Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσαὰκ ὁ Σύρος – Λόγοι ἀσκητικοί

Ἰσαὰκ ὁ Σύρος

Λόγοι Κ'-ΚΒ': Ο αόρατος πόλεμος, η θεωρία και η αντίληψη των ασώματων φύσεων

Η ισχύς των παθών, ο κίνδυνος της αργίας, η όραση των αγγελικών και δαιμονικών ταγμάτων και η ιεραρχική μετάδοση της θείας θεωρίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσαὰκ ὁ Σύρος

—

Κεφάλαιο 8 από 18

Τοῦ αὐτοῦ· Λόγος Κʹ Περὶ δυνάμεως καὶ ἐνεργείας τῶν κακιῶν τῆς ἁμαρτίας· ὑπὸ τίνων συνίστανται καὶ ὑπὸ τίνων παύονται. Ἕως ἂν ἀληθῶς ἐκ καρδίας μισήσῃ τις τὴν αἰτίαν τῆς ἁμαρτίας, ἐκ τῆς ἡδονῆς τῆς ἐνεργείας αὐτῆς οὐκ ἐλευθεροῦται. Οὗτος ἐστὶν ὁ ἀγὼν ὁ σφοδρότατος, ὅστις ἀντικαθίσταται τῷ ἀνθρώπῳ μέχρις αἵματος, ἐν ᾧ δοκιμάζεται αὐτοῦ τὸ αὐτεξούσιον ἐν τῇ ἑνάδι τῆς ἀγάπης αὐτοῦ τῶν ἀρετῶν· αὕτη ἐστὶν ἡ δύναμις, ἥν τινα καλοῦσιν ἐρεθισμὸν καὶ παράταξιν, ἀφ’ ὧν τινων τῆς ὀσμῆς ἐξασθενεῖ ἡ ψυχὴ ἡ ταλαίπωρος χάριν τῆς ἀπαραιτήτου παρατάξεως τῆς οὔσης ἐν αὐτῇ· αὕτη ἐστὶν ἡ δύναμις τοῦ μεγέθους τῆς ἁμαρτίας, ἐν ᾗ τὰς ψυχὰς τῶν σωφρόνων ὁ ἐχθρὸς συμφύρειν εἴωθε, καὶ τὰς καθαρὰς κινήσεις ἀναγκάζει πεῖραν λαβεῖν, ὧν ὅλως οὐδέποτε εἰλήφασιν.

Ἐνταῦθα δεικνύομεν τὴν ὑπομονὴν ἡμῶν, ὦ ἀγαπητοί. Οὗτος γάρ ἐστιν ὁ καιρὸς τῆς ἀφανοῦς ἀθλήσεως, δι’ ἧς λέγεται ὅτι ἡ τάξις τῶν μοναχῶν ἑκάστοτε νικᾷ. Τῇ προσαπαντήσει τούτου τοῦ πολέμου συμφύρεται ὁ εὐθὴς νοῦς, ἐὰν μὴ μεγάλως παραφυλάξηται. “Δυνατὸς εἶ Κύριε, ἡ πηγὴ πάσης βοηθείας, ὑποστηρίξαι ἐν τοῖς τοιούτοις καιροῖς, οἵτινες εἰσὶ μαρτυρίας καιροί, τὰς νυμφευσαμένας σοι ἑαυτὰς μετὰ χαρᾶς ψυχάς, ὁ οὐράνιος νυμφίος, καὶ δεδωκυίας τὰς συνθήκας τῆς ἁγιότητος μετὰ εἰλικρινείας κινήσεων καὶ οὐ μετὰ πανουργίας· δώρησαι αὐταῖς δύναμιν καθελεῖν ὠχυρωμένα τείχη καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς ἀληθείας, ἵνα μὴ τοῦ ἰδίου σκοποῦ ἀστοχήσωσι βίᾳ ἀνυπομονήτῳ, ἐν τῷ καιρῷ ἐν ᾧ περὶ αἵματος ἀνταγώνισμα γίνεται”.

Οὐ πάντοτε γίνεται ἀγώνισμα σωφροσύνης ἐν τούτῳ τῷ σφοδρῷ πολέμῳ· γίνεται ἐγκατάλειψις πρὸς δοκιμασίαν. Οὐαὶ δὲ τῷ ἀσθενεῖ τῷ δοκιμαζομένῳ ἐν τούτῳ τῷ διακριτικῷ πολέμῳ, διότι μεγίστην ἰσχὺν κέκτηται οὗτος ὁ πόλεμος ἐκ τῆς συνηθείας, ἧς ἔλαβεν ἐξ ἐκείνων τῶν παραδεδωκότων ἑαυτοὺς τῇ ἥττῃ ἐν τῇ συγκαταθέσει τῶν ἰδίων λογισμῶν.

Παραφυλάττεσθε, ὦ ἀγαπητοί, ἀπὸ τῆς ἀργίας, διότι ἐγκέκρυπται ἐν αὐτῇ ἐγνωσμένος θάνατος, καθότι χωρὶς αὐτῆς ταῖς χερσὶ τῶν αἰχμαλωτίσαι τὸν μοναχὸν θελόντων ἐμπίπτειν οὐκ ἔστιν. Οὐ περὶ ψαλμῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κατακρινεῖ ἡμᾶς ὁ Θεός, οὐδὲ περὶ τῆς ἐν προσευχῇ ἀργίας, ἀλλ’ ὅτι τῇ καταλείψει τούτων εἴσοδος γίνεται τοῖς δαίμοσιν. Ἡνίκα δ’ ἂν εὕρωσι χώραν καὶ εἰσέλθωσι, καὶ συγκλείσωσι τὰς θύρας τῶν θαλάμων ἡμῶν, τότε πληροῦσιν εἰς ἡμᾶς τυραννικῶς, ἅτινα ὑπὸ τὴν θείαν ἀπόφασιν συνέχουσι τοὺς ἐργάτας αὐτῶν μετὰ ἐκδικήσεως σφοδροτάτης, καὶ γινόμεθα ὑποχείριοι χάριν τῆς καταλείψεως τῶν μικρῶν, ἅτινα διὰ τὸν Χριστὸν φροντίδος ἀξιοῦνται παρὰ τῶν σοφωτάτων, ὡς γέγραπται, «Ὁ μὴ ὑποτάσσων τῷ Θεῷ τὸ ἑαυτοῦ θέλημα, ὑποτάσσεται τῷ ἀντιδίκῳ αὐτοῦ». Ὥστε ταῦτα τὰ μικρὰ φαινόμενα, ὡς τείχη σοι λογισθήσονται κατέναντι τῶν αἰχμαλωτιζόντων ἡμᾶς, ὧν τινων ἡ τελείωσις ἔνδοθεν τοῦ κελλίου ὑπὸ τῶν κρατούντων τὴν τάξιν τῆς ἐκκλησίας σοφῶς τέθειται πρὸς φυλακὴν τῆς ἡμετέρας ζωῆς ἐν πνεύματι ἀποκαλύψεως, ὧν ἡ κατάλειψις, ὑπὸ τῶν ἀσόφων μικρὰ λογίζεται, τὴν ὑπ’ αὐτῶν ζημίαν μὴ λογιζομένων τούτων.

Ἥ τε ἀρχὴ τῆς ὁδοῦ καὶ ἡ μεσότης, ἐλευθερία ἀπαίδευτος, ἥτις ἐστὶ μήτηρ τῶν παθῶν· κρεῖσσον γὰρ ἀγωνίσασθαι μὴ ἐγκαταλεῖψαι τὰ μικρὰ ἢ τόπον δοῦναι τῇ ἁμαρτίᾳ ἐν τῷ πλατυσμῷ αὐτῶν· αὕτη γὰρ ἄκαιρος ἐλευθερία, ἧς τὸ τέλος δουλεία ἀπότομος.

