Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσαὰκ ὁ Σύρος – Λόγοι ἀσκητικοί

Ἰσαὰκ ὁ Σύρος

Λόγος Α': Ο φόβος του Θεού, η αποχώρηση από τον κόσμο και η μελέτη των Γραφών

Η θεμελίωση της αρετής διά του φόβου του Θεού, η πάλη κατά των αισθήσεων, η πνευματική ανάγνωση και η αναγκαιότητα της εμπράκτου διδασκαλίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσαὰκ ὁ Σύρος

—

Κεφάλαιο 1 από 18

Λόγος Αʹ Ὁ φόβος τοῦ Θεοῦ, ἀρχὴ τῆς ἀρετῆς· λέγεται δὲ εἶναι γέννημα τῆς πίστεως. Σπείρεται δὲ ἐν τῇ καρδίᾳ, ὅταν ἀποχωρισθῇ ἡ διάνοια ἐκ τοῦ περισπασμοῦ τοῦ κόσμου, τοῦ συνάξαι τὰς νοήσεις αὐτῆς τὰς ῥεμβομένας ἐκ τοῦ μετεωρισμοῦ ἐν τῇ ἀδολεσχίᾳ τῆς μελλούσης ἀποκαταστάσεως.

Τοῦ θεῖναι θεμέλιον τῆς ἀρετῆς, οὐδὲν κρειττότερον τοῦ ἐπισχεῖν τινὰ ἑαυτὸν ἐν τῇ ἀπαλλαγῇ τῶν τοῦ βίου πραγμάτων καὶ διαμεῖναι ἐν τῷ λόγῳ τοῦ φωτὸς τῶν τρίβων τῶν εὐθειῶν καὶ ἁγίων, ὧν ἐν πνεύματι ὁ ψαλμωδὸς ἐσήμανε καὶ ἐπωνόμασε.

Μόλις εὑρίσκεται ἄνθρωπος δυνάμενος φέρειν τὴν τιμήν· τάχα δέ, οὐδὲ παντελῶς εὑρίσκεται, καὶ τοῦτο ἐκ τῆς ταχείας ὑποδοχῆς τῆς ἀλλοιώσεως, ὡς ἄν τις λέγει, οὐδὲ ἐάν τις τοῖς τρόποις ἰσάγγελος γένηται.

Ἡ ἀρχὴ τῆς ὁδοῦ τῆς ζωῆς, τὸ ἀεὶ μελετῆσαι τὸν νοῦν ἐν τοῖς λόγοις τοῦ Θεοῦ καὶ ἐν πτωχείᾳ διατρίβειν· τὸ γὰρ ἐκεῖθεν ἀρδεύεσθαι συνεργεῖ εἰς τὴν ταύτης τελείωσιν, ἤγουν τὸ ἀρδεύεσθαι ἐκ τῆς μελέτης τῶν λόγων βοηθεῖ σοι εἰς τὴν κατόρθωσιν τῆς πτωχείας· ἡ δὲ κατόρθωσις τῆς ἀκτημοσύνης σχολὴν παρέχει σοι τοῦ κατορθῶσαι τὴν μελέτην τῶν λόγων τοῦ Θεοῦ· ἡ γὰρ βοήθεια τῶν δύο τούτων συντόμως ἀναφέρει εἰς τὴν ἀνάβασιν πάσης οἰκοδομῆς τῶν ἀρετῶν.

Οὐδεὶς δύναται πλησιάσαι τῷ Θεῷ, εἰ μὴ ὁ ἀποστῶν ἑαυτὸν ἐκ τοῦ κόσμου· ἀπόστασιν δὲ λέγω, οὐ τὴν ἐκδημίαν τοῦ σώματος, ἀλλὰ τῶν τοῦ κόσμου πραγμάτων. Αὕτη δέ ἐστιν ἡ ἀρετή· ἵνα τις ἐν τῇ διανοίᾳ αὐτοῦ σχολάσῃ ἀπὸ τοῦ κόσμου. Οὐ δύναται ἡ καρδία γαληνιάσαι καὶ ἀφάνταστος εἶναι. ὅσον αἱ αἰσθήσεις ἐνεργοῦσι τινά· οὐδὲ τὰ πάθη τὰ σωματικὰ καταργοῦνται, οὐδὲ οἱ πονηροὶ λογισμοὶ ἐκλείπουσιν ἄνευ τῆς ἐρήμου.

