Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσαὰκ ὁ Σύρος – Λόγοι ἀσκητικοί

Ἰσαὰκ ὁ Σύρος

Λόγοι ΝΕ'-ΝΘ': Τα μυστήρια της ησυχίας, η πνευματική θεωρία και τα σημεία προόδου

Η αναγκαιότητα της διάκρισης, η καθαρότητα του νου, οι συνέπειες της πολυφαγίας, τα τεκμήρια της αληθινής ησυχίας και οι καρποί της πνευματικής αγαλλιάσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσαὰκ ὁ Σύρος

—

Κεφάλαιο 16 από 18

ΝΕʹ Ἐπιστολὴ ἣν ἀπέστειλε πρός τινα ἀγαπητὸν αὐτοῦ, διδάσκων ἐν αὐτῇ τὰ περὶ τῶν μυστηρίων τῆς ἡσυχίας, καὶ πῶς πολλοὶ ἀμελοῦσι διὰ τὸ μὴ γινώσκειν αὐτοὺς εἰς τὴν ἐργασίαν ταύτην τὴν θαυμαστήν, καὶ ὅτι οἱ πλεῖστοι ἐκράτησαν τὸ κάθισμα τῶν κελλίων ἐκ διαδοχῆς τῆς πορευομένης μεταξὺ τῶν μοναχῶν. μετὰ συντόμου συναγωγῆς τῆς ὀφειλομένης τῇ διηγήσει τῆς ἡσυχίας. Ἀδελφέ, ἐπειδὴ ἠναγκάσθην ἐκ τοῦ ὀφείλοντος ἐπιστεῖλαι σοι περὶ τῶν ὀφειλομένων ἐξ ἀνάγκης, γνωρίζω τῇ ἀγάπῃ σου ἐν τοῖς γράμμασί μου, κατὰ τὴν ἐπαγγελίαν ἡμῶν τὴν πρὸς σέ. Ὅτι εὗρον σε ἐν τῇ ἀκριβείᾳ τῆς πολιτείας τεθεικότα ἑαυτὸν πορευθῆναι ἐν τῷ καθίσματι τῆς ἡσυχίας, καὶ ἐγὼ ὅπερ ἤκουσα ἐκ τῶν διακριτικῶν περὶ τῆς ἐργασίας ταύτης, ἡνίκα κατὰ διάνοιαν λάβω τὴν συναγωγὴν τῶν ῥημάτων αὐτῶν μετὰ πείρας τῆς ἐγγύθεν δι’ ἧς ἐν αὐτοῖς τοῖς πράγμασιν ἐγὼ ἐπείρασα, <εἰς> τὴν μνήμην σου ἐντυπῶ ἐν συντόμῳ λόγῳ· ἡνίκα καὶ σὺ συνεργήσῃς σεαυτῷ ἐκ τῆς ὁμιλίας τῆς ἐπιστολῆς ἐν σπουδῇ τῇ γινομένῃ ἐν σοί.

διότι ἐν συνέσει τῆς σοφίας μέλλεις προσεγγίσαι τῇ ἀναγνώσει τῶν συναχθέντων λόγων τῶν ἐν τῇ ἐπιστολῇ ἡμῶν ταύτῃ, ἔξωθεν τῆς συνήθους ἀναγνώσεως καὶ ὡς φῶς τι λαβεῖν αὐτὴν ἐν τῇ λοιπῇ ἀναγνώσει διὰ τὴν πολλὴν δύναμιν τὴν κεκρυμμένην ἐν αὐτῇ, ἵνα μάθῃς τί ἐστι τὸ κάθισμα τῆς ἡσυχίας καὶ τί ἐστιν ἡ ἐργασία αὐτῆς, καὶ ποῖα μυστήρια κέκρυπται ἐν τῇ ἐργασίᾳ ταύτῃ, καὶ διατί τινες τὴν δικαιοσύνην τὴν μεταξὺ τῶν ἀνθρώπων πολιτευομένην σμικρύνουσι, καὶ προκρίνουσιν αὐτῆς τὰς θλίψεις καὶ τοὺς ἀγῶνας τοῦ καθίσματος τοῦ ἡσυχαστικοῦ καὶ μοναστικοῦ βίου.

Ἐὰν θέλῃς εὑρεῖν ζωὴν ἄφθαρτον ἐν ταῖς ἡμέραις σου ταῖς μικραῖς, ὦ ἀδελφέ, ἡ εἴσοδός σου ἡ ἐν τῇ ἡσυχίᾳ ἐν διακρίσει ἔστω. Ἐξέτασον περὶ τῆς ἐργασίας αὐτῆς καὶ μὴ δράμῃς ἐξ ὀνόματος, ἀλλ’ εἴσελθε καὶ βάθυνον καὶ ἀγώνισαι καὶ σπούδασαι <καὶ> φθάσαι μετὰ πάντων τῶν ἁγίων τί ἐστι τὸ βάθος καὶ τὸ ὕψος τῆς πολιτείας ταύτης. Ὅτι ἑκάστῳ πράγματι τῶν ἀνθρώπων, ἐν τῇ ἀρχῇ τῆς ἐργασίας αὐτοῦ ἕως τέλους, τρόπος τις καὶ ἐλπὶς προσδοκᾶται ἐκ τοῦ ἔργου τοῦ πράγματος, κινῶν τὴν διάνοιαν πρὸς τὴν θέσιν τῶν θεμελίων αὐτοῦ. Καὶ οὗτος ὁ σκοπὸς κραταιοῖ τὴν διάνοιαν βαστάξαι τὴν σκληρότητα τὴν ἐν αὐτῷ, καὶ παράκλησίν τινα λαμβάνει ἐξ αὐτοῦ ἐν τῇ θεωρίᾳ τῇ πρὸς αὐτόν· καὶ ὥς τις κρατῶν κρατεῖ τὸν νοῦν ἕως τοῦ τέλους τοῦ πράγματος.

Οὕτως καὶ τὸ τίμιον ἔργον τῆς ἡσυχίας, λιμὴν τῶν μυστηρίων γίνεται τῷ διακριτικῷ, σκοπ<ὸς> ᾧτινι προσέχει ἡ διάνοια ἐκ τοῦ πρώτου τῶν δόμων ἕως τῆς τελειώσεως τῆς οἰκοδομῆς καὶ ἐν πᾶσι τοῖς ἔργοις αὐτῆς τοῖς μακροῖς καὶ σκληροῖς.

Καὶ κατὰ τοὺς ὀφθαλμοὺς τοῦ κυβερνήτου τοῦ προσέχοντος τοῖς ἄστροις, οὕτως προσέχει ἐν τῇ θεωρίᾳ τῇ ἐσωτέρᾳ ὁ μοναστὴς ἐν παντὶ δρόμῳ τῆς πορείας αὐτοῦ, ἐν τῷ σκοπῷ ᾧ ἔλαβεν ἐν τῇ διανοίᾳ αὐτοῦ, ἐν τῇ ἡμέρᾳ τῇ πρώτῃ, ἐν ᾗ ἐξέδωκεν ἑαυτὸν πορεύεσθαι ἐν τῇ θαλάσσῃ τῇ σκληρᾷ τῆς ἡσυχίας, ἕως ἂν εὕρῃ τὸν μαργαρίτην, δι’ ὃν ἑαυτὸν ἐξέπεμψεν εἰς τὸν πυθμένα τὸν ἀψηλάφητον τῆς θαλάσσης τῆς ἡσυχίας· καὶ ἡ προσοχὴ τῆς ἐλπίδος κουφίζει αὐτὸν ἐπάνωθεν τοῦ βάρους τῆς ἐργασίας καὶ τῆς σκληρότητος τῆς πλήρης κινδύνων τῶν ἀπαντώντων αὐτῷ ἐν τῇ πορείᾳ αὐτοῦ.

Καὶ ὅστις ἐν τῇ ἀρχῇ τῆς ἡσυχίας αὐτοῦ οὐ τιθεῖ τὸν σκοπὸν τοῦτον ἐν ἑαυτῷ πρὸς τὴν ὀφειλομένην ἐργασίαν αὐτῆς, ἀκρίτως ἐργάζεται καθώς τις τῷ ἀέρι προσπαλαίων, καὶ ὁ τοιοῦτος οὐδέποτε λυτροῦται ἐκ τοῦ πνεύματος τῆς ἀκηδίας ἐν πάσῃ τῇ ζωῇ αὐτοῦ, καὶ ἓν ἐκ τῶν δύο γίνεται αὐτῷ· ἢ ὅτι οὐχ’ ὑπομένει τὸ βάρος τὸ ἀνυπομόνητον καὶ ἡττᾶται καὶ ἐξέρχεται ἐκ τῆς ἡσυχίας τελείως, ἢ καρτερεῖ ἐν αὐτῇ καὶ οἶκος εἱρκτῆς γίνεται τὸ κελλίον αὐτοῦ, καὶ τηγανίζεται ἐν αὐτῷ, διὰ τὸ μὴ γινώσκειν ἐλπίζειν εἰς τὴν παράκλησιν τὴν τικτομένην ἐκ τῆς ἐργασίας τῆς ἡσυχίας· διατοῦτο οὐδὲ αἰτεῖν ἐν πόνῳ τῆς καρδίας καὶ κλαίειν ἐπὶ προσευχῇ ἐφιέμενος αὐτῆς δύναται, περὶ ὧν οἱ πατέρες ἡμῶν οἱ πεπληρωμένοι ἐλέους, οἱ ἀγαπῶντες τοὺς υἱοὺς αὐτῶν, ἀφῆκαν σημεῖα ἐν ταῖς γραφαῖς εἰς τὴν χρείαν τῆς ζωῆς ἡμῶν.

