Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσαὰκ ὁ Σύρος – Λόγοι ἀσκητικοί

Ἰσαὰκ ὁ Σύρος

Λόγοι ΜΑ'-ΜΔ': Η βλάβη του ανόητου ζήλου, οι τρόποι της γνώσεως και η προσευχή

Ο πονηρός ζήλος, το αναλλοίωτο έλεος του Θεού, οι τρεις τάξεις της γνώσης (σαρκική, ψυχική, πνευματική), η βεβαιότητα της προσευχής και η διάκριση των λογισμών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσαὰκ ὁ Σύρος

—

Κεφάλαιο 13 από 18

ΜΑʹ Τοῦ αὐτοῦ· Κεφάλαια μικρά, ἐν οἷς ὑπάρχουσι νόες παρηλλαγμένοι, ἐν οἷς διδάσκει τὴν βλάβην τοῦ ζήλου τοῦ μωροῦ τοῦ ὡς ἐν προσώπῳ τοῦ φόβου τοῦ Θεοῦ, καὶ τὴν βοήθειαν τὴν ἐκ τῆς πραότητος, σὺν ἄλλοις τρόποις. Ἄνθρωπος ζηλωτὴς οὐδέποτε φθάνει τὴν εἰρήνην τῆς διανοίας· ὁ δὲ ἀλλότριος τῆς εἰρήνης, ἀλλότριός ἐστι τῆς χαρᾶς· ἐὰν γὰρ λέγεται ἡ εἰρήνη τῆς διανοίας ὑγεία τελεία, ὁ δὲ ζῆλος ἐναντίος τῆς εἰρήνης, λοιπὸν νόσον μεγάλην νοσεῖ ὁ ἔχων ζῆλον πονηρόν.

Ὦ ἄνθρωπε, ὁ ἐξεναντίας τῶν ἀλλοτρίων νοσημάτων δοκῶν ἐκφέρειν τὸν ζῆλον σου, σὺ τὴν ὑγείαν τῆς ψυχῆς σου ἐδίωξας. Πρὸς ὑγείαν οὖν τῆς ψυχῆς σου φιλοπόνησον· καὶ ἐὰν τοὺς ἀσθενεῖς ἐπιθυμῇς ἰατρεῦσαι, γνῶθι ὅτι οἱ ἄρρωστοι ἐπιμέλειαν χρήζουσι μᾶλλον ἢ τὸ ἐπιτίμιον· πλὴν ἐπειδὰν ἄλλοις οὐ βοηθεῖς, σεαυτὸν εἰς μεγάλην νόσον ἐμβάλλεις ὀδυνηρῶς.

Οὐκ ἐκ τῶν εἰδῶν τῆς σοφίας ψηφίζεται ὁ ζῆλος ὁ ἐν ἀνθρώποις, ἀλλ’ ἐκ τῶν νοσημάτων τῆς ψυχῆς, ὅπερ ἐστὶ στένωσις φρονήματος καὶ πολλὴ ἄγνοια. Ἀρχὴ σοφίας Θεοῦ, ἐπιείκεια καὶ πραότης, ἥτις ἐκ μεγάλης ψυχῆς γίνεται καὶ βαστάζει τὰς ἀσθενείας τῶν ἀνθρώπων· ὑμεῖς γάρ φησι οἱ δυνατοί, τὰ βάρη τῶν ἀσθενῶν λάβετε καὶ τὸν πταίοντα διορθώσατε ἐν πνεύματι πραότητος· ἐκ τῶν καρπῶν τοῦ Πνεύματος τοῦ ἁγίου ἀριθμεῖ ὁ ἀπόστολος τὴν εἰρήνην καὶ τὴν ὑπομονήν.

Καρδία πεπληρωμένη λύπης ὑπὲρ τῆς ἀσθενείας καὶ ἀδυναμίας, τῆς ὑπὲρ τῶν σωματικῶν πράξεων τῶν φανερῶν, ἀναπληροῖ τὸν τόπον πάντων τῶν σωματικῶν ἔργων. Αἱ πράξεις τοῦ σώματος ἐκτὸς τῆς λύπης τῆς διανοίας, ὥσπερ σῶμα ἄψυχόν ἐστιν.

Ὁ τῇ καρδίᾳ περίλυπος καὶ ταῖς αἰσθήσεσιν αὐτοῦ λελυμένος, ὥσπερ ἄρρωστός ἐστιν ὁ πονῶν σωματικῶς, καὶ τὸ στόμα αὐτοῦ λελυμένον ἐστὶν εἰς πᾶν βρῶμα βλάπτον αὐτόν. Ὁ τῇ καρδίᾳ περίλυπος καὶ λελυμένος ταῖς αἰσθήσεσιν, ὡς ἄνθρωπός ἐστιν ἔχων μονογενῆ υἱὸν καὶ θύων αὐτὸν ἐν ταῖς χερσὶν αὐτοῦ κατὰ μικρὸν καὶ μικρόν.

Ἡ λύπη τῆς διανοίας, δόσις τιμία παρὰ τοῦ Θεοῦ, καὶ ὁ βαστάζων αὐτὴν καθὼς πρέπει, ὥσπερ ἄνθρωπός ἐστι βαστάζων ἐν τοῖς μέλεσιν αὐτοῦ ἁγιότητα. Ἄνθρωπος ὁ ἀπολύσας τὴν γλῶσσαν αὐτοῦ κατὰ τῶν ἀνθρώπων ἐν ἀγαθοῖς ἢ κακοῖς πράγμασιν, οὐκ ἔστιν ἄξιος τῆς χάριτος ταύτης.

Μετάνοια μετὰ συντυχιῶν, πίθος τετρημένος. Φιλοτιμία μετὰ κολαφισμῶν, μάχαιρα πεπηγμένη ἐν μέλιτι. Σωφροσύνη καὶ ὁμιλία μετὰ γυναικός, ὡς λέαινα μετὰ προβάτου ἐν οἴκῳ ἑνί. Ἔργα μετὰ ἀνελεημοσύνης ἐνώπιον τοῦ Θεοῦ, ὡς ἄνθρωπος θύων υἱὸν ἐνώπιον τοῦ πατρὸς αὐτοῦ.

Ὁ τῇ ψυχῇ ἀσθενῶν καὶ διορθούμενος τοὺς ἑταίρους αὐτοῦ, ὥσπερ ἄνθρωπός ἐστι τυφλὸς τοῖς ὀφθαλμοῖς καὶ δεικνύων ἄλλοις τὴν ὁδόν. Ἡ ἐλεημοσύνη καὶ ἡ δικαιοκρισία ἐν μιᾷ ψυχῇ, ὡς ἄνθρωπος προσκυνῶν τῷ Θεῷ καὶ τοῖς εἰδώλοις ἐν ἑνὶ οἴκῳ.

Ἡ ἐλεημοσύνη ἐναντία ἐστὶ τῇ δικαιοκρισίᾳ. Ἡ δικαιοκρισία ἐστὶν ἰσότης τοῦ μέτρου τοῦ ἴσου, καὶ ἑκάστῳ ὥς ἐστιν ἄξιον διδοῖ καὶ οὐκ ἐκκλίνει εἰς ἓν μέρος ἢ προσωποληπτεῖ ἐν ἀνταποδόσει. Ἡ ἐλεημοσύνη δὲ λύπη ἐστὶ κινουμένη ἐκ τῆς χάριτος καὶ τοῖς πᾶσιν ἐγκλίνει συμπαθῶς· καὶ τῷ ἀξίῳ τῆς κακώσεως οὐκ ἀνταποδιδοῖ, καὶ τὸν ἄξιον τοῦ ἀγαθοῦ διπλῶς ὑπερεμπιπλᾷ αὐτόν· καὶ ἐὰν αὕτη ἐκ τοῦ μέρους τῆς δικαιοσύνης ἐστί, λοιπὸν ἐκείνη ἐκ τοῦ μέρους τῆς κακίας.

Ὥσπερ χόρτος καὶ πῦρ οὐχ’ ὑπομένουσιν ἐν ἑνὶ οἴκῳ, οὕτως οὐδὲ ἡ δικαιοκρισία καὶ ἡ ἐλεημοσύνη ἐν μιᾷ ψυχῇ. Ὥσπερ οὐ συσταθμίζεται κόκκος ψάμμου πρὸς βάρος πολὺ χρυσίου, οὕτως ἡ χρεία τῆς δικαιοκρισίας τοῦ Θεοῦ οὐ συσταθμίζεται πρὸς ὁμοίωσιν τῆς ἐλεημοσύνης αὐτοῦ.

Ὥσπερ δρὰξ ψάμμου πίπτουσα εἰς μεγάλην θάλασσαν, οὕτως τὰ πταίσματα πάσης σαρκὸς πρὸς ὁμοίωσιν τῆς προνοίας τοῦ Θεοῦ. Ὥσπερ οὐ φράττεται πηγὴ πλουσίως πηγάζουσα εἰς δράκα χοός, οὕτως οὐ νικᾶται ἡ ἐλεημοσύνη τοῦ δημιουργοῦ ὑπὸ τῆς κακίας τῶν κτισμάτων.

Ὥσπέρ τις σπείρων ἐν τῇ θαλάσσῃ καὶ προσδοκῶν θερίσαι, οὕτως ὁ μνησικακῶν καὶ προσευχόμενος. Ὥσπερ οὐ δυνατὸν τὴν λάμψιν τοῦ πυρὸς ἀποκλεῖσαι τοῦ μὴ ἀνελθεῖν ἄνω, οὕτως οὐκ ἐμποδίζονται αἱ εὐχαὶ τῶν ἐλεημόνων τοῦ ἀνελθεῖν εἰς οὐρανόν.

Ὥσπερ ἡ ῥύσις τοῦ ὕδατος εἰς τὸν κατωφερῆ τόπον, οὕτως ἡ δύναμις τοῦ θυμοῦ, ὅταν εὕρῃ τόπον ἐν τῇ διανοίᾳ ἡμῶν. Ὁ κτησάμενος τὴν ταπείνωσιν ἐν τῇ καρδίᾳ αὐτοῦ, οὗτος νεκρὸς τῷ κόσμῳ γέγονε, καὶ ὁ νεκρωθεὶς τῷ κόσμῳ ἐνεκρώθη τοῖς πάθεσιν.

Ὁ νεκρωθεὶς τῇ καρδίᾳ ἐκ τῶν ἰδίων αὐτοῦ, ἐνεκρώθη ἐξ αὐτοῦ ὁ διάβολος. Ὁ εὑρὼν τὸν φθόνον, εὗρε μετ’ αὐτοῦ τὸν διάβολον. Ἔστι ταπείνωσις ἐκ τοῦ φόβου τοῦ Θεοῦ, καὶ ἔστι ταπείνωσις ἐκ τοῦ πόθου τοῦ Θεοῦ. Ἔστιν ὁ διὰ τὸν φόβον τοῦ Θεοῦ ταπεινούμενος, καὶ ἔστιν ὁ διὰ τὴν χαρὰν ταπεινούμενος. Καὶ ἐκείνῳ τῷ διὰ τὸν φόβον τοῦ Θεοῦ ταπεινουμένῳ, ἀκολουθεῖ ἐπιείκεια τῶν μελῶν μετὰ εὐτάκτων αἰσθήσεων, καὶ καρδία συντετριμμένη ἐν παντὶ καιρῷ· τούτῳ δέ, τῷ διὰ τὴν χαρὰν ταπεινουμένῳ, ἀκολουθεῖ ἁπλότης πολλὴ καὶ καρδία αὐξάνουσα καὶ ἀκράτητος.

Ἡ ἀγάπη οὐ γινώσκει τὴν αἰδῶ, διατοῦτο οὐ γινώσκει δοῦναι σχῆμα εἰς εὐταξίαν τῶν μελῶν αὐτῆς. Ἡ ἀγάπη φυσικῶς ἔχει τὸ μὴ αἰδεῖσθαι καὶ λαθεῖν τὸ μέτρον αὐτῆς. “Μακάριος ὁ εὑρών σε τὸν λιμένα πάσης χαρᾶς”.

Ἀγαπητόν ἐστιν ὑπὸ Θεοῦ τὸ ἄθροισμα τῶν ταπεινῶν ὡς τὸ ἄθροισμα τῶν Σεραφίμ. Τίμιόν ἐστι παρὰ Θεῷ σῶμα σῶφρον πλεῖον θυσίας καθαρᾶς· τὰ δύο γάρ, ἤγουν ἡ ταπείνωσις καὶ ἡ σωφροσύνη, ἐνέχυρον ἐκ τῆς Τριάδος ἐν τῇ ψυχῇ ἑτοιμάζουσι.

Πρὸς τοὺς φίλους σου ἐν εὐλαβείᾳ πορεύθητι· καὶ ὅταν ποιήσῃς τοῦτο, ἑαυτὸν καὶ αὐτοὺς ὠφελήσεις, ὅτι πολλάκις προφάσει τῆς ἀγάπης ἀποβάλλει ἡ ψυχὴ τὸν χαλινὸν τῆς παραφυλακῆς. Ἐκ τῶν συντυχιῶν παραφύλαξαι, ὅτι οὐκ ἐν παντὶ καιρῷ ὠφελοῦσιν.

Ἐν συναθροίσματι τίμα τὴν σιωπήν· ζημίαν γὰρ πολλὴν κωλύει αὕτη. Τὴν κοιλίαν τήρει, οὐχ’ ὡς τὴν ὅρασιν· πόλεμος γὰρ οἰκεῖος ἀδιστάκτως κουφότερος τοῦ ἐξωτέρου. Μὴ πιστεύσῃς, ὦ ἀδελφέ, ὅτι κωλύονται οἱ ἐσωτικοὶ λογισμοὶ ἐκτὸς τοῦ καλῶς καὶ εὐτάκτως τὸ σῶμα καταστῆσαι.

Φοβήθητι τὰς συνηθείας πλέον τῶν ἐχθρῶν· ὁ τρέφων γὰρ ἑαυτῷ συνήθειαν, ὡς ἄνθρωπός ἐστι τρέφων πῦρ· τὰ δύο αὐτῶν, ἐν ὕλῃ ἵσταται τὸ μέτρον τῆς δυνάμεως αὐτῶν. Ἡ συνήθεια ἐὰν ζητήσῃ ἅπαξ καὶ κωλυθῇ τὸ αἴτημα αὐτῆς, ἄλλοτε εὑρίσκεις αὐτὴν ἀσθενῆ· καὶ ἐὰν ποιήσῃς τὸ θέλημα αὐτῆς προσάπαξ, τὸ δεύτερον πλεῖον εὑρήσεις αὐτὴν ἰσχυροτέραν κατὰ σοῦ.

Περὶ παντὸς πράγματος αὕτη ἡ μνήμη ἐμμεινάτω ἐν σοί· κρείττων ἐστιν ἡ βοήθεια ἐκ τῆς παραφυλακῆς ὑπὲρ τὴν βοήθειαν τὴν ἐξ ἔργων. Τοῦ ἀγαπῶντος τὸν γέλωτα καὶ ἀγαπῶντος θεατρίσαι τοὺς ἀνθρώπους, φίλος μὴ γίνου· ὁδηγεῖ γάρ σε εἰς συνήθειαν χαυνώσεως.

Μετὰ τοῦ λελυμένου ἐν τῇ πολιτείᾳ αὐτοῦ, μὴ ἱλαρύνῃς τὸ πρόσωπόν σου, φυλάττου δὲ τοῦ μὴ μισῆσαι αὐτόν· καὶ ἐὰν βουληθῇ ἀναστῆναι, δὸς αὐτῷ χεῖρα καὶ ἕως θανάτου μερίμνησον εὐρεῖν αὐτόν. Ἐὰν ἀσθενῇς ἀκμήν, μή σοι καὶ τῇ ἰατρείᾳ· «τὴν ἀρχὴν τῆς ῥάβδου σου» φησὶν «ἐπίδος αὐτῷ», καὶ τὰ ἑξῆς.

Ἐνώπιον ὑψηλόφρονος καὶ νοσοῦντος τὸν φθόνον μετὰ παρατηρήσεως λάλει· ὡς γὰρ λαλεῖς σύ, αὐτὸς ποιεῖ ἐν τῇ καρδίᾳ αὐτοῦ τῶν λόγων σου ἐξήγησιν, καθὼς ἀγαπᾷ· καὶ ἐκ τῶν ἀγαθῶν τῶν συνόντων ἐν σοὶ λαμβάνει ὕλην ποιῆσαι ἄλλους προσκόψαι, καὶ ἀλλάσσονται οἱ λόγοι σου ἐν τῇ διανοίᾳ αὐτοῦ πρὸς τὴν ὕλην τῆς ἀρρωστίας αὐτοῦ.

Μετὰ τοῦ προηγουμένου τοῦ καταλαλῆσαι τὸν ἀδελφὸν αὐτοῦ ἔμπροσθέν σου, στύγνασον τὸ πρόσωπόν σου· καὶ ὅτε τοῦτο ποιήσεις, εὑρίσκῃ τῷ Θεῷ καὶ αὐτῷ παραφυλαττόμενος. Ἐὰν δώσεις τι τῷ χρήζοντι, προλαβέτω τὴν δόσιν σου ἡ ἱλαρότης τοῦ προσώπου σου, καὶ λόγοις ἀγαθοῖς παρακάλει τὴν θλίψιν αὐτοῦ· καὶ ὅταν ποιήσῃς τοῦτο, νικᾷ τὴν δόσιν σου ἡ ἱλαρότης ἐν τῇ διανοίᾳ πλέον τῆς χρείας τοῦ σώματος αὐτοῦ.

Ἐν ἡμέρᾳ, ὅταν ἀνοίξῃς τὸ στόμα σου καὶ λαλήσῃς κατά τινος τί, λογίζου ἑαυτὸν νεκρὸν τῷ Θεῷ καὶ μάταιον ἐν πᾶσι τοῖς ἔργοις σου, καὶ ἐὰν δοκῇς ὅτι ἐν εὐθύτητι καὶ πρὸς οἰκοδομὴν ἠρέθισέ σε ὁ λογισμός σου λαλῆσαι· τίς ἀνάγκη ἐστὶ καταλῦσαι τινὰ τὴν οἰκοδομὴν αὐτοῦ καὶ διορθώσασθαι τὴν τοῦ ἑταίρου αὐτοῦ;

Ἐν ἡμέρᾳ ἐν ᾗ λύπην ἔχεις περί τινος εἴς τινα τρόπον ἀσθενοῦντος, ὑπὲρ τῶν ἀγαθῶν ἢ πονηρῶν, σωματικῶς ἢ ἐννοίᾳ, μάρτυρα λογίζου ἑαυτὸν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὡς παθὼν ὑπὲρ τοῦ Χριστοῦ καὶ ἀξιωθεὶς ὁμολογίας· μνήσθητι ὅτι ὁ Χριστὸς ὑπὲρ τῶν ἁμαρτωλῶν ἀπέθανεν, οὐχὶ ὑπὲρ τῶν ἀγαθῶν. Βλέπε πόσον ἐστὶ τὸ πρᾶγμα τοῦτο μέγα, τὸ λυπεῖσθαι ὑπὲρ τῶν πονηρῶν καὶ εὐεργετεῖν τοὺς ἁμαρτωλοὺς ὑπὲρ τοὺς δικαίους· ὁ ἀπόστολος ὡς ἄξιον θαύματος μνημονεύει τούτου.