Ἕως ἂν κτήσηται ἡ ψυχὴ μέθην ἐν τῇ πίστει τοῦ Θεοῦ, ἐν τῇ ὑποδοχῇ τῆς αἰσθήσεως τῆς δυνάμεως αὐτῆς, οὐδὲ τὴν ἀσθένειαν τῶν αἰσθήσεων θεραπεύει, οὐδὲ δυνάμει δύναται πατῆσαι τὴν ὕλην τὴν ὁρατήν, ἥτις ἐστὶ φραγμὸς τῶν ἔσω καὶ οὐκ αἰσθάνεται.

Τὸ λογικόν, τοῦ αὐτεξουσίου γέννημα, καὶ ὁ καρπὸς ἑκατέρων ὁ ἐκκλινισμός· ἄνευ τῆς πρώτης, οὐδὲ ἡ δευτέρα, ὅπου δὲ ἡ δευτέρα ὑστερεῖ, ἐκεῖ ἡ τρίτη ὡς ἐν χαλινῷ δέδεται. Ὅταν ἡ χάρις πληθυνθῇ ἐν ἀνθρώπῳ, τότε ἐν τῷ πόθῳ τῆς δικαιοσύνης ὁ φόβος τοῦ θανάτου εὐκαταφρόνητος αὐτῷ γίνεται, καὶ αἰτίας πολλὰς εὑρίσκει τις ἐν τῇ ψυχῇ αὐτοῦ, ὅτι δεῖ ὑπὲρ τοῦ φόβου τοῦ Θεοῦ ὑποφέρειν τὴν θλίψιν. Καὶ ὅσα δοκοῦντα βλάπτειν τὸ σῶμα καὶ αἰφνιδίως ἐπὶ τὴν φύσιν ἐπέρχονται καὶ ἀκολούθως εἰς τὸ παθεῖν ἐτέθησαν, ὡς οὐδὲν λογίζονται ἐν ὀφθαλμοῖς αὐτοῦ ἐν συγκρίσει τῶν ἐλπιζομένων ἀπὸ τοῦ νῦν.

Καὶ οὐ δυνατὸν χωρὶς παραχωρήσεως τῶν πειρασμῶν γνῶναι ἡμᾶς τὴν ἀλήθειαν· πληροφορίαν δὲ περὶ τούτου, ἐκ τῆς διανοίας ἀκριβῶς εὑρίσκει, καὶ ὅτι πρόνοιαν πολλὴν ἔχει ὁ Θεὸς ἐπὶ τὸν ἄνθρωπον, καὶ οὐκ ἔστιν ἄνθρωπος μὴ ὢν ὑπὸ τὴν πρόνοιαν αὐτοῦ· καὶ μάλιστα ἐπὶ τοὺς ἐξελθόντας ζητῆσαι αὐτὸν καὶ βαστάζοντας τὰ πάθη ὑπὲρ αὐτοῦ, δακτυλοειδῶς θεωρεῖ λαμπρῶς.

Ὅταν δὲ ἡ στέρησις τῆς χάριτος πληθυνθῇ ἐν ἀνθρώπῳ, τότε πάντα τὰ ῥηθέντα ἐναντία εὑρίσκονται πλησίον· καὶ ἡ γνῶσις, μείζων τῆς πίστεως διὰ τὴν ἐξέτασιν, καὶ ἡ πεποίθησις τοῦ Θεοῦ οὐκ ἐν παντὶ πράγματι ἐπιτυγχάνει, καὶ οὐδὲ οὕτως ἡ πρόνοια τοῦ Θεοῦ περὶ τὸν ἄνθρωπον νομίζεται, ἀλλὰ ὑπὸ τῶν ἐνεδρευόντων, καὶ ἐν σκοτομήνῃ κατατοξεῦσαι τὰ βέλη αὐτῶν εἰωθότων ἐνδελεχῶς, ἐνεδρεύεται ἐν τούτοις ὁ τοιοῦτος.

