Ἔργον
Ἰσίδωρος ὁ Πηλουσιώτης – Ἐπιστολαί
Επιστολές 1321-1342
Θεολογικές και ηθικές διδασκαλίες περί μέτρου, αληθούς ανδρείας, μακροθυμίας, καθώς και αυστηρός έλεγχος παρεκκλίσεων κληρικών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Επιστολές 1321-1342
Θεολογικές και ηθικές διδασκαλίες περί μέτρου, αληθούς ανδρείας, μακροθυμίας, καθώς και αυστηρός έλεγχος παρεκκλίσεων κληρικών.
ΓΕΝΝΑΔΙΩΙ ͵ατκαʹ Εἰ καὶ μειζόνων ἢ κατὰ σὲ ἀκροατῶν δεῖται τὸ λεχθησόμενον, ἀλλ’ ὅμως λελέξεται· ὅτι εἰ πᾶσαν ὁμοῦ τὴν ἀφ’ οὗ γεγόνασιν ἄνθρωποι μακαριότητα τῷ λόγῳ τις συλλάβοι, καὶ εἰς ἓν ἀθροίσειεν, οὐδὲ μυριοστῷ μέρει τῶν ἐσομένων ἀγαθῶν εὑρήσει παραπλησίαν· ἀλλὰ πλέον τοῦ ἐν ἐκείνοις σμικροτάτου τὰ τῇδε κατὰ τὴν ἀξίαν λειπόμενα ἢ ὅσον σκιὰ καὶ ὄναρ τῶν ἀληθῶν ἀφέστηκε πραγμάτων· μᾶλλον δέ, ἵνα πρεπωδεστέρᾳ χρήσωμαι εἰκόνι, ὅσῳ ψυχὴ σώματος τιμιωτέρα, τοσούτῳ κἀκεῖνα τούτων διενήνοχεν.
ΗΡΩΝΙ ΣΧΟΛΑΣΤΙΚΩΙ ͵ατκβʹ Εἷς μὲν τῶν ἑπτὰ θρυλουμένων σοφῶν παρῄνεσε· «Μηδὲν ἄγαν.» Πλάτων δὲ ὁ τῶν φιλοσόφων κορυφαῖος ἔφη· «Τῷ ὄντι τὸ ἄγαν τι ποιεῖν μεγάλην φιλεῖ εἰς τοὐναντίον μεταβολὴν ἀνταποδιδόναι ἐν ὥραις, καὶ ἐν φυτοῖς, καὶ ἐν σώμασι, καὶ ἐν πολιτείαις οὐχ ἥκιστα.» Ποτέρῳ τοίνυν ἀκολουθῆσαι προῄρησαι; Τῷ τῶν σοφῶν ἄκρῳ, ἢ τῷ τῶν φιλοσόφων σὺ πλέον; Τοῖν γὰρ ἀμφοῖν δίκαιος ἂν εἴης πεισθῆναι. Ὁ μὲν γὰρ παρῄνεσεν· ὁ δὲ καὶ τὴν αἰτίαν δι’ ἣν χρὴ πεισθῆναι τῇ παραινέσει ἐδήλωσεν.
ΛΑΜΠΕΤΙΩΙ ΔΙΑΚΟΝΩΙ ͵ατκγʹ Ὁ ἁμαρτάνων μέν τι, γινώσκων δέ, τοῦ καὶ ἁμαρτάνοντος καὶ μὴ γινώσκοντος ἀμείνων εἶναί μοι δοκεῖ. Ὁ μὲν γὰρ ὀρθήν, ὁ δὲ διεφθαρμένην ἔχει τῶν πραγμάτων τὴν κρίσιν· καὶ ὁ μὲν εἰς μετάνοιαν βαδιεῖται, ὁ δὲ εἰς ἀναλγησίαν τελευτήσει· ὁ μὲν ἐρυθριάσει πταίων, ὁ δ’ οὐδ’ ἐρυθριάσει· πῶς γὰρ ἐρυθριάσει ὁ μηδ’ αὐτὸ τοῦτο ὅτι πταίει ἐπιστάμενος; Διὸ καὶ ὁ τῶν πραγμάτων ἀκριβῶς βασανίσας τὴν φύσιν, ἔφη· «Οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράττουσιν», τὸ ἐπαινεῖν τοῦ πράττειν ἀργαλεώτερον εἶναι εἰκότως ὁρισάμενος.
