν κυβέρνησιν τῆς ὅλης ζωῆς αὐτοῦ· καὶ ὅταν μὴ εὑρεθῇ ἐν τοῖς κατὰ φύσιν ῥηθεῖσιν ὑφ’ ἡμῶν οἷς ὡρίσαμεν, καὶ ἐν τοῖς ὑπὲρ φύσιν οὖσιν οὐχ’ ὑπάρχῃ, δῆλόν ἐστιν ὅτι ἐν τοῖς παρὰ φύσιν ὑπάρχει ἐρριμμένος.

ΛΖʹ. Τοῦ αὐτοῦ Συμβουλίαι πεπληρωμέναι ὠφελείας, ἃς ἐν τῇ ἀγάπῃ ἐλάλησε τοῖς ταπεινώσει ἀκούουσιν αὐτοῦ. Οὐκ ἔστιν ἔννοια ἀγαθή, μὴ οὖσα ἐκ τῆς χάριτος τῆς θείας ἐμπίπτουσα ἐν τῇ καρδίᾳ, καὶ οὐκ ἔστι λογισμὸς πονηρὸς προσεγγίζων τῇ ψυχῇ, εἰ μὴ πρὸς πειρασμὸν καὶ πεῖραν.

Ἄνθρωπος φθάσας γνῶναι τὸ μέτρον τῆς ἀσθενείας αὐτοῦ, οὗτος ἔφθασε τὸ τέλειον τῆς ταπεινοφροσύνης. Ὁ ὁδηγῶν τὰ χαρίσματα τοῦ Θεοῦ πρὸς τὸν ἄνθρωπον, καρδία ἐστὶ κινουμένη πρὸς εὐχαριστίαν ἀδιάλειπτον· ὁ ὁδηγῶν τὸν πειρασμὸν πρὸς τὴν ψυχήν, ἡ ἔννοιά ἐστι τοῦ γογγυσμοῦ, ἡ κινουμένη ἀεὶ ἐν τῇ καρδίᾳ.

Πάσας τὰς ἀσθενείας τοῦ ἀνθρώπου βαστάζει ὁ Θεός· ἄνθρωπον δὲ ἀεὶ γογγύζοντα οὐχ’ ὑπομένει, ἐὰν μὴ παιδεύσῃ αὐτόν. Ψυχὴ ἡ ἀπέχουσα ἐκ πάσης ἐλλάμψεως τῆς γνώσεως, ἐν ταύταις ταῖς ἐννοίαις εὑρίσκεται.

Στόμα διαπαντὸς εὐχαριστοῦν, εὐλογίαν δέχεται παρὰ τοῦ Θεοῦ, καὶ καρδία διαμένουσα ἐν εὐχαριστίᾳ ἐμπίπτει ἐν αὐτῇ ἡ χάρις. Πρὸ τῆς χάριτος τρέχει ἡ ταπείνωσις, καὶ πρὸ τῆς παιδείας τρέχει ἡ οἴησις. Ὁ <διὰ τὴν γνῶσιν> ὑπερηφανευόμενος παραχωρεῖται πεσεῖν εἰς βλασφημίαν, καὶ ὁ ἐν τῇ ἀρετῇ τῆς πράξεως ἐπαιρόμενος, ἐν τῇ πορνείᾳ παραχωρεῖται πεσεῖν, καὶ ὁ ἐν τῇ σοφίᾳ αὐτοῦ ἐπαιρόμενος, ἐν ταῖς σκοτειναῖς παγίσι τῆς ἀγνοίας ἐμπεσεῖν παραχωρεῖται.

Ἄνθρωπος ἀπέχων ἐκ πάσης μνήμης τοῦ Θεοῦ, οὗτός ἐστιν ὁ βαστάζων ἐν τῇ καρδίᾳ αὐτοῦ κατὰ τοῦ πλησίον μέριμναν ἐν τῇ μνήμῃ τῇ πονηρᾷ. Ὁ τιμῶν πάντα ἄνθρωπον ἐν τῇ μνήμῃ τοῦ Θεοῦ, οὗτος εὑρίσκει βοήθειαν παρὰ παντὸς ἀνθρώπου ἐν τῷ νεύματι τοῦ Θεοῦ ἐν τῷ κρυπτῷ.

Ὁ ἀπολογούμενος ὑπὲρ τοῦ ἀδικουμένου εὑρίσκει τὸν Θεὸν ὑπέρμαχον αὐτοῦ. Ὁ παρέχων τὸν βραχίονα αὐτοῦ εἰς βοήθειαν τοῦ πλησίον αὐτοῦ, λαμβάνει τὸν βραχίονα τοῦ Θεοῦ εἰς βοήθειαν αὐτοῦ. Ὁ κατηγορῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ κακίᾳ αὐτοῦ, εὑρίσκει τὸν Θεὸν κατήγορον αὐτοῦ.

Ὁ διορθούμενος τὸν ἀδελφὸν αὐτοῦ ἐν τῷ ταμείῳ αὐτοῦ τὴν κακίαν αὐτοῦ ἰᾶται, καὶ ὁ κατηγορῶν αὐτὸν ἐν συναθροίσματι ἐνισχύει τὰ τραύματα αὐτοῦ. Ὁ θεραπεύων τὸν ἀδελφὸν αὐτοῦ κρυπτῶς, τὴν ἰσχὺν τῆς ἀγάπης αὐτοῦ ἔκδηλον ποιεῖ, καὶ ὁ καταισχύνων αὐτὸν ἐν ὀφθαλμοῖς τῶν ἑταίρων αὐτοῦ δεικνύει τὴν ἰσχὺν τοῦ φθόνου αὐτοῦ.

Φίλος ἐν κρυπτῷ ἐλέγχων, ἰατρὸς σοφός ἐστι, καὶ ὁ ἐν ὀφθαλμοῖς πολλῶν ἰατρεύων, ὀνειδίζων ἐστὶν ἐν ἀληθείᾳ. Σημεῖον τῆς συμπαθείας ἐστὶ συγχώρησις παντὸς ὀφλήματος, καὶ σημεῖον τοῦ πονηροῦ φρονήματος ἀντιλογία πρὸς τὸν πταίσαντα.

Ὁ πρὸς ὑγείαν προσφέρων τὴν παιδείαν, ἐν τῇ ἀγάπῃ παιδεύει, ὁ δὲ ἐκζητῶν ἐκδίκησιν, κενός ἐστιν ἐκ τῆς ἀγάπης. Ὁ Θεὸς παιδεύει ἐν τῇ ἀγάπῃ, οὐκ ἀμυνόμενος—μὴ γένοιτο—, ἀλλ’ ἵνα ἰαθῇ ἡ εἰκὼν αὐτοῦ ζητεῖ, καὶ οὐ φυλάττει τὴν ὀργὴν εἰς καιρόν. Οὗτός ἐστιν ὁ τρόπος τῆς ἀγάπης· ἐκ τῆς εὐθύτητός ἐστιν, καὶ ἐμπαθῶς εἰς ἄμυναν οὐκ ἐκκλίνει.

Δίκαιος σοφός, τοῦ Θεοῦ ἐστιν ὅμοιος· οὐ παιδεύει παντελῶς ἄνθρωπον, ἀμυνόμενος αὐτὸν εἰς τὴν κακίαν αὐτοῦ, ἀλλ’ ἵνα διορθωθῇ ὁ ἄνθρωπος καὶ ἵνα ἄλλοι φοβηθῶσιν· ἡ δὲ μὴ ὁμοιοῦσα ταύτῃ οὐκ ἔστι παιδεία.

Ὁ δι’ ἀνταπόδοσιν ποιῶν τὸ ἀγαθόν, ταχέως τρέπεται, ὁ δὲ τῇ δυνάμει τῆς γνώσεως αὐτοῦ θαυμάζων ἐν τῇ θεωρίᾳ τὴν ἀγάπην τὴν οὖσαν ἐν τῷ Θεῷ, οὗτος εἰ καὶ κατακόπτεται σαρκί, οὐδὲ ἐν τῇ διανοίᾳ αὐτοῦ ἐπαίρεται, οὐδὲ ἐκ τῆς ἀρετῆς ἐκκλίνει ποτέ.