Ἀρχὴ τῆς ἀληθινῆς ζωῆς τοῦ ἀνθρώπου, ὁ φόβος τοῦ Θεοῦ, καὶ οὗτος, σὺν μετεωρισμῷ τινῶν ἐν τῇ ψυχῇ, διαμεῖναι οὐ πείθεται· διασκεδάζεται γὰρ ἡ καρδία ἐκ τῆς ἡδονῆς τοῦ Θεοῦ ἐν τῇ διακονίᾳ τῶν αἰσθήσεων.

Δέδενται [γάρ φησιν] αἱ ἔσω ἔννοιαι ἐν τῇ αἰσθήσει αὐτῶν, ἐν τοῖς αἰσθητηρίοις τοῖς διακονοῦσιν αὐταῖς. Δισταγμὸς καρδίας ἐπεισάγει τῇ ψυχῇ δειλίαν· ἡ δὲ πίστις καὶ ἐν τῇ ἐκκοπῇ τῶν μελῶν δύναται κρατῦναι τὴν διάνοιαν. Ἐν ὅσῳ ὁ πόθος τῆς σαρκὸς ὑπερισχύει ἐν σοί, εὔθαρσος καὶ ἀπτόητος οὐ δυνήσῃ γενέσθαι ἐκ τῶν πολλῶν ἐναντιωμάτων τῶν διαμενόντων πλησίον τοῦ ποθουμένου.

Ὁ ἐφιέμενος τῆς τιμῆς, οὐ δύνατον αὐτὸν στερηθῆναι τῶν αἰτιῶν τῆς λύπης. Οὐδείς ἐστιν ἄνθρωπος ἐν τῇ ἀλλοιώσει τῶν πραγμάτων, ὅστις οὐ κτᾶται ἡ διάνοια αὐτοῦ ἀλλοίωσιν πρὸς τὸ προκείμενον πρᾶγμα. Ἐὰν ἡ ἐπιθυμία φησὶ γέννημα τῶν αἰσθήσεων ὑπάρχῃ, σιωπησάτωσαν λοιπὸν οἱ μετὰ περισπασμοῦ τὴν εἰρήνην τῆς διανοίας φυλάττειν ὁμολογοῦντες.

Σώφρων ἐστίν, ὅστις οὐκ ἐν τῷ σκοπῷ τῆς πάλης καὶ τοῦ ἀγῶνος παύονται ἐξ αὐτοῦ οἱ αἰσχροὶ λογισμοί, ἀλλὰ οὗτινος ἡ ἀλήθεια τῆς καρδίας αὐτοῦ σωφρονίζει τὴν θεωρίαν τῆς διανοίας αὐτοῦ, τοῦ μὴ ἀτενίσαι ἀναιδῶς τοῖς ἀκολάστοις λογισμοῖς. Καὶ ὅτε ἡ σεμνότης τῆς συνειδήσεως αὐτοῦ μαρτυρεῖ ἐκ τῆς θέας τῶν ὀφθαλμῶν αὐτοῦ τῶν πιστῶν, ἡ αἰδὼς ὥσπερ καταπέτασμα ἐστὶ κρεμαμένη ἐν τῷ χώρῳ τῷ κρυπτῷ τῶν λογισμῶν· ὡς σώφρων παρθένος γίνεται ἡ ἁγνεία αὐτοῦ, τηρουμένη ἐν πίστει τῷ Χριστῷ.