Χρὴ οὖν τὸν μὲν εἰς μετάνοιαν παρακαλέσαι, τῷ δὲ αἴσθησιν τῶν γιγνομένων ἐμποιῆσαι. Εἰ μὴ γὰρ αἴσθοιτο ὅτι ἁμαρτάνει, οὐκ ἂν τοῦ ἁμαρτάνειν παύσοιτο.
ΔΙΟΓΕΝΕΙ ΔΙΑΚΟΝΩΙ ͵ατκδʹ Λίαν σοι μέμφομαι ὅτι τέθνηκε παρὰ σοὶ ἡ χάρις ἣν δεόμενος τότε ἀθάνατον ἕξειν διεβεβαιώσω· ἴσθι τοιγαροῦν ὅτι περιπεσὼν αὖθις συμφορᾷ οὐχ ἕξεις τὸν ἀντιληψόμενον· βοηθῶν γὰρ ἀναγκαίως ἀποροῦσιν οἱ ἐπιλήσμονες ὄντες χαρίτων.
ΑΣΚΛΗΠΙΩΙ ΣΟΦΙΣΤΗΙ ͵ατκεʹ Ἐκεῖνον ὄντως ἀνδρεῖον ὁρίζομαι ὃν οὔτε δυσκολία πραγμάτων, οὔτε ἐχθρῶν ἤλλαξεν ἐπιβουλή. Τῶν γὰρ πολλῶν ὑπὸ τῶν τοιούτων εἰωθότων ἁλίσκεσθαι, ὁ μὴ ἐν τοῖς ἀβουλήτοις εὐάλωτος φωραθείς, ἀλλὰ καὶ ἐπηρείας κοσμίως φέρων, καὶ δόξης ὑπόθεσιν ποιούμενος τὰς ἐπιβουλάς, καὶ μὴ εἰς δουλοπρεπεῖς καταγιγνόμενος θωπείας, ἀλλ’ ὑψηλότερον τῶν ἐπιβουλευόντων ἔχων τὸ φρόνημα, οὗτος ἀνδρεῖός ἐστι παρ’ ἐμοὶ κριτῇ. Ἐπειδὴ γὰρ ἐν μὲν ταῖς εὐημερίαις ῥᾷστον καὶ τοῖς ἀνάνδροις φρονήματι χρήσασθαι, αἱ δυσκολίαι δὲ τοὺς ἀγαθοὺς κρίνουσι· τὸν ἐν μὲν εὐημερίᾳ μέτριον, ἐν δὲ δυσκολίᾳ πραγμάτων ἀταπείνωτον, ἀνδρειότατον ἂν ἔγωγε εἶναι ὁρίζομαι.
ΜΑΡΤΙΝΙΑΝΩΙ, ΖΩΣΙΜΩΙ, ΜΑΡΩΝΙ, ΕΥΣΤΑΘΙΩΙ ͵ατκϛʹ Εἰ, ὥς φασί τινες, οὐδὲ οἱ λίαν δεινοί, καὶ τὸ λέγειν τέχνην πεποιημένοι, τὰς ὑμετέρας ῥᾳδίως τολμῶσι στηλιτεῦσαι τραγῳδίας—φοβοῦνται γὰρ τῶν μὲν νῦν τὸν ἔλεγχον, τῶν δὲ ἐσομένων τὴν ἀπιστίαν. Τοὺς μὲν γὰρ πλείονα εἰδέναι φασὶν ὧν ἂν εἰπεῖν δυνηθεῖεν, οἱ δὲ ἔλαττον ὑμᾶς δεδρακέναι τῶν ῥηθησομένων ἡγήσονται—τίς ἡ ἀνήκεστος αὕτη μανία ἡ ἐκβακχεύσασα ὑμᾶς τοιαῦτα δρᾶσαι ἃ καὶ τοὺς νυνὶ δεινοτάτους ἐλέγξει, καὶ τοὺς μετὰ ταῦτα ἀπιστῆσαι παρασκευάσει; Τούτους μὲν γὰρ ἐλέγξει ὡς μὴ δυνηθέντας ἐπαξίως τῆς ὑμετέρας κακίας φράσαι, ἐκείνους δ’ ἀπιστῆσαι παρασκευάσει. Οὐ γὰρ πιστεῦσαι ἐθελήσουσι ῥᾳδίως ὅτι ἄνθρωποι τοιαῦτα ἔδρασαν ἃ οὐδ’ ἂν δαίμονες ἀλιτήριοι δρᾶσαι ἐτόλμησαν. Οἱ μὲν γὰρ ὁρῶντες τὰ δραματουργούμενα ἥττους τῶν τραγῳδιῶν τοὺς λόγους, οἱ δ’ ἀκούσοντες μείζους ἡγήσονται. Οἱ μὲν μὴ δεδυνῆσθαι τὴν φράσιν ἐξισωθῆναι τῇ πράξει νομιοῦσιν, οἱ δὲ ἐξωγκῶσθαι, καὶ πρὸς τὸ μεῖζον ἦρθαι τὰ γεγενημένα ὑπολήψονται. Οἱ μὲν ἡττῆσθαι τοὺς ῥήτορας, οἱ δ’ ὑπερβεβηκέναι ψηφιοῦνται.