Εἷς ἐξ αὐτῶν εἶπεν· «Ἐμοὶ μὲν κέρδος ἐστὶν ἐκ τῆς ἡσυχίας, τοῦτο· ἡνίκα ἀποστήσω ἐμαυτὸν ἀπὸ τῆς οἰκίας, ἐν ᾗ ἐγὼ κάθημαι ἐν αὐτῇ, σχολάζει ἡ διάνοιά μου ἀπὸ τῆς παρασκευῆς τοῦ πολέμου καὶ στρέφεται εἰς ἐργασίαν κρείττονα».

Καὶ ἕτερος λέγει· «Ἐγὼ διατοῦτο εἰς τὴν ἡσυχίαν τρέχω, ὅπως γλυκανθῶσι μοι οἱ στίχοι τῆς ἀναγνώσεως καὶ τῆς προσευχῆς. Καὶ ἡνίκα ἐν τῇ ἡδονῇ τῆς κατανοήσεως αὐτῶν ἡ γλῶσσα μου σιγήσει, ὡς ἐν ὕπνῳ τινί, ἐμπίπτω εἰς τὴν συστολὴν τῶν αἰσθήσεών μου μετὰ τῶν νοημάτων μου. Καὶ ὅταν πάλιν ἐν τῷ μακρυσμῷ τῷ ἐν αὐτῇ τῇ ἡσυχίᾳ γαληνιάσῃ ἡ καρδία μου ἐκ τῆς ταραχῆς τῶν μνημῶν, ἐξαποστέλλονταί μοι ἀεὶ τὰ κύματα τῆς χαρᾶς τὰ ἐκ τῶν ἐνθυμήσεων τῶν ἔσω ἀπροσδοκήτως ἐρχομένων ἐξαίφνης εἰς τρυφὴν τῆς καρδίας μου. Καὶ ταῦτα ἡνίκα τῷ πλοίῳ τῆς ψυχῆς μου προσεγγίσωσι, βυθίζουσιν αὐτὴν ἐκ τῶν ῥημάτων τοῦ κόσμου καὶ τῆς ζωῆς τῆς σαρκὸς ἐν τοῖς θαύμασι τοῖς ἀληθινοῖς ἐν τῇ ἡσυχίᾳ τῇ ἐν τῷ Θεῷ».

Ἕτερος λέγει· «Ἡ ἡσυχία τὰς προφάσεις καὶ τὰς αἰτίας τὰς καινουργούσας τοὺς λογισμοὺς ἐκκόπτει, καὶ ἔσωθεν τῶν τειχέων αὐτῆς παλαιοῖ καὶ μαραίνει τὰς μνήμας τῶν προλήψεων, καὶ ὅταν παλαιωθῶσιν αἱ ὕλαι αἱ παλαιαὶ ἐν τῇ διανοίᾳ, εἰς τὴν φύσιν αὐτοῦ στρέφεται ὁ νοῦς, εὐθύνων αὐτάς».

Ἕτερος λέγει· «Τὰ μέτρα τῶν κρυφίων σου, ἐκ τῆς διαφορᾶς τῶν νοημάτων σου συνήσεις, τῶν διηνεκῶν λέγω, οὐχὶ τῶν κινουμένων ἀπὸ τοῦ συμβεβηκότος καὶ ἐν ὥρᾳ διαπορευομένων. Οὐκ ἔστι τις σῶμα φορῶν, ὅστις οὐκ ἀπαντᾷ τῷ οἴκῳ αὐτοῦ ἀπόδημος ἐκ τῶν δύο ἀλλοιώσεων, τῶν ἀγαθῶν καὶ τῶν κακῶν. Ἐὰν ἔστι σπουδαῖος, ἐκ τῶν ἐλαχίστων, διὰ τὴν φύσιν· οἱ πατέρες γὰρ τῶν τικτομένων εἰσὶ πατέρες· ἐὰν δὲ ἔστι ῥάθυμος, ἐκ τῶν ὑψηλῶν, διὰ τὴν ζύμην ἐκείνης τῆς χάριτος τῆς γεναμένης ἐν τῇ φύσει ἡμῶν».

Ἕτερος λέγει· «Ἔκλεξαι σεαυτῷ ἐργασίαν τρυφῆς, ἀγρυπνίαν διηνεκῆ τὴν ἐν νυξίν, ἐν ᾗ ἀπεδύσαντο οἱ πατέρες πάντες τὸν παλαιὸν ἄνθρωπον καὶ ἠξιώθησαν τοῦ ἀνακαινισμοῦ τοῦ νοός. Ἐν ταῖς ὥραις ταύταις αἰσθάνεται ἡ ψυχὴ τῆς ζωῆς ἐκείνης τῆς ἀθανάτου, καὶ ἐν τῇ αἰσθήσει ταύτης ἀποδύεται τὸ ἔνδυμα τοῦ σκότους καὶ ὑποδέχεται τὸ Πνεῦμα τὸ ἅγιον».

Ἕτερος λέγει· «Ὅταν τις ἴδῃ ὄψεις διαφόρους καὶ ἀκούσει φωνὰς πολυτρόπους παρηλλαγμένας τῆς μελέτης αὐτοῦ τῆς πνευματικῆς καὶ ὁμιλεῖ καὶ συντυγχάνει μετὰ τῶν τοιούτων, οὐ δύναται εὐκαιρῆσαι κατὰ διάνοιαν κατιδεῖν ἑαυτὸν ἐν τῷ κρυπτῷ καὶ μνημονεῦσαι τῶν ἁμαρτιῶν αὐτοῦ καὶ καθαίρειν τοὺς λογισμοὺς αὐτοῦ καὶ προσέχειν πρὸς τὰ ἐπερχόμενα αὐτῷ καὶ ὁμιλῆσαι ἐν τῇ εὐχῇ κρυπτῶς».

Καὶ πάλιν· «Τὸ ὑποτάξαι τὰς αἰσθήσεις ταύτας ὑπὸ τὴν ἐξουσίαν τῆς ψυχῆς ἐκτὸς τῆς ἡσυχίας καὶ τῆς ἀλλοτριώσεως τῶν ἀνθρώπων, οὐ δυνατόν ἐστι, διότι ἐν αὐταῖς συνηνωμένη καὶ συνημμένη <ἐστὶν> ὑποστατικῶς ἡ νοερὰ ψυχή, καὶ μετὰ τῶν λογισμῶν αὐτῆς καθέλκεται, ἐὰν μὴ ὁ ἄνθρωπος ἐγρήγορος γένηται ἐν τῇ προσευχῇ τῇ κρυπτῇ».

Καὶ πάλιν· «Ὢ πῶς ἡ γρήγορσις ἐν τῷ ἐξυπνισμῷ αὐτῆς σὺν τῇ εὐχῇ καὶ τῇ ἀναγνώσει τρυφὴν ἐμποιεῖ, καὶ εὐφραίνει καὶ χαροποιεῖ καὶ καθαίρει τὴν ψυχήν· οὗτοι μάλιστα γινώσκουσι ταῦτα, οἱ ἐν αὐτοῖς ἐν παντὶ καιρῷ τῆς ζωῆς αὐτῶν συναναστρεφόμενοι καὶ πολιτευσάμενοι ἐν τῇ ἀκριβεστάτῃ ἀσκήσει».

Σὺ δέ, ὦ ἄνθρωπε, ὁ ἀγαπῶν τὴν ἡσυχίαν, τὰ νεύματα τὰ ἐκ τῆς γνώμης τῶν λόγων τῶν πατέρων θὲς ἔμπροσθέν σου ὡς σκοπόν τινα, καὶ πρὸς τὸν πλησιασμὸν αὐτῶν εὔθυνον τὸν δρόμον τῆς ἐργασίας σου, καὶ πρὸ πάντων σοφίσθητι ποῖον ἐστὶν ὅπερ μάλιστα καθήκει συμφωνεῖν τῷ σκοπῷ τῆς ἐργασίας σου· ἐκτὸς γὰρ τούτων, γνῶναι τὴν γνῶσιν τῆς ἀληθείας οὐ δύνασαι σύ. Καὶ ἐν αὐτοῖς ὑπερεκπερισσοῦ σπούδασον δεῖξαι τὴν καρτερίαν σου.

Ἡ σιωπή, μυστήριόν ἐστι τοῦ μέλλοντος αἰῶνος· οἱ λόγοι ὄργανόν εἰσι τούτου τοῦ κόσμου. Ἄνθρωπος νηστευτὴς τῇ φύσει τῇ πνευματικῇ πειρᾶται τὴν ψυχὴν αὐτοῦ ἀφομοιῶσαι. Ἐκ τῆς σιωπῆς αὐτοῦ καὶ ἐκ τῆς νηστείας αὐτοῦ τῆς ἀδιαλείπτου, ἀφορίζεται ὁ ἄνθρωπος ἐν τῇ ἐργασίᾳ αὐτοῦ τῇ θεϊκῇ διαμένειν ἐν τῷ κρυπτῷ αὐτοῦ.