Ἐὰν δυνηθῇς δικαιωθῆναι ἐν σεαυτῷ κατὰ τὴν ψυχήν σου, μὴ μεριμνήσῃς καταδιῶξαι ἄλλην δικαιοσύνην. Ἐν πᾶσι τοῖς ἔργοις σου, προηγησάτω ἔν σοι ἡ σωφροσύνη τοῦ σώματος καὶ ἡ καθαρότης τῆς συνειδήσεως· ἐκτὸς γὰρ τούτων. μάταιόν ἐστι παρὰ Θεῷ πᾶν πρᾶγμα.

Ἕκαστον ἔργον, ὅ,τι ποιεῖς χωρὶς διαλογισμοῦ καὶ ἐξετάσεως, γνῶθι ὅτι μάταιόν ἐστι τὸ ἔργον σου ἐν αὐτῷ. καὶ ἐὰν ἔστι πρεπῶδες, διότι ὁ Θεὸς πρὸς τὴν διάκρισιν λογίζεται τὴν δικαιοσύνην, καὶ οὐχὶ πρὸς τὴν ἐνέργειαν τὴν ἀδιάκριτον.

Λύχνος ἐν ἡλίῳ, δίκαιος οὐ σοφός. Σπόρος ἐπὶ πέτρας, εὐχὴ μνησικάκου. Δένδρον ἄκαρπον, ἀσκητὴς ἀνελεήμων. Βέλος ἰῶδες, ἔλεγχος φθόνου. Παγὶς κεκρυμμένη, ἔπαινος δολίου. Σύμβουλος μωρός, σκοπὸς τυφλός.

Καρδίας κλάσις, κάθισμα μετὰ ἀσυνέτων. Πηγὴ γλυκεῖα, ὁμιλία συνετῶν. Σύμβουλος σοφός, τεῖχος ἐλπίδος. Φίλος μωρὸς καὶ ἀσύνετος, ταμεῖον ἐστὶ ζημίας. Κρεῖττόν ἐστιν οἶκον πενθούντων ἰδεῖν, ἢ σοφὸν ἀκολουθοῦντα μωρῷ.

Κρεῖττόν ἐστιν οἰκῆσαι μετὰ θηρίων, ἢ οἰκῆσαι μετὰ τῶν κακῶς ἀναστρεφομένων. Κάθου μετὰ γυπῶν, ἢ μετὰ πλεονέκτου καὶ ἀπλήστου. Γίνου ἑταῖρος τῷ φονευτῇ, ἢ τῷ φιλονείκῳ. Μετὰ χοίρου ἢ μετὰ γαστριμάργου συλλάλει· κρεῖσσον γὰρ δεξαμενὴ χοίρων ἢ στόμα φάγον.

Κάθου μεταξὺ τῶν λοβῶν, ἢ μεταξὺ τῶν ὑπερηφάνων. Καταδιώχθητι σύ, καὶ μὴ καταδιώξῃς. Σταυρώθητι καὶ μὴ σταυρώσῃς. Ἀδικήθητι καὶ μὴ ἀδικήσῃς. Συκοφαντήθητι καὶ μὴ συκοφαντήσῃς. Γίνου ἐπιεικὴς καὶ μὴ ζηλώσῃς ἐν κακῷ. <Ἀναστρέφου μετ’ ἀγαθοσύνης, οὐχὶ μετὰ δικαιοσύνης>· ἡ δικαιολογία οὐκ ἔστι τῆς πολιτείας τῶν χριστιανῶν καὶ οὐκ ἔστι σεσημειωμένη ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ.

Εὐφραίνου μετὰ τῶν εὐφραινομένων καὶ κλαῖε μετὰ τῶν κλαιόντων, ὅπέρ ἐστι σημεῖον τῆς καθαρότητος. Μετὰ τῶν ἀρρώστων ἀρρώστησον. Μετὰ τῶν ἁμαρτωλῶν πένθησον. Μετὰ τῶν μετανοούντων χάρηθι. Φίλος γενοῦ πᾶσιν ἀνθρώποις καὶ μόνος γενοῦ ἐν τῇ διανοίᾳ σου.

Κοινωνὸς γενοῦ τοῖς παθήμασι τῶν πάντων, καὶ τῷ σώματί σου μακρὰν γενοῦ ἐκ πάντων. Μὴ ἔλεγχε τινά, μήτε ὀνείδιζέ τινα, μὴ δὲ τοὺς κακοὺς λίαν ἐν τῇ πολιτείᾳ αὐτῶν. Ἅπλωσον τὸν χιτῶνα σου ἐπὶ τὸν πταίοντα καὶ σκέπασον αὐτόν· καὶ ἐὰν οὐ δύνῃ ἐπιθεῖναι ἐφ’ ἑαυτὸν τὰ πταίσματα καὶ δέξασθαι ἀντ’ αὐτοῦ τὴν παιδείαν, κἂν τὴν αἰσχύνην ὑπόμεινον καὶ αὐτὸν μὴ καταισχύνῃς.

Γίνωσκε, ὦ ἀδελφέ, ὅτι διατοῦτο χρὴ ἡμᾶς εἶναι ἔσωθεν τῆς θύρας τοῦ κελλίου, ἵνα μὴ γινώσκωμεν τὰ πράγματα τῶν ἀνθρώπων τὰ κακά, καὶ <ὅτι> ὅτε θεωροῦμεν πάντας ἁγίους καὶ καλούς; <φθάσομεν> ἐν τῇ ἁγνείᾳ τῆς διανοίας ἡμῶν. Ἐὰν δὲ γενώμεθα ἐλέγχοντες καὶ παιδεύοντες καὶ κρίνοντες καὶ ἐξετάζοντες καὶ ἐκδικοῦντες καὶ μεμψίμοιροι, τί λοιπὸν διαφέρει τὸ κάθισμα τῶν πόλεων τοῦ καθίσματος ἡμῶν; καὶ τί ἔστι χεῖρον τοῦ καθίσματος τῆς ἐρήμου, ἐὰν μὴ ταῦτα ἐάσωμεν;

Ἐὰν οὐχ’ ἡσυχάζῃς τῇ καρδίᾳ, ἡσύχαζε κἂν τῇ γλώσσῃ. Καὶ ἐὰν οὐ δύνῃ εὐτάκτους τοὺς λογισμούς σου διαθεῖναι, κἂν τὰς αἰσθήσεις σου εὐτάκτους ποίησον. Καὶ ἐὰν οὐκ ᾖ μόνος ἐν τῇ διανοίᾳ σου, κἂν μόνος γενοῦ τῷ σώματί σου.

Καὶ ἐὰν οὐ δύνῃ ἐργάσασθαι τῷ σώματί σου, λυπήθητι κἂν κατὰ διάνοιαν. Καὶ ἐὰν οὐ δύνῃ ἱστάμενος ἀγρυπνῆσαι, ἀγρύπνησον ἐπὶ τῆς κλίνης σου. Καὶ ἐὰν οὐ δύνῃ διπλᾶς νηστεῦσαι, κἂν νήστευσον ἕως ἑσπέρας.

Καὶ ἐὰν οὐ δύνῃ ἕως ἑσπέρας νηστεῦσαι, κἂν φύλαξον τοῦ μὴ χορτασθῆναι. Οὐκ εἶ ἅγιος ἐν τῇ καρδίᾳ σου; κἂν ἅγιος γενοῦ τῷ σώματί σου. Ἐὰν οὐ πενθῇς ἐν τῇ καρδίᾳ σου, κἂν ἔνδυσαι πένθος ἐν τῷ προσώπῳ σου.

Ἐὰν οὐ δύνῃ ἐλεῆσαι, λάλει ὡς ἁμαρτωλός. Οὐκ εἶ εἰρηνοποιός; μὴ γίνου φιλοτάραχος. Οὐ δύνῃ σπουδαῖος γενέσθαι; γίνου κἂν ἐν τῷ φρονήματί σου ὡς ὀκνηρός. Οὐκ εἶ νικητής; μὴ ὑψηλοφρονήσῃς κατὰ τῶν ὑπευθύνων.

Οὐκ ἰσχύεις φράξαι τὸ στόμα τοῦ καταλαλοῦντος τοῦ ἑταίρου αὐτοῦ; φύλαξον σεαυτὸν κἂν μὴ κοινωνῆσαι αὐτῷ. Γνῶθι ὅτι ἐὰν ἐξέλθῃ ἐκ σοῦ πῦρ καὶ καύσῃ ἄλλους, αἱ ψυχαὶ αἱ καιόμεναι ἐν τῷ πυρί σου, ἐκ τῆς χειρός σου ἐκζητηθήσονται· καὶ ἐὰν σὺ οὐ βάλῃς τὸ πῦρ, ἀλλὰ συνευδοκῇς τῷ ῥίπτοντι καὶ ἐν τούτῳ ἀρέσκῃ, κοινωνὸς εἶ αὐτοῦ ἐν τῇ κρίσει.

Ἐὰν ἀγαπᾷς τὴν πραότητα, γενοῦ ἐν εἰρήνῃ· καὶ ἐὰν ἀξιωθῇς τῆς εἰρήνης, χαρήσῃ ἐν παντὶ καιρῷ. Ζήτησον τὴν σύνεσιν καὶ μὴ χρυσίον. Ἔνδυσαι τὴν ταπείνωσιν καὶ μὴ τὴν βύσσον. Κτῆσαι τὴν εἰρήνην καὶ μὴ τὴν βασιλείαν.

Οὐκ ἔστιν ὁ συνιών, μὴ ἔχων ταπείνωσιν, καὶ ὁ μὴ ἔχων ταπείνωσιν οὐ μὴ συνήσῃ. Οὐκ ἔστι ταπεινόφρων, εἰ μὴ εἰρηνικός, καὶ ὁ μὴ ὢν εἰρηνικὸς οὐδὲ ταπεινόφρων· καὶ οὐκ ἔστιν εἰρηνικός, εἰ μὴ ὁ χαίρων. Ἐν πάσαις ταῖς ὁδοῖς ἐν αἷς πορεύονται οἱ ἄνθρωποι ἐν τῷ κόσμῳ, οὐχ’ εὑρίσκουσιν ἐν αὐταῖς τὴν εἰρήνην, ἕως ἂν πλησιάσωσι τῇ ἐλπίδι τοῦ Θεοῦ.

Οὐκ εἰρηνεύει ἡ καρδία ἐκ τοῦ κόπου καὶ τῶν προσκομμάτων. ἕως ἂν φθάσῃ ταύτην· καὶ ἡ ἐλπὶς εἰρηνεύει τὴν καρδίαν καὶ ἐκχύνει τὴν χαρὰν ἐν αὐτῇ· καὶ αὕτη ἐστὶν ἣν εἶπε τὸ προσκυνητὸν στόμα καὶ πεπληρωμένον ἁγιότητος· Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· ἔγγισον εἰς τὸ ἐλπίσαι εἰς ἐμὲ καὶ ἀναπαύεσαι ἐκ τοῦ ἔργου καὶ τοῦ φόβου.

Ἡ ἐλπὶς τοῦ Θεοῦ ὑψοῖ τὴν καρδίαν, ὁ δὲ φόβος τῆς γεέννης συντρίβει αὐτήν. Τὸ φῶς τῆς διανοίας γεννᾷ τὴν πίστιν, καὶ ἡ πίστις γεννᾷ τὴν παράκλησιν τῆς ἐλπίδος, ἡ δὲ ἐλπὶς κρατύνει τὴν καρδίαν. Ἡ πίστις ἐστὶν ἡ ἀποκάλυψις τῆς συνέσεως· καὶ ὅταν σκοτισθῇ ἡ διάνοια, κρύπτεται ἡ πίστις, καὶ κατακυριεύει ἡμῶν ὁ φόβος καὶ κόπτει τὴν ἐλπίδα ἡμῶν.

Ἡ πίστις ἡ ἐκ τῆς μαθήσεως οὐκ ἐλευθεροῖ τὸν ἄνθρωπον ἐκ τῆς ὑπερηφανίας καὶ τοῦ δισταγμοῦ, ἀλλ’ ἡ ἐν τῇ συνέσει ὁρωμένη καὶ ἀνατέλλουσα, καὶ καλεῖται [ἐπίγνωσις καὶ] φανέρωσις τῆς ἀληθείας. Ἕως ἂν συνήσῃ ὁ νοῦς τὸν Θεὸν ὡς Θεὸν ἐν φανερώσει τῆς συνέσεως, οὐκ ἐγγίζει ὁ φόβος τῇ καρδίᾳ· ὅταν παραχωρηθῶμεν ἐν τῇ σκοτώσει καὶ ἀπολέσωμεν ταύτην τὴν σύνεσιν ἕως ἂν ταπεινωθῶμεν, συμβαίνει ἡμῖν ὁ φόβος, ἕως προσπελάσῃ ἡμᾶς τῇ ταπεινώσει καὶ τῇ μετανοίᾳ.

Ὁ Υἱὸς τοῦ Θεοῦ σταυρὸν ὑπέμεινεν· οἱ ἁμαρτωλοὶ θαρσεῖτε ἐν τῇ μετανοίᾳ. Ἐὰν τὸ σχῆμα τῆς μετανοίας μετέβαλε τὴν ὀργὴν ἐκ τοῦ βασιλέως Ἀχαάβ, οὐκ ἀχρειοῖ νῦν ἡμᾶς ἡ ἀλήθεια τῆς μετανοίας ἡμῶν· καὶ ἐὰν ἐξ ἐκείνου, τοῦ μὴ ἀληθεύοντος, τὸ σχῆμα τῆς ταπεινώσεως ἀπέστρεψε τὴν ὀργὴν ἐξ αὐτοῦ, πόσῳ μᾶλλον ἐξ ἡμῶν τῶν ἐν ἀληθείᾳ λυπουμένων ὑπὲρ τῶν ἰδίων πταισμάτων. Ἱκανὴ ἡ λύπη τῆς διανοίας ἀντὶ πάσης ἐργασίας σωματικῆς.

Ὁ ἅγιος Γρηγόριος λέγει· «Ναὸς τῆς χάριτός ἐστιν ὁ συγκεκραμένος τῷ Θεῷ καὶ διαμένων ἐν φροντίδι τῆς κρίσεως αὐτοῦ». Καὶ τί ἐστιν ἡ μέριμνα τῆς κρίσεως αὐτοῦ, εἰ μὴ τὸ ἐκζητῆσαι ἀεὶ τὴν ἀνάπαυσιν αὐτοῦ, καὶ λύπη διηνεκοῦς φροντίδος ὑπὲρ τοῦ μὴ δύνασθαι φθάσαι τὴν τελείωσιν διὰ τὴν ἀσθένειαν τῆς φύσεως ἡμῶν, καὶ ἡ λύπη ἡ διηνεκὴς ἡ περὶ τούτου.

Οὗτός ἐστιν ὁ βαστάζων ἐν τῇ ψυχῇ αὐτοῦ τὴν διηνεκῆ μνήμην τοῦ Θεοῦ· καθὼς εἶπεν ὁ μακάριος Βασίλειος, «Εὐχὴ ἀμετεώριστός ἐστιν ἡ ἐμποιοῦσα ἐν τῇ ψυχῇ ἔννοιαν τοῦ Θεοῦ ἐναργῆ. Καὶ τοῦτό ἐστι Θεοῦ ἐνοίκησις· τὸ διὰ τῆς μνήμης ἐνιδρυμένον ἔχειν ἐν ἑαυτῷ τὸν Θεόν· οὕτως γινόμεθα ναὸς Θεοῦ»· τοῦτο δέ ἐστι φροντὶς ἐν συντετριμμένῃ καρδίᾳ ἐν τῇ ἑτοιμασίᾳ τῆς ἀναπαύσεως αὐτοῦ.

Περὶ λογισμῶν πονηρῶν ἀκουσίων τῶν ἐκ τῆς λύσεως τῆς ἀμελείας. Εἰσί τινες οἱ ἐρειδόντες τὸ σῶμα καὶ ἐπιθυμοῦντες ἀναπαῦσαι αὐτὸ μικρὸν διὰ τὸ ἔργον τοῦ Θεοῦ, ἕως ἂν ἐνδυναμωθῶσι καὶ πάλιν στραφῶσιν εἰς τὸ ἔργον αὐτῶν· ἐν ταῖς ὀλίγαις ἡμέραις τῆς ἀναπαύσεως ἡμῶν, μὴ λύσωμεν τελείως τὴν φυλακὴν ἡμῶν καὶ δώσωμεν ὅλην τὴν ψυχὴν ἡμῶν εἰς λύσιν, ὡς ἄνθρωποι μὴ θέλοντες στραφῆναι εἰς τὸ ἔργον αὐτῶν.

Οἵτινες ἐν καιρῷ εἰρήνης τοῖς βέλεσι τύπτονται, οὗτοί εἰσιν οἱ ἐκ τῆς παρρησίας τοῦ θελήματος ὕλην θησαυρίσαντες ταῖς ψυχαῖς αὐτῶν, καὶ ἔνδυμα ῥυπαρὸν ἐν τῇ χώρᾳ τῇ ἁγίᾳ, ἤγουν ἐν τῇ εὐχῇ, θεωροῦσιν ὅτι ἐνδεδυμένοι εἰσί· τοῦτο δέ ἐστιν ὅπερ ἐν τῇ ὥρᾳ τῆς ἐννοίας τοῦ Θεοῦ καὶ τῆς εὐχῆς ἐν τῇ ψυχῇ αὐτῶν κινεῖται· αὐτά εἰσιν ἅπερ ἐκτησάμεθα ἐν τῷ καιρῷ τῆς ἀμελείας ἡμῶν, καὶ καταισχύνουσιν ἡμᾶς ἐν τῷ καιρῷ τῆς <καθαρᾶς> προσευχῆς ἡμῶν.

Βοηθεῖ τῷ ἀνθρώπῳ ἡ νῆψις πλείω τοῦ ἔργου, καὶ βλάπτει αὐτὸν ἡ λύσις πλείω τῆς ἀναπαύσεως. Ἐκ τῆς ἀναπαύσεως γὰρ πόλεμοι οἰκεῖοι γίνονται, καὶ ἐὰν ὀχλοῦσι τῷ ἀνθρώπῳ, ἐξουσίαν ἔχει λῦσαι αὐτούς· ὅταν γὰρ ἀφήσῃ τὴν ἀνάπαυσιν καὶ στραφῇ εἰς τὸν τόπον τοῦ ἔργου, αἴρονται ἐξ αὐτοῦ καὶ φεύγουσιν. Οὐχ’ οὕτως τὸ ἐκ τῆς λύσεως τικτόμενον, καὶ ἐὰν τίκτεται ἡ χαύνωσις ἐκ τῆς ἀναπαύσεως· ὅσον γὰρ ἀκμήν ἐστιν ἐν τῇ χώρᾳ τῆς ἐλευθερίας αὐτοῦ, δύναται πάλιν στραφῆναι καὶ κυβερνῆσαι ἑαυτὸν ἐν τῇ καταστάσει τοῦ κανόνος αὐτοῦ, διότι ἀκμὴν ὑπάρχει ἐν τῇ χώρᾳ τῆς ἐλευθερίας αὐτοῦ· ἐν τῇ λύσει δὲ ἐξέρχεται ἐκ τῆς χώρας τῆς ἐλευθερίας αὐτοῦ. Ἐὰν γὰρ μὴ ὁ ἄνθρωπος τελείως ἀπέρριψεν ἐξ αὐτοῦ τὴν φυλακήν, οὐκ ἂν ἐν τῷ μέσῳ τῆς βίας ἀκουσίως ἐβιάσθη πεισθῆναι τοῖς μὴ ἀναπαύουσιν αὐτόν· εἰ τὸν ὅρον τῆς ἐλευθερίας παντελῶς ἐξ ἑαυτοῦ οὐκ ἀφῆκεν, οὐκ ἂν συνέβη αὐτῷ συναντήματα τὰ δεσμοῦντα αὐτὸν ἐξ ἀνάγκης, ἅπερ ἀντιστῆναι αὐτοῖς οὐκ ἠδυνήθη.