Ὁ φωτίζων τὴν διάνοιαν αὐτοῦ πρὸς τὴν ἐπάξιον τοῦ Θεοῦ ἀμοιβήν, οὗτος πρὸς τὸ βάθος τῆς ταπεινοφροσύνης κατήντησε ψυχῇ τε καὶ σώματι. Πρὸ τοῦ γὰρ ἐγγίσαι τινὰ τῇ γνώσει, ἀνέρχεται καὶ κατέρχεται ἐν τῇ πολιτείᾳ αὐτοῦ· ὅτε δὲ προσεγγίσει τῇ γνώσει, ὅλος ἐπάρσει ἐπαίρεται, καὶ ὅσον ὑψωθῇ οὐ τελειοῦται ἡ ἀνάβασις τῆς γνώσεως αὐτοῦ, ἕως ἂν ἔλθῃ ἐκεῖνος ὁ αἰὼν τῆς δόξης, καὶ λάβῃ τὸν πλοῦτον αὐτοῦ πάμπαν.

Ὅσον γὰρ τελειοῦται ἄνθρωπος πρὸς τὸν Θεόν, τοσοῦτον ὀπίσω αὐτοῦ πορεύεται· ἐν δὲ τῷ ἀληθινῷ αἰῶνι, τὸ πρόσωπον αὐτοῦ δεικνύει αὐτῷ, οὐχ’ ὅ,τι ἐστίν· ὅσον γὰρ οἱ δίκαιοι εἰσέλθωσιν ἐν τῇ θεωρίᾳ αὐτοῦ, <τόσον> τὴν εἰκόνα αὐτοῦ ὡς ἐν ἐσόπτρῳ θεωροῦσιν, ἐκεῖσε δὲ τὴν φανέρωσιν τῆς ἀληθείας θεωροῦσι.

Τὸ πῦρ τὸ ἐν ξηροῖς ξύλοις ἀναφθὲν δυσχερῶς σβεσθήσεται· καὶ ἡ θέρμη τοῦ Θεοῦ ἡ γινομένη καὶ ἐμπίπτουσα ἐν τῇ καρδίᾳ τοῦ ἀποταξαμένου τῷ κόσμῳ, ἡ πυρπόλησις αὐτῆς οὐ σβεσθήσεται, καὶ ἔστι τοῦ πυρὸς δριμυτέρα.

Ὁ οἶνος, ὅταν ἡ δύναμις αὐτοῦ εἰς τὰ μέλη εἰσέλθῃ, λανθάνει ὁ νοῦς τὴν ἀκρίβειαν τῶν πραγμάτων· καὶ ἡ μνήμη τοῦ Θεοῦ ὅταν κρατήσῃ νομὴν εἰς τὴν ψυχήν, ἀπόλλει πᾶσαν μνήμην ὁράσεως ἐκ τῆς καρδίας. Διάνοια εὑροῦσα τὴν σοφίαν τοῦ πνεύματος, ὡς ἄνθρωπος εὑρίσκων πλοῖον ἕτοιμον ἐν τῇ θαλάσσῃ· καὶ ὅταν καθίσῃ ἐν αὐτῷ, διαβιβάζει αὐτὸν ἐκ τῆς θαλάσσης τοῦ κόσμου τούτου, καὶ φθάσαι ποιεῖ τὴν νῆσον τοῦ μέλλοντος αἰῶνος. Οὕτως ἐστὶν ἡ αἴσθησις τῶν μελλόντων ἐν τῷ κόσμῳ τούτῳ, ὥσπερ νῆσος μικρὰ ἐν τῇ θαλάσσῃ, καὶ ὁ προσεγγίζων αὐτῇ, οὐκέτι κοπιᾷ ἐν τοῖς κύμασι τῆς φαντασίας τοῦ αἰῶνος τούτου.

Ὁ ἔμπορος ὅταν τελειωθῇ ὁ καιρὸς αὐτοῦ, σπουδάζει ἀπελθεῖν εἰς τὸν οἶκον αὐτοῦ· καὶ ὁ μοναχός, ὅσον ἀκμὴν ὑπολείπεται ὁ καιρὸς τῆς πράξεως αὐτοῦ, λυπεῖται χωρισθῆναι ἐκ τοῦ σώματος αὐτοῦ· καὶ ὅταν αἰσθανθῇ ἐν τῇ ψυχῇ αὐτοῦ ὅτι ἐξηγόρασε τὸν καιρὸν καὶ ἔλαβε τὸν ἀρραβῶνα αὐτοῦ, ἐπιθυμεῖ τὸν μέλλοντα αἰῶνα.

Ὁ ἔμπορος, ὅσον ἐστὶν ἐν τῇ θαλάσσῃ, ὁ φόβος ἐν τοῖς μέλεσιν αὐτοῦ ἐστι, μήπως ἐπαναστῶσιν αὐτῷ τὰ κύματα καὶ βυθισθῇ ἡ ἐλπὶς τῆς ἐργασίας αὐτοῦ· καὶ ὁ μοναχός, ὅσον ἐστὶν ἐν τῷ κόσμῳ, ὁ φόβος κατακρατεῖ τῆς πολιτείας αὐτοῦ, μήπως ἐξυπνισθῇ ὁ χειμὼν κατ’ αὐτοῦ καὶ ἀπολεσθῇ τὸ ἔργον αὐτοῦ, τὸ ἐκ τῆς νεότητος αὐτοῦ ἕως γήρως αὐτοῦ. Ὁ ἔμπορος τὴν χέρσον θεωρεῖ, καὶ ὁ μοναχὸς τὴν ὥραν τοῦ θανάτου.

Ὁ ναύτης τοὺς ἀστέρας βλέπει, ὅταν διαβαίνει ἐν μέσῳ τῆς θαλάσσης, καὶ πρὸς τοὺς ἀστέρας κατευθύνει τὸ πλοῖον αὐτοῦ, ἕως ἂν φθάσῃ τὸν λιμένα· καὶ ὁ μοναχὸς εἰς τὴν εὐχὴν βλέπει, διότι διορθοῖ αὐτὸν καὶ κατευθύνει τὴν πορείαν αὐτοῦ πρὸς ὁποῖον λιμένα εὐθύνει ἡ πολιτεία αὐτοῦ. Ἐν τῇ εὐχῇ θεωρεῖ ὁ μοναχὸς καθ’ ὥραν, <ἵνα δείξῃ αὐτῷ> τὴν νῆσον, ἐν ᾗ δήσει τὸ πλοῖον αὐτοῦ ἐκ τοῦ φόβου, καὶ ἐκεῖθεν ἐφοδιάζεται καὶ εὐθύνεται πάλιν εἰς ἄλλην νῆσον.

Οὕτως ἐστὶν ἡ πορεία τοῦ μοναχοῦ ὅσον ἐστὶν ἐν τῇ ζωῇ ταύτῃ· ἀπὸ νήσου εἰς νῆσον διαβαίνει καὶ ἀπὸ γνώσεως εἰς γνῶσιν, καὶ ἐν τῇ ἀλλαγῇ τῶν νήσων συναντᾷ τὴν ἄλλην τῆς γνώσεως, ἕως ἂν ἔλθῃ ἐκ τῆς θαλάσσης καὶ πρὸς τὴν πόλιν τὴν ἀληθινὴν ἐκείνην καταφθάσῃ ἡ πορεία αὐτοῦ, ἐν ᾗ οἱ οἰκοῦντες ἐν αὐτῇ οὐκ ἐμπορεύονται πάλιν, ἀλλ’ ἕκαστος ἐν τῷ πλούτῳ αὐτοῦ ἐπαναπαύεται.