Ἐν τούτοις τοῖς μυστηρίοις τελειοῦται, <κἂν καὶ> ἐξ ἐκείνων τῶν ἀοράτων δυνάμεων, ἡ λειτουργία [αὐτοῦ] πεπληρωμένη τῶν θείων μυστηρίων καὶ τοῦ ἁγιασμοῦ ἐκείνης τῆς οὐσίας τῆς κυρίας τῶν κτισμάτων. Καὶ οἵτινες ἀφωρίσθησαν ἐν καιρῷ εἰσελθεῖν ἐντὸς τῶν θείων μυστηρίων, ἐν ταύτῃ τῇ σφραγίδι ἐσημειώθησαν· καί τινες ἐξ αὐτῶν κυβέρνησιν λαοῦ ἴσχυσαν ἐμπιστευθῆναι· καὶ ἄλλοι ἐξ αὐτῶν καὶ κατὰ τῶν στοιχείων ἐνεπιστεύθησαν καὶ ἐξουσίαν ἔλαβον, καὶ ἐν θαύματι μεγάλῳ αἱ φύσεις τῶν κτισμάτων τῇ ἐντολῇ τῶν λόγων αὐτῶν ὑπήκουσαν· καί τινες ἐξ αὐτῶν τὰ κρυπτὰ τὰ κρυφθέντα τῇ σιωπῇ τῇ ἀποκρύφῳ τοῦ Κυρίου, πρὸς ἀνακαινισμὸν τῶν ἐν μέσῳ, ἐνεπιστεύθησαν φανερῶσαι· οὐδὲ γὰρ ἔπρεπεν ἐν γαστρὶ πεπληρωμένῃ καὶ νοῒ πεφυρμένῳ ἐκ τῆς ἀκρασίας διακονηθῆναι τὰ τοιαῦτα μυστήρια.

Καὶ οὐκ ἦσαν οἱ ἅγιοι κατατολμῶντες τῆς ὁμιλίας τῆς πρὸς τὸν Θεόν, οὐδὲ πρὸς τὰ κρυπτὰ τῶν μυστηρίων αὐτοῦ ἀνύψουν ἑαυτούς, εἰ μὴ ἐν τῇ ἀσθενείᾳ τῶν μελῶν, καὶ ὠχριάσει τῆς χροιᾶς τῆς ἐκ τοῦ πό<ν>ου τῆς πείνης καὶ νοῦ τοῦ ἡσύχου [καὶ] ἐν τῇ ἀποταγῇ πάντων τῶν λογισμῶν τῶν γηΐνων.

Ὅταν γὰρ ἐν μακρῷ καιρῷ ἐν τῷ σῷ κελλίῳ, ἐν ἔργοις κόπου καὶ φυλακῇ τῶν κρυπτῶν καὶ τῇ συστολῇ τῶν αἰσθήσεων ἐκ πάσης ἀπαντήσεως, ἐπισκιάσῃ σοι ἡ δύναμις τῆς ἡσυχίας, πρῶτον μὲν ἀπαντᾷς χαρὰν τὴν ἐκτὸς αἰτίας κατακρατοῦσαν ἐν καιρῷ καὶ καιρῷ ἐν τῇ ψυχῇ σου· καὶ τότε ἀνοίγονται οἱ ὀφθαλμοί σου τοῦ ἰδεῖν τὴν ἰσχὺν τῆς κτίσεως τοῦ Θεοῦ καὶ τὸ κάλλος τῶν κτισμάτων κατὰ τὸ μέτρον τῆς καθαρότητός σου. Καὶ ὅταν ὁδηγηθῇ ὁ νοῦς ἐν θαύματι τῆς θεωρίας ταύτης, τότε ἡ νὺξ καὶ ἡ ἡμέρα ἓν ἔσται αὐτῷ ἐν τοῖς θαύμασι τοῖς ἐνδόξοις τῶν κτισμάτων τοῦ Θεοῦ, καὶ ἐντεῦθεν κλέπτεται ἐξ αὐτῆς τῆς ψυχῆς ἡ αἴσθησις τῶν παθῶν ἐν τῇ ἡδονῇ τῆς θεωρίας ταύτης, καὶ ἐν αὐτῇ εἰσέρχεται εἰς τοὺς δύο βαθμοὺς τῶν ἀποκαλύψεων τῶν νοητῶν, τοὺς ὄντας ἐν τῇ τάξει τῇ μετὰ ταύτην ἐκ τῆς καθαρότητος καὶ ἐπάνω.

ΝϚʹ Τοῦ αὐτοῦ· Σχόλια καὶ δήλωσις, ἅπερ ἐν ταῖς μαρτυρίαις περὶ διαφόρων νοημάτων· ποία ἐστὶ χρεία ἑκάστου τούτων. <Νοῦς> αἴσθησις πνευματική ἐστιν, ἡ ποιωθεῖσα δέξασθαι τὴν δύναμιν τὴν θεωρητικήν, ὡς ἡ κόρη τῶν σωματικῶν ὀφθαλμῶν τῶν ἐν αὐτοῖς ἐχόντων τὸ φῶς τὸ αἰσθητόν.

Ἡ θεωρία ἡ νοητή, ἔστι γνῶσις φυσική, ἡ ἑνωθεῖσα τῇ καταστάσει τῆς φύσεως, ἥτις καλεῖται φυσικὸν φῶς. Καὶ ἡ δύναμις ἡ ἁγία, ἐστὶ χάρισμα ἡλίου, τοῦ διακριτικοῦ τῶν τεθέντων μεταξὺ τοῦ φωτὸς καὶ τῆς θεωρίας.

Φύσεις εἰσί τινα, ἅπέρ εἰσι μέσα τῶν διακριτικῶν, τῶν ἐκ τοῦ φωτὸς εἰς τὴν θεωρίαν. Πάθη δέ εἰσι καθάπερ οὐσία τις σκληρά, ἅπερ μεσιτεύονται μεταξὺ τοῦ φωτὸς καὶ τῆς θεωρίας καὶ κωλύουσιν ἐξ αὐτῆς τὴν διάκρισιν τῆς διαφορᾶς τῶν πραγμάτων.

Καθαρότης ἐστὶ τὸ τηλαυγὲς τοῦ νοητοῦ ἀέρος, ἐν ᾧ ἐν τῷ κόλπῳ αὐτοῦ πτεροῦται ἡ φύσις ἡ ἐν ἡμῖν. Ἐὰν μὴ ὁ νοῦς ὑγιής ἐστιν ἐν τῇ φύσει αὐτοῦ, οὐκ ἐνεργεῖ ἐν αὐτῷ ἡ γνῶσις, ὡς ἡ αἴσθησις ἡ σωματικὴ ὅταν ἐξ αἰτιῶν βλαβῇ, ἀφαιρεῖται ἐξ αὐτῆς ἡ ὅρασις. Ἐὰν δὲ ὁ νοῦς ὑγιής ἐστιν, ἡ δὲ γνῶσις οὐχ’ ὑπάρχει, οὐκ ἐνεργεῖ ὁ νοῦς ἐκτὸς αὐτῆς τὴν διαφορὰν τῶν πνευματικῶν, ὡς ὁ ὀφθαλμὸς ὁ ὑγιὴς ἐν πᾶσι τοῖς ἑαυτοῦ καὶ ἀμβλυωπεῖ πρὸς τὴν αἴσθησιν τῆς ὁράσεως πολλάκις.

Καὶ ἐὰν ταῦτα πεφυλαγμένα ἐν τοῖς ἰδίοις αὐτῶν, καὶ ἡ χάρις οὐκ ἔστι πλησίον, ἀνενέργητα μένουσι πάντα ἐκ τῆς διακονίας τῶν διακρίσεων, καθὼς ἐν ταῖς ὥραις τῆς νυκτὸς διὰ γὰρ τὸ μὴ εἶναι ἥλιον μένουσιν ἀνεπίσκεπτα. καὶ ὅτε πάντα ἐρρωμένα εἰσὶ καὶ τετελειωμένα ἐν τοῖς ἑαυτῶν, λέγω δὴ ὁ ὀφθαλμὸς καὶ ἡ ὅρασις καὶ ἅτινα πράγματα οὐ διεκρίθησαν ἢ διακρίνονται· καὶ τοῦτό ἐστιν ὅπερ ἐρρέθη· Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

Ἐὰν δὲ ἡ χάρις τοῦ νοητοῦ ἡλίου γένηται πλησίον καὶ εἰς ὄρεξιν κινῇ καὶ ἐρεθίζῃ καὶ ἐμποιῇ νήφειν, καθαρότης δὲ μὴ ἔσηται ἐν αὐτῇ—ὥσπερ ἀὴρ κενός. ὅστις διαυγὴς ἐκ τῆς παχύτητος τῶν νεφῶν καὶ τῶν ὑλῶν τῶν σκοτεινῶν τῶν εὐχερῶς ἐκτεινομένων πρὸς τὸ φῶς τοῦ ἡλίου, ἐν ᾧ εὐφραινόμεθα ἐν ἡδονῇ τῆς θεωρίας ταύτης—, ἡ θεωρία χωλαίνουσα ἐκ τῆς διακρίσεως, ἡ φύσις ἤργησε τῆς πράξεως, ἡ ψυχὴ ἐκωλύθη αἰσθέσθαι τῆς ἡδονῆς τοῦ ἡλίου τοῦ δευτέρου τοῦ ἀνατέλλοντος ἐπὶ τὰ πάντα διὰ τὰ ἐπιτεθέντα σωματικά, ἐν οἷς σκεπάζονται αἱ ἐλλάμψεις τῆς ἀληθείας, ἵνα μὴ ἔλθωσιν ἐφ’ ἡμᾶς.