Μὴ ἀφήσῃς τὴν ἐλευθερίαν τινὸς τῶν αἰσθήσεών σου, ὦ ἄνθρωπε, μήπως πάλιν ἐπανελθεῖν ἐν αὐτῇ οὐ δυνήσῃ. Ἡ ἀνάπαυσις τοὺς νέους μόνον βλάπτει· ἡ λύσις δὲ καὶ τοὺς τελείους καὶ τοὺς γέροντας βλάπτει. Οἱ μὲν ἐκ τῆς ἀναπαύσεως εἰς τοὺς πονηροὺς λογισμοὺς ἐρχόμενοι, δύνανται πάλιν στραφῆναι ἐν τῇ φυλακῇ καὶ στῆναι ἐν τῇ ὑψηλῇ αὐτῶν πολιτείᾳ· οἱ δὲ ἐν τῇ ἐλπίδι τοῦ ἔργου ἀμελήσαντες εἰς τὴν φυλακήν, ἐκ τῆς ὑψηλῆς πολιτείας πρὸς λύσιν τῆς ζωῆς ᾐχμαλωτίσθησαν.

Ἔστιν ὁ ἐν τῇ χώρᾳ τῶν ἐχθρῶν τυφθεὶς καὶ ἐν καιρῷ εἰρήνης ἀποθνήσκων, καὶ ἔστιν ὁ ἐν προφάσει ἐμπορίας, τῆς ζωῆς ἐξερχόμενος καὶ σκόλοπα τῇ ψυχῇ αὐτοῦ λαμβάνων. Οὐχ’ ὅταν ὀλισθήσωμεν ἔν τινι, τότε λυπηθῶμεν, ἀλλ’ ὅταν ἐμμείνωμεν ἐν αὐτῷ· τὸ ὀλίσθημα δὲ πολλάκις συμβαίνει καὶ τοῖς τελείοις, τὸ δὲ ἐμμεῖναι ἐν αὐτῷ νέκρωσίς ἐστι τελεία.

Ἡ λύπη ἣν λυπούμεθα ὑπὲρ τῶν ἰδίων ὀλισθημάτων, εἰς τόπον ἐργασίας καθαρᾶς λογίζεται ἡμῖν ἐκ τῆς χάριτος. Ὁ ἐν ἐλπίδι μετανοίας ὀλισθαίνων ἐκ δευτέρου, οὗτος μετὰ πονηρίας πορεύεται μετὰ τοῦ Θεοῦ· τούτῳ ἀγνώστως ἐπιπίπτει ὁ θάνατος, καὶ οὐ φθάνει τὸν καιρὸν τῆς ἐλπίδος αὐτοῦ.

Ἕκαστος λελυμένος τὰς αἰσθήσεις, ἔστι καὶ τῇ καρδίᾳ λελυμένος. Ἡ ἐργασία τῆς καρδίας δεσμός ἐστι τῶν ἐξωτέρων μελῶν· ἐὰν ἐν διακρίσει τις ποιῇ ταύτην, κατὰ τοὺς πρὸ ἡμῶν πατέρας, ἔκδηλός ἐστιν ἐκ τῶν ἀλλοτρίων φαινομένων τῶν ἐν αὐτῷ, ὅτι οὐκ ἔστι δεδεμένος ἐν τῷ κέρδει τῷ σωματικῷ, οὐδὲ ἀγαπᾷ τὴν γαστριμαργίαν, καὶ ὁ θυμὸς ἀπέχει ἐξ αὐτοῦ παντελῶς. Ὅπου γὰρ τὰ τρία ταῦτα, τὸ κέρδος τῶν σωματικῶν—καὶ ἐὰν ἔστι μικρὸν ἢ μέγα—, καὶ ἡ ὀξυχολία καὶ ἡ ἧττα <ἀπὸ> τῆς γαστρός, κἂν φαίνηταί τις ὅμοιος τῶν παλαιῶν ἁγίων, γνῶθι ὅτι ἐκ τῆς ἀνυπομονησίας τῶν ἔσω ἐστὶν ἡ λύσις τῶν ἔξω αὐτοῦ, καὶ οὐχὶ ἀπὸ διαφορᾶς καταφρονήσεως τῆς ψυχῆς· εἰ δὲ μή, πῶς κατεφρόνησε τῶν σωματικῶν καὶ τὴν πραότητα οὐκ ἐκτήσατο;

Τῇ καταφρονήσει τῆς διακρίσεως ἀκολουθεῖ τὸ μὴ δεσμεῖσθαι ἔν τινι καὶ ἡ καταφρόνησις τῆς ἀναπαύσεως καὶ τοῦ πόθου τῶν ἀνθρώπων. Καὶ ἐὰν ἑτοιμασίᾳ δέχεταί τις τὰς ζημίας διὰ τὸν Θεὸν χαίρων, καθαρός ἐστιν ἔσωθεν.

Καὶ ἐὰν μὴ καταφρονήσῃ τινὰ διὰ τὰς πηρώσεις τὰς ἐν αὐτῷ, ἐν ἀληθείᾳ ἐλεύθερός ἐστι. Καὶ εἰ μὴ προσίεται τὸν τιμῶντα αὐτὸν καὶ ἀηδιάζεται πρὸς τὸν ἀτιμάζοντα, οὗτος νενέκρωται τῇ ζωῇ ταύτῃ. Ἡ φυλακὴ τῆς διακρίσεως κρειττοτέρα ἐστὶν ὑπὲρ πᾶσαν πολιτείαν τὴν ἐνεργουμένην ἐν παντὶ τρόπῳ καὶ παντὶ μέτρῳ τῶν ἀνθρώπων.

Μὴ μισήσῃς τὸν ἁμαρτωλόν· πάντες γάρ ἐσμεν ὑπεύθυνοι. Καὶ ἐὰν διὰ τὸν Θεὸν κινῆσαι κατ’ αὐτοῦ, κλαῦσον ὑπὲρ αὐτοῦ. Καὶ διατί μισεῖς αὐτόν; Τὰς ἁμαρτίας αὐτοῦ μισεῖς; Εὖξαι ὑπὲρ αὐτοῦ, ἵνα ὁμοιωθῇς τῷ Χριστῷ, ὅτι οὐκ ἠγανάκτει κατὰ τῶν ἁμαρτωλῶν, ἀλλ’ ὑπερηύχετο. Οὐχ’ ὁρᾷς πῶς ἔκλαυσεν ὑπὲρ τῆς Ἱερουσαλήμ;

Ἐν πολλοῖς γὰρ καταγελώμεθα καὶ ἡμεῖς ὑπὸ τοῦ διαβόλου. Διατί τὸν καταγελασθέντα καθ’ ἡμᾶς ἐκ τοῦ καταγελῶντος ἡμῶν διαβόλου μισοῦμεν; καὶ διατί μισεῖς τὸ ἁμαρτωλόν, ὦ ἄνθρωπε; ἆρα, ὅτι οὐκ ἔστι δίκαιος κατὰ σέ; καὶ ποῦ ἐστιν ἡ δικαιοσύνη σου, ὅπου οὐκ ἔχεις ἀγάπην; <καὶ εἰ ἔχεις ἀγάπην>, διατί οὐκ ἔκλαυσας ὑπὲρ αὐτοῦ, ἀλλὰ σὺ καταδιώκεις αὐτόν; Ἐν ἀγνοίᾳ γὰρ κινοῦνταί τινες ὀργιζόμενοι, οἱ δοκοῦντες εἶναι διακριτικοὶ εἰς τὰ ἔργα τῶν ἁμαρτωλῶν.

Γίνου κήρυξ τῆς ἀγαθότητος τοῦ Θεοῦ, ὅτι ἀνάξιόν σε ὄντα κυβερνᾷ, καὶ ὅτι χρεωστεῖς χρέος πολύ, καὶ ἡ ἐκδίκησις αὐτοῦ μικρῶν ἔργων, ὧν ποιεῖς, ἀντιπαρέχει σοι τὰ μεγάλα. Μὴ καλέσῃς τὸν Θεὸν δίκαιον, ὅτι ἡ δικαιοσύνη αὐτοῦ οὐ γνωρίζεται ἐν τοῖς πράγμασί σου. Καὶ ἐὰν ὁ Δαβὶδ καλῇ αὐτὸν δίκαιον καὶ εὐθῆ, ἀλλ’ ὁ Υἱὸς αὐτοῦ ἐφανέρωσεν ἡμῖν ὅτι ἀγαθός ἐστι καὶ χρηστός· ἀγαθός ἐστι φησὶ τοῖς πονηροῖς καὶ ἀσεβέσι. Καὶ πῶς ὀνομάζεις τὸν Θεὸν δίκαιον, ὅτε ἀπαντήσεις τὸ κεφάλαιον τὸ περὶ τοῦ μισθοῦ τῶν ἐργατῶν; Ἑταῖρε, οὐκ ἀδικῶ σε· θέλω δοῦναι τούτῳ τῷ ἐσχάτῳ ὥσπερ σοί· εἰ ὁ ὀφθαλμός σου πονηρός, ἀλλ’ ἐγὼ ἀγαθός εἰμι; Πῶς καλεῖ ἄνθρωπος τὸν Θεὸν δίκαιον, ὅτε ἀπαντήσεις τὸ κεφάλαιον τοῦ ἀσώτου υἱοῦ· ὅτε ἐσκόρπισε τὸν πλοῦτον ἐν ἀσωτίᾳ, καὶ ἐν τῇ κατανύξει μόνον ἐν ᾗ ἔδειξε πῶς ἔτρεχε καὶ ἔπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ ἐξουσίαν ἔδωκεν αὐτῷ ἐπὶ πάντα τὸν πλοῦτον αὐτοῦ; οὐδεὶς γὰρ ἄλλος εἶπε περὶ αὐτοῦ ταῦτα, ἵνα διστάσωμεν εἰς αὐτόν· ὁ Υἱὸς αὐτοῦ, αὐτὸς ἐμαρτύρησε περὶ αὐτοῦ ταῦτα. Ποῦ ἐστιν ἡ δικαιοσύνη τοῦ Θεοῦ, ὅτε ἦμεν ἁμαρτωλοὶ καὶ ὁ Χριστὸς ἀπέθανεν ὑπὲρ ἡμῶν; Ἐὰν δὲ ὧδε ἐστὶν ἐλεήμων, πιστεύομεν ὅτι ἀλλοίωσιν οὐ δέχεται.

Μὴ γένοιτο ἡμᾶς λογίσασθαι τοῦτο τὸ ἀνόμημα, ἵνα ποτὲ γένηται ὁ Θεὸς ἀνελεήμων· ὅτι οὐκ ἀλλοιοῦται τὸ ἴδιον τοῦ Θεοῦ, ὥσπερ οἱ νεκροί, καὶ οὐ κτᾶται τί ὅπερ οὐκ ἔχει ἢ ὅπερ ἔχει ὑστερεῖ ἢ προσθήκην λαμβάνει καθάπερ τὰ κτίσματα, ἀλλ’ «ὅπερ ἔχει ὁ Θεὸς ἐξ ἀεὶ καὶ ἐξ ἀρχῆς ἕως τέλους ἔχει αὐτό», καθάπερ ὁ μακάριος Κύριλλος εἶπεν ἐν τῇ Ἑρμηνείᾳ τῆς Γενέσεως.

Φοβοῦ φησιν ἐκ τῆς ἀγάπης αὐτοῦ, καὶ οὐχὶ ἐκ τοῦ ὀνόματος τοῦ σκληροῦ τοῦ τεθέντος ἐπ’ αὐτόν. Ἀγάπησον αὐτόν, ὡς χρεωστεῖς ἀγαπῆσαι αὐτὸν καὶ οὐχὶ διὰ τὰ μέλλοντα διδόσθαι ὑπ’ αὐτοῦ, ἀλλ’ ὑπὲρ ὧν ἐλάβομεν. Καὶ τὸν κόσμον τοῦτον μόνον, ὃν ἐποίησε δι’ ἡμᾶς, τίς ἐστιν ὁ δυνάμενος ἀνταμεῖψαι αὐτῷ;

Ποῦ ἐστιν ἡ ἀνταπόδοσις αὐτοῦ ἐν τοῖς ἔργοις ἡμῶν; Τίς ἔπεισεν αὐτὸν ἐξ ἀρχῆς προαγαγεῖν ἡμᾶς εἰς τὴν κτίσιν, καὶ τίς ἐστιν ὁ παρακαλῶν αὐτὸν ὑπὲρ ἡμῶν, ὅτε γινόμεθα ἀμνημόνευτοι, ὥσπερ οὐκ ἦμεν ποτέ;

Τίς ἐστιν ὁ ἐξυπνίζων τὸ σῶμα ἡμῶν ἐκεῖνο πρὸς τὴν ζωήν, καὶ πόθεν πάλιν πίπτει ἡ ἔννοια τῆς γνώσεως εἰς τὸν χοῦν; “Ὢ θαῦμα τῆς ἐλεημοσύνης τοῦ Θεοῦ. Ὢ ἔκπληξις τῆς χάριτος τοῦ κτίστου ἡμῶν. Ὢ δύναμις ἡ ἱκανοῦσα εἰς πάντα. Ὢ τῆς χρηστότητος τῆς ἀμέτρου ἐπὶ τὴν φύσιν ἡμῶν τῶν ἁμαρτωλῶν, πάλιν προσάγει πρὸς ἀνάπλασιν αὐτοῦ”.

Τίς ἱκανεῖ πρὸς τὴν δόξαν αὐτοῦ; Τὸν παραβάντα αὐτὸν καὶ βλασφημήσαντα ἐγείρει, τὸν χοῦν τὸν ἀλόγιστον καινίζει καὶ συνετὸν καὶ λογικὸν ποιεῖ, καὶ τὸν διεσκορπισμένον χοῦν καὶ ἀναίσθητον καὶ τὰς αἰσθήσεις τὰς διεσκορπισμένας, φύσιν λογικὴν καὶ ἀξίαν ἐννοίας ἐμποιεῖ· οὐχ’ ἱκανεῖ γὰρ ὁ ἁμαρτωλὸς νοῆσαι τὴν χάριν τῆς ἀναστάσεως αὐτοῦ.

Ποῦ ἐστιν ἡ γέεννα ἡ δυναμένη λυπῆσαι ἡμᾶς; καὶ ποῦ ἐστιν ἡ κόλασις ἡ ἐκφοβοῦσα ἡμᾶς πολυμερῶς καὶ νικῶσα τὴν εὐφροσύνην τῆς ἀγάπης αὐτοῦ; καὶ τί ἐστιν ἡ γέεννα πρὸς τὴν χάριν τῆς ἀναστάσεως αὐτοῦ, ὅταν ἐγείρῃ ἡμᾶς ἐκ τοῦ ἅδου καὶ ποιῇ τοῦτο τὸ φθαρτὸν ἐνδύσασθαι τὴν ἀφθαρσίαν, καὶ τὸν πεσόντα εἰς τὸν ἅδην ἐγείρῃ αὐτὸν ἐν δόξῃ;

Ὦ διακριτικοί, δεῦτε καὶ θαυμάσατε. Τίς ἔχων σοφὴν διάνοιαν καὶ θαυμαστήν; Δεῦτε θαυμάσωμεν τὴν χάριν τοῦ δημιουργοῦ ἡμῶν. Ἡ ἀνταπόδοσις τῶν ἁμαρτωλῶν ὁποία τίς ἐστιν; Ἀντὶ τῆς ἀνταποδόσεως τῆς δικαίας, αὐτὸς ἀνάστασιν ἀνταποδιδοῖ αὐτοῖς, καὶ ἀντὶ τῶν σωμάτων τῶν καταπατησάντων τὸν νόμον αὐτοῦ, δόξαν τελείαν ἐνδύει αὐτούς. Αὕτη ἡ χάρις ἐστὶν ἡ μειζοτέρα, τὸ μετὰ τὸ ἁμαρτῆσαι ἡμᾶς ἀναστῆσαι, ὑπὲρ ἐκείνην, ὅτε οὐκ ἦμεν καὶ παρήγαγεν ἡμᾶς εἰς κτίσιν. “Δόξα, Κύριε, τῇ χάριτί σου τῇ ἀμέτρῳ. Ἰδοὺ τὰ κύματα τῆς χάριτός σου σιωπῆσαι με ἐποίησαν, καὶ οὐχ’ ὑπελείφθη ἐν ἐμοὶ ἔννοια ἐξεναντίας τῶν εὐχαριστηρίων σου. Ποίοις στόμασιν ἐξομολογησόμεθά σοι, βασιλεῦ ἀγαθέ, ὁ ἀγαπῶν τὴν ζωὴν ἡμῶν; Δόξα σοι ἐπὶ τοῖς δυσὶ κόσμοις, οἷς ἐδημιούργησας πρὸς αὔξησιν ἡμῶν καὶ τρυφὴν ἡμῶν, ἄγων ἡμᾶς ἐκ πάντων ὧν ἐδημιούργησας πρὸς γνῶσιν τῆς δόξης σου ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος, ἀμήν”.

Τοῦ αὐτοῦ· Λόγος ΜΒʹ Περὶ τῶν τριῶν τρόπων τῆς γνώσεως καὶ τῆς διαφορᾶς τῆς ἐργασίας αὐτῶν καὶ τῶν νοημάτων αὐτῶν, καὶ περὶ τῆς πίστεως τῆς ψυχῆς καὶ τοῦ πλούτου τοῦ μυστικοῦ τοῦ ἐγκεκρυμμένου ἐν αὐτῇ· καὶ πόσον διαφέρει ἡ γνῶσις τοῦ κόσμου τούτου ἐν τοῖς τρόποις αὐτῆς, τῆς ἁπλότητος τῆς πίστεως. Ἡ ψυχὴ ἐν ταῖς τρίβοις τῆς πολιτείας καὶ ἐν τῇ ὁδῷ τῆς πίστεως διαπορευομένη καὶ ταύτην πολλάκις κατορθώσασα. ἐὰν στραφῇ πάλιν αὕτη εἰς τοὺς τρόπους τῆς γνώσεως, εὐθέως χωλαίνει ἐκ τῆς πίστεως καὶ στερεῖται ἐξ αὐτῆς ἡ νοερὰ δύναμις τῆς πίστεως, <ἣ> ἐκ τῶν ἐναλλαγμάτων τῶν ἀντιλήψεων φανερουμένη ἐν τῇ καθαρᾷ ψυχῇ καὶ ἀνεξετάστως ἐν αὐτῇ ἀναστρεφομένη ἐν ἁπλότητι ἐν πᾶσι τοῖς ἑαυτῆς.