Ἐν ὅσῳ τὰς αἰσθήσεις ζώσας ἔχεις πρὸς ἀπάντησιν τῶν συμβεβηκότων, νεκρὸν σαυτὸν ὑπολάμβανε, διότι οὐ μή σοι λείψῃ ἔκκαυσις ἁμαρτίας ἐν πᾶσι τοῖς μέλεσί σου, καὶ οὐ μὴ δυνήσῃ κτήσασθαι σεαυτῷ σωτηρίαν.

Ἐάν τις τῶν μοναχῶν εἴπῃ ἐν τῇ καρδίᾳ αὐτοῦ ὅτι παραφυλάττεται ἐκ τούτων, οὗτος οὐ θέλει μαθεῖν πότε. Ὅστις ἀπατήσει τὸν ἑαυτοῦ ἑταῖρον, τῆς κατάρας ἠξίωται τοῦ νόμου· ὁ δὲ ἑαυτὸν ἀπατήσας, ποίας ἐκδικήσεως τεύξεται; Διότι ἐπιστάμενος, ἀγνοίας προσποιεῖται, ὅτι οὐκ ἐπίσταται, διατοῦτο ἄρχεται ἐλέγχεσθαι ὑπὸ τῆς συνειδήσεως, καὶ τοῦτο δύσκολον αὐτῷ φαίνεται, διότι ἐπίσταται ὃ ἀγνοεῖν προσποιεῖται.

Ὢ τί γλυκεῖαι εἰσὶν αἱ ἀφορμαὶ τῶν παθῶν. Τὰ μὲν γὰρ πάθη ἐνίοτε δύναταί τις κόψαι καὶ ἐν τῷ μακρυσμῷ αὐτῶν γαληνιᾷ καὶ εὐφραίνεται ἐν τῷ παύεσθαι αὐτά, τὰς μέντοι αἰτίας λιπεῖν οὐ δύναται. Διατοῦτο μὴ θέλοντες πειραζόμεθα, καὶ ἐν μὲν τοῖς πάθεσι λυπούμεθα, τὰς δὲ ἀφορμὰς ἐμμένειν ἐν ἡμῖν ἀγαπῶμεν. Τὰς ἁμαρτίας οὐκ ἐφιέμεθα, τὰς δὲ ἐπιφερούσας ἡμῖν αὐτὰς αἰτίας μεθ’ ἡδονῆς δεχόμεθα· τούτου ἕνεκεν παραίτιοι γίνονται τῇ ἐνεργείᾳ αἱ δεύτεροι τῶν πρώτων. Ὁ τὰς ἀφορμὰς τῶν παθῶν ἀγαπῶν, ὑποχείριός ἐστιν ἄκων καὶ μὴ βουλόμενος καὶ δεδούλωται τοῖς πάθεσιν.

Ὁ μισῶν τὰς ἰδίας ἁμαρτίας παύσεται ἀπ’ αὐτῶν, καὶ ὁ ὁμολογῶν τὰς ἰδίας ἁμαρτίας τεύξεται τῆς ἀφέσεως. Ἀδύνατον δέ τινι τὴν ἕξιν τῆς ἁμαρτίας καταλιπεῖν πρὶν ἔχθραν κτήσηται μετ’ αὐτῆς, οὔτε ἀφέσεως τυχεῖν, πρὶν τῆς τῶν πλημμελημάτων ὁμολογήσεως· τῇ μὲν γὰρ ταπείνωσίς ἐστιν ἀληθῶς, τῇ δὲ κατάνυξις ἀπὸ αἰσχύνης ἀκολουθούσης τῇ καρδίᾳ. Ἐὰν μὴ μισήσωμεν τὰ μέμψεως ἄξια, οὐ δυνάμεθα αἰσθάνεσθαι τῆς δυσωδίας τῆς ἐνεργείας αὐτῶν οὐδὲ τοῦ βρώμου αὐτῶν, ἐνόσῳ φέρομεν ταῦτα ἐν ταῖς ἰδίαις ψυχαῖς.

Ἕως ἂν ἀπορρίψῃς τὸ ἄτοπον ἐκ σοῦ, οὐ γνώσῃ ποίᾳ αἰσχύνῃ περιπεπλεγμένος εἶ, οὐδὲ τὴν ἐξ αὐτῆς ἐρυθρίασιν. Ὅταν ἐν ἄλλοις κατίδῃς τὸ σὸν φορτίον, τότε μαθήσῃ τὴν ἐπικειμένην σοι αἰσχύνην. Ἀπόστα τοῦ κόσμου καὶ τηνικαῦτα γνώσῃ τὸ δυσῶδες αὐτοῦ, —ἐὰν γὰρ μὴ ἀποστῇς, οὐ μὴ μάθῃς—διότι ὡς ὀσμὴν καλὴν περιβάλλῃ τὴν δυσωδίαν αὐτοῦ καὶ τὴν γύμνωσιν τῆς σῆς αἰσχύνης ὡς καταπέτασμα δόξης.

Μακάριος ὁ μακρυνθεὶς ἀπὸ τοῦ σκότους [τοῦ κόσμου] καὶ προσεσχηκὼς ἑαυτῷ· οὐ γὰρ δύναται ἡ διόρασις ὑπουργῆσαι ἐν μέσῳ αὐτοῦ οὔτε διακρῖναι. Μακάριος ὁ καταλείψας τὴν κάρωσιν τῆς μέθης αὐτοῦ, καὶ τὸ ἀκόρεστον τῆς κραιπάλης αὐτοῦ ἐν ἄλλοις κατιδὼν ὁποῖον ἐστί· τότε γνώσεται τὴν ἰδίαν αἰσχύνην. Ἐν ὅσῳ τις τὴν κραιπάλην τῶν ἁμαρτιῶν ἐν ἑαυτῷ περιφέρει, ὡς εὐπρεπῆ αὐτῷ φαίνονται πάντα τὰ ὑπ’ αὐτοῦ πραττόμενα.

Ὅταν γὰρ ἡ φύσις ἔξω γένηται τῆς ἰδίας τάξεως, ἐξίσου ἐστὶν εἴτε οἴνῳ εἴτε ἐπιθυμίαις μεμεθυσμένη, διότι ἀμφότερα τοῦ καθήκοντος ἐκβάλλουσι καὶ μίαν ἔκκαυσιν ἀμφότερα κινοῦσιν ἐν τῷ σώματι ἐν ᾧ φέρονται· οἱ μὲν γὰρ τρόποι, διάφοροι, τὸ δὲ συγκέρασμα, ἕν· καὶ ἡ μετάθεσις μὲν μία, αἱ διαφοραὶ δὲ τῶν αἰτιῶν ἄνισοι τυγχάνουσι, <οὐ> διακρίνονται δὲ κατὰ τὴν ὑποδοχὴν ἑκάστου.