Λοιπὸν ἐξ ἀνάγκης ζητοῦνται ταῦτα πάντα τὰ ῥηθέντα, καὶ διὰ τὸ δυσκόλως εὑρεῖν ταῦτα πάντα ἐν ἀνθρώπῳ ἑνὶ χωρὶς λείψεως καὶ αἰτίας, καὶ διὰ τὸ μὴ δύνασθαι τοὺς πολλοὺς πρὸς τελειότητα τινὸς τῆς γνώσεως τῆς πνευματικῆς φθάσαι. Ἡ στέρησίς ἐστιν οὕτως· ἐκ τῆς ἀνικανότητος τῆς διανοίας καὶ ἐκ τῆς συγχύσεως τοῦ θελήματος καὶ ἐκ τῆς θέσεως τῆς μὴ καθηκούσης τῷ σκοπῷ καὶ ἐκ τῆς ἐλλείψεως τῆς καθαρότητος καὶ ἐκ τοῦ μὴ εὑρεῖν διδάσκαλον καὶ ὁδηγὸν ἐκ τῆς ἐποχῆς τῆς χάριτος —ἀνδρὶ μικρολόγῳ φησὶν οὐ καλὸς ὁ πλοῦτος, οὐδὲ ἐξουσιάσαι τῶν μεγάλων—, ἐκ τοῦ κωλύματος τῶν καιρῶν καὶ τῶν τόπων καὶ τῶν τρόπων.

ΝΖʹ Τοῦ αὐτοῦ· Ἐκλογὴ συντόμων κεφαλαίων. Ἀλήθειά ἐστιν αἴσθησις κατὰ Θεόν, ἡ ἐν τῇ αἰσθήσει τῶν αἰσθήσεων τοῦ πνευματικοῦ νοῦ, ἧσπέρ τις ἐν ἑαυτῷ γεύεται. Ἀγάπη ἐστὶ καρπὸς τῆς εὐχῆς, ἡ ἐκ τῆς θεωρίας αὐτῆς ὁδηγοῦσα τὸν νοῦν ἀκορέστως εἰς τὸν πόθον αὐτῆς ὅταν ὑπομείνῃ ἐν αὐτῇ χωρὶς ἀκηδίας <εἴτε ἐν τῷ σώματι αἰσθητῶς> καὶ εἴτε ἐν τῷ νῷ ἐν σιγηροῖς ἐνθυμήμασι τῆς διανοίας εὔχεται μόνον ἐμπύρως καὶ μετὰ θερμότητος.

Εὐχή ἐστι νέκρωσις τῶν ἐννοιῶν τοῦ θελήματος ἐκ τῆς ζωῆς τῆς σαρκός· ἶσος γάρ ἐστιν ὁ ἀκριβῶς εὐχόμενος τῷ νεκρουμένῳ ἐκ τοῦ κόσμου. Καὶ τοῦτό ἐστι τὸ ἀρνήσασθαί τινα ἑαυτόν· τὸ καρτερῆσαι διαμένοντα ἐν προσευχῇ. Λοιπὸν ἡ ἀγάπη τοῦ Θεοῦ, ἐν τῇ ἀρνήσει τῆς ψυχῆς εὑρίσκεται.

Καθάπερ ἐκ τοῦ σπέρματος τοῦ ἱδρῶτος τῆς νηστείας, ὁ στάχυς τῆς σωφροσύνης βλαστάνει, οὕτως ἐκ τοῦ κόρου ἡ ἀκολασία καὶ ἐκ τῆς πληρώσεως ἡ ἀκαθαρσία· ἐπὶ γαστρὶ δὲ πεινώσῃ καὶ τεταπεινωμένῃ, οὐδέποτε παρακύπτουσι λογισμοὶ αἰσχρότητος.

Πᾶσα βρῶσις βιβρωσκομένη, πρόσθεσις γίνεται ἐν ἡμῖν ἐπὶ χυμῶν, καὶ ἰσχὺς φυσικὴ γίνεται ἐν ἡμῖν. Καὶ ὅταν πληρωθῶσι τὰ μέλη τὰ ὀργανικὰ ἐκ τῆς <σ>τάξεως ὅλου τοῦ σώματος τῆς ἐν αὐτοῖς γινομένης, <καὶ> ἡνίκα συμβῇ ἰδεῖν τι σωματικῶς ἢ ἐὰν κινηθῇ ἐν τῇ καρδίᾳ τί ἀκούσιον μετὰ τοῦ λογισμοῦ, ἐξαίφνης ὕλη ἡδονῆς κινεῖται ἐξ ἐκείνου καὶ διαπέμπεται εἰς ὅλον τὸ σῶμα. Καὶ ἐὰν ἔστιν ἰσχυρὰ πολύ, ἡ διάνοια τοῦ σώφρονος καὶ ἁγνοῦ ἐν τοῖς λογισμοῖς αὐτοῦ, ἐκ τῆς αἰσθήσεως ἐκείνης τῆς ἐν τοῖς μέλεσιν, εὐθέως ταράσσεται ἡ διάκρισις αὐτοῦ καὶ ὡς ἀπὸ ὑψηλοῦ τινὸς τόπου κατέρχεται ἐκ τοῦ τόπου αὐτοῦ, ἐν ᾧ ἵσταται, καὶ ἡ ὁσιότης τῶν λογισμῶν αὐτοῦ κυλίεται, καὶ ἡ σωφροσύνη αὐτοῦ ἡ λαμπρὰ ῥυποῦται ἐν τῇ ἐκταράξει τῶν παθῶν τῶν εἰσελθόντων εἰς τὴν καρδίαν ἐν τῇ πυρώσει τῶν μελῶν· καὶ τότε τὸ ἥμισυ τῆς δυνάμεως αὐτοῦ ἐξασθενεῖ, ὥστε εἰπεῖν καὶ τοῦ πρώτου σκοποῦ τῆς ἐλπίδος αὐτοῦ ἐπιλανθάνεσθαι, καὶ πρὸ τοῦ εἰσελθεῖν εἰς τὸν ἀγῶνα εὑρίσκεται ὑπεύθυνος χωρὶς ἀγῶνος, καὶ χωρὶς καμάτου τοῦ ἐχθροῦ αὐτοῦ ὑπεύθυνος γίνεται ὑποκάτωθεν τοῦ θελήματος τοῦ ἀτόνου τῆς σαρκός.

Ταῦτα πάντα ἀναγκάζει ἡ πρόσθεσις ἡ μεγάλη τοῦ κόρου τοῦ ἀδιαλείπτου τὸ θέλημα τὸ ἀγαθὸν τοῦ ἀνθρώπου, καὶ ἐὰν διάγῃ καλῶς ἐν τῷ λιμένι τῆς σωφροσύνης, ἀλλὰ ἐκκλίνει παραδοθῆναι εἰς ὅπερ οὐδέποτε ἠβουλήθη ἀνελθεῖν ἐν τῇ καρδίᾳ αὐτοῦ· καὶ ὅταν κοιμηθῇ μόνος, ἡ συναγωγὴ τῶν λογισμῶν τῶν περιεχόντων τὰς φαντασίας τὰς ματαίας καὶ αἰσχρὰς περικυκλοῦσιν αὐτὸν καὶ ποιοῦσι τὴν στρωμνὴν αὐτοῦ ἐκείνην τὴν καθαρὰν πανδοχεῖον πορνείας καὶ θέατρον τῶν θεωριῶν, ὅταν κοινωνῇ τῇ μετ’ αὐτῶν ὁμιλίᾳ ἐν τῷ μεθυσμῷ τῶν λογισμῶν, καὶ μολύνῃ τὰ μέλη αὐτοῦ τὰ ὅσια ἐκτὸς πλησιασμοῦ γυναικός.

Ποία θάλασσα οὕτως ταράσσεται καὶ βράζει ἐκ τοῦ χειμῶνος, ὥσπερ ταράσσεται ὁ νοῦς ὁ καταστάμενος ἐν τῇ ἰσχύϊ τῶν κυμάτων τῶν ἐξυπνιζομένων ἐπ’ αὐτῷ ἐν τῇ θαλάσσῃ τῆς σαρκὸς αὐτοῦ ἐκ τῆς πληρώσεως τῆς γαστρός; “Ὦ σωφροσύνη, πόσον λαμπρύνεται τὸ κάλλος σου ἐν τῇ χαμευνίᾳ καὶ ἐν τῷ πόνῳ τῆς πείνης, τῆς ἀφαιρούσης ἐκ σοῦ τὸν ὕπνον ἐκ τῆς κακοπαθείας τῆς σαρκὸς καὶ <τοῦ κενώματος τῆς γαστρός>, τῆς γεναμένης ὥσπερ λάκκος βαθὺς μεταξὺ τῶν πλευρῶν καὶ τῶν ἐντέρων διὰ τὴν ἀποχὴν τῶν βρωμάτων”.

Πᾶν βρῶμα καὶ πᾶσα ἀνάπαυσις λαμβανόμενα ἔσωθεν ἡμῶν, ὁμοιώματα αἰσχρὰ καὶ εἴδωλα ἀηδῆ πλάττουσι, καὶ γεννῶνται ἐξ αὐτῶν καὶ ἐξέρχονται καὶ καθορῶνται ἐν τῷ τόπῳ τῷ κρυπτῷ τῆς διανοίας ἡμῶν, καὶ γαργαλίζουσιν ἡμᾶς συγκοινωνῆσαι κρυπτῶς ἐν πράγμασιν αἰσχροῖς.