Ψυχὴ γὰρ ἡ ἅπαξ παραθεμένη ἑαυτὴν ἐν πίστει τῷ Θεῷ καὶ ἐν πολλῇ πείρᾳ δεξαμένη τὴν γεῦσιν τῆς συνεργείας αὐτοῦ, πάλιν οὐ φροντίζει ἑαυτῆς, ἀλλὰ τῇ ἐκπλήξει καὶ τῇ σιωπῇ φιμοῦται, καὶ στραφῆναι πάλιν εἰς τοὺς τρόπους τῆς γνώσεως αὐτῆς καὶ ἀναστρέφεσθαι ἐν αὐτοῖς οὐκ ἔχει ἐξουσίαν, μήπως ἐν τῇ ἐναντιώσει αὐτῶν στερηθῇ ἀπὸ τῆς προνοίας τοῦ Θεοῦ, τῆς κρυπτῶς ἐπισκεπτομένης αὐτὴν ἀπαύστως καὶ ἐπιμελουμένης αὐτῆς καὶ ἀδιαλείπτως ἐξακολουθούσης αὐτῆς ἐν παντὶ τόπῳ, διότι ἐμωράνθη, ὑπονοήσασα ἑαυτὴν ἱκανὴν οὖσαν προνοήσασθαι ἑαυτῆς ἐν τῇ δυνάμει τῆς γνώσεως αὐτῆς. Ἐν οἷς γὰρ τὸ φῶς τῆς πίστεως ἀνατέλλει, οὐκέτι πάλιν ἀναισχυντοῦσιν ὑπὲρ ἑαυτῶν εὔξασθαι οὐδὲ ἐξαιτήσασθαι παρὰ τῷ Θεῷ “Δὸς ἡμῖν τόδε” ἢ “Λάβε ἐξ ἡμῶν τόδε”, οὐδὲ φροντίζουσιν ἑαυτῶν κατὰ πάντα τρόπον, διότι ἐν τοῖς νοεροῖς ὀφθαλμοῖς τῆς πίστεως ἐν πάσῃ ὥρᾳ θεωροῦσι τὴν πρόνοιαν τὴν πατρικὴν ἐπισκιάζουσαν αὐτούς, ἐξ ἐκείνου τοῦ Πατρὸς τοῦ ἀληθινοῦ. τοῦ ὑπερέχοντος ἐν τῇ πολλῇ ἀγάπῃ αὐτοῦ τῇ ἀμέτρῳ πάσης ἀγάπης πατρικῆς σαρκικῆς, τοῦ δυναμένου καὶ ἰσχύοντος παρὰ πάντα συνεργῆσαι ἡμῖν ὑπερεκπερισσοῦ, ὑπὲρ ὃ αἰτούμεθα καὶ ἐνθυμούμεθα καὶ νοοῦμεν.

Ἡ γνῶσις γὰρ ἐναντία ἐστὶ τῇ πίστει· ἡ δὲ πίστις ἐστὶ λύσις ἐν πᾶσι τοῖς ἑαυτῆς τῶν νόμων τῆς γνώσεως, οὐχὶ τῆς πνευματικῆς λέγομεν. Οὗτος γάρ ἐστιν ὁ ὁρισμὸς τῆς γνώσεως, ὅτι ἐκτὸς ἐξετάσεως καὶ ἐρεύνης, ποιῆσαί τι πρᾶγμα οὐκ ἐξουσιάζει, ἀλλ’ ἐξετάζει εἰ δυνατὸν γενέσθαι ὅπερ ἐνθυμεῖται καὶ θέλει.

Ἡ δὲ πίστις, τί; Ὅτε τις προσεγγίσει αὐτῇ οὐκ ὀρθῶς, παραμεῖναι αὐτῷ ἡ πίστις οὐ πείθεται. Ἡ γνῶσις, χωρὶς ἐξετάσεως καὶ τρόπων ἀναστροφῆς, οὐδὲ γνωσθῆναι δύναται, καὶ τοῦτό ἐστι τὸ σημεῖον τοῦ δισταγμοῦ περὶ τῆς ἀληθείας. Ἡ πίστις δὲ φρόνημα ἓν καθαρὸν καὶ ἁπλοῦν ἐπιζητεῖ, τὸ ἀπέχον ἀπὸ πάσης πανουργίας καὶ τοῦ ζητῆσαι τρόπους. Βλέπε πῶς ἐναντιοῦνται ἀλλήλαις.

Ὁ οἶκος τῆς πίστεως, ἔννοια νηπιώδης ἐστὶ καὶ καρδία ἁπλῆ· Ἐν ἁπλότητι φησὶ καρδίας αὐτῶν ἐδόξαζον τὸν Θεόν· καὶ Ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἡ γνῶσις δὲ τοῖς δυσὶ τούτοις ἐπίβουλός ἐστι καὶ ἐναντία.

Ἡ γνῶσις ὅρος ἐστὶ τῆς φύσεως, φυλάττουσα αὐτὴν ἐν πάσαις ταῖς τρίβοις αὐτῆς, ἡ δὲ πίστις ὑπὲρ τὴν φύσιν ἐνεργεῖ τὴν ὁδοιπορίαν αὐτῆς. Ἡ γνῶσις πᾶν πρᾶγμα καταλῦον τὴν φύσιν οὐ πειρᾶται πρὸς ἑαυτὴν ἀφῆσαι, ἀλλὰ μακρύνεται ἐξ αὐτοῦ· ἡ δὲ πίστις ἐπιτρέπει καὶ λέγει· Ἐπὶ ἀσπίδα φησὶ καὶ βασιλίσκον ἐπιβήσῃ καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.

Τῇ γνώσει φόβος ἐξακολουθεῖ, τῇ δὲ πίστει ἐλπίς· ὅσον γὰρ ἐν τοῖς τρόποις τῆς γνώσεως τίς διαπορεύεται, οὐκ ἐλευθεροῦται τοῦ φόβου, οὐδὲ τῆς ἐλευθερίας ἀξιωθῆναι δύναται· ὁ δὲ ἐξακολουθῶν τῇ πίστει, εὐθέως ἐλεύθερος καὶ αὐτεξούσιος, καὶ ὡς Υἱὸς τοῦ Θεοῦ ἐν πᾶσι τοῖς πράγμασιν ἐν ἐλευθερίᾳ χρᾶται ἐξουσιαστικῶς.

Ἄνθρωπος ε<ὑ>ρὼν <τὰς κλεῖς> ταύτης, ὡς ὁ Θεὸς χρᾶται ἐν πάσαις ταῖς φύσεσι τῆς κτίσεως· τῇ πίστει γάρ ἐστιν ἐξουσία καὶ κτίσιν καινὴν δημιουργῆσαι κατὰ τὴν ὁμοιότητα τοῦ Θεοῦ—Ἠθέλησάς φησι καὶ πάντα παρέστη ἐνώπιόν σου—, καὶ πολλάκις ἐξ οὐκ ὄντων τὰ πάντα δύναται ποιῆσαι· ἡ δὲ γνῶσις, χωρὶς ὕλης ποιῆσαι τί, οὐ δύναται.

Ἡ γνῶσις τὸ μὴ δοθὲν τῇ φύσει διαβῆναι, ἐν αὐτῷ οὐκ ἀναισχυντεῖ—καὶ πῶς; —διότι ἡ ῥευστὴ φύσις τοῦ ὕδατος οὐ δέχεται ἐπὶ νώτων αὐτῆς τὰ ἴχνη τοῦ σώματος, καὶ ὁ προσεγγίζων τῷ πυρὶ κατακαίει ἑαυτόν, καὶ ἀναιδευθῆναι κατὰ τούτων κίνδυνός ἐστιν.

Ἐκ τούτων ἡ γνῶσις ἐν φυλακῇ παραφυλάττεται καὶ διαβῆναι τὸν ὅρον τοῦτον παντελῶς οὐ πείθεται. Ἡ πίστις δὲ ἐξουσιαστικῶς διαβαίνει ταῦτα καὶ λέγει· Ἐάν φησι διαβῇς διὰ πυρός, οὐ κατακαύσει σε, καὶ ποταμοὶ οὐ κατακλύσουσί σε, καὶ ταῦτα πολλάκις ἡ πίστις ἐνήργησεν ἐνώπιον πάσης κτίσεως. Καὶ εἰ ἐδόθη τῇ γνώσει τόπος ἐκεῖσε πειρασθῆναι ἐν τούτοις, παντελῶς οὐκ εἶχε πεισθῆναι.

Διὰ πίστεως πολλοὶ εἰς τὴν φλόγα εἰσῆλθον, καὶ τὴν δύναμιν τοῦ πυρὸς τὴν καυστικὴν ἐχαλίνωσαν καὶ ἀβλαβῶς ἐν μέσῳ αὐτῆς διέμειναν, καὶ ἐπὶ νώτων τῆς θαλάσσης ὡς ἐπὶ ξηρᾶς ἐβάδισαν, καὶ ταῦτα πάντα ὑπὲρ τὴν φύσιν εἰσὶ καὶ ἐναντία τοῖς τρόποις τῆς γνώσεως.

Εἶδες τὴν πίστιν, πῶς ἐσάλευε τὰ θεμέλια τῆς γνώσεως καὶ ἀπέδειξεν αὐτὴν ματαίαν ἐν πᾶσι τοῖς τρόποις αὐτῆς καὶ τοῖς νόμοις αὐτῆς; Εἶδες τὴν γνῶσιν, πῶς φυλάττει τοὺς ὅρους τῆς φύσεως; Εἶδες τὴν πίστιν, πῶς ὑπεράνω τῆς φύσεως διαβαίνει καὶ ποιεῖ τὴν τρίβον τῆς ὁδοιπορίας αὐτῆς;

Πεντακισχιλίους χρόνους, ἢ μικρὸν ἔλαττον ἢ ὑπὲρ τοῦτο, οἱ τρόποι τῆς γνώσεως τὸν κόσμον ἐκυβέρνων, καὶ παντελῶς ἆραι τὴν κεφαλὴν αὐτοῦ ὁ ἄνθρωπος ἐκ τῆς γῆς καὶ αἰσθέσθαι τῆς ἰσχύος τοῦ κτίστου αὐτοῦ οὐκ ἠδυνήθη, ἕως οὗ ἀνέτειλεν ἡμῖν ἡ πίστις καὶ ἠλευθέρωσεν ἡμᾶς ἐκ τοῦ κόπου τῆς γηΐνης ἐργασίας καὶ ἐκ τῆς ὑποταγῆς τῆς ματαίας τῆς μετὰ τὸν μετεωρισμὸν τὸν δωρεὰν γινόμενον. Καὶ νῦν πάλιν, ὅτε ηὕρομεν τὴν θάλασσαν τὴν ἀτάραχον καὶ τὸν θησαυρὸν τὸν ἀνέκλειπτον, πρὸς πηγὰς ταπεινὰς ἐπιθυμοῦμεν ἐκκλῖναι:

Οὐκ ἔστι γνῶσις μὴ ἐν ἐνδείᾳ οὖσα, κἂν καὶ πλουτήσῃ μεγάλως· τοὺς θησαυροὺς δὲ τῆς πίστεως ὁ οὐρανὸς καὶ ἡ γῆ οὐ χωροῦσιν. Οὐχ’ ὑστερεῖται ποτέ τινος ὁ τῇ ἐλπίδι τῆς πίστεως τῇ καρδίᾳ ἐρηρεισμένος· καὶ ὅτε οὐδὲν ἔχει, τῇ πίστει πάντα κατέχει, ὡς γέγραπται·

Ὅσα αἰτεῖσθε ἐν προσευχῇ καὶ πίστει λήψεσθε, καὶ πάλιν· Ὁ Κύριος ἐγγύς, μηδὲν μεριμνᾶτε. Ἡ γνῶσις ἀεὶ τρόπους ζητεῖ πρὸς φυλακὴν τῶν κτωμένων αὐτήν. Ἡ πίστις τί; Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον καὶ φυλάξῃ πόλιν, εἰς μάτην ἐκοπίασεν ὁ οἰκοδομῶν καὶ ἀγρυπνῶν εἰς φυλακήν.

Οὐδέποτε ὁ ἐν πίστει προσευχόμενος, ἐν τρόποις χρᾶται καὶ ἀναστρέφεται. Ἡ γνῶσις γὰρ ἐν παντὶ τόπῳ τὸν φόβον ἐπαινεῖ, καθὼς εἶπεν ὁ σοφός· «Ὁ φοβούμενος» φησὶ «τῇ καρδίᾳ, μακάριος». Τί δὲ ἡ πίστις; Ἐφοβήθη φησὶ καὶ ἤρξατο καταποντίζεσθαι, καὶ πάλιν, Οὐκ ἐλάβετε φησὶ πνεῦμα δουλείας εἰς φόβον, ἀλλὰ πνεῦμα υἱοθεσίας εἰς ἐλευθερίαν πίστεως καὶ ἐλπίδος τοῦ Θεοῦ, καὶ πάλιν·

Μὴ φοβηθῇς φησιν ἐξ αὐτῶν, μὴ δὲ φύγῃς ἀπὸ προσώπου αὐτῶν. Πάντοτε ἀκολουθεῖ τῷ φόβῳ ὁ δισταγμός, καὶ ὁ δισταγμὸς τῇ ἐξετάσει, καὶ ἡ ἐξέτασις τοῖς τρόποις, καὶ οἱ τρόποι τῇ γνώσει· καὶ ἐν αὐτῇ τῇ ἐξερευνούσῃ καὶ ἐξεταζούσῃ, ἀεὶ ὁ φόβος καὶ ὁ δισταγμὸς γνωρίζεται, διότι οὐκ ἐν παντὶ καιρῷ εἰς πάντα κατορθοῖ ἡ γνῶσις, καθὼς ἐν πρώτοις ἀπεδείξαμεν. Πολλάκις γὰρ συναντῶσι τῇ ψυχῇ συμβάσεις καὶ ἐπιφοραὶ δυσχερεῖς, καὶ προφάσεις πολλαὶ πλήρεις κινδύνων, ἅπερ παντελῶς ἡ γνῶσις καὶ οἱ τρόποι τῆς σοφίας βοηθῆσαι τί ἐκεῖ οὐ δύνανται· τούτοις δὲ τοῖς δυσχερέσι, τοῖς μὴ καταλαμβανομένοις πάσῃ δυνάμει τοῦ ὅρου τῆς ἀνθρωπίνης γνώσεως· <ἀλλ’> ἡ πίστις οὐδέποτε νικᾶται ὑπό τινος αὐτῶν.

Τί γὰρ ἐξαρκεῖ ἡ γνῶσις ἡ ἀνθρωπίνη βοηθῆσαι ἐν τοῖς φανεροῖς πολέμοις ἢ πρὸς τὰς φύσεις τὰς ἀοράτους καὶ πρὸς τὰς ἐνσωμάτους δυνάμεις σὺν ἄλλοις πολλοῖς; Εἶδες τὴν ἀσθένειαν τῆς δυνάμεως τῆς γνώσεως καὶ τὴν ἰσχὺν τῆς δυνάμεως τῆς πίστεως.

Ἡ γνῶσις πᾶσι τοῖς ξένοις τῆς φύσεως κωλύει τοὺς μαθητὰς αὐτῆς προσπελάσαι. Ὅρα ἐνταῦθα τὴν δύναμιν τῆς πίστεως· τί ἐπιτρέπει τοῖς τέκνοις αὐτῆς; Ἐν τῷ ὀνόματί μου φησὶ δαιμόνια ἐκβαλεῖτε καὶ ὄφεις ἀρεῖτε, καὶ ἐὰν τὸν ἰὸν πίωσιν οὐ βλαβήσονται.

Ἡ γνῶσις πᾶσι τοῖς ἐν τῇ ὁδῷ αὐτῆς πορευομένοις ἐπιτρέπει κατὰ τοὺς νόμους αὐτῆς πρὸ τῆς ἀρχῆς ἐν πᾶσι τὸ τέλος ἐξετάσαι καὶ οὕτως ἄρξασθαι, μήπως δυσεύρετον τὸ τέλος τοῦ πράγματος τῷ ὅρῳ τῆς ἀνθρωπίνης δυνάμεως εὑρεθέν, τὸν κόπον μάτην κοπιάσωσι, καὶ ἀδύνατον καὶ δυσχερὲς τοῦ γενέσθαι εὑρεθῇ τὸ πρᾶγμα.

Ἡ πίστις δὲ τί λέγει; Πάντα δυνατὰ τῷ πιστεύοντι, ἀδυνατεῖ γὰρ τῷ Θεῷ οὐδέν. “Ὢ πλοῦτος ἄρρητος, καὶ θάλασσα πλουτοῦσα ἐν κύμασιν αὐτῆς, καὶ ἐν τοῖς θησαυροῖς αὐτῆς τοῖς θαυμαστοῖς τοῖς ὑπερεκχυνομένοις ἐκ τῆς δυνάμεως τῆς πίστεως· πόσου θάρσους ἔμπλεως καὶ πόσης ἡδονῆς καὶ πλήρης ἐλπίδος ἡ ὁδοιπορία ἡ μετ’ αὐτῆς; καὶ τὰ φορτία αὐτῆς πόσον ἐλαφρά εἰσι; καὶ ἡ ἐργασία αὐτῆς πόσην ἡδύτητα ἔχει;” Ὁ ἀξιωθεὶς γεύσασθαι τῆς πίστεως καὶ πάλιν στραφεὶς πρὸς τὴν γνῶσιν τῆς ψυχῆς, ἐν τίνι διαφέρει τὸ πρᾶγμα αὐτοῦ ἐκ τοῦ εὑρόντος μαργαρίτην πολύτιμον καὶ ἀλλάξαντος αὐτὸν εἰς ὀβολὸν χαλκοῦ, <ὡς> ἀφήσας ἐλευθερίαν αὐτεξούσιον καὶ στραφεὶς εἰς τοὺς τρόπους τῆς πτωχείας τοὺς πεπληρωμένους φόβου καὶ δουλείας.

Οὐχὶ ψεκτή ἐστιν ἡ γνῶσις, ἀλλ’ ἡ πίστις ὑψηλοτέρα αὐτῆς ἐστι· καὶ ἐὰν ψέξωμεν, οὐχὶ τὴν γνῶσιν ψέγομεν, μὴ γένοιτο, ἀλλ’ ἢ τὸ διακρῖναι τοὺς τρόπους τοὺς παρηλλαγμένους ἐν οἷς πορεύεται ἐξεναντίας <τῆς δόξης> τῆς φύσεως, καὶ πῶς τοῖς τάγμασι τῶν δαιμόνων συγγενειάζει. Ἅπερ μετὰ ταῦτα μέλλομεν διακρῖναι φανερῶς, καὶ πόσοι βαθμοί εἰσιν, ἐν οἷς πορεύεται ἐν αὐτοῖς ἡ γνῶσις· καὶ τίς ἡ διαφορὰ ἡ γινομένη ἐν ἑκάστῳ αὐτῶν· καὶ ἐν ποίοις νοήμασιν ἐξυπνίζεται ἐν ἑκάστῳ τρόπῳ, ὅτε μείνει ἐν αὐτοῖς· καὶ ἐν τίνι τούτων τῶν τρόπων, ὅταν πορευθῇ ἐν αὐτοῖς· ἐναντιοῦται τῇ πίστει καὶ ἐξέρχεται ἔξωθεν τῆς φύσεως· καὶ ποία ἐστὶν ἡ διαφορὰ ἡ ἐν αὐτῇ· καὶ ἐν ποίᾳ τάξει, ὅταν στρέψῃ τὸν σκοπὸν αὐτῆς τὸν πρῶτον, ἔρχεται εἰς τὴν φύσιν αὐτῆς καὶ καθιστᾷ τὸν βαθμὸν ἔμπροσθεν τῆς πίστεως ἐν ἀγαθῇ πολιτείᾳ· καὶ ἕως πότε φθάσαι ποιεῖ τὴν διαφορὰν τῆς τάξεως αὐτῆς· καὶ πῶς διαπερᾷ ἀπὸ τούτων εἰς τὰ ὑψηλότερα αὐτῶν· καὶ ποῖοι εἰσὶν οἱ τρόποι τῆς τάξεως ἐκείνης τῆς ἄλλης, ἤγουν τῆς πρώτης· καὶ πότε συνάπτεται ἡ γνῶσις τῇ πίστει καὶ γίνεται μετ’ αὐτῆς μία καὶ ἐνδύεται ἐξ αὐτῆς νοήματα πύρινα καὶ ἐξάπτεται ἐν τῷ Πνεύματι καὶ κτᾶται πτέρυγας ἀπαθείας καὶ ὑψοῦται ἐκ τῆς διακονίας τῶν γηΐνων ἐν τῇ χώρᾳ τοῦ δημιουργοῦ αὐτῆς σὺν ἄλλοις τρόποις;

Ὅμως ἁρμόζει ἡμᾶς γνῶναι ὅτι ἡ πίστις καὶ οἱ βαθμοὶ αὐτῆς καὶ ἡ ἐργασία αὐτῶν ὑψηλοτέρα ἐστὶ τῆς γνώσεως· καὶ αὕτη ἡ γνῶσις ἐν τῇ πίστει τελειοῦται καὶ κτᾶται δύναμιν ἀνελθεῖν ἄνω καὶ αἰσθέσθαι ἐκείνου τοῦ ὑψηλοτέρου πάσης αἰσθήσεως. καὶ ἰδεῖν τὴν αὐγὴν ἐκείνην τὴν ἀκατάληπτον τῷ νῷ καὶ τῇ γνώσει τῶν κτισμάτων.