Πάσῃ ἀνέσει ἕπεται ταλαιπωρία, καὶ πάσῃ διὰ Θεὸν ταλαιπωρίᾳ ἄνεσις ἀκολουθεῖ. Εἰ πάντα τὰ ἐν τῷ κόσμῳ τούτῳ φθορᾷ ὑπόκειται, ἡ φθορὰ διὰ τῶν ἐναντίων γίνεται ἢ ἐνθάδε ἢ ἐν τῷ μέλλοντι ἢ ἐν τῷ καιρῷ τῆς ἐξόδου, καὶ μάλιστα τῇ ἐξ ἀκολασίας ἡδονῇ ἢ τῇ κακοπαθείᾳ τῇ ἐναντιουμένῃ τῇ ἡδονῇ ταύτῃ, τῇ γινομένῃ διὰ ἁγιασμοῦ. Καὶ τοῦτο ὑπὸ φιλανθρωπίας οἰκονομεῖ ὁ Θεός. ἢ ἐν αὐτῇ τῇ ὁδῷ, ἢ ἐν τῷ τέλει αὐτῆς, γεύσασθαι <τινὰ> τῆς κολάσεως, καὶ τότε περάσαι· διὰ τὸ πλούσιον αὐτοῦ ἔλεος ταύτην ὥς τινα ἀμοιβήν, τὴν δὲ ὡς ἀρραβῶνα, διότι οὐ κωλύει τὸ κέρδος τοῦ ἀγαθοῦ μέχρι τῆς ἐσχάτης ὥρας· τὸ μέντοι κακόν, ναί, ὡς γέγραπται· «Ὁ παιδευόμενος ἐνταῦθα, ἐκ τῆς ἰδίας γεέννης ἐσθίει».

Παραφυλάττου ἐκ τοῦ ἰδίου αὐτεξουσίου τοῦ προηγουμένου τῆς δουλείας. Παραφυλάττου ἐκ τῆς παρακλήσεως τῆς προηγουμένης τοῦ πολέμου. Παραφυλάττου ἐκ τῆς γνώσεως τῆς προηγουμένης τῆς τῶν πειρασμῶν ἀπαντήσεως· ὡς ἐπὶ τὸ πλεῖστον δέ, τῆς ἐφέσεως τῆς πρὸ τελειώσεως τῆς μετανοίας.

Εἰ πάντες ἁμαρτωλοί ἐσμεν, καὶ οὐδεὶς ὑπέρτερος τῶν πειρασμῶν, οὐδὲν τῶν ἀρετῶν ὑψηλοτέρα τῆς μετανοίας. Μνημόνευε ὅτι πάσης ἡδονῆς δευτέρα ἐστὶν ἡ ἀηδία καὶ ἡ πικρότης. Παραφυλάττου ἀπὸ τῆς χαρᾶς τῆς μὴ ἐχούσης συνεζευγμένην τὴν αἰτίαν τῆς ἀλλοιώσεως. Πᾶν ὃ κεκτημένην ἄνωθεν τὴν οἰκονομίαν ἔχει, οὐ δύνασαι καταλαβεῖν τὸν ὅρον καὶ τὴν αἰτίαν τῆς αὐτοῦ ἀλλοιώσεως.

Ἀπ’ ἐκείνων φοβοῦ, ὧν ὑπολαμβάνεις ὀρθότητα ἔχειν, διότι ἔξωθεν τῆς ὁδοῦ λέγεται τούτων ὁδεύειν. Ἐκεῖνος ὁ ἐν σοφίᾳ εἰδὼς διοικῆσαι τὴν ὁλκάδα τοῦ κόσμου, ἀλλοίωσιν συνέμιξε πᾶσι τοῖς αὐτοῦ καὶ τὸ ἔξωθεν τούτου σκίασμά ἐστιν.

Ἕπεται τῇ ἀνέσει τῶν μελῶν ἡ τῶν λογισμῶν ἔκστασις καὶ φύρσις, καὶ τῇ ἀμέτρῳ ἐργασίᾳ ἀκηδία, καὶ τῇ ἀκηδίᾳ ἔκστασις. Διαφέρει δὲ ἔκστασις ἐκστάσεως· ἕπεται τῇ πρώτῃ ἐκστάσει ὁ πόλεμος τῆς πορνείας, τῇ δὲ δευτέρᾳ τοῦ ἰδίου ἡσυχαστηρίου κατάλειψις καὶ ἀπὸ τόπου εἰς τόπον μετακίνησις.

Τῇ δὲ ἐμμέτρῳ ἐργασίᾳ διαμενούσῃ, τιμὴ οὐκ ἔστι· τούτων δὲ ἡ μείωσις μὲν πληθύνει τὴν ἡδονήν, ἡ ἀμετρία δὲ τὴν ἔκστασιν. Ὑπόμεινον τὴν ἀφροσύνην τῆς φύσεως, τὴν ἐν σοὶ νικῶσαν σε, ἀδελφέ, διότι ηὐτρέπισαι γενέσθαι ἐν ἐκείνῃ τῇ σοφίᾳ τῇ ἀΐδιον ἐχούσῃ τῆς ἀρχῆς τὸν στέφανον.

Μὴ δειλιάσῃς ἀπὸ τῆς ταραχῆς τοῦ ἀδαμιαίου σώματος, τοῦ εὐτρεπισθέντος γενέσθαι ἐν τῇ τρυφῇ ἐκείνῃ, ἧς ἡ γνῶσις ἔξωθεν ἐνθάδε τοῦ νοὸς τῶν σαρκικῶν τυγχάνει, ἡνίκα ἐπιστῇ ἡ οὐράνιος εἰκών, ἥτις ἐστὶν ὁ βασιλεὺς τῆς εἰρήνης.

Μὴ ταραχθῇς ἐξεναντίας τῆς ἀλλοιώσεως τῆς ταραχῆς τῆς φύσεως, διότι πρόσκαιρός ἐστιν ἡ ἐν τούτῳ κακοπάθεια τῷ μεθ’ ἡδονῆς ὑποδεχομένῳ αὐτά· ἐοίκασι γὰρ κυναρίοις τοῖς εἰωθόσι σχολάζειν τοῖς μακελλαρίοις, ἅτινα μόνῃ φωνῇ ἀποδιδράσκουσιν, ἀμελούμενα δέ, ὡς λέοντες παμμεγέθεις ἔσονται.

Ἐξουθένησον τὴν μικρὰν ἐπιθυμίαν, ἵνα μὴ ἐνθυμηθῇς τὴν σφοδρότητα τῆς πυρώσεως αὐτῆς, διότι ἡ ὑπὲρ τῶν μικρῶν πραγμάτων ὑπομονή, τῶν μεγάλων πραγμάτων τὸν κίνδυνον ἀποσοβεῖ· ἀδύνατον κατακρατῆσαι τῶν μεγάλων πραγμάτων, ἐὰν μὴ νικήσῃς τὰ εὐτελέστερα πράγματα.

Μνημόνευε τῆς τάξεως ἐν ᾗ μέλλεις γενέσθαι, ὦ ἀδελφέ, ἧς οὐκ ἔστιν ἡ ζωή, ὡς ἡ διὰ τῶν χυμῶν ἕρπουσα καὶ κινουμένη, δι’ ἧς συντρίβεται ἡ θνητότης· καὶ οὐκ ἔστιν ἐν αὐτῇ ἡ πύρωσις τῆς συγκράσεως, ἥτις σύγκρασις τῇ κολακείᾳ τῆς ἡδονῆς, κόπον παρέχει τῇ νηπιώδει φύσει.

Ὑπόμεινον τὸν πόνον τοῦ ἀγῶνος, πρὸς ὃν πρὸς δοκιμασίαν εἰσήχθης, ἵνα λάβῃς παρὰ Θεοῦ στέφανον καὶ ἀναπαύσῃ διαπεράσας ἐκ τοῦδε τοῦ κόσμου. Μνημόνευε καὶ τῆς ἀνέσεως ἐκείνης, ἥτις οὐκ ἔχει πέρας, κἀκείνης τῆς ζωῆς τῆς ἀκολακεύτου, κἀκείνης τῆς τάξεως τῆς τελείας καὶ τῆς ἀμετακινήτου οἰκονομίας, καὶ τῆς αἰχμαλωσίας τῆς καταναγκαζούσης ἀγάπης πρὸς τὸν Θεόν, τῆς κυριευούσης τῆς φύσεως.