Κένωμα δὲ γαστρὸς χώραν ἔρημον ποιεῖ τὸ φρόνημα ἡμῶν, τὸ ἐκ τῶν λογισμῶν ἠρεμοῦν καὶ ἡσυχάζον ἐκ πασῶν τῶν ταραχῶν τῶν λογισμῶν. Ἐκείνη ἡ ἐκ τοῦ κόρου ἐμπεπλησμένη, χώρα ἐστὶ τῶν θεωριῶν καὶ τετράπυλον τῶν φαντασμάτων τῶν ἀτόπων ποιεῖ αὐτήν, καὶ ἐάν ἐσμεν ἐν τῇ ἐρήμῳ μόνοι· κόρος γάρ φησι τῶν πολλῶν ἐπιθυμεῖ.

Ὅταν ἀξιωθῇς τῆς χάριτος τῆς θεϊκῆς καὶ τῆς ἀπαθείας τῆς ψυχῆς, συνίεις ὅτι οὐχὶ ἐξ ἐκείνου, τοῦ μὴ διελθεῖν διὰ σοῦ τοὺς λογισμοὺς τοὺς ἀηδεῖς ἢ τὴν κίνησιν τῶν λογισμῶν τῶν ἐν τῷ σώματι γινομένων—καὶ ἐκτὸς αὐτῶν ἀδύνατόν τινα εἶναι οὐδὲ ἐξ ἐκείνων τῶν εὐχερῶς ὑπὸ σοῦ νικωμένων, ὅτε παντελῶς ἡ διάνοια οὐ μολύνεται οὐδὲ ταράσσεται, καὶ ἐὰν ἔστιν αὕτη ὑψηλὴ λίαν, ἀλλ’ ἐξ ἐκείνων τῶν ἐκ τῆς ἐνεργείας τῆς κρείττονος τῆς διανοίας, οὐκ ἀφίεται ὁ νοῦς πολεμῆσαι μετ’ αὐτῶν καὶ ἀπολέσαι αὐτούς· ἀλλ’ ὅταν παρακύψῃ λογισμός, ἁρπαγῇ ἁρπάζεται ἐκ τῶν ἔγγιστα αὐτῶν ἐν βίᾳ τινί, τῇ ἔξωθεν τοῦ θελήματος οὔσῃ, τῇ ἀπὸ συνηθείας καὶ τῆς χάριτος κατασχούσῃ ζύμην ἐντὸς τῆς καρδίας, ὅπέρ ἐστιν οἶκος τῆς διανοίας.

Ἄλλος ἐστὶν ὁ νοῦς τοῦ ἀγωνιστοῦ, καὶ ἄλλη ἡ τάξις τῆς ἱερωσύνης. Διάνοια ἥτις ἐν ἐλέει τῷ οὐρανίῳ ἐνεκρώθη τῷ κόσμῳ, λογισμοὶ μόνον ψιλοὶ γίνονται πρὸς αὐτὴν περί τινων χωρὶς πάλης ἀγῶνος. Ἡ τελειότης ἡ μετὰ σαρκὸς καὶ αἵματος συνεζευγμένη, βασιλείαν βασιλεύει τῶν ἐκ τῆς σαρκὸς καὶ αἵματος βρυόντων· οὐχὶ καταργήσει καταργεῖ αὐτοὺς καὶ τοὺς ἰδίους τῆς φύσεως, ἕως ἂν ἀκμὴν ἐν τῇ ζωῇ τῇ ἐκ τῶν στοιχείων σφύζῃ τὸ νόημα τῆς ζωώσεως τοῦ ἀνθρώπου ἐκ τῶν τεσσάρων χυμῶν, <καὶ> ὁ θεμέλιος τοῦ νοῦ αὐτοῦ λαμβάνει ἀλλοίωσιν ἐν πάσῃ κινήσει καὶ ῥοπῇ.

Τοῦ αὐτοῦ· Λόγος ΝΗʹ Πῶς ὀφείλει ὁ διακριτικὸς καθέζεσθαι ἐν τῇ ἡσυχίᾳ. Ἄκουσον, ἀγαπητέ. Ἐὰν θέλῃς, ἵνα μὴ γένωνται τὰ ἔργα σου μάταια, καὶ αἱ ἡμέραι σου ἀργαὶ καὶ στερούμεναι τοῦ κέρδους τοῦ ἐλπιζομένου τοῖς διακριτικοῖς ἐν τῇ ἡσυχίᾳ, ἡ εἴσοδός σου ἐν τῇ ἡσυχίᾳ ἐν διακρίσει ἔστω, καὶ μὴ ἐξ ὑποδοχῆς τινος, ἵνα μὴ γένῃ ὡς οἱ πολλοί, ἀλλὰ γενέσθω σκοπὸς τεθειμένος ἐν τῇ διανοίᾳ σου, ἵνα πρὸς αὐτὸν εὐθύνῃς τὰ ἔργα τῆς πολιτείας σου. Καὶ ἐρώτησον τοὺς ἐπὶ πλέον γινώσκοντας ἐκ πείρας καὶ οὐχὶ ἀπὸ γνώσεως μόνον, καὶ μὴ παύσῃ, ἕως ἂν γυμνασθῇς ἐν πάσαις ταῖς τρίβοις τῶν ἔργων αὐτῆς.

Καὶ πᾶν βῆμα ὅπερ τιθεῖς, γίνου ἐξετάζων εἰ ἐν τῇ ὁδῷ πορεύῃ, ἢ ἔξωθεν αὐτῆς ἐξέκλινας, εἰς μίαν τρίβον ἔξωθεν τῆς ὁδοῦ πορευόμενος. Καὶ μὴ πιστεύσῃς ἐκ τῶν ἔργων μόνων τῶν φανερῶν ὅτι τελειοῦται ἡ πολιτεία ἡ ἀκριβὴς τῆς ἡσυχίας.

Ἐὰν ἐπιθυμῇς εὑρεῖν τι καὶ φθάσαι αὐτὸ ἐν τῇ πείρᾳ ἑαυτοῦ, γενέσθω σοι σημεῖα καὶ τεκμήρια κρυπτῶς ἐν τῇ ψυχῇ σου εἰς ἕκαστον βῆμα, ὅπερ τιθεῖς, καὶ ἐξ αὐτῶν μέλλεις γνῶναι τὴν ἀλήθειαν τῶν πατέρων ἢ τὴν πλάνην τοῦ ἐχθροῦ· ἔστω δέ σοι ταῦτα τὰ ὀλίγα, ἕως ἂν σοφισθῇς ἐν τῇ ὁδῷ σου.

Ὅτε ἐν τῷ νοΐ σου <ἐν> τῇ ἡσυχίᾳ, βλέπεις τὴν διάνοιάν σου δυναμένην ἐλευθερίως ἐνεργεῖν ἐν τοῖς λογισμοῖς τοῖς δεξιοῖς, καὶ οὐκ ἔστι βία αὐτῇ ἐν τῇ ἐξουσίᾳ αὐτῆς περί τινος αὐτῶν, γνῶθι ὅτι ἡ ἡσυχία σου ὀρθή ἐστι.

Καὶ ἐὰν πάλιν, ὅταν λειτουργῇς ἐν τῇ διαφορᾷ τῆς λειτουργίας σου, πόρρω τοῦ μετεωρισμοῦ κατὰ τὸ δυνατὸν ὑπάρχων, ἐξαίφνης κόπτεται ὁ στίχος ἐκ τῆς γλώσσης σου καὶ ἐκχέει κατὰ τῆς ψυχῆς σου τὰς πέδας τῆς σιωπῆς ἔξωθεν τῆς ἐλευθερίας αὐτῆς, καὶ αὗται ἐξακολουθοῦσαι <εἰσὶ> τῇ διαμονῇ, γνῶθι ὅτι εἰς τὸ ἔμπροσθεν ἔρχῃ ἐν τῇ ἡσυχίᾳ σου καὶ ἤρξατο ἡ πραότης διπλασιάζεσθαι ἐν σοί. Ἡ ἡσυχία γὰρ ἡ ἁπλῆ, μεταξὺ τῆς δικαιοσύνης ψεκτή ἐστιν. Πολιτεία ἡ ἁπλῆ, ὥσπερ μέλος μονογενὲς κεχωρισμένον ἐκ τῆς βοηθείας τῶν ἄλλων, ψηφίζεται παρὰ τοῖς φιλοσόφοις καὶ διακριτικοῖς.

Καὶ ἐὰν πάλιν βλέπῃς τὴν ψυχήν σου, ἐν ἑκάστῳ λογισμῷ κινουμένῳ ἐν αὐτῇ καὶ πάσῃ μνήμῃ καὶ ταῖς θεωρίαις ταῖς ἐν τῇ ἡσυχίᾳ σου, πληρουμένους τοὺς ὀφθαλμούς σου δακρύων καὶ βρέχοντας κατὰ τῶν παρειῶν σου χωρὶς βίας, γνῶθι ὅτι ἤρξατο γίνεσθαι ἔμπροσθέν σου ἄνοιγμα τοῦ φραγμοῦ εἰς κατάλυμα τῶν ἐναντίων.

Καὶ ἐὰν εὑρίσκῃς ἐν σεαυτῷ κατὰ καιρὸν καὶ καιρὸν βαπτιζομένην τὴν διάνοιάν σου ἐντός σου, χωρὶς προνοίας τῆς περὶ αὐτῆς ἔξωθεν τῆς τάξεως τοῦ ἔθους, καὶ διαμένει τι τῆς ὥρας ἢ ὅπέρ ἐστι, καὶ μετὰ ταῦτα βλέπεις τὰ μέλη σου ὡσανεί εἰσιν ἐν ἀσθενείᾳ πολλῇ, καὶ βασιλεύει ἡ εἰρήνη ἐπὶ τοὺς λογισμούς σου, καὶ αὐτό σοι τοῦτο διαμένει ἀεί, γνῶθι ὅτι ἤρξατο ἡ νεφέλη ἐπισκιάσαι ἐπὶ τὴν σκηνήν σου.