Μακάριος ὅστις ἡ πορεία αὐτοῦ οὐ συγχυθῇ ἐν τῷ κόσμῳ τούτῳ τῷ ματαίῳ, ἔσωθεν τῆς μεγάλης θαλάσσης ταύτης· μακάριος ὅστις τὸ πλοῖον αὐτοῦ οὐκ ἐκλάσθη, καὶ φθάσει ἐν χαρᾷ πρὸς τὸν λιμένα. Ὁ νηχόμενος γυμνὸς καταδύνει ἐν τῇ θαλάσσῃ, ἕως ἂν εὕρῃ τὸν μαργαρίτην· καὶ ὁ σοφὸς μοναχός, γυμνὸς διαπορεύεται ἐν τῷ βίῳ, ἕως ἂν εὕρῃ ἐν ἑαυτῷ τὸν μαργαρίτην Ἰησοῦν Χριστόν, καὶ ὅταν εὕρῃ αὐτόν, οὐκέτι κτᾶται σὺν αὐτῷ τί τῶν ὄντων.

Ὁ μαργαρίτης ἐν τοῖς ταμείοις φυλάττεται· καὶ ἡ τρυφὴ τοῦ μοναχοῦ ἔσωθεν τῆς ἡσυχίας συντηρεῖται. Ἡ παρθένος ἐν ταῖς συναγωγαῖς καὶ τοῖς πλήθεσι τῶν λαῶν καταβλάπτεται· καὶ ἡ διάνοια τοῦ μοναχοῦ ἐν ταῖς τῶν πολλῶν συντυχίαις.

Τὸ ὄρνεον ἐκ παντὸς τόπου πρὸς τὴν καλιὰν αὐτοῦ τρέχει τοῦ ποιῆσαι τέκνα· καὶ ὁ μοναχὸς ὁ ἔχων διάκρισιν ταχύνει εἰς τὸ σκήνωμα αὐτοῦ τοῦ ποιῆσαι ἐν αὐτῷ καρπὸν ζωῆς. Ὁ ὄφις, ὅταν θλασθῇ ὅλον τὸ σῶμα αὐτοῦ, τὴν κεφαλὴν αὐτοῦ τηρεῖ· καὶ ὁ σοφὸς μοναχὸς παραφυλάττεται ἐν παντὶ κα<κ>ῷ τὴν πίστιν αὐτοῦ, ἥτις ἐστὶν ἀρχὴ τῆς ζωῆς αὐτοῦ.

Νεφέλη καλύπτει ἥλιον· καὶ λόγοι πολλοὶ τὴν ψυχὴν τὴν ἀρξαμένην φωτίζεσθαι ἐν τῇ θεωρίᾳ τῆς εὐχῆς καλύπτουσι. Τὸ ὄρνεον τὸ καλούμενον ἐρωδιός, ἐν ἐκείνῳ τῷ καιρῷ εὐφραίνεται καὶ ἀγαλλιᾶται, κατὰ τὸν λόγον τῶν σοφῶν, ὅταν ἀφορίσῃ ἑαυτὸν ἐκ τῆς οἰκουμένης καὶ πορευθῇ εἰς ἔρημον τόπον καὶ οἰκήσῃ ἐν αὐτῷ. Οὕτως καὶ ἡ ψυχὴ τοῦ μονάζοντος· ἐν ἐκείνῳ τῷ καιρῷ δέχεται τὴν οὐράνιον χαράν, ὅταν μακρυνθῇ ἐκ τῶν ἀνθρώπων, καὶ ἀπελθὼν οἰκήσῃ ἐν τῇ χώρᾳ τῆς ἡσυχίας καὶ ἐκεῖ προσδοκήσῃ τὸν καιρὸν τῆς ἐξόδου αὐτῆς.

Ἐρρέθῃ περὶ τοῦ ὀρνέου τοῦ λεγομένου σειρῆνος, ὅτι ἕκαστος ἀκούων τοῦ μέλους τῆς φωνῆς αὐτοῦ, οὕτως ὅλως αἰχμαλωτίζεται ὀπίσω αὐτοῦ ἐν τῇ ὁδοιπορίᾳ τῆς ἐρήμου, ἕως ἂν ἐπιλάθηται ἐν τῇ ἡδύτητι τοῦ μέλους, καὶ αὐτῆς τῆς ζωῆς καὶ πέσει καὶ ἀποθάνῃ.

Τοῦτο ἀπεικάζεται τῷ πράγματι τῆς ψυχῆς· ὅταν ἡ γλυκύτης ἡ οὐράνιος ἐμπέσῃ ἐν αὐτῇ, ἐκ τοῦ μέλους τῆς ἡδύτητος τῶν λογίων τοῦ Θεοῦ τῶν ἐμπιπτόντων ἐν αἰσθήσει ἐν τῷ νοΐ, οὕτως ὅλη ἀπέρχεται ὀπίσω αὐτῆς, ἕως ἂν ἐπιλάθηται τῆς ζωῆς ταύτης τῆς σωματικῆς καὶ στερηθῇ τὸ σῶμα τῶν ὀρέξεων αὐτοῦ καὶ ὑψωθῇ πρὸς τὸν Θεὸν ἐκ τῆς ζωῆς ταύτης Δένδρον, ἐὰν μὴ ἀποβάλῃ πρῶτον τὰ φύλλα τὰ πρότερα, οὐκ ἐκφέρει τοὺς νεαροὺς κλάδους· καὶ μοναχός, ἕως ἂν ἀπορρίψῃ ἀπὸ τῆς καρδίας αὐτοῦ τὴν μνήμην τῶν προτέρων αὐτοῦ, οὐκ ἐκφέρει νεαροὺς κλάδους ἐν Ἰησοῦ Χριστῷ.

Ἄνεμος λιπαίνει τοὺς καρπούς· καὶ ἡ μέριμνα τοῦ Θεοῦ τοὺς καρποὺς τῆς ψυχῆς. Μύαξ ἐν ᾧ ὁ μαργαρίτης τίκτεται, γίνεται ἐν αὐτῷ εἶδος τι σπινθῆρος ἐκ τῆς ἀστραπῆς, καὶ ἐκ τοῦ ἀέρος δέχεται τὴν ὕλην, καθὼς λέγει ὁ λόγος, καὶ ἕως τούτου σάρξ ἐστι ψιλή· καὶ ἡ καρδία τοῦ μοναχοῦ, ἕως ἂν δέξηται τὴν ὕλην τὴν οὐράνιον ἐν συνέσει, τὸ ἔργον αὐτῆς ψιλόν ἐστι καὶ οὐκ ἔχει ἔσωθεν τοῦ μύακος τὸν καρπὸν τῆς παρακλήσεως.

Ὁ κύων ὁ λείχων τὸ ῥινίν, ἐκ τοῦ αἵματος αὐτοῦ πίνει καὶ οὐκ οἶδε τὴν βλάβην αὐτοῦ ἐκ τῆς γλυκύτητος τοῦ αἵματος αὐτοῦ· καὶ ὁ μοναχὸς ὁ κλίνων πιεῖν κενοδοξίαν, ἐκ τῆς ζωῆς αὐτοῦ συμπίνει καὶ οὐκ αἰσθάνεται τῆς βλάβης αὐτοῦ ἐκ τῆς γλυκύτητος τῆς ἐν ὥρᾳ γινομένης.

Ἡ δόξα ἡ κοσμική, ὡς πέτρα ἐστὶν ἐν τῇ θαλάσσῃ σκεπαζομένη ἐκ τῶν ὑδάτων καὶ οὐ γινώσκεται τῷ ναύτῃ, ἕως ἂν κρούσῃ καὶ ὀπηθῇ ἐν αὐτῇ τὸ πλοῖον κάτωθεν καὶ πληρωθῇ ὕδατος· οὕτως ἡ κενοδοξία ποιεῖ εἰς τὸν ἄνθρωπον ἕως ἂν βυθίσῃ αὐτὸν καὶ ἀπολέσῃ αὐτόν· ἐρρέθη περὶ αὐτῆς τοῖς πατράσιν ὅτι ἐν αὐτῇ πάλιν στρέφονται πάντα τὰ πάθη ἐν τῇ ψυχῇ τὰ ἅπαξ ἡττηθέντα καὶ ἐξελθόντα ἐξ αὐτῆς.