Τοῦ αὐτοῦ· Λόγος ΚΑʹ Ὑπόθεσις τῇ ψυχῇ τῇ ζητούσῃ τὴν βαθεῖαν θεωρίαν, τοῦ βυθισθῆναι ἐν αὐτῇ ἀπὸ τῶν σαρκικῶν λογισμῶν τῶν ἀπὸ τῆς μνήμης τῶν πραγμάτων. Πᾶν πρᾶγμα ὑψηλότερον ἄλλου ἐγκέκρυπται ἐξ ἐκείνου οὗ ἐστιν ἀνώτερον· καὶ τοῦτο οὐχὶ παραπετάσματι ἄλλου σώματος <Καὶ τοῦτο> κέκτηται ἐν τῇ φύσει, τουτέστι τὸ δύνασθαι ἀποκαλύψαι τὴν κρυφιότητα αὐτοῦ.

Πᾶσα οὐσία νοητὴ τὰς διαφορὰς τῶν ἰδίων ταγμάτων οὐκ ἔξωθεν αὐτῆς κέκτηται, ἀλλ’ ἔνδοθεν τῶν κινήσεων αὐτῆς περιορισμένας ἔχει· τουτέστι, τηλαυγέστερον, ἀμέσως ὑπεισδύναι πρὸς ὑποδοχὴν τοῦ πρώτου φωτὸς ἢ κατὰ ἑτέραν τάξιν, οὐκ ἐν τόπῳ, ἀλλὰ κατὰ τὴν ὑπεροχὴν τῆς καθαρότητος ἢ κατὰ τὸ μέτρον τῶν νόων πρὸς δύναμιν τῆς ὑποδοχῆς τῶν ἄνω διανεύσεων.

Πᾶσα οὐσία νοητή, ἐξ ἐκείνων κέκρυπται τῶν ὑποκάτω αὐτῆς, οὐχὶ δὲ τῇ φύσει ἀπ’ ἀλλήλων, ἀλλὰ ταῖς τῶν ἀρετῶν κινήσεσι, Καὶ τοῦτο λέγω ἐκ τῶν περὶ τῶν ταγμάτων τῶν ἁγίων δυνάμεων καὶ τῶν ψυχικῶν ταγμάτων καὶ τῶν τῶν δαιμόνων. Τὰ πρῶτα ἀπὸ τῶν μέσων, καὶ ταῦτα ἀπὸ τῶν τρίτων, τῇ τε φύσει καὶ τῷ τόπῳ καὶ ταῖς κινήσεσιν. Ἕκαστον τῶν ταγμάτων, ἀφ’ ἑαυτοῦ καὶ πρὸς ἑαυτό, τῇ γνώσει ἀπ’ ἀλλήλων κεκρυμμένα εἰσίν, εἴτε ὁρῶνται εἴτε μή, ἀπὸ δὲ τῶν κάτω <καὶ> τῇ φύσει. Διότι ἡ ὅρασις τῶν ἀσωμάτων οὐκ ἔστιν ἔξωθεν αὐτῶν, ὡς τῶν σωματικῶν, ἀλλὰ τὸ ὁρᾶν αὐτοὺς ἀλλήλους, ἔσωθεν τῶν κινήσεων αὐτῶν λέγεται εἶναι, ταῖς τε ἀρεταῖς καὶ τῷ μέτρῳ τῶν κινήσεων, τούτου ἕνεκεν, ἐὰν ἰσομοιρίᾳ τετιμημένοι ὦσι, κἂν ἀπῶσιν ἀπ’ ἀλλήλων, ὁρῶσιν ἀλλήλους, οὐχὶ φαντασίᾳ ἀλλὰ ἀψευδεῖ ὁράσει καὶ φύσει ἀληθινῇ, πλὴν τῆς αἰτίας τῶν πάντων, ἥτις ὑπέρκειται ταύτης τῆς διαφορᾶς· αὕτη μόνη ἡ προσκυνητή.

Οἱ μέντοι δαίμονες, εἰ καὶ λίαν εἰσὶν ἐναγεῖς, οὐκ εἰσὶ κεκρυμμένοι ἀπ’ ἀλλήλων ἐν ταῖς ἑαυτῶν τάξεσι. Τὰς δὲ δύο τάξεις, τὰς οὔσας ὑπεράνω αὐτῶν, οὐχ’ ὁρῶσι, διότι ἡ πνευματικὴ ὅρασις τὸ φῶς ἐστὶ τῆς κινήσεως, καὶ αὐτὸ τοῦτο ἐστὶν αὐτοῖς ἔσοπτρόν τε καὶ ὄμμα. Ὅταν δὲ σκοτισθῶσιν αἱ κινήσεις, οὐχ’ ὁρῶσι τὰς ὑπερκειμένας τάξεις· ἀλλήλους μὲν γάρ, καθότι παχύτεροί εἰσι τῶν πνευματικῶν ταγμάτων, κατὰ τὴν ἰδίαν τάξιν ὁρῶσι. Καὶ τῶν μὲν δαιμόνων, οὕτως ἔχει.

Αἱ δὲ ψυχαί, ἐνόσῳ μεμολυσμέναι καὶ σκοτειναὶ εἰσίν, ὁρᾶν οὐ δύνανται οὔτε ἀλλήλας οὔτε ἑαυτάς. Ἐὰν δὲ καθαρθῶσι καὶ πρὸς τὴν ἀρχαίαν πλάσιν ἐπανέλθωσι, τηλαυγῶς ὁρῶσι τὰς τρεῖς τάξεις ταύτας, φημὶ τήν τε ὑποκάτω αὐτῶν καὶ τὴν ἐπάνω καὶ αὗται ἀλλήλας, οὐχ’ ὅτι ἀλλοιοῦνται σχήματι σωματικῷ καὶ τότε καθορῶσιν εἴτε ἀγγέλους εἴτε δαίμονας εἴτε ἀλλήλας, ἀλλ’ αὐτῇ τῇ φύσει εἰσορῶσι καὶ πνευματικῇ τάξει. Ἐὰν δὲ εἴπῃς· “ἀδύνατόν ἐστι τοῦτο, τὸ ὁραθῆναι δαίμονα ἢ ἄγγελον ἐὰν μὴ ἀλλοιωθῶσι”, λοιπὸν οὐχὶ ἡ ψυχὴ ὁρᾷ ἀλλὰ τὸ σῶμα, καὶ εἰ οὕτως ἐστί, τίς χρεία τῆς καθάρσεως; Ἰδοὺ γὰρ καὶ τοῖς μὴ καθαροῖς, ἐν καιρῷ φαίνονται οἱ δαίμονες ὡσαύτως καὶ οἱ ἄγγελοι, ἀλλ’ ὅμως τοῖς σωματικοῖς ὀφθαλμοῖς βλέπουσιν, ὅταν ἴδωσιν ἔνθα οὐκ ἔστι χρεία τῆς καθάρσεως.