Τοὺς μὲν γὰρ κατόπιν τῆς ὑποθέσεως ἀπολελεῖφθαι, τοὺς δὲ ὑπερβεβηκέναι φήσουσιν. Ὡς τοίνυν πάντα μικρὰ πρὸς τὴν ὑμετέραν βδελυρίαν φθέγξασθαι, παύσασθε τοιαῦτα δρῶντες ἃ καὶ τοὺς νῦν ἐλέγξει, καὶ τοὺς ἐσομένους ἀπιστῆσαι παρασκευάσει.
ΕΥΤΟΝΙΩΙ ΔΙΑΚΟΝΩΙ ͵ατκζʹ Ἴσθι, ὦ μακάριε, ὅτι οὐκ εἰς τὸ μὴ λαβεῖν ἀμοιβάς, ἀλλ’ εἰς τὸ λαμπροτέρας λαβεῖν, εἰ ἐν πᾶσιν εὐδοκιμήσειας, τὸ μηδέπω λαβεῖν περιστήσεταί σοι. Ὁ μὲν γὰρ ἐνταῦθά τι λαβὼν λαμπρόν, ὁ δὲ μὴ λαβὼν λαμπρότερον ἐκεῖσε ἕξει τὸν στέφανον. Μὴ τοίνυν ὃ θυμηδίας ἐστὶ πρόξενον τοῦτο ἀθυμίας σοι αἴτιον γινέσθω. Τῷ μὲν γὰρ ἐνταῦθα εἰληφότι εἰκότως ὑποτέμνεται ὁ μισθός, τῷ δὲ μὴ εἰληφότι ἀκέραιος δῆλον ὅτι φυλάττεται.
ΚΥΡΙΛΛΩΙ ΕΠΙΣΚΟΠΩΙ ͵ατκηʹ Οἶδε πάντως ἡ σὴ σύνεσις ὡς οὔτε τὸ ἄδικον κέρδος εἰς ἐλεημοσύνην ἐπιτήδειον, οὔτε ἡ ἀπληστία τῶν οἰκονομούντων τὴν Πηλουσιωτῶν Ἐκκλησίαν κόρον οἶδεν. Ἄριστα οὖν πράξειας, εἰ παύσειας τῶν τὰ ἐκκλησιαστικὰ διοικούντων χρήματα τὰς πλεονεξίας· εἰ γὰρ τὸ ἐξ ἀδικίας πορίζεσθαι τοῖς δεομένοις τὰ ἀναγκαῖα οὐκ εὐαγές, τὸ μηδὲ τοῖς δεομένοις αὐτὰ πορίζειν, ἀλλ’ οἰκείοις θησαυροῖς ἐναποκλείειν πάντη ἐναγέστατον.
Μανθανέτωσαν οὖν ὅτι καὶ διανέμειν ὀφείλουσι καθαρῶς τοῖς πενομένοις τὰ δικαίως προσόντα καὶ ἀδικίας ἁπάσης καθαρεύειν, μάλιστα μὲν ἐπειδὴ τῷ Κριτῇ τοῦτο δοκεῖ, ἔπειτα δὲ ὅτι οὐδὲ ἐκείνων ἕνεκεν ὧν φασι φροντίζειν πλεονεκτοῦσιν, ἀλλὰ τοὺς οἰκείους θησαυροὺς ἐμπλῆσαι γλιχόμενοι. Εἰ γὰρ σβέσειας τῶν διοικούντων τὴν ἀπληστίαν, πολλῆς ἀπολαύσονται οἱ πένητες εὐετηρίας.
ΜΗΝΑΙ ΔΙΑΚΟΝΩΙ ͵ατκθʹ Ἡνίκα τὸν πολυθρύλητον ἐκεῖνον νεών, καὶ τὴν περιβόητον, καὶ πολλοὺς πολέμους ἀναιμακτὶ νικήσασαν τῶν Ἰουδαίων μητρόπολιν πῦρ Ῥωμαϊκόν, διὰ τὸ τετολμῆσθαι ἐν αὐτῇ κατὰ τοῦ Χριστοῦ τὰ ἀτόλμητα, ἔκλινε, τότε δὴ καὶ αὐτοὶ πανταχοῦ τῆς οἰκουμένης αἰχμαλώτων τρόπον διεσπάρησαν.