Νεφέλη μικρὰ σκεπάζει τὸν κύκλον τοῦ ἡλίου, καὶ ὁ ἥλιος μετὰ τὴν νεφέλην λίαν ἐστὶ θερμός· καὶ ἀκηδία μικρὰ σκεπάζει τὴν ψυχήν, καὶ ἡ χαρὰ ἡ μετ’ αὐτὴν μεγάλη ἐστί. Τοῖς λόγοις τῶν μυστηρίων τῶν ἐν τῇ θείᾳ γραφῇ, χωρὶς εὐχῆς καὶ αἰτήσεως βοηθείας παρὰ Θεοῦ, μὴ προσεγγίσῃς, ἀλλὰ λέγε· “Κύριε, δός μοι λαβεῖν αἴσθησιν τῆς δυνάμεως τῆς ἐν αὐτοῖς”.

Κλεῖδα τῶν νοημάτων τῶν ἀληθινῶν, τῶν ἐν ταῖς θείαις γραφαῖς, τὴν εὐχὴν λόγισαι εἶναι. Ὅταν θελήσῃς προσεγγίσαι τῷ Θεῷ τῇ καρδίᾳ σου, πρῶτον ἐν τοῖς σωματικοῖς κόποις δεῖξον αὐτῷ τὸν πόθον σου· ἐκ τούτων ἐστὶν ἡ ἀρχὴ τῆς πολιτείας.

Μεγάλως γὰρ προσεγγίζει ἡ καρδία τῷ Θεῷ ἐν τῇ ἐνδείᾳ τῆς χρείας ἐν τῇ ἀσκήσει τοῦ ἑνὸς εἴδους {τῆς τροφῆς}, καὶ ἀκολουθεῖ τοῖς ἔργοις. Καὶ ὁ Κύριος ἐκ τούτου ἐποίησε τὸν θεμέλιον τῆς τελειώσεως. Λόγισαι τὴν ἀργίαν ἀρχὴν σκοτώσεως τῆς ψυχῆς· σκότωσις δὲ ἐπὶ σκότωσιν αἱ συντυχίαι τῶν λόγων, ἀφορμὴ δὲ τοῦ προτέρου τὸ δεύτερον. Καὶ οἱ λόγοι τῆς ὠφελείας, οἱ ἀμέτρως γινόμενοι, σκότωσιν ἐμποιοῦσιν· εὐτελίζεται γὰρ ἡ ψυχὴ ἐν τῷ πλήθει τῆς ὁμιλίας, καὶ ἐὰν ἡ παρασκευὴ αὐτῆς εἰς τὸν φόβον τοῦ Θεοῦ ἐστιν.

Ἡ σκότωσις τῆς ψυχῆς ἐκ τῆς ἀταξίας τῆς πολιτείας γίνεται. Τὸ μέτρον καὶ ὁ καιρὸς ἐν τῇ πολιτείᾳ, φωτίζουσι τὴν διάνοιαν καὶ τὴν σύγχυσιν ἀποδιώκουσιν· ἡ σύγχυσις τῆς διανοίας, ἡ ἀπὸ τῆς ἀταξίας, σκότωσιν ποιεῖ, καὶ ἡ σκότωσις θόλωσιν ἐμποιεῖ τῇ ψυχῇ.

Ἡ εἰρήνη ἐκ τῆς τάξεως γίνεται· καὶ τὸ φῶς ἐκ τῆς εἰρήνης γεννᾶται ἐν τῇ ψυχῇ, καὶ ἐκ τῆς εἰρήνης ὁ καθαρὸς ἀὴρ ἐν τῇ διανοίᾳ. Καὶ πρὸς τὸ μέτρον τοῦ πελασμοῦ τῆς καρδίας πρὸς τὴν σοφίαν, τοσοῦτον δέχεται τὴν χαρὰν παρὰ τοῦ Θεοῦ. Διάκρισιν τῆς σοφίας τοῦ πνεύματος ἐκ τῆς τοῦ κόσμου αἰσθάνῃ ἐν τῇ ψυχῇ σου· ἐν γὰρ τῇ σοφίᾳ τοῦ πνεύματος ἡ σιωπὴ κατακρατεῖ τῆς ψυχῆς σου, ἐν δὲ τῇ κοσμικῇ σοφίᾳ ἡ πηγὴ τοῦ μετεωρισμοῦ. Καὶ μετὰ τὴν εὕρεσιν τῆς πρώτης σοφίας, πληροῦσαι ταπεινοφροσύνης πολλῆς καὶ ἐπιεικείας καὶ εἰρήνης, τῆς βασιλευούσης πάντων τῶν λογισμῶν σου, καὶ τὰ μέλη σου παύσονται καὶ ἡσυχάσουσιν ἐκ τῆς ταραχῆς καὶ τοῦ στρινιασμοῦ· μετὰ δὲ τὴν εὕρεσιν τῆς δευτέρας σοφίας, κτᾶσαι τὴν ὑπερηφανίαν ἐν τῷ φρονήματί σου, καὶ λογισμοὺς παρηλλαγμένους ἀρρήτους καὶ ταραχὴν τοῦ νοὸς καὶ ἀναίδειαν τῶν αἰσθήσεων καὶ γαυρίασιν.

ΛΗʹ. Τοῦ αὐτοῦ· <Ἕτερα ἀποφθέγματα περὶ διαφορᾶς τῶν κινήσεων τοῦ νοῦ.> Μὴ νομίσῃς ὅτι παρρησιασθήσεται ἐν προσευχῇ ἐνώπιον τοῦ Θεοῦ ἄνθρωπος δεδεμένος ἐν τοῖς σωματικοῖς. Ψυχὴ σκνιφεύουσα στερεῖται τῆς σοφίας· ἡ δὲ ἐλεήμων σοφισθήσεται παρὰ τοῦ Πνεύματος.

Ὥσπερ ἔλαιον εἰς φαῦσιν τῆς λαμπάδος, οὕτως ἡ ἐλεημοσύνη τρέφει τὴν γνῶσιν ἐν τῇ ψυχῇ. Ἡ κλεὶς τῆς καρδίας τῶν θείων χαρισμάτων, ἐν τῇ ἀγάπῃ τοῦ πλησίον δίδοται· καὶ κατὰ τὸ μέτρον τῆς λύσεως τῆς καρδίας ἐκ τοῦ δεσμοῦ τοῦ σώματος, κατὰ τοσοῦτον ἀνοίγεται ἔμπροσθεν αὐτοῦ ἡ θύρα τῆς γνώσεως.

Διάβασις τῆς ψυχῆς ἀπὸ κόσμου εἰς κόσμον, ἡ ὑποδοχὴ τῆς συνέσεώς ἐστι. Τί ὡραία καὶ ἐπαινετὴ ἡ ἀγάπη τοῦ πλησίον, ἐὰν μὴ ἡ μέριμνα αὐτῆς περισπάσῃ ἡμᾶς ἐκ τῆς ἀγάπης τοῦ Θεοῦ. Τί ἡδεῖα ἐστὶν ἡ συντυχία τῶν ἀδελφῶν ἡμῶν τῶν πνευματικῶν, ἐὰν δυνηθῶμεν φυλάξαι μετ’ αὐτῆς καὶ τὴν μετὰ τοῦ Θεοῦ.

Λοιπὸν καλόν ἐστι φροντίσαι περὶ τούτων, ἕως οὗ ἐπιτρέπῃ τὸ ἁρμόζον· τοῦτο δὲ ἐστὶ τὸ μὴ πεσεῖν προφάσει τούτου τῆς κρυπτῆς πολιτείας καὶ ἐργασίας καὶ ἀδιαλείπτου ὁμιλίας τῆς πρὸς τὸν Θεόν· ἡ σύγχυσις τοῦ δευτέρου, ἐκ τῆς τοῦ πρώτου συστάσεως.