Ὅμως οὐχ’ οὕτως ἐστὶν ἡ ψυχὴ ἡ καθαρθεῖσα, ἀλλὰ πνευματικῶς βλέπει ἐν τῷ ὀφθαλμῷ τῆς φύσεως, τουτέστιν ἐν τῷ διανοητικῷ. Καὶ ὅτι αἱ ψυχαὶ ἀλλήλας ὁρῶσι καὶ ἐν σώματι οὖσαι, μὴ θαυμάσῃς. Ἐγὼ γὰρ ὑπόδειξίν σοι ἐναργῆ ἀποδείκνυμι διὰ τὴν τοῦ μαρτυροῦντος ἀλήθειαν, λέγω δὴ τοῦ μακαρίου Ἀθανασίου, εἰπόντος ἐν τῷ περὶ τοῦ μεγάλου Ἀντωνίου συγγράμματι, ὅτι «ποτὲ ἱστάμενος ὁ μέγας Ἀντώνιος ἐν προσευχῇ, εἶδε ψυχήν τινος ὑψουμένην μετὰ πολλῆς τιμῆς, καὶ τὸν καταξιωθέντα τυχεῖν τῆς τοιαύτης δόξης ἐμακάρισεν· ἦν δὲ οὗτος ὁ μακάριος Ἀμμοῦν ὁ ἀπὸ Νιτρίας· ἀπεῖχε δὲ τὸ ὄρος ἐκεῖνο, ἐν ᾧ διέτριβεν ὁ ἅγιος Ἀντώνιος, ἀπὸ τῆς Νιτρίας διάστημα δεκατριῶν ἡμερῶν». Δέδεικται λοιπὸν ἐκ τούτου τοῦ ὑποδείγματος ἐπὶ τῶν τριῶν τάξεων τῶν προειρημένων, καθότι, κἂν ἀφίστανται ἀπ’ ἀλλήλων, ὁρῶσιν ἀλλήλας αἱ πνευματικαὶ φύσεις καὶ ὅτι οὐ κωλύουσι τὰ διαστήματα καὶ αἱ τῶν σωμάτων αἰσθήσεις τοῦ καθορᾶν ἀλλήλας· ὁμοίως καὶ αἱ ψυχαί, ὅταν καθαρθῶσιν, οὐ σωματικῶς βλέπουσιν ἀλλὰ πνευματικῶς, διότι ἡ σωματικὴ θέα φανερά ἐστι καὶ τὰ ἔμπροσθεν ὁρᾷ· τὰ μέντοι μακρὰν ὄντα, ἄλλης δέεται ὁράσεως.

Αἱ ἀνωτάτω τάξεις πολλαί εἰσι κατὰ τὴν ὕπαρξιν ἀναριθμήτως, καὶ κατὰ διαφορὰν καὶ τάξιν ὀνομάζονται. Διατί γὰρ ἐκλήθησαν ἀρχαὶ καὶ ἐξουσίαι καὶ δυνάμεις; κυριότητες γὰρ ἴσως ὡς τετιμημέναι καὶ μὴν ὀλιγώτεραι εἰσὶ τῶν ὑποτεταγμένων αὐταῖς, ὡς ἔφησεν ὁ ἅγιος Διονύσιος ὁ Ἀθηνῶν ἐπίσκοπος· τῇ ἐξουσίᾳ καὶ τῇ γνώσει μέγιστοί εἰσι καὶ μερικώτατοι πρὸς τὸ μέγεθος τῶν οἰκείων ταγμάτων, ἐπεὶ ἐπεκτείνονται ἀπὸ τάξεως εἰς τάξιν, ἕως ἂν καταντήσωσι πρὸς τὴν ἑνότητα τοῦ μεγάλου καὶ δυνατοῦ παρὰ πάντας, τοῦ κεφαλῆς ὑπάρχοντος καὶ θεμελίου πάσης κτίσεως· κεφαλὴν δὲ λέγω, οὐχὶ τὸν κτίστην ἀλλὰ τὸν προηγούμενον τῶν θαυμάτων τῶν ἔργων τοῦ Θεοῦ. Πολὺ γὰρ ὑποδεέστεροί εἰσι τῆς προνοίας τῆς σοφίας τοῦ Θεοῦ, τοῦ πλάστου αὐτῶν τε καὶ ἡμῶν· καὶ τοσοῦτον εἰσὶν ὑποδεέστεροι, ὅσον οἱ τούτοις ὑποκείμενοι, τούτων ὑποδεέστεροι· ὑποδεεστέρους δὲ λέγω τῇ τε ὑψηλότητι καὶ ταπεινότητι, οὐκ ἐν τῷ τόπῳ, ἀλλὰ τῇ δυνάμει καὶ τῇ γνώσει· κατὰ τὸ μέτρον ὃ κέκτηνται ἀκολουθούσης τῆς μείζω καὶ τῆς ἐλάττω γνώσεως. «

Πάσας γὰρ ταύτας τὰς νοερὰς οὐσίας, ἡ θεία γραφὴ ἐννέα προσηγορίαις πνευματικαῖς ὠνόμασε, καὶ ταύτας μὲν εἰς τρεῖς ἀφόρισε· πρώτην μέν, εἰς τοὺς θρόνους τοὺς μεγάλους καὶ ὑψηλοὺς καὶ ἁγιωτάτους, καὶ τὰ πολυόμματα Χερουβὶμ καὶ τὰ ἑξαπτέρυγα Σεραφίμ»· «δευτέραν δὲ τῇ τάξει, τὰς κυριότητας καὶ τὰς δυνάμεις καὶ τὰς ἐξουσίας· καὶ τρίτην, εἰς τὰς ἀρχὰς καὶ ἀρχαγγέλους, καὶ ἀγγέλους. Διερμηνεύονται δὲ ταῦτα τὰ τάγματα, ἐκ τῆς ἑβραΐδος, τὰ μὲν Σεραφίμ, θερμαντικὰ καὶ καυστικά, τὰ δὲ Χερουβίμ, τὰ πολλὰ τῇ γνώσει καὶ τῇ σοφίᾳ», θρόνοι, ὑποδοχὴ Θεοῦ καὶ ἀνάπαυσις.

Ὠνομάσθησαν δὲ τούτοις τοῖς ὀνόμασι ταῦτα τὰ τάγματα ἐκ τῶν ἐνεργειῶν αὐτῶν· οἱ θρόνοι, οἱ τίμιοι λέγονται· αἱ κυριότητες, οἱ ἔχοντες ἐξουσίαν κατὰ πάσης βασιλείας· ἀρχαί, οἱ τὸν αἰθέρα διοικοῦντες· ἐξουσίαι, οἱ ἐξουσιάζοντες τῶν ἐθνῶν καὶ ἑκάστου ἀνθρώπου· δυνάμεις, οἱ ἰσχυροὶ ἐν δυνάμει καὶ φοβεροὶ ἐν τῇ θέᾳ αὐτῶν·