Ἡ γνῶσις δὲ βαθμός ἐστι, δι’ ἧς ἀνέρχεταί τις εἰς τὸ ὕψος τῆς πίστεως, καὶ ὅταν φθάσῃ ἐγγὺς αὐτῆς, οὐκέτι πάλιν χρήζει ταύτην· νῦν φησιν ἐκ μέρους γινώσκομεν καὶ ἐκ μέρους νοοῦμεν· ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργεῖται.

Ἡ πίστις λοιπὸν ἄρτι ὡς ἐν ὀφθαλμοῖς δεικνύει ἡμῖν τὴν ἀλήθειαν τῆς τελειότητος· ἐν τῇ πίστει λοιπὸν μανθάνομεν ἐκεῖνα τὰ ἀκατάληπτα καὶ οὐχὶ ἐν τῇ ἐξετάσει καὶ τῇ δυνάμει τῆς γνώσεως. Πάντα τὰ ἔργα τῆς δικαιοσύνης εἰσὶ νηστεία, ἐλεημοσύνη, ἀγρυπνία, ἁγιασμός, καὶ τὰ λοιπὰ τὰ διὰ τοῦ σώματος ἐνεργούμενα, καὶ ἀγάπη πρὸς τὸν πλησίον, καὶ ταπεινοφροσύνη καρδίας, καὶ συγχώρησις πταισμάτων, καὶ ἐνθύμησις τῶν ἀγαθῶν, καὶ ἡ ἐξέτασις τῶν μυστηρίων τῶν ὄντων ἐν ταῖς ἁγίαις γραφαῖς κεκαλυμμένων, καὶ ἡ ἀδολεσχία τῆς διανοίας ἐν τοῖς ἀγαθοῖς ἔργοις, καὶ τὸ φυλάξαι τοὺς ὅρους τῶν παθῶν τῆς ψυχῆς, καὶ αἱ λοιπαὶ ἀρεταὶ αἱ ἐν τῇ ψυχῇ τελειούμεναι. Ταῦτα πάντα χρήζουσι τῆς γνώσεως· καὶ αὕτη ἡ γνῶσις φυλάττει αὐτὰ καὶ διδάσκει αὐτὰ τὴν τάξιν αὐτῶν, καὶ ταῦτα πάντα ἀκμὴν βαθμοί εἰσιν, ἐν οἷς ἡ ψυχὴ ἀνέρχεται εἰς τὸ ὕψος τὸ ἀνώτερον τῆς πίστεως, καὶ ἀρεταὶ καλοῦνται.

Ἡ δὲ πολιτεία τῆς πίστεως ὑπὲρ τὴν ἀρετήν ἐστι, καὶ ἡ ἐργασία αὐτῆς οὐκ ἔστιν ἔργα, ἀλλὰ ἀνάπαυσις τελεία καὶ παράκλησις καὶ λόγοι ἐν καρδίᾳ, καὶ ἐν ταῖς ἐννοίαις τῆς ψυχῆς τελειοῦται· καὶ πάντες οἱ τρόποι οἱ θαυμαστοὶ τῆς πνευματικῆς πολιτείας, ὧν ἡ ἐργασία αὐτῶν αἴσθησις ἐν τῇ ζωῇ τῇ πνευματικῇ καὶ τρυφὴ καὶ ἀπόλαυσις ψυχῆς καὶ πόθος καὶ χαρὰ ἐν Θεῷ, καὶ τὰ λοιπὰ ὅσα δίδοται ἐν ἐκείνῃ τῇ πολιτείᾳ τῇ ψυχῇ τῇ ἀξίᾳ τῆς χάριτος τῆς ἐκεῖθεν μακαριότητος, καὶ ὅσα ὡς ἐν νεύματι ἐν ταῖς θείαις γραφαῖς, ἐν τῇ πίστει τελειοῦνται ἐντεῦθεν ἐκ τοῦ Θεοῦ τοῦ πλουσίου ἐν τοῖς χαρίσμασιν αὐτοῦ.

Εἰ δὲ λέγει τις ὅτι· “Εἰ πάντα τὰ ἀγαθὰ ταῦτα καὶ τὰ ἔργα τῆς ἀρετῆς τὰ προλεχθέντα, καὶ ἡ ἀποχὴ τῶν κακῶν καὶ ἡ διάκρισις τῶν λεπτῶν λογισμῶν τῶν ἐν τῇ ψυχῇ ἀναφυομένων, καὶ ἡ πάλη μετὰ τῶν λογισμῶν καὶ ὁ ἀγὼν πρὸς τὰ πάθη τὰ ἐρεθίζοντα, καὶ τὰ λοιπά, ὧν ἐκτὸς οὐδὲ αὐτὴ ἡ πίστις δύναται δεῖξαι σοι τὴν δύναμιν αὐτῆς ἐν τῇ ἐργασίᾳ τῆς ψυχῆς, εἰ ταῦτα πάντα ἡ γνῶσις τελειοῖ, πῶς λοιπὸν νομίζεται ἡ γνῶσις ἐναντία τῇ πίστει;” Λύσις τοῦ δισταγμοῦ τούτου· τρεῖς τρόποι εἰσὶ νοητοί, ἐν οἷς ἡ γνῶσις ἀνέρχεται καὶ κατέρχεται, καὶ ὡς ἡ ἀλλοίωσις τῶν τόπων ἐν οἷς πορεύεται ἐν αὐτοῖς, οὕτως δέχεται τὴν ἀλλοίωσιν· καὶ βλάπτει καὶ βοηθεῖ. Λέγω δὲ τρεῖς τρόπους· σῶμα, ψυχή, πνεῦμα.

Καὶ εἰ μία ἐστὶν ἡ γνῶσις ἐν τῇ φύσει αὐτῆς, ἀλλὰ πρὸς τὰς χώρας ταύτας τῶν νοητῶν καὶ αἰσθητῶν καὶ λεπτύνεται, καὶ ἀλλάσσει τοὺς τρόπους αὐτῆς καὶ τὰς ἐργασίας τῶν νοημάτων αὐτῆς. Ἄκουσον λοιπὸν τὴν τάξιν τῆς ἐργασίας αὐτῆς καὶ τὰς αἰτίας δι’ ἃς βλάπτεται καὶ βοηθεῖται. Ἡ γνῶσις δόσις ἐστὶ παρὰ Θεοῦ τῇ φύσει τῶν λογικῶν, ἥτις ἐξ ἀρχῆς τῆς πλάσεως αὐτῶν ἐδόθη καὶ ἔστιν ἁπλῆ καὶ οὐ μερίζεται τῇ φύσει αὐτῆς ὥσπερ τὸ φῶς τοῦ ἡλίου, καὶ κατὰ τὴν ἐργασίαν αὐτῆς κτᾶται ἀλλοιώσεις καὶ μερισμούς.

Τάξις πρώτη τῆς γνώσεως Ὅτε τῇ ἐπιθυμίᾳ τῆς σαρκὸς ἀκολουθεῖ ἡ γνῶσις, τούτους τοὺς τρόπους συνάγει· τὸν πλοῦτον, τὴν κενοδοξίαν, τὴν κόσμησιν, τὴν ἀνάπαυσιν τοῦ σώματος, σπουδὴν τῆς σοφίας τῆς λογικῆς, τῆς ἁρμοζούσης εἰς τὴν διοίκησιν τοῦ κόσμου τούτου καὶ βρυούσης τὰς ἀνανεώσεις τῶν εὑρέσεων καὶ τῶν τεχνῶν καὶ τῶν μαθήσεων, καὶ τὰ λοιπὰ τὰ στεφανοῦντα τὸ σῶμα ἐν τῷ κόσμῳ τούτῳ τῷ ὁρατῷ.

Ἐκ τῶν εἰδῶν τούτων γίνεται <τὰ> ἐναντία τῇ πίστει, ἅπερ προείπαμεν καὶ ἐτάξαμεν. Ἥτις γνῶσις ψιλὴ ὀνομάζεται, διότι γυμνή ἐστιν ἐκ πάσης θείας μερίμνης, καὶ ἀδυναμίαν ἄλογον εἰσφέρει κατὰ τῆς διανοίας διὰ τὸ κεκρατεῖσθαι ὑπὸ τοῦ σώματος, καὶ τελείως ἡ μέριμνα αὐτῆς ἐν τῷ κόσμῳ τούτῳ ἐστί.

Τοῦτο τὸ μέτρον τῆς γνώσεως, ὅτι ἐστὶ παντελῶς δύναμις νοητὴ καὶ κυβερνῆτις κρυπτὸς τοῦ ἀνθρώπου καὶ ἐπιμέλεια θεία ἡ ἐπισκεπτομένη καὶ ἐπιμελουμένη αὐτὸν τελείως οὐ λογίζεται, ἀλλ’ ἕκαστον ἀγαθὸν τὸ ὂν ἐν τῷ ἀνθρώπῳ καὶ ἡ σωτηρία αὐτοῦ ἐκ τῶν βλαπτόντων αὐτόν, καὶ ἡ φυλακὴ αὐτοῦ ἐκ τῶν δυσχερῶν καὶ ἐκ τῶν πολλῶν ἐναντιωμάτων τῶν ἀκολουθούντων τῇ φύσει ἡμῶν κρυπτῶς καὶ φανερῶς, ἐν τῇ σπουδῇ αὐτοῦ καὶ ἐν τοῖς τρόποις αὐτοῦ δοκεῖ εἶναι.

Τοῦτο τὸ μέτρον τῆς γνώσεως τῆς ἀδολεσχούσης κατὰ τοὺς λέγοντάς φησιν «οὐκ ἔστι κυβέρνησις τούτων τῶν ὁρωμένων»· ὅμως, ἐκ τῆς διηνεκοῦς μερίμνης καὶ τοῦ φοβεῖσθαι ὑπὲρ τοῦ σώματος, ἐκτὸς εἶναι οὐ δύναται. Διατοῦτο κατέχει αὐτὸν ἡ μικροψυχία, καὶ ἡ λύπη, καὶ ἡ ἀπόγνωσις, καὶ ὁ φόβος τῶν δαιμόνων, καὶ ἡ δειλία ἐκ τῶν ἀνθρώπων, καὶ ἡ φήμη τῶν ληστῶν, καὶ αἱ ἀκοαὶ τῶν θανάτων, καὶ ἡ φροντὶς τῶν νοσημάτων, καὶ ἡ μέριμνα τῆς ἐνδείας καὶ τῆς λείψεως τῆς χρείας, καὶ ὁ φόβος τοῦ θανάτου, καὶ ὁ φόβος τῶν παθῶν καὶ τῶν πονηρῶν θηρίων, καὶ τὰ λοιπὰ τὰ ὅμοια τούτων τὰ κατὰ τὴν θάλασσαν, τὴν ὑπὸ τῶν κυμάτων ταρασσομένην ἐν πάσῃ ὥρᾳ τῆς νυκτὸς καὶ τῆς ἡμέρας, διότι οὐκ οἶδε ῥῖψαι τὴν μέριμναν αὐτῆς ἐπὶ τὸν Θεὸν ἐν τῇ πεποιθήσει τῆς πίστεως εἰς αὐτόν. Διατοῦτο ἐν μηχανήμασι καὶ πανουργίαις ἀναστρέφεται ἐν πᾶσι τοῖς ἑαυτῆς· ὅταν δὲ ἀργήσωσιν οἱ τρόποι τῶν μηχανημάτων αὐτῆς, ἐν μιᾷ προφάσει τινὶ καὶ μὴ θεωροῦσα τὴν μυστικὴν πρόνοιαν, μάχεται μετὰ τῶν ἀνθρώπων τῶν ἐμποδιζόντων αὐτὴν καὶ ἐναντιουμένων αὐτῇ.

Ἐν αὐτῇ δὲ τῇ γνώσει πεφυτευμένον ἐστὶ τὸ ξύλον τῆς γνώσεως τῶν καλῶν καὶ πονηρῶν τὸ ἐκριζοῦν τὴν ἀγάπην. Καὶ αὕτη ἐξετάζει τὰ βραχέα ἐγκλήματα τῶν ἄλλων ἀνθρώπων καὶ τὰς αἰτίας καὶ τὰς ἀσθενείας αὐτῶν· καὶ [παρασκευάζει τὸν ἄνθρωπον εἰς] τὸ δογματίζειν καὶ ἀντιλέγειν τοῖς λόγοις, καὶ δολιεύεσθαι ἐν μηχανήμασι καὶ πανουργίαις πονηραῖς καὶ ἐν τοῖς λοιποῖς τρόποις τοῖς καθυβρίζουσι τὸν ἄνθρωπον ἐν αὐτῇ ἐγγίνονται· καὶ ἐν αὐτῇ ἐστι φυσίωσις καὶ ὑπερηφανία, ὅτι καθ’ ἑαυτῆς τιθεῖ πᾶν πρᾶγμα γινόμενον, <ἐὰν> καλόν, καὶ οὐκ ἐπὶ τὸν Θεόν.

Ἡ πίστις δὲ λογίζεται τῇ χάριτι τὰ ἔργα αὐτῆς. Διατοῦτο οὐ δύναται ἐπαρθῆναι, καθὼς γέγραπται· Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντι με Χριστῷ, καὶ πάλιν· Οὐκ ἐγώ, ἀλλ’ ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί. Καὶ ὅπερ εἶπεν ὁ μακάριος ἀπόστολος· Ἡ γνῶσις φυσιοῖ, περὶ τῆς γνώσεως ταύτης εἶπε τῆς μὴ συγκεκραμένης τῇ πίστει καὶ τῇ ἐλπίδι τοῦ Θεοῦ, καὶ οὐχὶ περὶ τῆς γνώσεως τῆς ἀληθείας εἶπε· μὴ γένοιτο. Ἡ γνῶσις <γὰρ> τῆς ἀληθείας ἐν ταπεινώσει τελειοῖ τὴν ψυχὴν τῶν κτωμένων αὐτήν, ὡς τὸν Μωϋσῆν καὶ τὸν Δαβὶδ καὶ τὸν Ἠσαΐαν καὶ Πέτρον καὶ Παῦλον καὶ τοὺς λοιποὺς ἁγίους, τοὺς ἀξιωθέντας τῆς γνώσεως τῆς τελείας κατὰ τὸ μέτρον τῆς ἀνθρωπίνης φύσεως· καὶ <ὅτι> ἐκ τῶν παρηλλαγμένων θεωριῶν καὶ τῶν ἀποκαλύψεων τῶν θείων, καὶ ἐκ τῆς θεωρίας τῆς ὑψηλῆς τῶν πνευματικῶν καὶ ἐκ τῶν μυστηρίων τῶν ἀρρήτων καταπίνεται ἡ γνῶσις αὐτῶν πάντοτε ἐκ τῶν ὁμοίων τούτων, καὶ σποδὸν καὶ χοῦν ἀριθμεῖται ἡ ψυχὴ αὐτῶν ἐν ὀφθαλμοῖς αὐτῶν.

Ἡ δὲ ἄλλη γνῶσις πρεπόντως φυσιοῦται, ὅτι ἐν τῇ σκοτίᾳ πορεύεται καὶ ἐκ τῆς ὁμοιότητος τῶν ἐπὶ γῆς δοκιμάζεται τὰ ὄντα αὐτῇ, καὶ οὐ γινώσκει ὅτι ἔστι τί κρεῖττον αὐτῆς. Καὶ πάντες οἱ ὑπὸ τῆς ἐπάρσεως ἁρπαζόμενοι, διὰ τὸ εἶναι αὐτοὺς ἐν τῇ γῇ καὶ ἐν τῇ σαρκὶ ζυγοστατοῦντας τὴν πολιτείαν αὐτῶν, καὶ <ὅτι> εἰς τὰ ἔργα αὐτῶν ἐπερείδονται, καὶ οὐχὶ εἰς τὰ ἀκατάληπτα διαλογίζονται ἐν τῷ νοῒ αὐτῶν, ἕως ἂν ἐν τοῖς κύμασι τούτοις ὦσιν. Οἱ δὲ ἅγιοι τὴν ἀρετὴν τὴν ἔνδοξον διαλογίζονται τῆς θεότητος, καὶ ἡ ἐργασία αὐτῶν ἐστιν ἄνω, καὶ οὐκ ἐκκλίνει τὸ φρόνημα αὐτῶν μεριμνῆσαι περὶ τῶν εὑρέσεων καὶ τῶν ματαίων λογισμῶν· οἱ γὰρ ἐν τῷ φωτὶ πορευόμενοι οὐ δύνανται πλανηθῆναι. Διατοῦτο πάντες οἱ πλανηθέντες ἐκ τοῦ φωτὸς τῆς ἐπιγνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ καὶ ἐκκλίναντες ἀπὸ τῆς ἀληθείας, ἐν ταῖς τρίβοις ταύταις διαπορεύονται.

Αὕτη ἡ τάξις ἡ πρώτη τῆς γνώσεως ὅτε ἀκολουθήσει τῇ ἐπιθυμίᾳ τῆς σαρκός. Ταύτην ψέγομεν καὶ ἐναντίαν λέγομεν αὐτήν, οὐχὶ μόνον τῇ πίστει, ἀλλὰ καὶ πάσῃ ἐργασίᾳ τῆς ἀρετῆς.

Τάξις δευτέρα τῆς γνώσεως Ὅτε ἀφήσει τις τὴν τάξιν τὴν πρώτην καὶ ἐν τοῖς διαλογισμοῖς καὶ ταῖς ἐπιθυμίαις τῆς ψυχῆς στραφῇ, ταῦτα τὰ καλὰ τὰ προγεγραμμένα ἐργάζεται ἐν τοῖς νοήμασι τῆς ψυχῆς μετὰ τῶν αἰσθήσεων τοῦ σώματος ἐν τῷ φωτὶ τῆς φύσεως αὐτῆς. Ταῦτα δέ εἰσι· νηστεία, εὐχή, ἐλεημοσύνη, ἀνάγνωσις τῶν θείων γραφῶν, οἱ τρόποι τῆς ἀρετῆς, πάλη πρὸς τὰ πάθη, καὶ τὰ λοιπά. Πάντα γὰρ τὰ πράγματα τὰ ἀγαθὰ καὶ τὰς διαφορὰς τὰς καλὰς τὰς ἐν τῇ ψυχῇ θεωρουμένας καὶ τοὺς τρόπους τοὺς θαυμαστοὺς τοὺς ἐν τῇ αὐλῇ τοῦ Χριστοῦ διακονουμένους, ἐν τῇ τάξει ταύτῃ τῇ δευτέρᾳ τῆς γνώσεως, τελειοῖ τὸ Πνεῦμα τὸ ἅγιον ἐν τῇ ἐργασίᾳ τῆς δυνάμεως αὐτῆς· καὶ αὕτη εὐθύνει τῇ καρδίᾳ τρίβους πρὸς τὴν πίστιν ἡμᾶς ὁδηγούσας, καὶ ἐν αὐτῇ συνάγομεν ἐφόδια τῷ αἰῶνι τῷ ἀληθινῷ.