Οὐχ’ ἱκανεῖ ὁ νοῦς πρὸς δύο ὁμιλίας. Ἡ θεωρία τῶν κοσμικῶν, σύγχυσιν ποιεῖ τῇ ψυχῇ τῇ ἀποταξαμένῃ αὐτοῖς διὰ τὸ ἔργον τοῦ Θεοῦ· καὶ τῶν μὲν πνευματικῶν ἀδελφῶν ἡ ἀδιάλειπτος ὁμιλία βλάπτει, τῶν δὲ κοσμικῶν ἡ θεωρία ἡ ἐξωτέρα καὶ μόνη.

Τὴν πρᾶξιν τὴν σωματικὴν οὐ κωλύει ἡ ἀπάντησις τῶν αἰσθήσεων· ὁ δὲ θέλων ἐκ τῆς εἰρήνης τῆς διανοίας τρυγῆσαι τὴν χαρὰν ἐν τῇ ἐργασίᾳ τῶν κρυπτῶν, κἂν αἱ φωναὶ χωρὶς θεωρίας ταράσσουσι τὴν ἀνάπαυσιν τῆς καρδίας αὐτοῦ.

Ἡ νέκρωσις ἡ ἐσωτέρα χωρὶς τῆς ἀργίας τῶν αἰσθήσεων οὐχ’ ἵσταται· σωματικὴ πολιτεία ἐξυπνισμὸν τῶν αἰσθήσεων θέλει, ἡ δὲ ψυχικὴ πολιτεία τὸν ἐξυπνισμὸν τῆς καρδίας. Ὥσπερ κρεῖττόν ἐστιν ἡ ψυχή, ἐν τῇ φύσει αὐτῆς, τοῦ σώματος, οὕτως κρεῖττόν ἐστι τὸ ἔργον τῆς ψυχῆς τοῦ ἔργου τοῦ σώματος· καὶ ὥσπερ ἐν πρώτοις προηγήσατο ἡ πλάσις τοῦ σώματος τοῦ ἐμφυσήματος, οὕτως καὶ τὰ σωματικὰ ἔργα προηγεῖται τοῦ ἔργου τῆς ψυχῆς.

Μεγάλη δύναμις, ἡ μικρὰ πολιτεία ἡ διαμένουσα ἀεί· καὶ σταγὼν ἁπαλὴ διαμένουσα τὴν πέτραν τὴν σκληρὰν κοιλαίνει. Ὅταν προσεγγίσῃ ἀναστῆναι ἐν σοὶ ὁ πνευματικὸς ἄνθρωπος, ἡ νέκρωσις ἐκ πάντων ἐξυπνίζεται ἐν σοί, καὶ θερμαίνεται ἡ ψυχή σου ἐν χαρᾷ τῇ ἀνομοίῳ τῆς κτίσεως, καὶ συγκλείονται οἱ λογισμοί σου ἐντός σου ἐν τῇ ἡδύτητι τῇ ἐν τῇ καρδίᾳ σου.

Καὶ ὅταν μέλλῃ ὁ κόσμος ἀναστῆναι ἐν σοί, ὁ μετεωρισμὸς τῇς διανοίας πληθύνεται ἐν σοὶ καὶ τὸ φρόνημα τὸ μικρὸν καὶ ἄστατον. Τὸν κόσμον καλῶ τὰ πάθη, ἅπερ κύει ὁ μετεωρισμός· καὶ ὅταν τεχθῶσι καὶ τελειωθῶσι, γίνονται ἁμαρτίαι καὶ ἀποκτένουσι τὸν ἄνθρωπον.

Ὥσπερ οὐ γεννῶνται τέκνα χωρὶς μητρός, οὕτως οὐ γεννῶνται πάθη χωρὶς τοῦ μετεωρισμοῦ τῆς διανοίας, καὶ οὐδὲ τελείωσις τῆς ἁμαρτίας χωρὶς τῆς ὁμιλίας τῶν παθῶν. Ὅταν πληθυνθῇ ἡ ὑπομονὴ ἐν ταῖς ψυχαῖς ἡμῶν, σημεῖον ἐστὶν ὅτι ἐλάβομεν ἐν τῷ κρυπτῷ τὴν χάριν τῆς παρακλήσεως· ἰσχὺς τῆς ὑπομονῆς ἰσχυροτέρα ἐστὶ τῶν ἐννοιῶν τῆς χαρᾶς τῶν ἐμπιπτόντων ἐν τῇ καρδίᾳ.

Ζωὴ ἐν Θεῷ, κατάπτωσις τῶν αἰσθήσεων· ὅτε δὲ ζήσει ἡ καρδία, καταπίπτουσιν αἱ αἰσθήσεις. Ἡ ἀνάστασις τῶν αἰσθήσεων ἐστὶν ἡ νέκρωσις τῆς καρδίας. καὶ ὅταν ἀναστῶσιν αἱ αἰσθήσεις, σημεῖον ἐστὶ τῆς νεκρώσεως τῆς καρδίας ἀπὸ τοῦ Θεοῦ.

Ἐκ τῶν ἀρετῶν, τῶν μεταξὺ τῶν ἀνθρώπων πραττομένων, οὐ λαμβάνει ἡ συνείδησις τὴν εὐθύτητα. Ἀρετή, ἣν δι’ ἄλλων πράττει τις, οὐ δύναται καθᾶραι τὴν ψυχήν· πρὸς μισθὸν ἔργον λογίζεται ἐνώπιον τοῦ Θεοῦ. Ἣν δὲ ἐν ἑαυτῷ ποιήσει ἄνθρωπος, τελειοῖ τὰ ἀμφότερα· καὶ πρὸς ἀνταπόδοσιν λογίζεται καὶ καθαρότητα ἐμποιεῖ. Διατοῦτο χωρίσθητι τοῦ πρώτου καὶ ἀκολούθησον τῷ δευτέρῳ· ἐκτὸς γὰρ μερίμνης τῆς ἐν τούτῳ, τὸ καταλεῖψαι τὸ ἄλλο, ἔκπτωσις φανερὰ ἐκ τοῦ Θεοῦ· τὸ δεύτερον δέ, καὶ τὸν τόπον τοῦ πρώτου ἀναπληροῖ χωρὶς ἐνεργείας αὐτοῦ.

Ἡ ἀνάπαυσις καὶ ἡ ἀργία, ἀπώλεια ψυχῆς, καὶ πλείω τῶν δαιμόνων δύνανται βλάψαι αὗται. Τὸ σῶμα τὸ ἀσθενές, ὅταν καταναγκάσῃς εἰς περισσὰ ἔργα τὰ ὑπὲρ τῆς δυνάμεως αὐτοῦ, σκότωσιν ἐπὶ σκότωσιν ἐν τῇ ψυχῇ ἐντίθησι καὶ σύγχυσιν καὶ σκότωσιν μᾶλλον ἐπιφέρει. Τὸ δὲ σῶμα τὸ ἰσχυρόν, ἐὰν ἐν τῇ ἀργίᾳ καὶ τῇ ἀναπαύσει ἐκδώσῃς αὐτό, πᾶσα κακία τελειοῦται ἐν τῇ ψυχῇ τῇ οἰκούσῃ ἐν αὐτῷ, καὶ ἐάν τις μεγάλως ἐπιθυμῇ τὸ ἀγαθόν· ἀλλὰ μετὰ μικρὸν καὶ αὐτὴν τὴν ἔννοιαν τοῦ ἀγαθοῦ, ἣν εἶχεν, αἴρει αὐτὴν ἀπ’ αὐτοῦ.