Σεραφίμ, οἱ ἁγιάζοντες· Χερουβίμ, οἱ βαστάζοντες· ἀρχάγγελοι, οἱ γρηγορότες φύλακες· ἄγγελοι, οἱ ἀποστελλόμενοι. Ἐν τῇ πρώτῃ ἡμέρᾳ ἐκτίσθησαν ὀκτὼ φύσεις· ἑπτὰ ἐν σιωπῇ καὶ μία ἐν φωνῇ, ὅπερ ἐστὶ τὸ φῶς· ἐν δὲ τῇ δευτέρᾳ ἡμέρᾳ τὸ στερέωμα, καὶ ἐν τῇ τρίτῃ ἡμέρᾳ τὴν συναγωγὴν τῶν ὑδάτων ἐποίησεν ὁ Θεὸς καὶ τὴν βλάστησιν τῶν βοτανῶν, καὶ τῇ τετάρτῃ ἡμέρᾳ τὸν μερισμὸν τοῦ φωτός, καὶ τῇ πέμπτῃ τὰ πετεινὰ καὶ ἑρπετὰ καὶ τοὺς ἰχθύας, καὶ τῇ ἕκτῃ τὰ ζῶα καὶ τὸν ἄνθρωπον. Ἡ θέσις τοῦ κόσμου ὅλου, τὸ μῆκος καὶ τὸ πλάτος. Ἡ ἀρχή, ἡ ἀνατολή· τὸ τέλος, ἡ δύσις· τὰ δεξιά, ὁ βορρᾶς· τὰ ἀριστερά, ὁ νότος. Καὶ ὡς κλίνην τὴν γῆν ὅλην ἔθηκε, καὶ τὸν ἀνώτερον οὐρανὸν ὡς δέρριν καὶ καμάραν καὶ κύβον· τὸν δὲ δεύτερον οὐρανὸν ὡς τροχὸν κεκολλημένον τῷ πρώτῳ, καὶ τὰ παρὰ τοῦ οὐρανοῦ καὶ τῆς γῆς κεκολλημένα· τὸν δὲ ὠκεανὸν ὡς ζώνην περικυκλοῦντα τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ ἔσωθεν αὐτοῦ ὑψηλὰ ὄρη φθάνοντα ἕως τοῦ οὐρανοῦ· καὶ τὸν ἥλιον ὀπίσω τῶν ὀρέων διελθεῖν ὅλην τὴν νύκτα· καὶ τὴν θάλασσαν τὴν μεγάλην ἔσωθεν τῶν ὀρέων τούτων, ἥτις κρατεῖ ὡς τὸ ἥμισυ καὶ τέταρτον τῆς ξηρᾶς γῆς.

Τοῦ αὐτοῦ· Λόγος ΚΒʹ Κατὰ πόσους τρόπους καὶ διαφορὰς δέχεται τὴν θέαν τῆς φύσεως τῶν ἀσωμάτων ἡ ἀνθρωπίνη φύσις. Πάσης φύσεως ἀσυνθέτου καὶ λεπτῆς τῶν πνευματικῶν σωμάτων, κατὰ τρεῖς διαφορὰς ἡ κατάληψις ὑποπίπτει τῇ αἰσθήσει τῆς ἀνθρωπίνης φύσεως· ἢ ἐν παχύτητι ὑποστάσεως ἀνουσίως, ἢ ἐν λεπτότητι ὑποστάσεως ἀνουσίως, ἢ ἐν θεωρίᾳ ἀληθινῇ, ἥτις ἐστὶν ἡ οὐσιώδης θεωρία. Καὶ κατὰ μὲν τοῦ πρώτου ἐξουσίαν ἔχουσιν αἱ αἰσθήσεις, κατὰ δὲ τοῦ δευτέρου ἡ ψυχὴ ἀκρομερῶς καθορᾷ, κατὰ δὲ τοῦ τρίτου ἡ δύναμις τῆς φύσεως τῆς διανοίας.

Καὶ πάλιν ἡ θέλησις καὶ ἡ διάνοια καθ’ ἑτέρου αὐτῶν ἔχουσι τὴν ἐξουσίαν, καὶ κατὰ τῆς θελήσεως καὶ τῆς ψυχικῆς καυχήσεως, κἀκείνου ᾧ συντέθειται αὕτη. Ἡ θέλησις πρῶτον ἐστὶν ἡ αἰτία, καὶ ταῦτα ἔκγονα τοῦ αὐτεξουσίου, εἰ καὶ ἐν τῷ καιρῷ τῆς χρείας ἡσυχίαν ἄγει τό τε αὐτεξούσιον καὶ τὸ θέλημα, ἐνόσῳ χώραν ἔχει ἡ ἐνέργεια, κακεῖσε ἵσταται· καὶ καθ’ ἓν δείκνυσι μόνον <εἰ> καὶ ἔστι χωρὶς τοῦ ὑποδεχομένου θελήματος καὶ τῆς ἀληθοῦς γνώσεως, διότι αἱ αἰσθήσεις δεκτικαί εἰσιν ὅλων τῶν συμβεβηκότων ἄνευ τοῦ θελήματος.

Ἐν τοῖς τρισὶ τούτοις τρόποις λειτουργοῦσιν αἱ ἅγιαι δυνάμεις ἐν τῇ πρὸς ἡμᾶς κοινωνίᾳ, πρὸς διδαχὴν ἡμῶν καὶ πρὸς σύστασιν τῆς ἡμετέρας ζωῆς. Οἱ μέντοι ἐναγεῖς δαίμονες οὐ δύνανται κινῆσαι ἐν ἡμῖν εἰ μὴ τοὺς δύο τρόπους. ἡνίκα πλησιάσωσιν ἡμῖν πρὸς ἀπώλειαν οὐχὶ πρὸς ὠφέλειαν· τῷ δὲ τρίτῳ τρόπῳ οὐ δύνανται προσελθεῖν ἡμῖν τοῦ πλανῆσαι ἡμᾶς, διότι οἱ δαίμονες οὐκ ἔχουσιν δύναμιν κινῆσαι ἐν ἡμῖν τοὺς φυσικοὺς λογισμοὺς ἐν τῇ διανοίᾳ· ἀδύνατον γὰρ τοῖς υἱοῖς τοῦ σκότους προσεγγίσαι τῷ φωτί. Οἱ ἅγιοι ἄγγελοι κέκτηνται τοῦτο· καὶ κινῆσαι καὶ φωτίσαι. Ἐκεῖνοι γὰρ ψευδῶν νοημάτων, τῶν σκότους ἐκγόνων, ἐξουσιασταὶ καὶ δημιουργοὶ τυγχάνουσιν.

Ἀπὸ μὲν γὰρ τῶν φωτιστικῶν, φῶς ὑποδέχεται, ἀπὸ δὲ τῶν σκοτεινῶν, σκότος. Καὶ τίς ἡ αἰτία ὅτι ἐκείνοις μὲν δέδοται, τούτοις δὲ οὐδαμῶς; Πᾶς τις ἐκ τούτων τῶν διδασκάλων τὴν σύνεσιν, ἣν διδάσκει, πρῶτον μὲν αὐτὸς καθορᾷ ἐν ἑαυτῷ καὶ μανθάνει καὶ γεύεται, καὶ τότε δύναται ὑποτίθεσθαι αὐτὴν τοῖς διδασκομένοις. Οἱ πρῶτοι διδάσκαλοι τὴν ἀκρίβειαν τῶν πραγμάτων ἐκ τῆς οἰκείας γνώσεως, τῆς ὑγιοῦς, μεταδιδόασιν, ἐκεῖνοι, οἵτινες ἐξ ἀρχῆς δύνανται καταλαβεῖν ἐν ὀξείᾳ καταλήψει νοὸς ὀξυτάτου καὶ καθαρωτάτου· οἱ δὲ δαίμονες κέκτηνται ταχύτητα, ἀλλ’ οὐχὶ καὶ φῶς.

Ἄλλο δὲ ἐστὶν ὀξύτης, καὶ ἕτερον φῶς. Ἡ πρώτη χωρὶς τῆς δευτέρας πρὸς ἀπώλειαν φέρει τὸν ταύτην κεκτημένον. Αὕτη τὴν ἀλήθειαν δεικνύει, ἐκείνη τῆς ἀληθείας τὸ ἴνδαλμα, διότι τὸ φῶς τὴν ἀλήθειαν τῶν πραγμάτων δεικνύει καὶ κατὰ τὸ μέτρον τῆς διαγωγῆς πληθύνεται καὶ ἐλαττοῦται.