Δυνάμενος γὰρ αὐτοὺς ἀνελεῖν αὐτὸς ὁ παροινηθεὶς διὰ πολλὰ τοῦτο οὐ πεποίηκε· πρῶτον μὲν καιρὸν αὐτοῖς μετανοίας διδούς, δεύτερον δὲ ἵνα καὶ τὰς ἀποφάσεις αὐτοῦ ἴδωσιν εἰς ἔργον ἐκβεβηκυίας—ἡ μὲν γὰρ ἦν· «Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος»· ἡ δέ· «Οὐ μὴ μείνῃ λίθος ἐπὶ λίθον, ὃς οὐ καταλυθήσεται» —τρίτον ἵνα πανταχοῦ τὴν δόξαν αὐτοῦ διαλάμπουσαν θεώμενοι παρακνίζωνται, καὶ ἐννοήσαντες ὅτι ἐπὶ τῶν προγόνων καὶ εἰδωλολατροῦντες, καὶ παιδοκτονοῦντες, καὶ προφήτας σφάζοντες, οὐδὲν τοιοῦτον ἔπαθον, ἀλλὰ σωφρονιζόμενοι πάλιν οἴκαδε ἐπανήγοντο, νῦν δὲ αἰχμαλωσίαν ὑπομένουσιν ἀνακλήσεως ἄμοιρον, τὴν ἀλήθειαν ἐπιγνοῖεν. Εἰ δὲ μηδ’ ὑπὸ τῶν πραγμάτων παιδευθεῖεν, διὰ τῶν ἐκεῖσε τιμωριῶν καὶ ἄκοντες ὁμολογήσουσιν, ὅτε αὐτοῖς τῆς μεταγνώσεως ὄφελος οὐδέν.
ΑΡΠΟΚΡΑΙ ΣΟΦΙΣΤΗΙ ͵ατλʹ Ὁ μὲν ἐν τοῖς κομιδῆ ζητουμένοις ἔχων ἰσχυρὰν λύσιν ἐπαγαγεῖν, εἰκότως οὐ δέδοικε χαλεπωτέραν ποιῶν τὴν ἀντίθεσιν. Ὁ δὲ τὴν δύναμιν τῶν λόγων ἐν τῇ ἀντιθέσει ἐπιδεικνύμενος, ἐν δὲ τῇ λύσει ἀσθενὴς φαινόμενος, λανθάνει λαμπροτέραν τὴν οἰκείαν ἐπιδεικνύμενος ἧτταν. Οὐ γὰρ ἐχρῆν οὕτω παρὰ τὴν ἀρχὴν ἀγωνίσασθαι τὸν μέλλοντα ἡττηθήσεσθαι· μᾶλλον δέ, εἰ δεῖ τἀκριβὲς εἰπεῖν, προδότης τῆς ἀληθείας φωραθήσεται, δι’ ὧν τὴν δύναμιν τῶν λόγων τὴν ἐν τῇ ἀντιθέσει, ἐν τῇ λύσει οὐκ ἐπεδείξατο.
ΑΛΥΠΙΩΙ ͵ατλαʹ Τὰ ἔπαθλα μείζονα ὄντα πάσης ἀνθρωπίνης ἀξίας, καὶ ἐκ πολλοῦ τοῦ περιόντος τὴν τοῖς πόνοις χρεωστουμένην ἀμοιβὴν ὑπερβαίνοντα—«Οὐκ ἄξια γὰρ τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς», ἔφη τὸ σκεῦος τῆς ἐκλογῆς—τὴν ἀσθένειαν τῆς φύσεως ἐκβιάζεται. Διὸ καὶ ἐρρέθη· «Ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν.» Ποῖοι βιασταί; Οἱ τὸ οἰκεῖον σῶμα νηστείαις, καὶ σωφροσύνῃ, καὶ ἁγνείᾳ, καὶ τῇ ἄλλῃ ἀρετῇ ἐκβιασάμενοι, καὶ τοῖς τοῦ πνεύματος νόμοις ὑποτάξαντες, καὶ εὐήνιον καὶ ὁρμητήριον ἀρετῆς ἀποφήναντες.