Ὅταν γὰρ ἡ ψυχὴ μεθυσθῇ ἐν τῇ χαρᾷ τῆς ἐλπίδος αὐτῆς καὶ ἐν τῇ εὐφροσύνῃ τοῦ Θεοῦ, ἀναισθητεῖ τὸ σῶμα τῶν θλίψεων, καὶ ἐάν ἐστιν ἀσθενές· βαστάζει γὰρ διπλοῦν βάρος καὶ οὐκ ἀτονεῖ· ἀλλὰ συναπολαύει καὶ συνεργεῖ τὸ σῶμα ἐν τῇ τρυφῇ τῆς ψυχῆς, καὶ ἐὰν ἐστὶν ἀσθενές, ὅταν εἰσέλθῃ ἡ ψυχὴ εἰς ἐκείνην τὴν χαρὰν τοῦ πνεύματος.

Ἐὰν φυλάξῃς τὴν γλῶσσαν σου, ὦ ἀδελφέ, δίδοταί σοι παρὰ τοῦ Θεοῦ ἡ χάρις τῆς κατανύξεως τῆς καρδίας, τοῦ θεάσασθαι ἐν αὐτῇ τὴν ψυχήν σου, καὶ ἐν ταύτῃ εἰσέρχῃ εἰς τὴν χαρὰν τοῦ πνεύματος. Ἐὰν δὲ ἡ γλῶσσα σου νικήσῃ σε, πίστευσόν μοι εἰς ὅπερ λέγω σοι, ὅτι οὐδέποτε δυνήσῃ ἐξειλῆσαι ἐκ τῆς σκοτώσεως. «Ἐὰν οὐκ ἔχῃς καρδίαν καθαράν, ἔχε κἂν στόμα καθαρόν», ὡς ὁ μακάριος Ἰωάννης εἶπεν.

Ὅταν θελήσῃς νουθετῆσαι τινὰ εἰς τὸ ἀγαθόν, πρῶτον ἀνάπαυσον αὐτὸν σωματικῶς, καὶ τίμησον αὐτὸν ἐν λόγῳ ἀγάπης· οὐδὲν γὰρ οὕτως πείθει τὸν ἄνθρωπον [καὶ] αἰδεῖσθαι, καὶ ποιεῖ μεταλλαγῆναι ἀπὸ τῆς κακίας αὐτοῦ ἐπὶ τὰ βελτίονα, εἰ μὴ τὰ σωματικὰ ἀγαθὰ καὶ ἡ τιμή, ἥνπερ θεωρεῖ ἀπὸ τοῦ ἀνθρώπου.

Ὅσον γὰρ εἰς τὸν ἀγῶνα τὸν ὑπὲρ τοῦ Θεοῦ εἰσέλθῃ τις, τοσοῦτον παρρησιάζεται ἡ καρδία αὐτοῦ ἐν τῇ εὐχῇ αὐτοῦ· καὶ ὅσον ἐκ πολλῶν ἑλκυσθῇ ὁ ἄνθρωπος, στερεῖται τῆς βοηθείας τοῦ Θεοῦ. Μὴ λυποῦ εἰς τὰς πυρώσεις τοῦ σώματος, διότι ὁ θάνατος ἀναλαμβάνει αὐτὰς παρὰ σοῦ τελείως.

Μὴ φοβοῦ θάνατον, διότι ὁ Θεὸς ἡτοίμασε τοῦ ποιῆσαι σε ἐπάνωθεν αὐτοῦ.

Τοῦ αὐτοῦ· Λόγος ΛΘʹ Περὶ τῆς ἀγγελικῆς κινήσεως τῆς πρὸς προκοπὴν τῆς ψυχῆς ἐν τοῖς πνευματικοῖς, διὰ τῆς προνοίας τοῦ Θεοῦ ἐξυπνιζομένοις ἐν ἡμῖν. Πρώτη ἔννοια, ἡ ἐκ τῆς φιλανθρωπίας τοῦ Θεοῦ ἐμπίπτουσα ἐν τῷ ἀνθρώπῳ, ἡ ὁδηγοῦσα τὴν ψυχὴν εἰς τὴν ζωήν, περὶ τῆς ἐξόδου τῆς φύσεως ταύτης ἐμπίπτει τῇ καρδίᾳ.

Τούτῳ τῷ λογισμῷ ἀκολουθεῖ φυσικῶς ἡ καταφρόνησις τοῦ κόσμου, καὶ ἐκ τούτου ἔρχεται ἐν τῷ ἀνθρώπῳ πᾶσα κίνησις ἀγαθὴ ἡ ὁδηγοῦσα αὐτὸν εἰς τὴν ζωήν. Ὥσπερ θεμέλιόν τινα τίθησιν ἐν τῷ ἀνθρώπῳ ἡ δύναμις ἡ θεϊκὴ ἡ ἀκολουθοῦσα αὐτῷ, ὅτε θελήσει φανερῶσαι ἐν αὐτῷ τὴν ζωήν, ταύτην τὴν ἔννοιαν ἣν εἰρήκαμεν, ἐὰν μὴ σβέσῃ αὐτὴν ὁ ἄνθρωπος ἐν ταῖς συμπλοκαῖς ταῖς βιωτικαῖς καὶ τῇ ματαιολογίᾳ, ἀλλὰ αὐξήσῃ ταύτην τὴν ἔννοιαν ἐν ἡσυχίᾳ καὶ διαμένῃ ἐν ἑαυτῷ θεωρῶν καὶ σχολάζων ἐν αὐτῇ, πρὸς τὴν θεωρίαν τὴν βαθεῖαν, τὴν μὴ δυναμένην ἐκφρασθῆναι ὑπό τινος, ἄγει αὐτόν.

Τοῦτον τὸν λογισμὸν ὁ σατανᾶς πολλὰ μισεῖ, καὶ ἐν πάσῃ δυνάμει αὐτοῦ πολεμεῖ ἐκτῖλαι αὐτὸν ἐκ τοῦ ἀνθρώπου. Καὶ εἰ δυνατὸν ἦν, δοῦναι αὐτῷ τὴν βασιλείαν ὅλου τοῦ κόσμου, ἵνα τῷ περισπασμῷ τούτῳ ἀπαλείψῃ ἐκ τῆς διανοίας τοῦ ἀνθρώπου τὸν λογισμὸν τοῦτον, προθύμως ἐποίει τοῦτο· γινώσκει γὰρ ὁ δόλιος ὅτι ἐὰν οὗτος ὁ λογισμὸς μείνῃ ἐν τῷ ἀνθρώπῳ, πάλιν ἡ διάνοια αὐτοῦ ἐν τῇ γῇ ταύτῃ τῆς πλάνης οὐχ’ ἵσταται, καὶ αἱ μηχαναὶ αὐτοῦ πρὸς αὐτὸν οὐκ ἐγγίζουσιν, {οὐχὶ περὶ τοῦ πρώτου ἐκείνου λογισμοῦ τοῦ κινοῦντος ἐν ἡμῖν τὴν μνήμην τοῦ θανάτου ἐν τῇ ὑπομνήσει αὐτοῦ λογισόμεθα τοῦτον, ἀλλὰ περὶ τοῦ πληρώματος τοῦ πράγματος τούτου τοῦ ἐντιθεμένου ἐν τῷ ἀνθρώπῳ τὴν μνήμην αὐτοῦ ἀχωρίστως, καὶ ἐν τῇ ἀδολεσχίᾳ αὐτοῦ εἰς τὸ θαυμάσαι αὐτόν, συνιστῶντος τοῦτον πάντοτε· ἐκεῖνος γὰρ ὁ λογισμὸς ἐστὶ σωματικός, οὗτος δὲ θεωρία ἐστὶ πνευματικὴ καὶ χάρις θαυμαστή}, καὶ ἐννοίαις λαμπραῖς ἡ θεωρία αὕτη ἐνδεδυμένη ἐστί· καὶ ὁ ἔχων ταύτην, τὸν κόσμον τοῦτον οὐκ ἐξετάζει καὶ πρὸς τὸ σῶμα τοῦτο οὐκ ἐμμένει.