Ἐὰν δέ, ὅταν καιρὸν ποιήσας ἐν τῇ ἡσυχίᾳ, εὑρίσκῃς εἰς τὴν ψυχήν σου λογισμοὺς σχίζοντας καὶ ἐξουσιάζοντας αὐτῆς, καὶ ὡς ἐν βίᾳ παραλαμβάνεται ἐξ αὐτῶν ἐν πάσῃ ὥρᾳ, καὶ ὁδηγεῖται ἡ διάνοια αὐτῆς ἐν παντὶ καιρῷ εἰς ἅπερ ἐπράχθη ὑπ’ αὐτῆς, ἢ ἐπιθυμεῖ ἐξετάσαι τὰ μάταια, γνῶθι ὅτι ματαίως κοπιᾷς ἐν τῇ ἡσυχίᾳ, καὶ ἐν τῷ μετεωρισμῷ διάγει ἡ ψυχή σου, καὶ γίνονται αὐτῇ αἰτίαι ἔξωθεν ἢ ἀπὸ ἀμελείας τῆς ἔνδον ἀπὸ τῶν καθηκόντων, μᾶλλον δὲ τῆς ἀγρυπνίας καὶ τῆς ἀναγνώσεως, καὶ εὐθέως κατάστησον τὸ πρᾶγμα σου.

Ἐὰν δέ, ὅταν εἰσέλθῃς ἐν ταῖς αὐταῖς ἡμέραις, οὐχ’ εὑρίσκῃς εἰρήνην ἐκ τῆς ὀχλήσεως τῶν παθῶν, μὴ θαυμάσῃς· ἐὰν γὰρ ὁ κόλπος τοῦ κόσμου, ἀφ’ οὗ ἐνεκρώθησαν ἐξ αὐτοῦ αἱ ἀκτῖνες τοῦ ἡλίου, μετὰ ὥραν μακρὰν διαμένῃ ἐν αὐτῷ ἡ θερμότης αὐτῶν, καὶ ἡ ὀσμὴ πάλιν τῶν φαρμάκων καὶ ὁ καπνὸς τοῦ μύρου, ὁ ἐκχεόμενος ἐν τῷ ἀέρι, ὥραν μακρὰν διαμένῃ πρὸ τοῦ διασκεδασθῆναι καὶ ἀφανισθῆναι, πόσῳ μᾶλλον τὰ πάθη, τὰ ὡς δίκην κυνῶν εἰωθότων ἐν μακέλλῳ λεῖξαι τὸ αἷμα, ἡνίκα κωλυθῶσι τῆς ὕλης τοῦ ἔθους αὐτῶν, ἵστανται πρὸ τῶν θυρῶν ὑλακτοῦντες, ἕως ἂν διασκεδασθῇ ἡ δύναμις τῆς προτέρας συνηθείας αὐτῶν.

Ὅτε ἄρξεται ἡ ἀμέλεια εἰσελθεῖν ἐν τῇ ψυχῇ σου κλεψιμαίῳ τρόπῳ, καὶ εἰς τὰ ὀπίσω στρέφεται ἐν σκοτώσει καὶ ἐπλησίασεν ὁ οἶκος πληρωθῆναι σκοτώσεως, ταῦτα τὰ τεκμήρια πλησιάζονται· αἰσθάνῃ ἐν ἑαυτῷ κρυπτῶς ὅτι ἐν τῇ πίστει σου ἀσθενεῖς καὶ ἐν τοῖς ὁρατοῖς πλεονεκτεῖς, καὶ ἡ πεποίθησίς σου μειοῦται, καὶ ἐν τῷ πλησίον σου ζημιοῦσαι, καὶ ὅλη ἡ ψυχή σου πληροῦται μέμψεως ἐν στόματι καὶ καρδίᾳ κατὰ παντὸς ἀνθρώπου καὶ πράγματος, —καὶ ἐν οἷς ἀπαντᾷς πράγμασιν ἐν λογισμοῖς καὶ αἰσθήσεσι—, καὶ κατ’ αὐτοῦ τοῦ Ὑψηλοῦ, καὶ πτοεῖσαι ἐκ τῆς βλάβης τοῦ σώματος, δι’ ἧς ἡ μικροψυχία κατακυριεύει σου ἐν πάσῃ ὥρᾳ, καὶ κατὰ καιρὸν καὶ καιρὸν κινεῖται ἡ ψυχή σου ἐν τῷ φόβῳ, ἕως ἂν ἀπὸ τῆς σκιᾶς σου δειλιᾷς καὶ κατεπείγῃ· τὴν πίστιν γάρ, οὐχὶ τὴν ὡς θεμέλιον τῆς ὁμολογίας τῶν πάντων λέγομεν, ἀλλὰ τὴν δύναμιν ἐκείνην τὴν νοητήν, τὴν ἐν τῷ φωτὶ τῆς διανοίας στηρίζουσαν τὴν καρδίαν, καὶ ἐν τῇ μαρτυρίᾳ τῆς συνειδήσεως κινοῦσαν ἐν τῇ ψυχῇ πεποίθησιν πολλὴν πρὸς τὸν Θεόν, ἵνα μὴ αὐτὴ φροντίζῃ ἑαυτῆς, ἀλλ’ ἐπὶ τὸν Θεὸν ἐπιρρίψῃ τὴν φροντίδα αὐτῆς ἀμερίμνως ἐν παντί.

Ὅταν δὲ εἰς τὸ ἔμπροσθέν σου ἔλθῃς, [καὶ] <τ>ότε ταῦτα τὰ σημεῖα τὰ φανερὰ ἐν τῇ ψυχῇ σου πλησίον εὑρήσεις· ἐν τῇ ἐλπίδι κραταιοῦσαι ἐν πᾶσι, καὶ ἐν τῇ εὐχῇ πλουτήσεις, καὶ οὐχ’ ὑστερεῖ ὕλη κέρδους ἐν τῇ διανοίᾳ ποτὲ ἐν πᾶσιν οἷς ἀπαντᾷς, καὶ αἰσθάνῃ τῆς ἀσθενείας τῆς ἀνθρωπίνης φύσεως. Καὶ ἐξ ἑνὸς τούτων, ἐκ τῆς ὑπερηφανίας φυλάττεσαι· καὶ ἐν τῷ μέρει δὲ τῷ ἄλλῳ, τὰ ἐλαττώματα τοῦ πλησίον καταφρονοῦνται ἐν ὀφθαλμοῖς σου, καὶ γίνῃ ἐν ἐπιθυμίᾳ τοῦ ἐξελθεῖν ἐκ τοῦ σώματος ἐν τῇ ἐφέσει, ἐν ᾗ μέλλομεν ἔσεσθαι ἐν τῷ μέλλοντι, καὶ πάντα τὰ συμβαίνοντα σοι θλιβερά, τὰ συναντῶντα σοι κρυπτῶς καὶ φανερῶς, εὑρίσκεις ἐν δικαιοσύνῃ τὰ πάντα ἐγγύς σου, ἐν πάσῃ ἀκριβείᾳ τῇ ἀπεχούσῃ ἀπὸ τῆς οἰήσεως, καὶ ὑπὲρ πάντων εὐχαριστίαν καὶ ἐξομολόγησιν ἀποδώσεις.

Ταῦτα τὰ σημεῖα τῶν νηφόντων καὶ παραφυλαττομένων καὶ ἐν τῇ ἡσυχίᾳ διαμενόντων καὶ τὴν ἀκρίβειαν τῆς πολιτείας ἐπιθυμούντων φθάσαι. Οἱ χαῦνοι δὲ οὐ χρήζουσι τούτων τῶν τεκμηρίων τῶν λεπτῶν, τῶν ἐνέδρων τῶν πτώσεων, διὰ τὸ εἶναι αὐτοὺς ἀπέχοντας ἀπὸ τῶν κρυπτῶν ἀρετῶν.

Ὅτε μία ἐκ τούτων παρακῦψαι ἄρξεται ἐν τῇ ψυχῇ σου, νόησον αὐτῇ τῇ ὥρᾳ ἐν ποίῳ μέρει ἤρξω ἐκκλίνειν, καὶ εὐθὺς γινώσκεις ποίας συνοδίας ἐστίν.