Καὶ ἕως πάλιν ἐνταῦθα, ἀκμὴν σωματική ἐστιν ἡ γνῶσις καὶ σύνθετος, καὶ ἐὰν αὕτη ἐστὶν ἡ ὁδὸς ἡ ὁδηγοῦσα καὶ παραπέμπουσα ἡμᾶς τῇ πίστει. Ἀλλ’ ἔστι καὶ τάξις ὑψηλοτέρα αὐτῆς· καὶ ἐάν τις προκόψῃ, εὑρίσκει ἀναβιβασθῆναι ἐν αὐτῇ ἐν τῇ βοηθείᾳ τοῦ Χριστοῦ, ὅτε θήσει τὸ θεμέλιον τῆς ἐργασίας αὐτῆς ἐν τῇ ἡσυχίᾳ τῇ ἐκ τῶν ἀνθρώπων καὶ ἐν τῇ ἀναγνώσει τῶν γραφῶν καὶ τῇ εὐχῇ καὶ τοῖς λοιποῖς ἀγαθοῖς, ἐν οἷς τελειοῦται τὸ μέτρον τῆς δευτέρας γνώσεως· ἐν αὐτῇ ἐνεργεῖται πάντα τὰ καλὰ καὶ καλεῖται γνῶσις τῶν πραγμάτων, διότι ἐν τοῖς αἰσθητοῖς πράγμασιν ἐν ταῖς αἰσθήσεσι τοῦ σώματος τελειοῖ τὸ ἔργον αὐτῆς ἐν τῇ ἐξωτέρᾳ τάξει.

Τάξις τρίτη τῆς γνώσεως, ἥτις ἐστὶ τάξις τῆς τελειότητος Πῶς οὖν λεπτύνεται καὶ κτᾶται τὸ πνευματικὸν καὶ ὁμοιοῦται τῇ πολιτείᾳ τῶν ἀοράτων δυνάμεων, τῶν λειτουργούντων οὐχὶ τῇ αἰσθητῇ ἐνεργείᾳ τῶν ἔργων, ἀλλ’ ἐν τῇ φροντίδι τῆς διανοίας τελειουμένῃ, ἄκουσον.

Ὅτε ἡ γνῶσις ὑψωθῇ ἐκ τῶν γηΐνων καὶ ἐκ τῆς μερίμνης τῆς ἐργασίας αὐτῶν, καὶ ἄρξηται ἀπόπειραν ποιεῖσθαι τῶν διαλογισμῶν αὐτῆς ἐν τοῖς ἔσωθεν τῶν ὀφθαλμῶν κεκαλυμμένοις, καὶ καταφρονήσει τρόπῳ τινι τῶν πραγμάτων, ἐξ ὧν ἡ σκολιότης τῶν παθῶν γίνεται, καὶ ἁπλώσει ἑαυτὴν ἄνω καὶ ἀκολουθήσει τῇ πίστει ἐν τῇ μερίμνῃ τοῦ μέλλοντος αἰῶνος καὶ ἐν ταῖ, ἐπιθυμίαις ταῖς ἐπαγγελθείσαις ἡμῖν καὶ ἐν τῇ ἐξετάσει περὶ τῶν κρυπτῶν μυστηρίων, τότε αὕτη ἡ πίστις καταπίνει τὴν αὐτὴν γνῶσιν, καὶ στρέφεται καὶ τίκτει αὐτὴν ἐξ ἀρχῆς, ὡς γενέσθαι αὐτὴν ὅλην ἐξ ὅλου πνεῦμα· τότε δύναται πετασθῆναι ἐν ταῖς χώραις τῶν ἀσωμάτων πτέρυξι, καὶ ἅψασθαι τοῦ βάθους τῆς θαλάσσης τῆς ἀναφοῦς, διανοοῦσα τὰς κυβερνήσεις τὰς θαυμαστὰς καὶ θείας τὰς ἐν ταῖς φύσεσι τῶν νοητῶν καὶ αἰσθητῶν, καὶ ἐξετάζει τὰ μυστήρια τὰ πνευματικὰ τὰ ἐν διανοίᾳ ἁπλῇ καὶ λεπτῇ καταλαμβανόμενα· τότε αἱ αἰσθήσεις αἱ ἔσω ἐξυπνίζονται εἰς ἐργασίαν τοῦ πνεύματος, κατὰ τὴν τάξιν τὴν γινομένην ἐν ἐκείνῃ τῇ διαγωγῇ τῆς ἀθανασίας καὶ τῆς ἀφθαρσίας, διότι τὴν ἀνάστασιν τὴν νοητὴν ὡς ἐν μυστηρίῳ ἐκ τῶν ὧδε ἐδέξατο, πρὸς μαρτυρίαν ἀληθινὴν τῆς ἀνακαινίσεως τῶν πάντων.

Οὗτοί εἰσιν οἱ τρεῖς τρόποι τῆς γνώσεως, ἐν οἷς συνάπτεται πᾶς ὁ δρόμος τοῦ ἀνθρώπου ἐν τῷ σώματι καὶ ἐν τῇ ψυχῇ καὶ τῷ πνεύματι. Ὅθεν τις ἄρχεται διακρίνειν μέσον τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ, καὶ ἕως τοῦ ἐξελθεῖν αὐτὸν ἐκ τοῦ κόσμου τούτου, ἐν τοῖς τρισὶ μέτροις τούτοις ἡ γνῶσις τῆς ψυχῆς αὐτοῦ εἰσέρχεται· καὶ τὸ πλήρωμα πάσης ἀδικίας καὶ ἀσεβείας, καὶ τὸ πλήρωμα πάσης δικαιοσύνης, καὶ τὸ ἅψασθαι τοῦ βάθους πάντων τῶν μυστηρίων τοῦ Πνεύματος· μία γνῶσις ἐργάζεται ἐν τοῖς τρισὶ μέτροις, καὶ ἐν αὐτῇ ἐστι πᾶσα κίνησις νοός, ὅτε ἀνέρχεται ἢ κατέρχεται ἐν τοῖς ἀγαθοῖς ἢ κακοῖς ἢ μέσοις.

Ταῦτα τὰ μέτρα καλοῦσιν οἱ πατέρες φύσιν, ὑπὲρ φύσιν, παρὰ φύσιν. Καὶ ταῦτά εἰσι τὰ τρία πλάγια, ἐν οἷς ἀνάγεται καὶ κατάγεται ἡ μνήμη τῆς ψυχῆς τῆς λογικῆς, καθὼς ἐρρέθη· ἢ ἐν τῇ φύσει ἐργάζεταί τις τὴν δικαιοσύνην, ἢ ὑπεράνωθεν τῆς φύσεως ἁρπάζεται ἐν τῇ μνήμῃ αὐτῆς ἐν τῇ θεωρίᾳ τοῦ Θεοῦ, ἢ ἔξωθεν τῆς φύσεως ἐξέρχεται βοσκῆσαι χοίρους, ὡς ὁ ἀπολέσας τὸν πλοῦτον τῆς διακρίσεως αὐτοῦ, ὃς εἰργάζετο μετὰ τοῦ πλήθους τῶν δαιμόνων.

Ἀνακεφαλαίωσις τῶν τριῶν γνώσεων Ἡ τάξις ἡ πρώτη τῆς γνώσεως ψυχραίνει τὴν ψυχὴν ἐκ τῶν ἔργων τοῦ δρόμου ὀπίσω τοῦ Θεοῦ· ἡ τάξις ἡ δευτέρα θερμαίνει τὴν ψυχὴν εἰς τὸν δρόμον τὸν ταχὺν τὸν ἐν τῷ βαθμῷ τῆς πίστεως· ἡ τρίτη τάξις, ἡ ἀνάπαυσις τῆς ἐργασίας, ὅπέρ ἐστι τύπος τοῦ μέλλοντος, ἡ ἐν τῇ ἀδολεσχίᾳ τῆς διανοίας μόνον τρυφῶσα ἐν τοῖς μυστηρίοις τῶν μελλόντων.

Ἀλλὰ τῷ μηδέπω ὑψωθῆναι τὴν φύσιν τελείως ἐκ τῆς τάξεως τῆς νεκρώσεως καὶ τοῦ βάρους τῆς σαρκὸς καὶ τελειωθῆναι ἐν ἐκείνῃ τῇ πνευματικῇ, τῇ ὑψηλοτέρᾳ τῆς ἄλλης τῆς ἐκκλινούσης, ἀδυνατεῖ καὶ πρὸς τὴν τελείωσιν τὴν μὴ ἔχουσαν λεῖψιν λειτουργῆσαι, καὶ ἐν τῷ κόσμῳ τῆς νεκρώσεως εἶναι καὶ ἀφῆσαι τὴν φύσιν τῆς σαρκὸς τελείως ἀδυνατεῖ. Ἕως ἂν ἀκμὴν ἐν αὐτῇ ἀναστρέφεται, ἐν μεταβολῇ γίνεται ἐν τούτῳ καὶ ἐκείνῳ. Καὶ ἅπαξ ὡς πτωχὸς καὶ πένης λειτουργεῖ ἡ ψυχὴ αὐτοῦ ἐν τῇ τάξει τῇ δευτέρᾳ τῇ μέσῃ ἐν τῇ ἀρετῇ, τῇ ἐν τῇ φύσει τεθείσῃ ἐνεργηθῆναι, διὰ τὴν φύσιν τοῦ σώματος· καὶ ἐν καιρῷ, κατὰ τοὺς λαβόντας τὸ πνεῦμα τῆς υἱοθεσίας ἐν μυστηρίῳ τῆς ἐλευθερίας, ἀπολαύει τῆς χάριτος τοῦ Πνεύματος κατὰ τὴν ἀξίαν τοῦ δόσαντος αὐτήν· καὶ πάλιν ὑποστρέφει εἰς τὴν ταπείνωσιν τῶν ἔργων αὐτῆς—ταῦτα δέ εἰσι τὰ διὰ τοῦ σώματος—, καὶ αὕτη διαφυλάττει αὐτά, μήπως αἰχμαλωτίσῃ αὐτὴν ἐν τοῖς δελεάσμασι τοῖς εὑρισκομένοις ἐν τῷ αἰῶνι τούτῳ καὶ ἐν τοῖς διαλογισμοῖς τοῖς τεταραγμένοις καὶ ἐκκλινομένοις, διότι ὅσον ἐστὶ κάτωθεν τοῦ καλύμματος τῆς θύρας τῆς σαρκὸς ἐγκεκλεισμένη, οὐκ ἔχει πεποίθησιν, διότι οὐκ ἔστιν ἐλευθερία τελεία ἐν τῷ αἰῶνι τῷ ἀτελεῖ.

Πᾶσα γὰρ ἐργασία τῆς γνώσεως, εἰς ἐργασίαν καὶ διατριβήν ἐστιν. Ἡ δὲ ἐργασία τῆς πίστεως οὐκ ἐν τοῖς ἔργοις ἐνεργεῖται, διότι ἐν ταῖς ἐννοίαις ταῖς πνευματικαῖς ἐν ἐργασίᾳ γυμνῇ τῆς ψυχῆς πληροῦται καὶ ὑπεράνωθεν τῶν αἰσθήσεων ἐστίν· ἡ πίστις γὰρ λεπτοτέρα τῆς γνώσεως, καθὼς ἡ γνῶσις ἐκ τῶν πραγμάτων τῶν αἰσθητῶν. Πάντες γὰρ οἱ ἅγιοι οἱ τῆς πολιτείας τῆς πνευματικῆς ἀξιωθέντες, ὅπέρ ἐστιν ἔκπληξις εἰς τὸν Θεόν, ἐν τῇ δυνάμει τῆς πίστεως διάγουσιν ἐν τῇ τρυφῇ τῆς πολιτείας ἐκείνης τῆς ὑπὲρ φύσιν.

Τὴν πίστιν δὲ λέγομεν, οὐκ ἐν ᾗ πιστεύει τις ἐν τῇ διαφορᾷ τῶν ὑποστάσεων τῶν προσκυνητῶν ὄντων καὶ θείων καὶ ἐν τῇ ἐξαιρέτῳ καὶ ἰδίᾳ φύσει τῆς θεότητος αὐτῆς, καὶ ἐν τῇ οἰκονομίᾳ τῇ θαυμαστῇ τῇ ἐν τῇ ἀνθρωπότητι ἡμῶν ἐν τῇ προσλήψει τῆς φύσεως ἡμῶν, καὶ εἰ ἔστιν αὕτη ὑψηλὴ λίαν. Ἀλλὰ τὴν πίστιν ταύτην λέγω, τὴν ἐκ τοῦ φωτὸς τῆς χάριτος ἀνατέλλουσαν ἐν τῇ ψυχῇ, ἐν τῇ μαρτυρίᾳ τῆς διανοίας στηρίζουσαν τὴν καρδίαν ἀδίστακτον εἶναι ἐν τῇ πληροφορίᾳ τῆς ἐλπίδος, τῇ ἀπεχούσῃ ἀπὸ πάσης οἰήσεως.

Καὶ οὐκ ἐν τῇ ἐπιδόσει τῆς ἀκοῆς τῶν ὤτων ἑαυτὴν δεικνύει, ἀλλ’ ἐν τοῖς πνευματικοῖς ὀφθαλμοῖς τὰ μυστήρια τὰ κεκρυμμένα ἐν τῇ ψυχῇ, καὶ τὸν κρυπτὸν καὶ θεῖον πλοῦτον τὸν κεκρυμμένον ἐκ τῶν ὀφθαλμῶν τῶν υἱῶν τῆς σαρκός, καὶ ἀποκαλυπτόμενον ἐν τῷ πνεύματι τοῖς ἐν τῇ τραπέζῃ τοῦ Χριστοῦ διαιτωμένοις ἐν τῇ ἀδολεσχίᾳ τῶν νόμων αὐτοῦ, καθὼς εἶπεν· Ἐὰν τηρήσητε τὰς ἐντολάς μου, ἀποστελῶ ὑμῖν τὸ παράκλητον Πνεῦμα, ὅπερ ὁ κόσμος οὐ δύναται δέξασθαι, καὶ δείξει ὑμῖν πᾶσαν τὴν ἀληθειαν.

Οὗτος δεικνύει τῷ ἀνθρώπῳ τὴν δύναμιν τὴν ἁγίαν τὴν ἐνοικοῦσαν ἐν αὐτῷ ἐν παντὶ καιρῷ—[τὴν σκέπην, τὴν ἰσχὺν τὴν νοητὴν τὴν σκεπάζουσαν τὸν ἄνθρωπον πάντοτε, καὶ ἀποδιώκουσαν ἀπ’ αὐτοῦ πᾶσαν βλάβην, τοῦ μὴ προσεγγίσαι τῇ ψυχῇ ἢ ἐν τῷ σώματι αὐτοῦ, ἧς τινος ὁ νοῦς ὁ φωτεινὸς καὶ νοητὸς ἀοράτως αἰσθάνεται τοῖς ὀφθαλμοῖς τῆς πίστεως, ἥτις ἐν τοῖς ἁγίοις πλέον τῇ πείρᾳ αὐτῆς γινώσκεται]—, ἐκείνη δὲ ἡ δύναμις αὐτός ἐστιν ὁ Παράκλητος, ἐν τῇ ἰσχύϊ τῆς πίστεως κατακαίων τὰ μέρη τῆς ψυχῆς ὡς ἐν πυρί, καὶ ὁρμᾷ καὶ καταφρονεῖ παντὸς κινδύνου τῇ ἐλπίδι τοῦ Θεοῦ. Καὶ ἐν τοῖς πτεροῖς τῆς πίστεως ὑψοῦται ἐκ τῆς ὁρατῆς κτίσεως, καὶ ὡς μεθύουσα γίνεται ἀεὶ ἐν τῇ ἐκπλήξει τῆς μερίμνης τῆς κατὰ Θεόν, καὶ ἐν τῇ θεωρίᾳ τῇ ἀσυνθέτῳ καὶ ἐν τῇ κατανοήσει τῇ ἀοράτῳ τῆς θείας φύσεως, ἐθίζουσα τὴν διάνοιαν προσέχειν τῇ ἀδολεσχίᾳ τῶν κρυφίων αὐτῆς.

Ἕως γὰρ ἂν ἔλθῃ ἐκεῖνο, ὅπέρ ἐστιν ἡ τελείωσις τῶν μυστηρίων, καὶ ἀξιωθῶμεν φανερῶς τῆς ἀποκαλύψεως αὐτῶν, ἡ πίστις λειτουργεῖ μεταξὺ τοῦ Θεοῦ καὶ τῶν ἁγίων μυστήρια ἄρρητα, ὧν ἀξιωθῶμεν διὰ τῆς χάριτος αὐτοῦ τοῦ Χριστοῦ, ἐνταῦθα μὲν ὡς <ἐν> ἀρραβῶνι, ἐκεῖ δὲ ἐν ὑποστάσει τῆς ἀληθείας ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μετὰ τῶν ἀγαπώντων αὐτόν, ἀμήν.

ΜΓʹ Τοῦ αὐτοῦ· Κεφάλαια σύντομα περὶ ἄλλων τρόπων τῆς διαφορᾶς τῶν ἐννοιῶν τῆς γνώσεως. Ἡ γνῶσις ἀναστρεφομένη ἐν τοῖς ὁρατοῖς, ἡ ἐν ταῖς αἰσθήσεσι δεχομένη τὴν διδαχὴν αὐτῶν, φυσικὴ ὀνομάζεται· ἡ δὲ ἐν τῇ δυνάμει τῶν νοητῶν καὶ ἔσωθεν αὐτῆς ἐν ταῖς φύσεσι τῶν ἀσωμάτων, πνευματικὴ ὀνομάζεται, διότι τὴν αἴσθησιν ἐν τῷ πνεύματι δέχεται καὶ οὐχὶ ἐν ταῖς αἰσθήσεσι· καὶ ταύταις ταῖς δυσὶ γέννησις ἔξωθεν γίνεται τῇ ψυχῇ εἰς κατανόησιν [αὐτῶν].

Ἡ δὲ ἐν τῇ θείᾳ γινομένη, ὑπὲρ τὴν φύσιν ὀνομάζεται, καὶ ἄγνωστος μᾶλλον καὶ ἀνωτέρα τῆς γνώσεως· αὕτη δέ, οὐκ ἐν ὕλῃ τῇ ἔξωθεν αὐτῆς δέχεται ἡ ψυχὴ θεωρίαν εἰς αὐτὴν κατὰ τὰς πρώτας, ἀλλ’ ἀΰλως, ἔσωθεν ἑαυτῆς ἐν δωρεᾷ, εὐθέως καὶ ἀνελπίστως φανεροῦται, καὶ ἀποκαλύπτεται ἐκ τῶν ἔσω, διότι ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ἡμῶν ἐστι, καὶ οὐκ ἔστιν ἐν τόπῳ ἐλπιζομένη οὐδὲ ἐν παρατηρήσει ἔρχεται, κατὰ τὸν λόγον τοῦ Χριστοῦ, ἀλλ’ ἔσωθεν τῆς εἰκόνος τῆς διανοίας τῆς κρυπτῆς ἀποκαλύπτεται ἀναιτίως, χωρὶς μελέτης τῆς ὑπὲρ αὐτῆς, διότι οὐχ’ εὑρίσκει ἐν αὐτῇ ὕλην ἡ διάνοια.