Οὐκ ἔστι τί οὕτως ἱκανὸν πρὸς ἀποτροπὴν τῶν προλήψεων τῆς ἀκολασίας ἐκ τῆς ψυχῆς, καὶ ἀποδιώκει τὰς κινουμένας μνήμας τὰς ἐπανισταμένας ἐν τῇ σαρκὶ καὶ ποιούσας ταραχώδη φλόγα, ὡς τὸ βαπτισθῆναι ἐν τῷ πόθῳ τῆς μαθήσεως καὶ καταδιώκειν ὀπίσω τοῦ βάθους τῶν νοημάτων τῆς θείας γραφῆς. Ὅτε οἱ λογισμοὶ καταβαπτισθῶσι τῇ ἡδονῇ τῆς καταδιώξεως ὀπίσω τῆς σοφίας τῆς τεθησαυρισμένης ἐν τοῖς λόγοις, ἐν τῇ δυνάμει, ἐν ᾗ ἀπομάσσεται ἐξ αὐτῶν τὴν φανέρωσιν, καταλιμπάνει ὀπίσω τοῦ νώτου αὐτοῦ ὁ ἄνθρωπος τὸν κόσμον, καὶ πάντα τὰ ἐν αὐτῷ λανθάνει. καὶ πάσας τὰς μνήμας τὰς ἐνεργούσας εἰκόνας τῆς σωματώσεως τοῦ κόσμου ἐξαλείφει ἐκ τῆς ψυχῆς. Καὶ πολλάκις καὶ ἐκ τῆς χρείας τῶν ἐξ ἔθους λογισμῶν τῶν ἐπισκεπτόντων τὴν φύσιν. καὶ αὐτὴ ἡ ψυχὴ ἐν ἐκστάσει διαμένει ἐν ταῖς καιναῖς ἀπαντήσεσι ταῖς ἐκ τῆς θαλάσσης τῶν μυστηρίων τῶν γραφῶν. Καὶ πάλιν, ἐὰν ὁ νοῦς νήχεται ἐπὶ τὴν ἐπιπολὴν τῶν ὑδάτων, ἤτοι τῆς θαλάσσης τῶν θείων γραφῶν, καὶ μὴ δυνηθῇ εἰς ὅλον τὸ βάθος βυθίσαι τὰ νοήματα αὐτοῦ, τοῦ κατανοῆσαι ὅλους τοὺς θησαυροὺς τοὺς ἐν τῷ βυθῷ αὐτῆς, ἀρκετὸν αὐτῷ αὕτη ἡ μελέτη ἐν τῷ πόθῳ αὐτῆς τοῦ δῆσαι τοὺς λογισμοὺς αὐτοῦ ἰσχυρῶς ἐν ἑνὶ λογισμῷ τοῦ θαύματος, τοῦ ἐμποδίσαι αὐτοὺς δραμεῖν πρὸς τὴν φύσιν τοῦ σώματος.

Καθὼς τίς τῶν θεοφόρων ἔφησε, «διότι ἡ καρδία χαύνη ἐστὶ καὶ οὐ δύναται ὑποφέρειν τὰς κακίας τὰς ἀπαντώσας ἀπὸ τῶν ἔξω. καὶ τὸν ἔσω πόλεμον, καὶ οἴδατε ὅτι ὁ κακὸς λογισμὸς βαρύς ἐστι· καὶ ἐὰν ἡ καρδία μὴ ἀσχοληθῇ ἐν τῇ γνώσει, οὐ δύναται ὑπομεῖναι τὴν ταραχὴν τῆς ὁρμῆς τοῦ σώματος».