Ἀληθῶς ὄντως, ὦ ἀγαπητοί, εἰ ἀφῆκεν ὁ Θεὸς τὴν ἀληθῆ ταύτην θεωρίαν πρὸς τοὺς ἀνθρώπους ὀλίγον καιρόν, εἶχεν ἂν ὁ κόσμος μεῖναι ἀδιάδοχος. Αὕτη ἡ θεωρία δεσμός ἐστιν, ᾧτινι ἡ φύσις οὐ δύναται στῆναι ἔμπροσθεν αὐτοῦ. Καὶ τῷ λαμβάνοντι ταύτην τὴν ἀδολεσχίαν ἐν τῇ ψυχῇ αὐτοῦ, χάρις ἐστὶν ἐκ τοῦ Θεοῦ ἰσχυροτέρα πασῶν τῶν ἐργασιῶν τῶν ἰδικῶν, ἥτις δίδοται τοῖς ἐν τῇ τάξει τῇ μέσῃ οὖσι, τοῖς ἐν εὐθύτητι καρδίας ἐπιθυμοῦσι τὴν μετάνοιαν. Καὶ δίδοται ἀκριβῶς οἷς γινώσκει ὁ Θεὸς ὅτι πρέπει αὐτοῖς ἀναχωρῆσαι ἀληθῶς ἐκ τούτου τοῦ κόσμου πρὸς τὴν κρείττονα ζωὴν διὰ τὸ θέλημα αὐτοῦ τὸ ἀγαθόν, ὅπερ εὗρεν ἐν αὐτοῖς· αὐξάνει δὲ καὶ διαμένει πρὸς αὐτοὺς ἐν τῇ οἰκήσει τῇ ἀναχωρητικῇ τῇ ἰδιαζούσῃ.

Ταύτην ἐν εὐχαῖς αἰτησώμεθα· ὑπὲρ ταύτης ἀγρυπνίας μακρὰς ποιήσωμεν· καὶ ὡς χάριν μὴ ἔχουσαν ὁμοίωσιν, διὰ δακρύων ὑπὲρ αὐτῆς τοῦ Κυρίου δεηθῶμεν, ἵνα παράσχῃ ἡμῖν αὐτήν, καὶ οὐκέτι πάλιν ἀτονήσομεν ἐν τῷ μόχθῳ τοῦ κόσμου τούτου.

Αὕτη ἡ ἀρχὴ τῶν λογισμῶν τῆς ζωῆς, ἡ τελειοῦσα ἐν τῷ ἀνθρώπῳ τὸ πλήρωμα τῆς δικαιοσύνης.

Περὶ τῆς δευτέρας ἐργασίας ἐν τῷ ἀνθρώπῳ. Ἐργασία ἑτέρα μετὰ ταύτην, ὅτε πορεύεται ἄνθρωπος καλῶς ἐν πολιτείᾳ ἀγαθῇ καὶ φθάσει ἀνελθεῖν τὸν βαθμὸν τῆς μετανοίας καὶ ἐγγίσει γεύσασθαι τῆς θεωρίας καὶ τῆς ἐργασίας αὐτῆς, ἡνίκα καταλάβῃ αὐτὸν χάρις ἄνωθεν γεύσασθαι τῆς ἡδύτητος τῆς γνώσεως τοῦ πνεύματος. Ἡ ἀρχή ἐστιν ἐντεῦθεν· προηγουμένως περὶ τῆς προνοίας τοῦ Θεοῦ τῆς ἐπὶ τῷ ἀνθρώπῳ βεβαιοῦται, καὶ ἐν τῇ ἀγάπῃ αὐτοῦ τῇ πρὸς τὴν κτίσιν φωτίζεται, καὶ τῇ συστάσει τῶν λογικῶν καὶ τῇ ἐπιμελείᾳ αὐτοῦ τῇ πολλῇ περὶ αὐτῶν· ἐντεῦθεν ἄρχεται ἐν αὐτῷ ἡ ἡδύτης τοῦ Θεοῦ καὶ ἡ πύρωσις τῆς ἀγάπης αὐτοῦ τῆς ἐν τῇ καρδίᾳ καιομένης, τῆς καιούσης τὰ πάθη τῆς ψυχῆς καὶ τοῦ σώματος. Καὶ ταύτης τῆς δυνάμεως αἰσθάνεταί τις, [ὅτε] ἐν πάσαις ταῖς φύσεσι τῆς κτίσεως καὶ ἐν παντὶ πράγματι συναντῶντι αὐτῷ Καὶ ἅπαξ ἅπαξ μεθύσκεται ἐν αὐτῇ ὡς ἐν οἴνῳ, καὶ διαλύονται αὐτοῦ τὰ μέλη καὶ μένει ἡ διάνοια αὐτοῦ ἐκπληττομένη, καὶ αἰχμαλωτίζεται ἡ καρδία αὐτοῦ ὀπίσω τοῦ Θεοῦ, καὶ γίνεται οὕτως, καθὼς εἶπον, ὥσπέρ τις μεθύων ἀπὸ οἴνου· καὶ ὅσον ἐνδυναμοῦνται αἱ αἰσθήσεις αἱ ἐσωτικαί, τοσοῦτον ἐνδυναμοῦται καὶ αὕτη ἡ θεωρία· καὶ ὅσον ἀγωνίζεται πολιτεύεσθαι καλῶς καὶ φυλάξαι καὶ ἐργάζεσθαι ἐν τῇ ἀναγνώσει καὶ ἐν ταῖς εὐχαῖς, τοσοῦτον στερεοῦται καὶ βεβαιοῦται ἐν αὐτῷ ἡ δύναμις αὐτῆς.

Ὄντως ἀληθῶς, ὦ ἀδελφοί, τούτῳ ἔρχεται ἐν καιρῷ καιρῷ τὸ μὴ μνημονεῦσαι ἑαυτὸν ὅτι φορεῖ τὸ σῶμα τοῦτο, καὶ οὐ γινώσκει ὅτι ἔστιν ἐν τῷ κόσμῳ τούτῳ.

Αὕτη ἡ ἀρχὴ τῆς θεωρίας τῆς πνευματικῆς ἐν τῷ ἀνθρώπῳ, καὶ αὕτη ἡ ἀρχὴ πασῶν τῶν ἀποκαλύψεων τῆς διανοίας, καὶ ἐν αὐτῇ ἡ διάνοια αὐξάνεται ἐν τοῖς κρυπτοῖς καὶ ἐνδυναμοῦται, καὶ ἐν αὐτῇ ἐκβιβάζεται πρὸς τὰς ἄλλας τὰς ὑπερβαινούσας τὴν φύσιν τὴν ἀνθρωπίνην. Καὶ συντόμως λέγω, ὅτι ἐν τῇ χειρὶ αὐτῆς μετανίστανται πρὸς τὸν ἄνθρωπον πᾶσαι αἱ θεωρίαι αἱ θεῖαι καὶ ἀποκαλύψεις τοῦ Πνεύματος, ἃς δέχονται οἱ ἅγιοι ἐν τῷ κόσμῳ τούτῳ, καὶ ἅπερ ἡ φύσις γνῶναι δύναται ἐν τῇ ζωῇ ταύτῃ χαρίσματα καὶ ἀποκαλύψεις.

Αὕτη ἡ ῥίζα τῆς αἰσθήσεως ἡμῶν τοῦ δημιουργοῦ ἡμῶν. Μακάριος ὃς ἐφύλαξε τοῦτον τὸν σπόρον τὸν ἀγαθόν, ὅταν πέσῃ ἐν τῇ ψυχῇ αὐτοῦ, καὶ ηὔξησεν αὐτὸν καὶ οὐκ ἐσκόρπισεν αὐτὸν ἐξ αὐτοῦ ἐν τοῖς ματαίοις καὶ ἐν τῷ μετεωρισμῷ τῶν παρερχομένων.