Οἱ ἅγιοι ἄγγελοι ἐκ τῆς οἰκείας γνώσεως ἐποχετεύουσιν ἡμῖν περὶ τῶν κινήσεων τῶν πραγμάτων ἐκείνης, ἧς πρῶτον γεύονται καὶ καταλαμβάνουσι, καὶ τότε μεταδιδόασιν ἡμῖν. Καὶ πάλιν οἱ δεύτεροι διδάσκαλοι, κατὰ τὸ μέτρον τῆς γνώσεως αὐτῶν, κινοῦσιν ἐν ἡμῖν περὶ τῆς τῶν πραγμάτων κινήσεως· ἐν οἷς γὰρ οὐκ εἰσὶ μεμενηκότες, ἀνάγκη ἐστὶν αὐτοῖς τοῦ κινῆσαι ἐν ἡμῖν ὀρθοὺς λογισμούς. Ὅμως πίστευε, ὡς ἤδη εἶπον, ὅτι οὐδὲ εἰ ἦμεν δυνατοὶ ὑποδέξασθαι ἡμεῖς, ἠδύναντο αὐτοὶ διδάξαι ἡμᾶς ἀληθινὴν θεωρίαν, καί γε ἦσαν ἐν αὐτῇ ἐξ ἀρχῆς.

Καὶ πάλιν περὶ ἑνὸς ἑκάστου τούτων, κατὰ τὴν οἰκονομίαν ἐν ᾗ διοικεῖται, ἐρεθίζει τοὺς διδασκομένους διοικῆσαι, εἴτε τούτων ἢ τῶν ἐναντίων. Ἐγὼ δὲ οὕτως ἔχω ἐν ἀληθείᾳ, ὅτι ὁ ἡμέτερος νοῦς, χωρὶς μεσιτείας ἁγίων ἀγγέλων, ἀφ’ ἑαυτοῦ δύναται κινεῖσθαι πρὸς τὸ ἀγαθὸν ἀδιδάκτως. Τὴν μέντοι τῶν κακῶν γνῶσιν, ἄνευ τῆς τῶν δαιμόνων μεσιτείας, οὐ δέχονται αἱ αἰσθήσεις οὔτε κινοῦνται ἐν αὐτοῖς, καὶ ἀφ’ ἑαυτοῦ οὐ δύναται τὸ κακὸν ἐνεργῆσαι. Τὸ γὰρ ἀγαθὸν ἐν τῇ φύσει πεφυτευμένον ἐστί, τὸ δὲ κακὸν οὐδαμῶς· πᾶν δὲ τὸ ὂν ξένον καὶ ἔξωθεν ἐπεισερχόμενον πρὸς τὴν κατάληψιν τῆς γνώσεως αὐτοῦ, μεσίτου τινὸς δέεται. Τὸ μέντοι ἔσωθεν φυόμενον ἀδιδάκτως ἕρπει εἰς τὴν φύσιν, κἂν ποσῶς· καὶ εἰ οὕτως ἔχει ἡ φύσις τὸ κινεῖσθαι πρὸς τὸ ἀγαθὸν ἀφ’ ἑαυτῆς, ἡ αὔξησις αὐτῆς καὶ τὸ φῶς, ἄνευ τῆς τῶν ἀγγέλων θεωρίας, ἀδυνατεῖ γενέσθαι. Διδάσκαλοι γὰρ ἡμῶν εἰσι καθὼς καὶ αὐτοὶ ἀλλήλων· οἱ κατώτεροι, ἀπ’ ἐκείνων τῶν ἐπισκηπτόντων αὐτοῖς καὶ τὸ φῶς πλέον ἐχόντων, καὶ οὕτως ἀλλήλοις, ἕως ἂν καταντήσωσιν εἰς ἐκείνην τὴν ἑνότητα, ἥτις κέκτηται διδάσκαλον τὴν ἁγίαν Τριάδα. Καὶ αὐτὴ πάλιν ἡ πρώτη τάξις, θαρροῦσα λέγει, ὅτι οὐκ ἀφ’ ἑαυτῆς, ἀλλὰ διδάσκαλον ἔχει τὸν μεσίτην Ἰησοῦν, ἐκεῖνον ὑφ’ οὗ ὑποδέχεται καὶ τοῖς ὑποκάτω μεταδίδωσιν.

Ἐγὼ μὲν οὕτως λογίζομαι, ὅτι ὁ ἡμέτερος νοῦς οὐκ ἔχει φυσικὴν δύναμιν κινηθῆναι πρὸς θεωρίαν θείαν, καὶ μιᾷ ὑφέσει ἴσοι ἐσμὲν ταῖς οὐρανίαις φύσεσι πάσαις, καθότι ἐν ἡμῖν καὶ ἐν αὐταῖς τῇ χάριτι κινεῖται ξένον τι φύσει τῷ ἀνθρωπίνῳ νοῒ καὶ τῷ ἀγγελικῷ, διότι οὐ συναριθμεῖται ἡ ἐπὶ τῇ θεότητι θεωρία ταῖς λοιπαῖς θεωρίαις. Πᾶσι δὲ τοῖς λογικοῖς, τοῖς τε πρώτοις καὶ μέσοις, οὐκ ἔστι κατὰ φύσιν, ἀλλὰ τῇ χάριτι κινεῖται ἡ θεωρία ἐν πᾶσι τοῖς οὖσιν ἔν τε τοῖς οὐρανίοις καὶ ἐπιγείοις, καὶ οὐχ’ ἡ φύσις τοῦτο κατέλαβεν, ὡς τὰ λοιπὰ τῶν πραγμάτων.

Ἡ ἐν τῷ νοῒ θεωρίᾳ, ἐν ᾗ κινεῖται ἡ τῶν οὐρανίων τάξις καὶ ἡ ὀπτασία, πρὸ τῆς ἐνσάρκου ἐπιδημίας τοῦ Χριστοῦ οὐκ ἦν αὐτοῖς κατ’ ἐξουσίαν ὥστε εἰσιέναι πρὸς ταῦτα τὰ μυστήρια. Ὅτε ἐσαρκώθη ὁ λόγος, ἠνοίχθη αὐτοῖς θύρα ἐν τῷ Ἰησοῦ, καθώς φησιν ὁ ἀπόστολος. Ἀλλὰ καὶ ἐὰν ἁγνισθῶμεν καὶ καθαρθῶμεν, ἐγώ λογίζομαι, ὅπερ ἐστὶ καὶ ἀληθές, ὅτι ἡμεῖς οἱ ἄνθρωποι, πρὸς τὰς ἀποκαλύψεις καὶ διαγνώσεις τὰς ἀπαγούσας πρὸς τὴν θεωρίαν ἐκείνην τὴν ἀΐδιον, ἥτις ἐστὶν ἀληθῶς μυστηρίων ἀποκάλυψις, ἄνευ τῆς μεσιτείας αὐτῶν προσεγγίσαι τὰ διανοήματα ἡμῶν οὐ δύναν ται.

Οὐ γάρ ἐστι τῷ ἡμετέρῳ νοῒ τοιαύτη δύναμις ὅση ταῖς οὐσίαις ταῖς ἀνωτάτω, αἵτινες ἀμέσως παρὰ τοῦ ἀϊδίου τὰς ἀποκαλύψεις καὶ τὰς θεωρίας δέχονται. Κἀκεῖναι γὰρ ἐν εἰκόνι καὶ οὐχὶ γυμνῶς ἐξ αὐτῆς, καὶ πάλιν ὁ ἡμέτερος νοῦς ὁμοίως· διὰ μεταδόσεως γὰρ ἑκάστη τάξις ἀπὸ τῆς ἄλλης κατὰ πᾶσαν οἰκονομίαν καὶ διάγνωσιν, ἀπὸ τῆς πρώτης εἰς τὴν δευτέραν, καὶ οὕτως ἕως ἂν διέλθῃ τὸ μυστήριον εἰς πάσας τὰς τάξεις.