Τοῦ αὐτοῦ· Λόγος ΝΘʹ Ὅτι τὰ μέτρα τῆς πολιτείας ἡμῶν ἐκ τῆς ἀλλοιώσεως νοοῦμεν. καὶ ὅτι εἰς τὸ πλῆθος τῆς ἀλλοιώσεως τῶν ἔργων ἡμῶν νηπιωδῶς μὲν ἐπερειδώμεθα· ἀλλὰ τὸ μέτρον τῆς ψυχῆς ἡμῶν γνωσόμεθα ὡς σοφοὶ ἐκ τοῦ ἀνακαινισμοῦ τοῦ ἐν τῷ κρυπτῷ, οὗ αἰσθανόμεθα ἡμέραν καθημέραν· καὶ περὶ τάξεως λεπτῆς τῆς διακρίσεως. Πρόσεχε σεαυτῷ, ὦ ἀγαπητέ, ἀεὶ καὶ ἴδε ἐν τῇ συνεχείᾳ τῶν ἔργων σου, καὶ τὰς θλίψεις τὰς συναντώσας σοι, καὶ τὴν χώραν τῆς ἐρήμου τῆς διαγωγῆς σου, καὶ τὴν λεπτότητα τοῦ νοός σου μετὰ τῆς στρυφνότητος τῆς γνώσεώς σου, καὶ τὸ μῆκος τὸ πολὺ τῆς ἡσυχίας σου μετὰ τῶν φαρμάκων τῶν πολλῶν, ἤτοι τῶν πειρασμῶν τῶν ἐκ τοῦ ἀληθινοῦ ἰατροῦ ἐπαγομένων πρὸς ὑγείαν ἐκείνου τοῦ ἔσω ἀνθρώπου. Ἐν καιρῷ δὴ ἐκ τῶν δαιμόνων. καὶ ἐν καιρῷ ἐν νόσοις καὶ ἐν τοῖς πόνοις τοῦ σώματος, καὶ ἐν καιρῷ ἐν πτοήσει τῶν νοημάτων τῆς ψυχῆς σου ἐν ταῖς μνήμαις ταῖς δειναῖς, ταῖς μελλούσαις εἶναι εἰς τὰ ἔσχατα· ἐν καιρῷ δὲ ἐν τῷ κεντρισμῷ καὶ περιδέσμῳ τῆς χάριτος τῆς θερμῆς καὶ τῶν γλυκέων δακρύων καὶ τῆς χαρᾶς τοῦ πνεύματος μετὰ τῶν λοιπῶν, ἵνα μὴ πληθύνω τοὺς λόγους.

Ἆρα ἐν πᾶσι τούτοις ἐντελῶς καθορᾷς ὅτι τὸ ἕλκος σου ἤρξατο ὑγιαίνειν καὶ σφραγίζεσθαι, τοῦτο δέ ἐστιν, ἆρα τὰ πάθη ἤρξαντο ἀσθενεῖν; Θὲς τεκμήριον καὶ εἴσελθε ἐν ἑαυτῷ διαπαντὸς καὶ ἴδε ποῖα μὲν τῶν παθῶν ὁρᾷς ὅτι ἠσθένησαν κατενώπιόν σου, ποῖα δὲ ἐξ αὐτῶν ἀπώλλοντο καὶ ἀπέστησαν παντελῶς, καὶ ποῖα ἐξ αὐτῶν ἤρξαντο σιωπᾶν ἐκ τῆς ὑγείας τῆς ψυχῆς σου καὶ οὐχὶ ἐκ τῆς ἀποστάσεως τῶν πτοούντων, καὶ ποῖα ἐκ τῆς διανοίας ἔμαθε κραταιοῦσθαι καὶ οὐχὶ ἐκ τῆς στερήσεως τῶν αἰτιῶν.

Καὶ πρόσεχε πάλιν, εἰ ἆρα βλέπεις παντελῶς ἐντὸς τῆς σήψεως τοῦ ἕλκους σου, ὅτι ἤρξατο σὰρξ ζῶσα ἀνέρχεσθαι, ὅπερ ἐστὶν ἡ εἰρήνη τῆς ψυχῆς, [καὶ] ποῖα μὲν τῶν παθῶν ἀκολούθως καὶ ἐπειγμένως ἐκβιάζονται καὶ ἐν ποίῳ καιρῷ καὶ καιρῷ, καὶ εἴ εἰσι ταῦτα σωματικὰ ἢ ψυχικὰ ἢ σύνθετα καὶ σύμμικτα; Καὶ εἰ ὡς ἀσθενῆ ἐν τῇ μνήμῃ κινοῦνται σκοτεινῶς, ἢ ἰσχυρῶς ἐπανίστανται κατὰ τῆς ψυχῆς, καὶ εἰ ἆρα ὡς ἐξουσιάζοντες ἢ κλεψιμαίῳ τρόπῳ, καὶ πῶς προσέχει αὐτοῖς ὁ νοῦς ὁ βασιλεύς, ὁ ἐξουσιάζων τῶν αἰσθήσεων, ὅταν τύψωσι; Πόλεμον πολεμεῖ μετ’ αὐτῶν καὶ ἐξατονεῖν αὐτὰ ποιεῖ ἐν τῇ ἰσχύϊ αὐτοῦ, ἢ οὐδὲ πάλιν ἐν ὁράσει καθορᾷ αὐτὰ καὶ ψηφίζει αὐτά; Καὶ ποῖα μὲν αὐτῶν ἀπηλείφθησαν ἐκ τῶν παλαιῶν, ποῖα δὲ νεωστὶ ἐπλάσθησαν; Καὶ τὰ πάθη δὲ ἐν εἰκονισμῷ κινοῦνται ἢ ἐν αἰσθήσει χωρὶς εἰκονισμῶν καὶ ἐν μνήμῃ χωρὶς πάθους καὶ διαλογισμῶν ἐκτὸς ἐρεθισμοῦ;

Καὶ ἐκ τούτων πάλιν δυνατὸν γνῶναι τὸ μέτρον τῆς ψυχῆς πῶς ἵσταται· ἐκεῖνα μὲν τὰ πρῶτα, [καὶ] ἐὰν οὐ καταστενῶσι διότι ἀκμὴν ἀγὼν ἐπίκειται τῇ ψυχῇ, καὶ ἐὰν ἰσχυρότητα κατ’ αὐτῶν δεικνύῃ· ταῦτα δέ, καθὼς εἶπεν ἡ γραφὴ ἡ ἐν χρήσει· Ἐκάθισε Δαβὶδ ἐν τῷ οἴκῳ αὐτοῦ καὶ ἀνέπαυσεν αὐτὸν ὁ Θεὸς ἐκ πάντων τῶν περικύκλῳ αὐτοῦ;

Ταῦτα οὐ περὶ ἑνὸς τῶν παθῶν νοήσεις, ἀλλὰ καὶ μετὰ τῶν παθῶν τῶν φυσικῶν, τῆς ἐπιθυμίας καὶ τοῦ θυμοῦ, καὶ τὰ πάθη τῆς φιλοδοξίας τῆς εἰκονιζούσης τὰ πρόσωπα καὶ φανταζούσης, καὶ εἰς ἐπιθυμίαν καὶ ἔφεσιν διεγειρούσης· καὶ τὸ πάθος πάλιν τῆς φιλαργυρίας, ὅταν κοινωνῇ ἡ ψυχὴ αὐτῷ κρυπτῶς, καὶ ἐὰν οὗ πείθηται εἰς ἔργον ἐλθεῖν, ἀλλὰ τὰ εἴδωλα τῶν τῆς φιλαργυρίας πραγμάτων ἐν τῇ ὕλῃ τῆς συναγωγῆς τοῦ πλούτου εἰκονίζει ἐν τῷ νοΐ, καὶ τὴν ψυχὴν πείθει μελετῆσαι ἐν αὐτοῖς, καὶ πόθον ἐμποιεῖ κτήσασθαι αὐτὰ μετὰ τῶν λοιπῶν.

Οὐχὶ πάντα τὰ πάθη ἐν προσβολῇ πολεμοῦσιν· ἔστι γὰρ πάθη τὰς θλίψεις μόνον δεικνύοντα τῇ ψυχῇ. Ἀμέλεια δὲ καὶ ἀκηδία καὶ λύπη, οὐχὶ ἐν προσβολῇ οὐδὲ ἐν ἀνέσει προσβάλλουσιν, ἀλλὰ βάρος μόνον ἐπιτιθοῦσιν ἐπὶ τῇ ψυχῇ· ἡ δὲ ἰσχὺς τῆς ψυχῆς, ἐν νίκῃ κατὰ τῶν ἐν προσβολῇ πολεμούντων δοκιμάζεται. Καὶ τούτων πάντων, γνῶσιν λεπτὴν καὶ τεκμήρια χρὴ τῷ ἀνθρώπῳ ἔχειν, ὅπως αἰσθηθῇ εἰς ἕκαστον βῆμα ὃ τιθεῖ, ποῦ ἔφθασε καὶ ἐν ποίᾳ χώρᾳ ἤρξατο ἡ ψυχὴ αὐτοῦ πατῆσαι, ἐν τῇ γῇ τῆς Χαναὰν ἢ ἔξωθεν τοῦ Ἰορδάνου.