Τοῦ αὐτοῦ· Λόγος Μʹ Περὶ τῆς ἀλλοιώσεως τῆς ἐν τῇ ψυχῇ γινομένης ἐν παντὶ καιρῷ· τὸ φῶς καὶ τὸ σκότος, καὶ ἐκβιβασμὸς ἐν τοῖς δεξιοῖς καὶ ἀριστεροῖς γινόμενος. Ἴδωμεν, ὦ ἀγαπητοί, ἐν τῇ ψυχῇ ἡμῶν ἐν τῇ ὥρᾳ τῆς εὐχῆς, ἐὰν ἔχωμεν θεωρίαν ἐν τοῖς στίχοις τῆς μελέτης καὶ τῆς εὐχῆς· αὕτη γὰρ γίνεται ἀπὸ τῆς ἀληθινῆς ἡσυχίας.

Καὶ ἐν τῷ καιρῷ ἐν ᾧ γινόμεθα ἐν τῇ σκοτώσει, μὴ ταραχθῶμεν, καὶ μάλιστα ἐὰν μὴ ἐξ ἡμῶν ἡ αἰτία ταύτης ἐστί· τῇ προνοίᾳ γὰρ τοῦ Θεοῦ λογίζου ταύτην, διὰ τὰς αἰτίας ἅσπερ οἶδεν αὐτὸς ὁ Θεὸς μόνος. Καὶ γὰρ ἐν καιρῷ τινὶ πνίγεται ἡ ψυχὴ ἡμῶν καὶ γίνεται ὡς ἐν κύμασι. Καὶ ἐὰν ἀναγνῷ τις εἰς γραφήν, καὶ ἐὰν λειτουργήσῃ καὶ ἐν παντὶ πράγματι ἐγγίσῃ, σκότωσιν ἐπὶ σκότωσιν λαμβάνει καὶ ἐξέρχεται ὁ τοιοῦτος. Καὶ πολλάκις οὐδὲ προσεγγίσαι ἀφίεται, καὶ οὐ πιστεύει παντελῶς ὅτι δέχεται ἀλλοίωσιν καὶ γίνεται ἐν εἰρήνῃ. Αὕτη ἡ ὥρα πεπλήρωται ἀπογνώσεως καὶ φόβου, καὶ ἡ ἐλπὶς τοῦ Θεοῦ καὶ ἡ παράκλησις τῆς πίστεως αὐτοῦ τελείως ἐκβάλλεται ἐκ τῆς ψυχῆς, καὶ ὅλη ἐξ ὅλου πληροῦται δισταγμοῦ καὶ φόβου.

Οἱ πειρασθέντες ἐν τῷ κύματι τῆς ὥρας ταύτης, ἐκ τῆς πείρας γινώσκουσι τὴν ἀλλοίωσιν τὴν ἀκολουθοῦσαν ἐν τῷ τέλει αὐτῆς. Οὐκ ἀφεῖ δὲ ὁ Θεὸς τὴν ψυχὴν ἐν τούτοις ἡμέραν τελείαν, εἰ δὲ μή, εἶχεν ἀπολέσθαι ἡ ψυχὴ τῆς ἐλπίδος τῶν χριστιανῶν, [ἀλλὰ ταχέως ἔκβασιν ποιεῖ αὐτῇ]· ἐὰν δὲ ἐπὶ πλεῖον ἐπιμείνῃ ἡ ὄχλησις τῆς σκοτώσεως ταύτης, ἀλλοίωσιν ζωῆς ἐκ τοῦ μέσου αὐτῆς ἐκδέχου ἐν τάχει.

Σοὶ δέ, ὦ ἄνθρωπε, ὑποτίθεμαι καὶ συμβουλεύω σοι· ἐὰν οὐκ ἔχῃς ἰσχὺν κρατῆσαι ἑαυτοῦ καὶ πεσεῖν ἐπὶ πρόσωπόν σου ἐν τῇ εὐχῇ, ἔλιξον τὴν κεφαλήν σου ἐν τῷ παλλίῳ σου καὶ κοιμοῦ, ἕως ἂν παρέλθῃ ἡ ὥρα αὕτη τῆς σκοτώσεως ἀπὸ σοῦ, ἐκ δὲ τοῦ σκηνώματός σου μὴ ἐξέλθῃς.

Τοῦτον τὸν πειρασμὸν πειράζονται μάλιστα οἱ ἐν τῇ πολιτείᾳ τῆς διανοίας ἐπιθυμοῦντες διάγειν καὶ τὴν παράκλησιν τῆς πίστεως ἐπιθυμοῦντες ἐν τῇ πορείᾳ αὐτῶν· διατοῦτο πλέον τῶν ἁπάντων, ὀδύνην καὶ κόπον αὐτοῖς ποιεῖ αὕτη ἡ ὥρα ἐν τῷ δισταγμῷ τῆς διανοίας. Ἀκολουθεῖ δὲ αὐτῇ ἰσχυρῶς ἡ βλασφημία· καὶ ποτὲ μὲν δισταγμὸς περὶ τῆς ἀναστάσεως συμβαίνει αὐτῷ καὶ ἄλλα, ἅπερ οὐ δεῖ ἡμᾶς ἐξειπεῖν· τούτων πάντων ἐν πείρᾳ πολλάκις γεγόναμεν καὶ πρὸς παράκλησιν τῶν πολλῶν ἐγράψαμεν τὸν ἀγῶνα τοῦτον. Οἱ ἐν τοῖς ἔργοις τοῖς σωματικοῖς μόνον διάγοντες, ἔξωθεν οὗτοί εἰσι παντελῶς. Ἀκηδία ἔρχεται αὐτοῖς, ἡ πᾶσιν ἔκδηλος ὑπάρχουσα, καὶ κεχωρισμένη ἐστὶ τοῖς τρόποις ἐκ τούτων καὶ τῶν τοιούτων.

Ἡ ὑγεία τούτου καὶ ἡ ἰατρεία ἐκ τῆς ἡσυχίας βρύει—τοῦτό ἐστιν ἡ παράκλησις αὐτοῦ—, ἐν τῇ συντυχίᾳ δὲ οὐδέποτε δέχεται τὸ φῶς τῆς παρακλήσεως, καὶ ἐν ὁμιλίαις ἀνθρώπων οὐ θεραπεύεται. Ἀλλὰ πρὸς καιρὸν ἀναπαύεται καὶ μετὰ ταῦτα ἐπανίσταται αὐτῷ ἰσχυρότερον. Καὶ δέεται ἀναγκαίως ἀνθρώπου πεφωτισμένου, τοῦ ἔχοντος πεῖραν ἐν τούτοις, φωτισθῆναι παρ’ αὐτοῦ καὶ ἐνδυναμωθῆναι ἐν παντὶ καιρῷ τῆς χρείας, οὐχὶ πάντοτε.

Μακάριος ὁ ὑπομένων ἐν τούτοις ἔσωθεν τῆς θύρας· εἰς μονὴν γὰρ μεγάλην καὶ δυνα<τὴ>ν φθάζει μετὰ ταῦτα, καθὼς λέγουσιν οἱ πατέρες. Ὅμως οὐχὶ ἐν ὥρᾳ ἢ εὐθέως παρέρχεται οὗτος ὁ ἀγών, οὐδὲ ἡ χάρις προσάπαξ ἔρχεται τελείως καὶ οἰκεῖ ἐν τῇ ψυχῇ, ἀλλὰ κατὰ μικρὸν καὶ μικρόν, καὶ ἐκ ταύτης ἐκείνη· ἐν καιρῷ πειρασμὸς καὶ ἐν καιρῷ παράκλησις, καὶ ἐν τούτοις ἐπιμένει ἕως τῆς ἐξόδου· ἀλλοτριωθῆναι γὰρ τελείως ἐκ τούτου, μὴ προσδοκήσωμεν ὧδε, οὐδὲ παρακληθῆναι τελείως.

Οὕτως γὰρ εὐδόκησεν ὁ Θεὸς τὴν ζωὴν ἡμῶν διοικεῖσθαι ἐνταῦθα, καὶ ἐν τούτοις εἶναι τοὺς πορευομένους ἐν τῇ ὁδῷ.