Καὶ καθάπερ τὸ βάρος τοῦ σταθμοῦ τῇ ὀξύτητι τῆς ῥοπῆς τοῦ ζυγοῦ πρὸς τὴν ταραχὴν τῶν ἀνέμων, οὕτως ἡ αἰδὼς καὶ ὁ φόβος τῇ ῥοπῇ τῆς διανοίας. Καὶ κατὰ τὴν ἀναλογίαν τῆς λείψεως τοῦ φόβου καὶ τῆς αἰδοῦς, αἰτία γίνεται τῷ νοῒ ῥέμβεσθαι ἀεί· καὶ ἐνταῦθα ὥσπερ τὸ αὐτεξούσιον, κατὰ τὴν ἀναλογίαν τῆς ἀποστάσεως τοῦ φόβου ἐκ τῆς ψυχῆς, ταράσσεται ὁ ζυγὸς τῆς διανοίας ὧδε κἀκεῖσε. Λοιπόν, ὥσπερ αἱ πλάστιγγες τοῦ ζυγοῦ ὑπὸ βαρυτάτου σταθμίου βαρυνθεῖσαι, οὐκ εὐχερῶς ὑπὸ τῆς πνεύσεως τοῦ πνεύματος ὁ ζυγὸς σαλεύεται, οὕτως καὶ ἡ διάνοια βαρυνθεῖσα ὑπὸ τοῦ φόβου τοῦ Θεοῦ καὶ τῆς αἰδοῦς, οὐ ῥαδίως τρέπεται ὑπὸ τῶν σαλευόντων αὐτήν· καὶ καθόσον ἡ λεῖψις τοῦ φόβου ἐν τῇ διανοίᾳ γένηται, κατὰ τοσοῦτον κυριεύεται ὑπὸ τῆς τροπῆς καὶ τῆς ἀλλοιώσεως.

Σοφίσθητι τοῦ θεῖναι θεμέλιον τῇ ὁδοιπορίᾳ σου ἐν τῇ ὁδῷ τοῦ Θεοῦ, καὶ ἐν ὀλίγαις ἡμέραις ἀποκαθίστασαι ἐν τῇ πύλῃ τῆς βασιλείας χωρὶς κυκλεύσεως ὁδοῦ. Ἐν πᾶσι τοῖς συναντῶσι σοι ἐν ταῖς γραφαῖς, ἀνάκρινον τὸν σκοπὸν τοῦ λόγου τοῦ βαθῦναι ἑαυτὸν καὶ κατανοῆσαι ἐν μεγάλῃ διαγνώσει τὸ βάθος τῶν νοημάτων τῶν ἁγίων.

Οἱ ἐκ τῆς θείας χάριτος ἐν τῇ πολιτείᾳ αὐτῶν ὁδηγούμενοι τοῦ φωτισθῆναι, ἀεὶ αἰσθάνονται ὡς ἀκτῖνος τινὸς νοητῆς διαπορευομένης ἐν μέσῳ τῶν στίχων τῶν γεγραμμένων, καὶ διακρινούσης ἔμπροσθεν τῆς διανοίας τὸν ψιλὸν λόγον ἐκ τῶν πραγμάτων τῶν λεγομένων ἐν μεγάλῃ διανοίᾳ τῇ ψυχικῇ συνέσει.

Ἄνθρωπος ἀναγινώσκων ἐν μεγάλοις στίχοις ψιλῶς. ψιλοῦται καὶ ἡ καρδία αὐτοῦ καὶ σβέννυται ἐκ τῆς ἁγίας δυνάμεως τῆς παρεχούσης τῇ καρδίᾳ γλυκεῖαν γεῦσιν ἐν κατανοήσει ψυχῆς θαυμαστῇ. Ἕκαστόν τι πρὸς τὸ συγγενὲς αὐτοῦ εἴωθε τρέχειν. Καὶ ψυχὴ ἔχουσα μέρος πνεύματος, ὅταν ἀκούσῃ ῥήματος τοῦ ἔχοντος ἐγκεκρυμμένην ἐν αὐτῷ δύναμιν πνευματικήν, διαπύρως ἕλκει τὴν ὑπόθεσιν αὐτοῦ.