Ἡ πρώτη γνῶσις, ἐκ τῆς διηνεκοῦς μελέτης καὶ ἐκ τῆς σπουδῆς τῆς μαθήσεως· ἡ δευτέρα δὲ ἐκ τῆς ἀγαθῆς πολιτείας καὶ τῆς πίστεως τῆς διανοίας· ἡ τρίτη δὲ νῦν ἔλαχε αὐτὴν πίστ<ει> μόνῃ, διότι ἐν αὐτῇ ἡ γνῶσις καταργεῖται καὶ τὰ ἔργα περαίωσιν λαμβάνουσι καὶ αἱ αἰσθήσεις γίνονται περισσαὶ εἰς χρείαν.

Ὅσον οὖν ἐκ τούτου τοῦ ὅρου ἡ γνῶσις κατέρχεται, τιμᾶται, καὶ ὅσον κατέρχεται, πλέον μᾶλλον τιμᾶται, καὶ ὅτε φθάσει τὴν γῆν καὶ τὰ γήϊνα, ἡ γνῶσις ἐστὶν ἡ δεσπόζουσα τῶν πάντων, καὶ ἐκτὸς αὐτῆς ἕκαστον πρᾶγμα χωλόν ἐστι καὶ ἀργόν.

Ὅτε δὲ ὑψώσει ἡ ψυχὴ τὴν θεωρίαν αὐτῆς ἄνω, καὶ ἁπλώσει τὰς ἐννοίας αὐτῆς ἐν τοῖς ἐπουρανίοις, καὶ ἐπιθυμήσει ἅπερ τοῖς ὀφθαλμοῖς τοῦ σώματος οὐχ’ ὁρῶνται, καὶ ἡ σὰρξ οὐκ ἐξουσιάζει αὐτῶν, τότε ἐν τῇ πίστει συνίστανται πάντα.

Τοῦ αὐτοῦ· Λόγος ΜΔʹ Τρόπος τῆς εὐχῆς καὶ τῶν λοιπῶν περὶ τῆς διηνεκοῦς μνήμης ἐξ ἀνάγκης ζητουμένων καὶ πολυμερῶς ὠφελούντων, ἐάν τις ἐν διακρίσει ἀναγινώσκῃ αὐτὰ καὶ φυλάττῃ αὐτά. Τὸ βεβαιωθῆναι τινὰ ἐν τῇ αἰτήσει τῆς εὐχῆς αὐτοῦ ἐν τῇ ἐλπίδι τοῦ Θεοῦ, τοῦτο μέρος ἄριστον τῆς χάριτος τῆς πίστεως· βεβαίωσις δὲ τῆς πίστεως εἰς Θεὸν οὐκ ἔστιν ὑγεία τῆς ὁμολογίας, καὶ ἐὰν ἔστιν αὕτη μήτηρ τῆς πίστεως, ἀλλὰ ψυχὴ ἡ θεωροῦσα τὴν ἀλήθειαν τοῦ Θεοῦ ἐκ τῆς δυνάμεως τῆς πολιτείας.

Ὅταν εὕρῃς ἐν ταῖς ἁγίαις γραφαῖς τὴν πίστιν μεμιγμένην ταῖς πολιτείαις, οὐχὶ περὶ τῆς ὀρθῆς ὁμολογίας θήσεις τὴν θεωρίαν τὴν περὶ αὐτῆς· οὐδέποτε γὰρ καταλαμβάνεται ἡ πίστις, ἡ παρέχουσα πληροφορίαν τῆς ἐλπίδος, ἐκ τῶν ἀβαπτίστων, ἢ ἐκ τῶν πεφθαρμένων τὴν διάνοιαν ἐκ τῆς ἀληθείας· πληροφορία γὰρ τῆς πίστεως ἀποκαλύπτεται ἐν τῇ ψυχῇ κατὰ τὴν ἀναλογίαν τῆς ὑψηλῆς πολιτείας τῶν τρόπων τῶν προσεχόντων εἰς τὴν διαταγὴν τῶν ἐντολῶν τοῦ Κυρίου.

Μελέτη διηνεκὴς ἐν τῇ γραφῇ, αὕτη ἐστὶ τὸ φῶς τῆς ψυχῆς· αὕτη γὰρ ἐνσημαίνει ἐν τῇ διανοίᾳ μνήμας ὠφελίμους τοῦ παραφυλάξασθαι ἐκ τῶν παθῶν καὶ τοῦ διαμένειν ἐν τῷ πόθῳ τῷ πρὸς τὸν Θεὸν ἐν τῇ ἁγνείᾳ τῆς προσευχῆς, καὶ κατευθύνει ἔμπροσθεν ἡμῶν ὁδὸν εἰρήνης τῶν ἰχνῶν τῶν ἁγίων. Ὅμως μὴ ἐπελπίσῃς εἰς τὰς σημειώσεις τῶν στίχων, ὅτε οὐκ ἀκολουθεῖ αὐταῖς πολὺς ἐξυπνισμὸς καὶ κατάνυξις διηνεκής, ἢ ἐν ταῖς εὐχαῖς ἢ ἐν τῇ ἀναγνώσει ἐν πάσῃ ὥρᾳ.

Λόγους ἀπὸ πείρας λεγομένους, ἐξ ἀνάγκης δέχου αὐτούς, καὶ ἐὰν ἔστιν ὁ λαλῶν αὐτοὺς ἰδιώτης, διότι οἱ θησαυροὶ οἱ μεγάλοι τῶν βασιλέων τῶν γηΐνων οὐ καταφρονοῦσι δέξασθαι προσθήκην ὀβολοῦ ἀπαιτητοῦ, καὶ ἐκ τῶν ῥυάκων τῶν μικρῶν πλημμυροῦνται οἱ ποταμοὶ καὶ μεγαλύνονται ἐν τῇ ῥύσει αὐτῶν.

Ἐὰν ἡ μνήμη τῶν ἀρετῶν ἀνακαινίζῃ ἐν ἡμῖν ἀρετήν, ὅταν εὑρεθῶμεν αὐτὰς διαλογιζόμενοι, δῆλον ὅτι καὶ ἡ μνήμη τῆς ἀκολασίας ἀνακαινίζει ἐν τῇ διανοίᾳ ἡμῶν ἐπιθυμίαν αἰσχράν, ὅταν μνημονεύσωμεν αὐτῆς, διότι ἡ μνήμη ἑκάστου τούτων διαφορὰν τῶν πραγμάτων αὐτῆς ἐνσημαίνει καὶ διαγράφει ἐν τοῖς διαλογισμοῖς ἡμῶν, καὶ δεικνύει ἡμῖν ὡς ἐν δακτύλῳ τὴν αἰσχρότητα τῶν λογισμῶν ἡμῶν ἢ τὸ ὑψηλὸν τῆς πολιτείας ἡμῶν ἐν τούτοις ἢ τοιούτοις, καὶ κραταιοῖ ἐν ἡμῖν τοὺς λογισμοὺς καὶ τὰς κινήσεις, ἐὰν τῶν δεξιῶν καὶ ἐὰν τῶν ἀριστερῶν, καὶ γινόμεθα μελετῶντες ἐν τῷ κρυπτῷ τῆς διανοίας ἡμῶν, καὶ εἰκονίζεται ὁ μερισμὸς τῆς πολιτείας ἡμῶν ἐν τῇ μελέτῃ τῆς διανοίας ἡμῶν, ἵνα ἐξ ἀνάγκης θεωροῦμεν ἐν αὐτοῖς διαπαντός.

Λοιπόν, οὐχὶ μόνον ἡ μελέτη <ἐν τοῖς κακοῖς> βλάπτει τὸν ἔχοντα αὐτήν, ἀλλὰ σὺν αὐτῇ καὶ ἡ θεωρία καὶ ἡ μνήμη πάλιν ἡ ἀναπληροῦσα ταῦτα· καὶ οὐ μόνον ἡ ἐργασία τῆς ἀρετῆς βοηθεῖ τῷ τελειοῦντι αὐτὴν μεγάλως, ἀλλὰ καὶ ἡ φαντασία τῆς διανοίας, ἡ εἰκονιζομένη ἐκ τῆς μνήμης τῶν προσώπων τῶν ἐργασαμένων αὐτήν.

Καὶ ἐκ τούτου γνωστόν ἐστιν ὅτι οἱ πλησιάσαι τῇ τάξει τῆς καθαρότητος φθάσαντες, πρὸς θεωρίαν τινῶν ἁγίων ἀξιοῦνται ἐν τῇ θεωρίᾳ τῆς νυκτὸς πάντοτε· καὶ ἐν πάσῃ ὥρᾳ τῆς ἡμέρας, ὕλη αὐτοῖς χαρᾶς, ἐν τῇ ἀδολεσχίᾳ τῇ νοητῇ τῆς διανοίας αὐτῶν, ἡ θεωρία τῶν ἁγίων τῶν σφραγισθέντων ἐν ταῖς ψυχαῖς αὐτῶν γίνεται, καὶ τούτου χάριν ἐν θερμότητι προσέρχονται τῇ ἐργασίᾳ τῶν ἀρετῶν, καὶ φλὸξ περισσὴ ἐμπίπτει ἐν αὐτοῖς εἰς τὴν ἐπιθυμίαν τῆς ἀρετῆς.

Καὶ λέγουσιν ὅτι οἱ ἄγγελοι οἱ ἅγιοι λαμβάνουσι τὰ ὁμοιώματα τινῶν τιμίων καὶ ἀγαθῶν καὶ δεικνύουσιν αὐτὰ τῇ ψυχῇ ἐν τῇ φαντασίᾳ τοῦ ὕπνου, ἐν τῷ μετεωρισμῷ τῶν διαλογισμῶν αὐτῆς, εἰς χαρὰν καὶ εἰς περισσὴν ἀγαλλίασιν· καὶ αὐτὰ ἀεὶ ἐν τῇ ἡμέρᾳ κινοῦσιν ἐν τῇ θεωρίᾳ τῶν λογισμῶν αὐτῶν, καὶ ἐλαφρύνεται ἡ ἐργασία αὐτῶν ἐκ τῆς χαρᾶς τῶν ἁγίων, καὶ ἐκ τούτου προστιθοῦσιν εἰς τὸν δρόμον αὐτῶν. Οὕτως καὶ ἐν τῇ συνεχείᾳ τῶν πολέμων, τῷ ἔχοντι συνήθειαν μελετᾶν ἐν τοῖς κακοῖς, ἀεὶ οἱ δαίμονες ἐν τῇ ὁμοιότητι ταύτῃ ποιοῦσι, καὶ λαμβάνουσιν ὁμοίωσιν καὶ δεικνύουσι τῇ ψυχῇ φαντασίας πτοούσας πλέον αὐτὴν ἐν τῇ μνήμῃ τῶν ἐν ἡμέρᾳ ἐν τούτοις μεσαζόντων· καὶ ποτὲ μὲν ἐν τῇ θεωρίᾳ τῇ φοβερᾷ τῇ πτοούσῃ τὴν ψυχήν, ἐν τάχει ἀσθενῆσαι αὐτὴν ποιοῦσι, ποτὲ δὲ πάλιν δεικνύουσιν αὐτῇ τὴν δυσχέρειαν τῆς πολιτείας, τὴν ἐν τῇ ἡσυχίᾳ καὶ τῇ μονώσει καὶ ἕτερα τινά.

Καὶ ἡμεῖς οὖν, ἀδελφοί, λάβωμεν ἄρτι τὸ διακρίνειν ἀεὶ ἐν ταῖς μνήμαις τῆς μελέτης ἡμῶν, ἐν ποίαις αὐτῶν ὁμιλοῦμεν καὶ ποίας ἀποδιώκομεν ἐξ ἡμῶν ταχέως, ὅταν προσεγγίσωσι τῷ φρονήματι ἡμῶν, ἐὰν ἐκ τῆς προνοίας τῶν δαιμόνων τῶν ῥιπτόντων ὕλην τοῖς πάθεσι, καὶ ἐὰν τῇ ἐπιθυμίᾳ ἢ τῷ θυμῷ, ἢ ἐκ τῶν ἁγίων ἀγγέλων τῶν παρεχόντων τὸ νεῦμα τῆς χαρᾶς καὶ τῆς γνώσεως, καὶ μνήμας ἐν τοῖς λογισμοῖς ἡμῶν ἐξυπνιζούσας ἡμᾶς ἐν τῷ πλησιασμῷ αὐτῶν πρὸς ἡμᾶς, ἢ ἐκ τῶν προλήψεων τῶν προλαβόντων ἐν αἰσθήσει, ἐξ ὧν κινοῦνται ἐν τῇ ψυχῇ οἱ λογισμοὶ οἱ ἁρμόζοντες τῷ μέρει τῷ ἑνὶ ἐξ αὐτῶν· καὶ τὴν πεῖραν τῶν δύο αὐτῶν ἐν τῇ διαγνώσει τῆς διακρίσεως κτησώμεθα, καὶ τὴν θεωρίαν αὐτῶν καὶ τὴν ὁμιλίαν αὐτῶν καὶ τὴν ἐργασίαν τῶν ἔργων αὐτῶν, καὶ ἑκάστῃ ἐξ αὐτῶν ἀκολουθεῖν ποιήσωμεν εὐχὴν ἀφωρισμένην.

Ἡ ἀγάπη ἡ ἔκ τινων γινομένη πραγμάτων, ὡς λαμπάς ἐστι μικρὰ ἡ ἐκ τοῦ ἐλαίου ἀνατρεφομένη, καὶ οὕτως συνίσταται τὸ φῶς αὐτῆς, ἢ καὶ ὡς χείμαρρος ῥέων ἐκ τοῦ ὑετοῦ, καὶ ὅτε λείψει ἡ ὕλη ἡ συνιστῶσα αὐτόν, παύεται ἡ ῥεῦσις αὐτοῦ. Ἡ ἀγάπη δὲ ἡ ἔχουσα τὸν Θεὸν αἴτιον, ὡς πηγή ἐστι βρύουσα, καὶ οὐδέποτε ἡ ῥεῦσις αὐτῆς κόπτεται· αὐτὸς γὰρ μόνος πηγή ἐστι τῆς ἀγάπης, καὶ ἀνελλιπής ἐστιν ἡ ὕλη αὐτῆς.

Θέλεις τρυφῆσαι ἐν τῇ στιχολογίᾳ τῆς λειτουργίας σου καὶ λαβεῖν αἴσθησιν τῶν λογίων τοῦ Πνεύματος τῶν ὑπὸ σοῦ λεγομένων; Τελείως τὴν ποσότητα ἄφες, καὶ τὴν γνῶσιν τῶν μέτρων τῶν ἐν αὐτοῖς μὴ στήσῃς, καὶ τοὺς στίχους ἵνα λέγῃς ὡς ἐν τοῖς τρόποις τῆς εὐχῆς, καὶ τὸν ἐκστηθισμὸν τὸν συνήθη ἄφες· καὶ νόησον ὅπερ λέγω σοι. Καὶ ὅπερ ἱστορικῶς εἴρηται, ὡς ἐν ἀναγνώσει τινὸς τῶν ὑπὸ Θεοῦ κυβερνωμένων, ἔστω ἡ διάνοιά σου θεωροῦσα ἐν τῇ μελέτῃ αὐτῶν, ἕως ἂν εἰς τὰς κατανοήσεις αὐτῶν τὰς μεγάλας ἐξυπνισθῇ σου ἡ ψυχὴ τῇ ἐκπλήξει τῆς οἰκονομίας, καὶ ἐκ τούτου κινῆται ἢ εἰς δοξολογίαν ἢ εἰς λύπην ἐπωφελῆ.

Καὶ εἴ τι ἐστὶν εἰς εὐχήν, καθ’ ἑαυτὸν λάβε αὐτά, καὶ ὅτε βεβαιωθῇ ἡ διάνοια ἐν τούτοις, ἡ σύγχυσις ἔκτοτε διδοῖ τόπον καὶ ὑπάγει. Οὐκ ἔστι γὰρ ἐν τῇ ἐργασίᾳ τῇ δουλικῇ εἰρήνη τῆς διανοίας, οὐδὲ ἐν τῇ ἐλευθερίᾳ τῶν τέκνων σύγχυσις τῆς ταραχῆς· ἔθος γὰρ ἔχει ἡ σύγχυσις ἀφαιρεῖν τὴν γεῦσιν τῆς συνέσεως καὶ τῆς κατανοήσεως, καὶ σκυλεῦσαι τὰ νοήματα τὰ ἐν αὐτοῖς, καθάπερ βδέλλα ἡ συμπίνουσα τὴν ζωὴν τοῦ σώματος ἐν τῷ αἵματι τῶν μελῶν αὐτοῦ. Καὶ γὰρ ὄχημα διαβόλου, εἰ δυνατόν, πρέπει ὀνομάζεσθαι τὴν σύγχυσιν, διότι ὁ σατανᾶς κατὰ τὴν ὁμοίωσιν τοῦ ἡνιόχου ἔθος ἔχει ἀεὶ ἐπιβαίνειν τῷ νῷ καὶ λαμβάνειν τὸ ἄθροισμα τῶν παθῶν μετ’ αὐτοῦ καὶ εἰσέρχεσθαι εἰς τὴν ταλαίπωρον ψυχὴν καὶ καταποντίζειν αὐτὴν ἐν τῇ συγχύσει.

Καὶ τοῦτο ἐν διακρίσει νόησον· μὴ γίνου ἐν τοῖς στίχοις τῆς ψαλμωδίας σου καὶ τῆς εὐχῆς σου ὡς παρ’ ἄλλου δεχόμενος τοὺς λόγους, ἵνα μὴ οἰηθῇς τὸ ἔργον τῆς μελέτης πληθύνειν ἀδιαλείπτως, καὶ ἐκ τῆς κατανύξεως καὶ τῆς χαρᾶς τῆς ἐν αὐτοῖς παρέλθῃς τελείως· ἀλλ’ ὡς ἐξ ἑαυτοῦ ἵνα λέγῃς τοὺς λόγους ἐν τῇ δεήσει σου ἐν κατανοήσει καὶ κατανύξει τῆς διακρίσεως, ὡς ὁ συνιῶν τὸ ἔργον αὐτοῦ ἀληθῶς.

Ἡ ἀκηδία, ἐκ τοῦ μετεωρισμοῦ τῆς διανοίας, καὶ ὁ μετεωρισμός, ἐκ τῆς ἀργίας τῶν ἔργων καὶ τῆς ἀναγνώσεως καὶ ἐκ τῆς ματαίας συντυχίας ἢ ἀπὸ γαστρὸς πεπληρωμένης. Ὁ μὴ ἀντιλέγων τοῖς ἐν ἡμῖν ὑποσπειρομένοις λογισμοῖς τοῦ ἐχθροῦ, ἀλλὰ διὰ ἱκεσίας τῆς πρὸς τὸν Θεὸν τὴν πρὸς αὐτοὺς ὁμιλίαν ἐκκόπτων, τοῦτο σημεῖον ἐστὶν ὅτι εὗρεν ὁ νοῦς σοφίαν παρὰ τῆς χάριτος· καὶ ἐκ πολλῶν ἔργων ἠλευθέρωσεν αὐτὸν ἡ γνῶσις αὐτοῦ ἡ ἀληθινή, καὶ ἐν τῇ εὑρέσει τῆς συντόμου τρίβου, ἣν ἔφθασε, τὸν πολὺν μετεωρισμὸν τῆς μακρᾶς ὁδοῦ ἐξέκοψε, διότι οὐκ ἐν παντὶ καιρῷ ἔχομεν δύναμιν ἀντιλέγειν πᾶσι τοῖς λογισμοῖς τοῖς ἀντικειμένοις ἡμῖν, ὥστε καταπαῦσαι αὐτούς, ἀλλὰ πολλάκις λαμβάνομεν ἐξ αὐτῶν πληγὴν τὴν μὴ ἰωμένην ἐν πολλῷ καιρῷ.