Πολλὰ δὲ τῶν μυστηρίων ἐν τῇ πρώτῃ τάξει ἵστανται, καὶ πρὸς τὰς ἄλλας οὐ διαπερῶσιν· οὐ γὰρ δύνανται χωρὶς ἐκείνης εἰσδέξασθαι τὸ μέγεθος τοῦ μυστηρίου. Καὶ τινὰ τῶν μυστηρίων ἀπὸ τῆς πρώτης τάξεως ἐξερχόμενα τῇ δευτέρᾳ καὶ μόνῃ ἀποκαλύπτεται, κἀκεῖ φυλάττεται σεσιγημένα. Αἱ δὲ ἄλλαι τάξεις αὐτὰ οὐ συνῆκαν, καί τινα, ἕως τρίτης καὶ τετάρτης· καὶ πάλιν, αὔξησις καὶ ὕφεσις γίνεται ἐν ταῖς ἀποκαλύψεσι ταῖς ὀφθησομέναις τοῖς ἁγίοις ἀγγέλοις.

Καὶ εἰ ἐκεῖναι οὕτως, πόσῳ μᾶλλον ἡμεῖς χωρὶς αὐτῶν καὶ ἄνευ μεσίτου δυνάμεθα δέξασθαι μυστήρια τοιαῦτα; Ἀλλ’ ἐξ αὐτῶν ἐστιν ὅταν τῷ νοῒ τῶν ἁγίων πίπτει ἡ αἴσθησις τῆς ἀποκαλύψεως, ὁποίου μυστηρίου, καὶ ὅτε συγχωρηθῇ ὑπὸ Θεοῦ ἀπὸ τάξεως εἰς τάξιν ἀποκαλυφθῆναι τοῖς ἀνωτάτω καὶ τοῖς κατωτέρω. Καὶ κατὰ τοῦτον τὸν τρόπον, ὅταν συγχωρηθῇ ἐκ τῆς θείας ἐπινεύσεως, μέχρι τῆς ἀνθρωπίνης φύσεως καταντήσει πρὸς τοὺς ἀξίους ἐκ παντός· δι’ αὐτῶν γὰρ οἱ ἅγιοι εἰσδέχονται τὸ φῶς τῆς θεωρίας, μέχρι τῆς ἐνδόξου ἀϊδιότητος, ἀδίδακτον μυστήριον αὐτοῖς καὶ ἑαυτοῖς ἀπ’ ἀλλήλων.

Πνεύματα δὲ λειτουργικά εἰσιν, ἀποστελλόμενα πρὸς τοὺς ἐν ἑτοιμασίᾳ ὄντας κληρονόμους γενέσθαι τῆς ζωῆς. Εἰς τὸν μέλλοντα αἰῶνα αὕτη ἡ τάξις καταργηθήσεται· τότε γὰρ οὐκ ἄλλος ἀπ’ ἄλλου δέχεται τὴν ἀποκάλυψιν τῆς δόξης τοῦ Θεοῦ πρὸς εὐφροσύνην τῆς ἰδίας ψυχῆς, ἀλλ’ ἑκάστῳ ἀφ’ ἑαυτοῦ δοθήσεται τὸ πρὸς ἀξίαν παρὰ τοῦ δεσπότου, κατὰ τὸ μέτρον τῶν ἀριστευμάτων αὐτοῦ, καὶ οὐχὶ ἐκ τοῦ ἑτέρου λήψεται τὴν δωρεὰν ὡς ἐνθάδε. Οὐ γάρ ἐστιν ἐκεῖ οὔτε ὁ διδάσκων οὔτε ὁ διδασκόμενος οὔτε ὁ δεόμενος ἀναπληρῶσαι τὸ ἐλάττωμα αὐτοῦ ἐκ τοῦ ἑτέρου· εἷς γάρ ἐστιν ὁ δοτὴρ ἐκεῖ, ἀμέσως δωρούμενος τοῖς δεκτικοῖς, καὶ παρ’ αὐτοῦ κομίσονται οἱ κομιζόμενοι τὴν ἐπουράνιον εὐφροσύνην· ἐκεῖ παύσονται αἱ τάξεις τῶν διδασκόντων καὶ τῶν διδασκομένων, καὶ ἐν ἑνὶ κρέμαται ἡ ὀξύτης τῆς ἐφέσεως παντός.

Ἐγὼ δὲ λέγω ὅτι οἱ ἐν τῇ γεέννῃ κολαζόμενοι, τῇ μάστιγι τῆς ἀγάπης μαστίζονται, καὶ τί πικρὸν καὶ σφοδρόν, τὸ τῆς ἀγάπης κολαστήριον, τουτέστιν ἐκεῖνοι, οἵτινες ᾐσθάνθησαν ὅτι εἰς τὴν ἀγάπην ἔπταισαν, μείζονα τὴν κόλασιν ἔχουσι πάσης φοβουμένης κολάσεως. Ἡ γὰρ λύπη ἡ βάλλουσα ἐν τῇ καρδίᾳ, <ἡ> ἐκ τῆς εἰς τὴν ἀγάπην ἁμαρτίας, ὀξυτέρα ἐστὶ πάσης κολάσεως γινομένης.

Ἄτοπόν ἐστι λογίζεσθαί τινα ὅτι οἱ ἁμαρτωλοὶ ἐν τῇ γεέννῃ στεροῦνται τῆς ἀγάπης τοῦ Θεοῦ. Ἡ ἀγάπη ἔκγονόν ἐστι τῆς γνώσεως τῆς ἀληθείας, ἥτις ὁμολογουμένως κοινῶς πᾶσι δίδοται. Ἐνεργεῖ δὲ ἡ ἀγάπη ἐν τῇ δυνάμει ἑαυτῆς κατὰ διπλοῦν τρόπον· τοὺς μὲν ἁμαρτωλοὺς κολάζουσα, ὡς καὶ ἐνταῦθα συμβαίνει πρὸς φίλον ἀπὸ φίλου, τοὺς δὲ τετηρηκότας τὰ δέοντα εὐφραίνουσα ἐν αὐτῇ. Καὶ αὕτη ἐστί, κατά γε τὸν ἐμὸν λόγον, ἡ ἐν τῇ γεέννῃ κόλασις· <ἡ σκληρότης τῆς κολάσεως ἐστὶν> ἡ μεταμέλεια <ἡ ἐκ τῆς ἀγάπης, ἥτις> τῶν μέντοι υἱῶν τῶν ἄνω τῇ τρυφῇ αὐτῆς μεθύσκει τὰς ψυχάς.

Ἠρωτήθη τις, “πότε γνώσεταί τις ὅτι ἔτυχε τῆς ἀφέσεως τῶν ἑαυτοῦ ἁμαρτιῶν;” καὶ ἀνταπεκρίθη αὐτῷ· “ἡνίκα αἰσθηθῇ ἐν τῇ ψυχῇ αὐτοῦ, ὅτι τελείως αὐτὰς μεμίσηκεν ἐκ καρδίας, καὶ ὅταν ἐν τοῖς φανεροῖς αὐτοῦ, ἐναντίως οὗ ἦν, διοικῇ ἑαυτόν”· ὁ τοιοῦτος πέποιθεν ὅτι τετύχηκε τῆς τῶν πταισμάτων συγχωρήσεως παρὰ Θεοῦ, ἐκ τῆς μαρτυρίας τῆς συνειδήσεως, ἣν ἐν ἑαυτῷ ἐκτήσατο. κατὰ τὸ λόγιον τοῦ ἀποστόλου τὸ φάσκον· συνείδησις ἀκατάκριτος αὐτὴ ἑαυτῇ μάρτυς.