Οὐ πάντα ἄνθρωπον ἐξυπνίζει εἰς τὸ θαυμάσαι, πρᾶγμα πνευματικῶς λεγόμενον καὶ ἔχον ἐν αὐτῷ ἐγκεκρυμμένην μεγάλην δύναμιν. Ὁ λόγος ὁ περὶ ἀρετῆς χρήζει καρδίαν σχολάζουσαν ἀπὸ τῆς γῆς καὶ τῆς ὁμιλίας αὐτῆς.

Ἀνθρώπου οὗτινος ἡ διάνοια αὐτοῦ μοχθεῖ τῇ φροντίδι τῶν παρερχομένων, τὰ τῆς ἀρετῆς πράγματα οὐκ ἐξυπνίζουσι τὸν λογισμὸν αὐτοῦ πρὸς πόθον καὶ ζήτησιν τῆς κτήσεως αὐτῶν. Ἡ λύσις ἐκ τῆς ὕλης προτερεύει τῇ γενέσει αὐτῆς τοῦ πρὸς Θεὸν δεσμοῦ, εἰ καὶ πολλάκις ἐν τῇ οἰκονομίᾳ τῆς χάριτος εὑρίσκεται ἔν τισι προλαμβάνων οὗτος ἐκείνης, ὡς πόθος καλύπτει πόθον.

Ἡ τάξις τοῦ ἔθους τῆς οἰκονομίας, ἄλλη ἐστὶ παρὰ τὴν τάξιν τῆς κοινότητος τῶν ἀνθρώπων· σὺ δέ, τὴν κοινὴν τάξιν φύλαξον. Ἐὰν δὲ προλάβῃ ἐν σοὶ ἡ χάρις, αὐτῆς ἐστι τοῦτο· εἰ δὲ μή, ἐν τῇ ὁδῷ τῶν πάντων ἀνθρώπων, ἐν ᾗ ὥδευσαν κατὰ τὴν ἀκολουθίαν τῆς διαδοχῆς. ἀνάβηθι εἰς τὴν ἀνάβασιν τοῦ πνευματικοῦ πύργου.

Ἕκαστόν τι ἐνεργούμενον ἐν τῇ θεωρίᾳ καὶ πληρούμενον δι’ ἐντολῆς τῆς ὑπὲρ αὐτοῦ, ἀθεώρητόν ἐστιν ὅλον τοῖς ὀφθαλμοῖς τοῦ σώματος. Καὶ ἕκαστόν τι ἐν τῇ πράξει ἐνεργούμενον, σύνθετόν ἐστιν. Ἡ γὰρ ἐντολὴ ἡ μία μόνη, ἤγουν ἡ πρᾶξις, δέεται τῶν ἀμφοτέρων, τῆς θεωρίας καὶ τῆς πράξεως, ἕνεκα τῶν σωματικῶν καὶ τῶν ἀσωμάτων· ἡ σύνθεσις γὰρ τῶν ἑκατέρων μία ἐστί.

Τὰ ἔργα τὰ φροντίζοντα τῆς καθαρότητος, οὐκ ἀναχαιτίζουσι τὴν αἴσθησιν τῆς μνήμης τῶν παρελθόντων ἐγκλημάτων, ἀλλὰ τὴν λύπην τῆς μνήμης ἐκ τῆς διανοίας λαμβάνουσι, καὶ γίνεται ἀπὸ τοῦ νῦν ἡ διάβασις τῆς μνήμης ἐν τῇ διανοίᾳ ἐπωφελῶς.

Πλεονεκτεῖ ἡ πλεονεξία τῆς ψυχῆς ἐν τῇ κτήσει τῆς ἀρετῆς τὸ μέρος τῆς ἐπιθυμίας τῆς ὁρατῆς τοῦ ὁμοζύγου σώματος. Πᾶν πρᾶγμα τὸ μέτρον κοσμεῖ· χωρὶς γὰρ μέτρου, καὶ τὰ νομιζόμενα καλὰ εἰς βλάβην μεθίστανται.