Πρόσεχε δὲ καὶ τοῦτο· ἐὰν διὰ τοῦ φωτὸς τῆς ψυχῆς ἱκανῇ ἡ γνῶσις πρὸς διάκρισιν τούτων, ἢ ἐν σκοτώσει διακρίνῃ αὐτά, ἢ παντελῶς ἐστέρηται ἐκ τῶν τοιούτων. Εὑρίσκεις ἆρα παντελῶς ὅτι ἤρξατο ὁ λογισμὸς καθαρεύεσθαι; Διδοῖ τόπον ὁ μετεωρισμὸς ἐν τῇ διανοίᾳ ἐν τῇ ὥρᾳ τῆς προσευχῆς; Καὶ ποῖον ἆρα πάθος ταράσσει σε ἐν τῷ προσεγγίσαι τὴν διάνοιαν ἐν τῇ προσευχῇ;

Αἰσθάνῃ ἐν σεαυτῷ ὅτι ἡ δύναμις τῆς ἡσυχίας ἐπεσκίασεν ἐπὶ τὴν ψυχὴν ἐν ἐπιεικείᾳ καὶ γαλήνῃ καὶ εἰρήνῃ, ἣν παρὰ τὸ ἔθος εἴωθε γεννᾶν ἐν τῇ διανοίᾳ; Ἁρπάζεται ὁ νοῦς ἀεί, ἔξωθεν τοῦ θελήματος, εἰς τὰς ἐννοίας τῶν ἀσωμάτων, εἰς ἅπερ οὐκ ἐπετράπησαν αἱ αἰσθήσεις ἑρμηνεῦσαι αὐτά; Ἐξάπτεται ἐν σοὶ ἐξαίφνης χαρὰ ἡ κατασιγήζουσα τὴν γλῶσσαν ἐν τῇ τρυφῇ αὐτῆς τῇ ἀνομοίῳ;

Βρύει ἐκ τῆς καρδίας ἀεὶ ἡδονή τις, καὶ ἕλκει τὸν ἄνθρωπον ὅλον ἐξ ὅλου ἀνεπαισθήτως κατὰ καιρὸν καὶ καιρόν; Ἐμπίπτει εἰς ὅλον τὸ σῶμα τρυφή τις καὶ ἀγαλλίασις, ἅπερ γλῶσσα σαρκίνη οὐ δύναται αὐτὰ ἐξειπεῖν, ἕως ἂν πάντα τὰ ἐπίγεια σποδὸν καὶ σκύβαλα ἡγήσηται ἐν τῇ μνήμῃ ταύτῃ; Ἐκείνη γὰρ ἡ πρώτη ἡ τῆς καρδίας, ἐν καιρῷ ἐν τῇ ὥρᾳ τῆς προσευχῆς καὶ ἐν καιρῷ ἐν τῇ ἀναγνώσει, καὶ ἐν καιρῷ πάλιν ἐκ τῆς διηνεκοῦς μελέτης καὶ τοῦ μήκους τῆς διανοίας, θερμαίνεται ὁ νοῦς.

Αὕτη δὲ ἡ ἐσχάτη, ὡς τὰ πολλὰ ἔξωθεν τούτων, καὶ ποσάκις ἐν ἔργῳ παρέργῳ, καὶ εἰς τὰ πολλὰ τῶν νυκτῶν ἐν τῷ αὐτῷ τρόπῳ. ὅτε μεταξὺ τοῦ ὕπνου καὶ τῆς ἐγρηγόρσεως, ὡς ὑπνῶν καὶ ὡς οὐχ’ ὑπνῶν, καὶ ἐγρηγόρως καὶ ὡς οὐκ ἐγρηγόρως, ἐπισυμβαίνει. Καὶ ἐκείνη ἡ τρυφὴ ἡ σφύζουσα ἐν ὅλῳ τῷ σώματι αὐτοῦ, οὕτως νομίζει ὁ ἄνθρωπος ἐν ἐκείνῃ τῇ ὥρᾳ ὅτι οὐκ ἔστιν ἄλλο τι ἡ βασιλεία τῶν οὐρανῶν, εἰ μὴ τοῦτο.

Καὶ βλέπε πάλιν ἐὰν ἡ ψυχὴ ἐκτήσατο δύναμιν ψιλοῦσαν τὰς μνήμας τὰς αἰσθητὰς ἐν τῇ δυνάμει τῆς ἐλπίδος τῆς κατακρατούσης τῆς καρδίας, καὶ κραταιοῖ τὰς αἰσθήσεις τὰς ἐσωτικὰς ἐν ἀνερμηνεύτῳ πληροφορίᾳ πειθοῖ· καὶ ἐὰν ἐξυπνίσθῃ ἡ καρδία. χωρὶς τῆς προνοίας τῆς περὶ αὐτῆς, αἰχμαλωτισθῆναι τῶν ἐπιγείων ἐν τῇ διηγήσει τῇ ἀπαύστῳ {μετὰ τῆς ἐργασίας αὐτῆς τῆς ἀδιαλείπτου, τῆς} μετὰ τοῦ Σωτῆρος ἡμῶν οὔσης.

Κτῆσαι γνῶσιν τῆς διαφορᾶς τῆς κλήσεως αὐτῆς καὶ τῆς διηγήσεως, ὅταν ἀκούσῃς. Ταχέως δὲ γεύσασθαι ταῦτα τῇ ψυχῇ ποιεῖ ἡ ἡσυχία, ἡ μὴ διακοπτομένη ἐν τῇ ἐργασίᾳ αὐτῆς, τῇ διαμενούσῃ, καὶ ἀπόλλονται πάλιν μετὰ τὴν εὕρεσιν αὐτῶν, ἐκ τῆς ἀμελείας τῶν δεχομένων. καὶ ἐν μακρῷ χρόνῳ πάλιν οὐχ’ εὑρίσκονται.

Ἐν τούτοις γὰρ τολμᾷ τις τοῦ εἰπεῖν ἐν τῇ μαρτυρίᾳ τῆς συνειδήσεως αὐτοῦ τεθαρρηκώς, ὅπερ εἶπεν ὁ μακάριος Παῦλος· Πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος, οὔτε ζωή, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, καὶ τὰ λοιπά, δύνανται χωρίσαι με τῆς ἀγάπης τοῦ Χριστοῦ· οὔτε γὰρ θλίψεις τοῦ σώματος καὶ μετ’ αὐτῶν αἱ τῆς ψυχῆς, ἢ διωγμός, ἢ λιμός, ἢ γυμνότης, ἢ μόνωσις, ἢ ἐγκλεισμός, ἢ κίνδυνος, ἢ μάχαιρα, ἀλλ’ οὔτε ἄγγελοι τοῦ σατανᾶ, οὔτε αἱ δυνάμεις αὐτοῦ ἐν τοῖς κακοῖς τρόποις τῶν μηχανημάτων, οὔτε δόξα ἡ καταργουμένη ἐν τῇ προσβολῇ αὐτῆς τῇ προσβαλλούσῃ αὐτῷ, οὔτε συκοφαντίαι καὶ μέμψεις ἐν κολαφισμῷ ματαίως καὶ δωρεὰν γινόμεναι.

Ἐὰν δὲ ταῦτα, ὦ ἀδελφέ, κατά τινα τρόπον πλεονάζειν ἢ ὑστερεῖν ἐν τῇ ψυχῇ σου οὐκ ἤρξαντο θεωρεῖσθαι, οἱ κάματοί σου καὶ αἱ θλίψεις σου καὶ ἡ ἡσυχία σου πᾶσα, μόχθος ἐστὶν ἀνόνητος γινόμενος· καὶ οὐδέ, ἐὰν θαυμάσια ἐργάζωνται ἐν ταῖς χερσί σου καὶ τοὺς νεκροὺς ἀνιστᾷς, γίνονται εἰς ὁμοίωσιν τούτων τι. Καὶ δὴ ἀρτίως κίνησον τὴν ψυχήν σου καὶ ἐν δάκρυσι πεῖσον τὸν σώζοντα τὰ πάντα ἐπᾶραι τὸν βῆλον ἐκ τῆς θύρας τῆς καρδίας σου, καὶ τὴν σκότωσιν τῆς καταιγίδος τῶν παθῶν ἐκτῖλαι ἐκ τοῦ στερεώματος τοῦ ἐσωτέρου, τοῦ ἀξιωθῆναι σε ἰδεῖν τὴν ἀκτῖνα τῆς ἡμέρας, ἵνα μὴ γένῃ ὡς νεκρὸς καθήμενος ἐν σκοτώσει εἰς τοὺς αἰῶνας.

Ἀγρυπνία διηνεκὴς μετὰ ἀναγνώσεως, καὶ μετάνοιαι συνεχεῖς ἐκ διαδοχῆς γινόμεναι ὑπό τινος, οὐ χρονίζουσι δοῦναι ταῦτα τὰ ἀγαθὰ τοῖς οὖσι σπουδαίοις. Καὶ ὁ εὑρὼν αὐτά, ἐν τούτοις εὗρεν αὐτά. Καὶ οἱ θέλοντες εὑρεῖν αὐτὰ πάλιν, ἐν τούτοις δύνανται εὑρεῖν αὐτά. Ὅταν διαμείνωσιν ἐν τῇ ἡσυχίᾳ σὺν τῇ ἐργασίᾳ τούτων —ὅταν ἡ διάνοια μὴ δεσμευθῇ ἔν τινι μὴ δὲ ἐν ἀνθρώπῳ ἐκτὸς τῆς ψυχῆς αὐτοῦ—, ἀλλ’ ἐν τῇ ἐργασίᾳ τῆς ἀρετῆς τῆς ἔσω ἐργάζεται.

Ἀλλὰ καὶ ἐν αὐτοῖς τοῖς ἔργοις, πλησίον ἡμῶν εὑρίσκομεν αἴσθησιν ἀκριβῆ ἐν ἑνίοις τούτων μερικῶς καὶ τότε βεβαιούμεθα καὶ περὶ τῶν λοιπῶν. Ὁ ἐν τῇ ἡσυχίᾳ καθήμενος καὶ λαβὼν πεῖραν τῆς χρηστότητος τοῦ Θεοῦ, οὐ χρήζει πολλῆς πιθανότητος, ἀλλ’ οὐδὲ κατά τινα τρόπον ἀπιστίας νοσεῖ ἡ ψυχὴ αὐτοῦ, ὡς οἱ διστάζοντες τῇ ἀληθείᾳ· ἡ μαρτυρία γὰρ τῆς διανοίας αὐτοῦ ἱκανεῖ πεῖσαι αὐτὸν ὑπὲρ ἀπείρους λόγους χωρὶς πείρας.