Ἐξεναντίας τούτων τῶν ἐχόντων ἑξακισχιλίους χρόνους, εἰσφέρεις ἑαυτὸν δογματίσαι· καὶ γίνεται τοῦτο αὐτοῖς παρασκευή, ἐν ᾗ δυνήσονται πλῆξαι σε ὑπέρμετρα τῆς σοφίας σου καὶ τῆς φρονήσεώς σου. Ἀλλὰ καὶ ὅτε νικήσεις αὐτοὺς σύ, ὁ ῥύπος τῶν λογισμῶν μολύνει τὴν διάνοιάν σου, καὶ ἡ ὀσμὴ τῆς δυσωδίας αὐτῶν πολὺν καιρὸν ἐν τῇ ὀσφρήσει σου διαμένει· ἐν τῷ τρόπῳ δὲ τῷ πρώτῳ, ἐκ τούτων ἁπάντων καὶ τοῦ φόβου ἐλεύθερος γίνῃ, διότι οὐκ ἔστι βοήθεια ἄλλη ὡς ὁ Θεός.

Περὶ δακρύων. Τὰ δάκρυα τὰ ἐν τῇ εὐχῇ σημεῖον ἐστὶ τοῦ ἐλέους τοῦ Θεοῦ, οὗπερ ἠξιώθη ἡ ψυχὴ ἐν τῇ μετανοίᾳ αὐτῆς, καὶ ὅτι προσεδέχθη καὶ ἤρξατο εἰσέρχεσθαι εἰς πεδιάδα τῆς καθαρότητος ἐν τοῖς δάκρυσιν. Ἐὰν γὰρ μὴ ἀρθῶσιν οἱ λογισμοὶ ἐκ τῆς μερίμνης καὶ τῆς μνήμης τῶν παρερχομένων, καὶ ῥίψωσιν ἐξ ἑαυτῶν τὴν ἐλπίδα τοῦ κόσμου, καὶ κινηθῇ ἐν αὐτοῖς ἡ καταφρόνησις αὐτοῦ, καὶ ἄρξωνται ἀγαθὰ ἐφόδια τῇ ἐξόδῳ αὐτῶν παρασκευάζειν, καὶ ἄρξωνται κινεῖσθαι ἐν τῇ ψυχῇ λογισμοὶ τείνοντες εἰς τὰ ἐκεῖσε, οὐ δύνανται οἱ ὀφθαλμοὶ δακρύειν· τὰ δάκρυα γὰρ ἐκ τῆς ἀκραιφνοῦς ἀδολεσχίας τῆς ἀμετεωρίστου καὶ τῶν λογισμῶν τῶν πολλῶν καὶ συνεχῶν τῶν ἀκλινῶς γινομένων, καὶ ἐκ μνήμης τινὸς λεπτοῦ γινομένου ἐν τῇ διανοίᾳ καὶ λυποῦντος τὴν καρδίαν ἐκ τῆς μνήμης αὐτοῦ· καὶ ἐκ τούτων τὰ δάκρυα πληθύνονται καὶ ἐπὶ πλέον αὐξάνονται.

Ὅταν στραφῇς εἰς τὸ ἔργον τῶν χειρῶν ἐν τῇ διαμονῇ τῆς ἡσυχίας σου, μὴ θήσεις τὴν ἐντολὴν τῶν πατέρων κάλυμμα τῆς φιλαργυρίας σου. Ἔργον μικρὸν ἔστω σοι, χάριν τῆς ἀκηδίας σου, τὸ μὴ ταράσσον τὸν νοῦν. Ἐὰν δὲ διὰ τὴν ἐλεημοσύνην χρήσασθαι τὸ ἔργον πλεῖον ἐπιθυμῇς, γνῶθι ὅτι ἡ εὐχὴ ἀνωτέρα τῆς ἐλεημοσύνης ἐστὶν ἐν τῇ τάξει αὐτῆς ἐὰν δὲ διὰ τὴν χρείαν σου, ἐὰν μὴ ἀπληστῇς, ἀρκεῖ σοι εἰς πλήρωσιν τῆς χρείας σου ἐκεῖνο ὅπερ ὁ Θεὸς οἰκονομεῖ σοι· οὐδέποτε γὰρ ἀφῆκεν ὁ Θεὸς τοὺς ἐργάτας αὐτοῦ ἐνδεεῖς γενέσθαι τῶν παρερχομένων· Ζητήσατε γὰρ πρῶτον, εἶπεν ὁ Κύριος, τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν πρὸ τοῦ αἰτήσασθαι ὑμᾶς.

Εἶπε τίς τῶν ἁγίων ὅτι οὐχὶ αὕτη ἐστὶν ἡ τάξις τῆς πολιτείας σου, τὸ κορέσαι τοὺς πεινῶντας καὶ γενέσθαι τὸ κελλίον σου ξενοδοχεῖον τῶν ξένων· αὕτη γὰρ ἡ πολιτεία τῶν ὄντων ἐν τῷ κόσμῳ, καὶ μᾶλλον αὐτοῖς πρέπει ὡς καλόν, οὐχὶ δὲ τοῖς ἀναχωρηταῖς καὶ ἐλευθέροις τῶν μεριμνῶν τῶν ὁρωμένων καὶ φυλάττουσι τὸν νοῦν αὐτῶν ἐν τῇ προσευχῇ.

Ἐάν ποτε εὑρεθῇς ἄξιος τῆς ἀναχωρήσεως τῆς ἐχούσης τὰ φορτία ἐλαφρὰ ἐν τῇ βασιλείᾳ τῆς ἐλευθερίας αὐτῆς, μὴ κατεπείξῃ σε ὁ λογισμὸς τοῦ φόβου κατὰ τὴν συνήθειαν αὐτοῦ ἐν πολλοῖς τρόποις τῆς ἀλλοιώσεως τῶν λογισμῶν καὶ τῆς ἀναστροφῆς αὐτῶν.

Ἀλλ’ ὥσπέρ τις πιστεύων ὅτι ὁ φύλαξ μετ’ αὐτοῦ ἐστι, καὶ πληροφορηθεὶς ἐν τῇ σοφίᾳ αὐτοῦ ἀκριβῶς ὅτι μετὰ πάσης τῆς κτίσεως ὑποκάτωθεν ἑνὸς δεσπότου <ἐστί>, καὶ ἓν νεῦμα τὰ πάντα κινεῖ καὶ σαλεύει καὶ πραΰνει καὶ οἰκονομεῖ, καὶ οὐδεὶς σύνδουλος δύναται βλάψαι τινὰ τῶν συνδούλων αὐτοῦ ἐκτὸς ἐπιτροπῆς τοῦ προνοητοῦ, καὶ ὑποκάτωθεν τῆς προνοίας ἐστὶ πάντα, εὐθέως ἀνάστα καὶ θάρσει. Καὶ ἐὰν ἐδόθη ἡ ἐλευθερία τισίν, ἀλλ’ οὐκ ἐν παντὶ πράγματι, οὐδὲ οἱ δαίμονες, οὐδὲ τὰ θηρία τὰ φθαρτικά, οὔτε οἱ ἄνθρωποι ἐν τῇ κακίᾳ, δύναταί τις ἐξ αὐτῶν πληρῶσαι τὸ θέλημα αὐτοῦ εἰς φθορὰν καὶ ἀπώλειαν τοῦ ἑταίρου αὐτοῦ, ἕως ἂν ἐπιτρέψῃ τὸ νεῦμα καὶ δώσῃ τόπον ποσότητος. Οὐχὶ δὲ τὴν ἐλευθερίαν πᾶσαν ἐπιτρέπει καὶ κελεύει ἐκεῖνο τὸ νεῦμα τὸ ἄνω ἐλθεῖν εἰς ἐνέργειαν, εἰ δὲ μὴ οὐκ εἶχε ζῆσαι πᾶσα σάρξ· οὐκ ἐᾷ γὰρ ὁ Κύριος τὴν κτίσιν αὐτοῦ ἵνα πλησιάσῃ αὐτὴν ἡ ἐξουσία τῶν δαιμόνων καὶ τῶν ἀνθρώπων καὶ ἐνεργήσῃ ἐν αὐτῇ κατὰ τὸ θέλημα αὐτῶν.

Διατοῦτο ἵνα λέγῃς ἀεὶ τῇ ψυχῇ σου, “Ἔχω φύλακα φυλάσσοντά με, καὶ οὐ δύναταί τι τῶν κτισμάτων φανῆναι ἐνώπιόν μου, μόνον εἰ μὴ ἄνωθεν γένηται τὸ κέλευσμα”. Ἕως οὐδὲ θεάσῃ τοῖς ὀφθαλμοῖς σου καὶ τοῖς ὠσὶν ἀκουτίσαι σου τὰς ἀπειλὰς αὐτῶν, μὴ πιστεύσεις ὅτι τολμῶσιν. Εἰ γὰρ εἶχον ἐπιτροπὴν ἄνωθεν ἐκ τοῦ νεύματος τοῦ ἐπουρανίου, οὐκ ἦν ἀνάγκη λόγου καὶ λόγων, ἀλλὰ τῷ θελήματι αὐτῶν καὶ τὸ ἔργον ἐπηκολούθει, “ἐὰν δὲ τοῦτό ἐστι τὸ θέλημα τοῦ δεσπότου μου” ἵνα λέγῃς σεαυτῷ, “ἐξουσιάσαι τοὺς πονηροὺς τοῦ πλάσματος αὐτοῦ κατ’ ἐμοῦ, οὐδὲ ἐγὼ δυσχερῶς δέχομαι τοῦτο, ὥς τις θέλων καταργῆσαι τὸ θέλημα τοῦ Κυρίου αὐτοῦ”, καὶ οὕτως ἐν τοῖς πειρασμοῖς σου χαρᾶς πληρωθήσῃ, ὥς τις γνοὺς καὶ αἰσθηθεὶς ὅτι τὸ νεῦμα τοῦ δεσπότου αὐτοῦ κυβερνᾷ αὐτόν.

Λοιπὸν στήριξον τὴν καρδίαν σου ἐν τῇ πεποιθήσει τῇ πρὸς Κύριον καὶ μὴ φοβηθῇς μήτε ἀπὸ φόβου νυκτερινοῦ, μήτε ἀπὸ βέλους πετομένου ἡμέρας· ἡ πίστις γάρ φησι τοῦ δικαίου πρὸς τὸν Θεὸν ποιεῖ τὰ θηρία τὰ ἄγρια ὡς τὰ πρόβατα καὶ τὰς αἴγας· «οὐκ εἰμί» φησι «δίκαιος, ἵνα πεποιθὼς ἔσωμαι ἐπὶ Κύριον». Ἀλλὰ σὺ ἀληθῶς διὰ τὴν ἐργασίαν τῆς δικαιοσύνης ἐξῆλθες εἰς τὴν ἔρημον τὴν πλήρη θλίψεων, καὶ διατοῦτο ὑπήκοος ἐγένου τῷ θελήματι τοῦ Θεοῦ.

Λοιπὸν ματαίως κοπιᾷς ὅταν βαστάζῃς τοὺς κόπους τούτους, οὐχὶ ὅτι θέλει ὁ Θεὸς τὸν κόπον τῶν ἀνθρώπων, εἰ μὴ σὺ προσφέρεις αὐτῷ θυσίαν ἀγάπης τὴν θλίψιν σεαυτοῦ. Ταύτην τὴν διάκρισιν δεικνύουσι πάντες οἱ ἀγαπῶντες τὸν Θεόν, θλίβοντες ἑαυτοὺς ὑπὲρ τῆς ἀγάπης αὐτοῦ, ὅτι οἱ εὐδοκοῦντες πάντες ἐν τῷ φόβῳ τοῦ Θεοῦ ζῆσαι ἐν Χριστῷ Ἰησοῦ θλίψιν αἴρουσι καὶ διωγμὸν ὑπομένουσι. Καὶ τότε ἐξουσιάσαι αὐτοὺς ποιεῖ τῶν κρυπτῶν θησαυρῶν αὐτοῦ.

Εἶπε γὰρ τίς τῶν ἁγίων ὅτι «ἦν τις τῶν ἀναχωρητῶν γέρων τίμιος, καὶ ἀπῆλθον πρὸς αὐτὸν ἅπαξ, καὶ ἤμην λυπούμενος ἐκ τῶν πειρασμῶν· αὐτὸς δὲ ἦν ἀσθενῶν καὶ κατακείμενος. Καὶ ὅτε ἠσπασάμην αὐτόν, ἐκάθισα πρὸς αὐτὸν καὶ εἶπον αὐτῷ· “εὖξαι ὑπὲρ ἐμοῦ, πάτερ, ὅτι πάνυ λυποῦμαι ἐκ τῶν πειρασμῶν τῶν δαιμόνων”.

Ὁ δὲ ἀνοίξας τοὺς ὀφθαλμοὺς αὐτοῦ προσέσχε καλῶς μοι καὶ εἶπε· “τέκνον, σὺ νεώτερος εἶ, καὶ οὐκ ἀφεῖ ὁ Θεὸς ἐπὶ σὲ πειρασμούς”. Τότε εἶπον αὐτῷ ὅτι μὲν “νεώτερός εἰμι, ναί, ἀλλ’ οἱ πειρασμοὶ τῶν ἰσχυρῶν ἀνδρῶν εἰσι μετ’ ἐμοῦ”. Τότε εἶπέ μοι, “λοιπὸν ὁ Θεὸς θέλει σε σοφίσαι”. Καὶ εἶπον αὐτῷ ἐγώ, “πῶς σοφισθήσομαι; ἐγὼ καθ’ ἡμέραν γεύομαι τοῦ θανάτου”. Καὶ αὐτὸς εἶπέ μοι, “ὁ Θεὸς ἀγαπᾷ σε, σιώπα· μέλλει ὁ Θεὸς δοῦναι σοι τὴν χάριν αὐτοῦ”. Καὶ πάλιν εἶπε μοί, “ἵνα γνῷς, τέκνον μου, ὅτι τριάκοντα χρόνους πόλεμον μετὰ τῶν δαιμόνων ἐποίησα, καὶ εἴκοσι χρόνους οὐκ ἐβοηθήθην παντελῶς· ὅτε δὲ ὁ εἰκοστὸς πέμπτος χρόνος γέγονεν, ἤρξατο ἔρχεσθαί μοι ἀνάπαυσις, καὶ ὅσον ἤρχετο ἐπληθύνετο· καὶ ὅτε ὁ εἰκοστὸς ὄγδοος χρόνος γέγονε, μᾶλλον ἐπὶ πλέον ἐπληθύνθη· καὶ ἐν τῷ τέλει τοῦ τριακοστοῦ χρόνου, οὕτως ἐπληθύνθη ἡ ἀνάπαυσις, ἕως ἂν οὐ γινώσκω πόσον ἐστί”. Καὶ ἔλεγεν ὅτι “ὅτε θελήσω ἀναστῆναι εἰς τὴν λειτουργίαν, Δόξαν μίαν ἀφίομαι λειτουργῆσαι· καὶ τὰ λοιπὰ δέ, ἐὰν στῷ τρεῖς ἡμέρας, εἰς ἔκπληξιν μετὰ τοῦ Θεοῦ γίνομαι καὶ οὐκ αἰσθάνομαι κόπου”». Ἰδοὺ τὸ ἔργον τοῦ πολλοῦ καιροῦ ποίαν ἀνάπαυσιν ἀπλήρωτον ἐγέννησεν.

Ἦν τίς τῶν πατέρων, καὶ ἦν ἐσθίων δεύτερον τῆς ἑβδομάδος Καὶ εἶπεν ἡμῖν ὅτι «ἐν τῇ ἡμέρᾳ ἐν ᾗ λαλῶ τινι, τὸν κανόνα τῆς νηστείας κατὰ τὴν συνήθειάν μου οὐ δύναμαι φυλάξαι, ἀλλὰ ἀναγκάζομαι καταλῦσαι». Καὶ ἐνενοήσαμεν ὅτι ἡ φυλακὴ τῆς γλώττης οὐ μόνον ἐξυπνίζει τὸν νοῦν πρὸς τὸν Θεόν. ἀλλὰ καὶ τοῖς ἔργοις τοῖς φανεροῖς, τοῖς διὰ τοῦ σώματος ἐνεργουμένοις. ἰσχὺν μεγάλην κρυπτῶς παρέχει εἰς τὸ τελεσθῆναι αὐτά, καὶ φωτίζει πάλιν τὴν διάνοιαν ἀεὶ ἐν τῇ κρυπτῇ ἐργασίᾳ, καθὼς εἶπον οἱ πατέρες ἡμῶν ὅτι «ἡ φυλακὴ τοῦ στόματος ἐξυπνίζει τὴν συνείδησιν πρὸς τὸν Θεόν, ἐὰν ἐν γνώσει τις σιωπᾷ».

Οὗτος δὲ ὁ ἅγιος συνήθειαν εἶχε πολλὴν εἰς τὴν ἀγρυπνίαν τῆς νυκτός, καὶ εἶπεν ὅτι «τὴν νύκτα ἐκείνην, ἐν ᾗ ἵσταμαι εἰς αὐτὴν ἕως πρωῒ καὶ μετὰ τὴν ψαλμωδίαν ἀναπαύομαι, μετὰ τὸ ἐξυπνισθῆναι με ἐκ τοῦ ὕπνου, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γίνομαι οὕτως, ὡς ἄνθρωπός τις μὴ ὢν ἐν τῷ κόσμῳ τούτῳ, καὶ λογισμοί τινες γήϊνοι ἐν τῇ καρδίᾳ μου οὐκ ἀναβαίνουσιν, οὐδὲ τῶν ὡρισμένων κανόνων χρείαν ἔχω, ἀλλ’ ἐν τῇ ἐκπλήξει γίνομαι ὅλην τὴν ἡμέραν ἐκείνην.

Ἐν μιᾷ οὖν τῶν ἡμερῶν, ἐν ᾗ ἤμην ἐσθίων ἐν αὐτῇ—καὶ ἤμην ἀπὸ τεσσάρων ἡμερῶν μηδὲν γευσάμενος—, ὅτε ἀνέστην εἰς τὴν λειτουργίαν τῶν ἑσπερινῶν, καὶ οὕτως γεύσομαι, ἔστην ἐν τῇ αὐλῇ τοῦ κελλίου μου, ὅτε ἦν ἥλιος πολύς, καὶ ὅτε ἠρξάμην, μόνον εἰς μίαν Δόξαν τῆς λειτουργίας ᾐσθήθην, καὶ πάλιν, ἕως τῆς ἄλλης ἡμέρας, ὅτε ἀνέτειλεν ὁ ἥλιος εἰς τὸ πρόσωπόν μου καὶ ἐθερμάνθη τὸ σῶμα μου, οὐκ ᾐσθήθην ποῦ ἤμην, καὶ τότε ὅτε ὁ ἥλιος ἐβάρησέ με καὶ ἔκαυσε τὸ πρόσωπόν μου, ἐστράφη ὁ νοῦς μου πρός με, καὶ ἰδοὺ εἶδον ὅτι ἄλλη ἡμέρα ἐστι, καὶ ηὐχαρίστησα τῷ Θεῷ ὅτι πόσον ἡ χάρις αὐτοῦ ὑπερεκχεῖται ἐπὶ τὸν ἄνθρωπον καὶ εἰς ποίαν μεγαλωσύνην ἀξιοῖ τοὺς καταδιώκοντας αὐτόν».