Θέλεις κοινωνῆσαι τῷ Θεῷ ἐν τῷ νοΐ σου, ἐν τῇ λήψει τῆς αἰσθήσεως ἐκείνης τῆς ἡδονῆς τῆς μὴ καταδεδουλωμένης ταῖς αἰσθήσεσιν; ἀκολούθησον τῇ ἐλεημοσύνῃ, ἥτις ὅταν εὑρεθῇ ἔνδον σου, εἰκονίζεται ἐν σοὶ ἐκεῖνο τὸ κάλλος τὸ ἅγιον ἐν ᾧ ὡμοιώθης.

Τὸ καθολικὸν τοῦ πράγματος τῆς ἐλεημοσύνης, ἐν οὐ καιρῷ τινὶ μεσιτευομένῳ, πρὸς τὴν ἑνότητα τῆς δόξης τῆς λαμπρότητος τῆς θεότητος κοινωνίαν ἐμποιεῖ τῇ ψυχῇ. Ἡ ἕνωσις ἡ πνευματικὴ ἔστι μνήμη ἀσφράγιστος, ἥτις ἐν διαπύρῳ πόθῳ ἀδιαστάτως ἐν τῇ καρδίᾳ πυρσεύεται, ἐκ τῆς διαμονῆς τῆς πρὸς τὰς ἐντολὰς δύναμιν λαμβάνουσα πρὸς τὸν δεσμόν, οὐ καταχρηστικῶς οὐδὲ φυσικῶς· εὑρίσκει ἐκεῖ ἡ ὕλη τῇ ψυχικῇ θεωρίᾳ <τοῦ> ἐπιστηριχθῆναι ἐπ’ αὐτὴν ὑποστατικῶς· διατοῦτο ἔρχεται ἡ καρδία εἰς ἔκπληξιν. τοῦ καμμῦσαι τὰς διπλὰς αἰσθήσεις αὐτῆς, τὰς σαρκικὰς καὶ τὰς ψυχικάς.

Οὐκ ἔστιν ἄλλη τρίβος πρὸς τὴν πνευματικὴν ἀγάπην, ἥτις εἰκονίζει τὴν ἀόρατον εἰκόνα, ἐὰν μὴ πρῶτον ἄρξηταί τις τοῦ οἰκτειρῆσαι, καθὼς εἴρηκεν ὁ Κύριος ἡμῶν, πρὸς τὴν τελειότητα τοῦ Πατρός· οὕτως ἐνετείλατο τοῖς ὑπακούουσιν αὐτῷ τοῦ θεῖναι τοῦτο θεμέλιον.

Ἄλλος ἐστὶν ὁ λόγος τῆς πράξεως, καὶ ἄλλος ὁ καλὸς λόγος. Καὶ χωρὶς πείρας τῶν πραγμάτων, οἶδεν ἡ σοφία κοσμῆσαι τοὺς λόγους αὐτῆς καὶ τοῦ λαλῆσαι ἀλήθειαν μὴ γινώσκουσα αὐτήν, καὶ τοῦ φανερῶσαι περὶ τῆς ἀρετῆς, καὶ αὐτὸς μηδέποτε λαβὼν πεῖραν τοῦ ἔργου αὐτῆς. Ὁ λόγος ὁ ἐκ τῆς πράξεως, ταμεῖον τῆς ἐλπίδος, καὶ ἡ ἄπρακτος σοφία παραθήκη αἰσχύνης. Ὥσπερ τεχνίτης ἐστὶ ζωγραφῶν τὸ ὕδωρ ἐν τοῖς τείχεσι καὶ οὐ δύναται ἐκεῖνο τὸ ὕδωρ τὴν δίψαν αὐτοῦ ἀναφύξαι, καὶ ὥσπερ ἄνθρωπος θεωρῶν ἐνύπνια καλά, οὕτως καὶ ὁ ἄπρακτος λόγος.

Ὁ ἐκ τῆς πείρας τοῦ ἔργου αὐτοῦ λαλῶν περὶ ἀρετῆς μεταδίδει τῷ ἀκούοντι αὐτοῦ, ὥσπερ τίς μεταδίδει ἐκ τοῦ χρήματος τῆς πραγματείας αὐτοῦ· καὶ ὡς ἐκ τῶν κτημάτων αὐτοῦ σπείρει τὴν διδασκαλίαν εἰς τὰ ὦτα τῶν ἐνωτιζόντων αὐτὸν καὶ ἀνοίγει τὸ στόμα αὐτοῦ ἐν παρρησίᾳ μετὰ τῶν πνευματικῶν αὐτοῦ τέκνων, καθὼς ὁ γηραιὸς Ἰακὼβ τῷ σώφρονι Ἰωσήφ· Ἰδοὺ δέδωκά σοι ἓν μέρος περισσότερον τῶν ἀδελφῶν σου, ὅπερ ἔλαβον ἐκ τῶν Ἀμορραίων τῷ ξίφει μου καὶ τῷ τόξῳ μου.

Ἕκαστος ἄνθρωπος ἔχων πολιτείαν μεμολυσμένην, ἡ πρόσκαιρος ζωὴ ποθεινὴ αὐτῷ ἐστι· καὶ ὁ τούτου δεύτερος, ὁ ἐστερημένος γνώσεως. Καλῶς εἴρηκέ τις, ὅτι ὁ φόβος τοῦ θανάτου λυπεῖ ἄνδρα καταγινωσκόμενον ὑπὸ τῆς συνειδήσεως αὐτοῦ· ὁ δὲ ἔχων μαρτυρίαν ἀγαθὴν ἐν ἑαυτῷ, οὗτος ἐφίεται τὸν θάνατον καθάπερ ζωήν.

Μὴ ψηφίσῃς τινὰ σοφὸν ἀληθινόν, τὸν ὑπὲρ ταύτης τῆς ζωῆς τῇ δειλίᾳ καὶ τῷ φόβῳ καταδουλοῦντα τὴν διάνοιαν αὐτοῦ. Ὅλα τὰ ἀγαθὰ καὶ τὰ κακὰ τὰ συμβαίνοντα τῇ σαρκί, ἐνύπνια ὅλα λογίζου αὐτὰ εἶναι. Οὐκ ἐν τῷ θανάτῳ μόνῳ ἔχεις λυθῆναι ἐξ αὐτῶν, ἀλλὰ ποσάκις καὶ πρὸ τοῦ θανάτου καταλιμπάνουσί σε καὶ ἀπέρχονται. Ἐὰν δὲ τινὰ ἐξ αὐτῶν ἔχωσι τινὰ κοινωνίαν πρὸς τὴν ψυχήν σου, αὐτὰ νόμιζε ἔχειν κτῆμα σου εἰς τὸν αἰῶνα τοῦτον, καὶ εἰς τὸν μέλλοντα μετὰ σοῦ ὑπάγουσι. Καὶ ἐὰν εἰσὶ καλά, εὐφραίνου καὶ εὐχαρίστησον τῷ Θεῷ ἐν τῇ διανοίᾳ σου· ἐὰν δὲ εἰσὶ κακά, ἔσο περίλυπος καὶ στέναξον καὶ ζήτησον τὴν ἀπαλλαγὴν ἐξ αὐτῶν, ἐνόσῳ εἶ ἐν τῷ σώματι.

Ἕκαστον ἀγαθὸν ἐνεργούμενον ἐν σοὶ νοητῶς καὶ ἐν τῷ κρυπτῷ, ἔχε αὐτὸ ἀκριβῶς, ὅτι τὸ βάπτισμα καὶ ἡ πίστις γεγόνασί σοι μεσῖται πρὸς αὐτό, ἐν αἷς ἐκλήθης ὑπὸ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς τὰ ἀγαθὰ ἔργα. Αὐτῷ σὺν τῷ αὐτοῦ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι δόξα, τιμὴ καὶ εὐχαριστία καὶ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.