ΩΦΕΛΙΩΙ ΓΡΑΜΜΑΤΙΚΩΙ ͵ατλβʹ Εἰ τῶν φόνων οἱ μὲν ἄλλως συμβαίνοντες οὐκ εὐαγεῖς, τῶν δὲ ἐν πολέμῳ τὸ μύσος ἄπεστι, διὰ τί, ἔφης, ὁ Μωσῆς τοὺς ἀπὸ πολέμου ἐπανελθόντας ἔξω τῆς παρεμβολῆς ἐκκαθαρθησομένους ἔπεμψε;
Φημὶ τοίνυν ὅτι, εἰ καὶ δοκοῦσι νόμιμοι εἶναι αἱ τῶν ἐναντίων ἐν πολέμοις σφαγαί, καὶ στῆλαι τῶν νικώντων ἐγείρονται κηρύττουσαι τὰ κατορθώματα, ἀλλά γε τῆς ἀκριβοῦς συγγενείας ἐξεταζομένης, οὐδὲ αὐτοὶ ἀθῷοί εἰσιν. Διόπερ αὐτοῖς καὶ καθαρσίοις καὶ περιρραντηρίοις χρῆσθαι ἐπέταξεν.
ΖΩΣΙΜΩΙ ͵ατλγʹ Εἰ μὴ βούλει ὀνείδη τε ἕξειν, καὶ τιμωρίας ὑφέξειν, οὔ φημι ἐνθάδε—καίτοι οὐ μικρὸν καὶ τοῦτο τῷ ἐχέφρονι—ἀλλ’ ἐν τοῖς εἴτε ἐπὶ γῆς εἴτε καὶ ὁπουδηποτοῦν τοῦ παντὸς τυγχάνει δικαστηρίοις, τὴν ῥᾳθυμίαν ἀποσεισάμενος ἔχου τῆς ἀρετῆς.
ΑΡΤΕΜΙΔΩΡΩΙ ͵ατλδʹ Ὁ πάντα τὰ εἰς αὐτὸν ἥκοντα πληρώσας εἰς τὸ πεῖσαι, καὶ μὴ πείσας, ὡς ἀνύσας δίκαιος ἂν εἴη θαυμάζεσθαι· τοσοῦτον ἀπέχει τοῦ μέμψεως ἄξιος εἶναι. Εἰ δὲ θαυμαστὸν εἶναί σοι τοῦτο δόξει, ἐπιψηφιεῖ ὁ Παῦλος φάσκων· «Ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον»· οὐκ εἶπεν· Καὶ τὴν τοῦ καμάτου ἔκβασιν. Ὁ γὰρ μηδὲν παραλείψας τῶν ὀφειλόντων πεπρᾶχθαι στεφάνων ἐστὶν εἰκότως ἄξιος.
ΜΑΡΤΙΝΙΑΝΩΙ, ΖΩΣΙΜΩΙ, ΜΑΡΩΝΙ, ΕΥΣΤΑΘΙΩΙ ͵ατλεʹ Εἰ καὶ πολλοὶ τὴν ὑμετέραν σωτηρίαν ἀπέγνωσαν, ἀλλ’ ἐγὼ πάλιν ἥκω συμβουλεύσων μὲν ὑμῖν ἀποφοιτῆσαι τῆς κακίας, προτρέψων δὲ ἐπ’ ἀρετήν· καὶ προμηνύσων μὲν τὰ τοῖς φαύλοις ἀποδοθησόμενα ἐπίχειρα, προαγορεύσων δὲ τὰ τοῖς φιλαρέτοις δοθησόμενα ἔπαθλα. Εἰ τοίνυν τὸ λογιστικὸν μὴ παντελῶς ἐνεκρώσατε, ἀλλ’ ἔχει τι ἐμπύρευμα ἀναλάμψαι δυνάμενον, τοῦτ’ ἀναρριπίσαντες ἐξάψατε. Τάχα πως κἂν ὀψέ ποτε τὸ δέον γνοίητε.
ΠΑΥΛΩΙ ΔΙΑΚΟΝΩΙ ͵ατλϛʹ Λαμπρὸν ἑστιάτορα εἶναι ἐκεῖνον ἡγοῦμαι, οὐ τὸν φλεγμαινούσῃ τραπέζῃ ἑστιῶντα τοὺς δαιτυμόνας, καὶ τὸν κόρον ὑβρίζεσθαι παρασκευάζοντα, ἀλλὰ τὸν τῇ αὐταρκείᾳ τῶν παρασκευασθέντων κιρνῶντα τὴν λογικὴν παραίνεσιν ἧς ἡ ὠφέλεια καὶ ψυχῆς ἅπτεσθαι πέφυκεν.
ΙΕΡΑΚΙ ΔΙΑΚΟΝΩΙ ͵ατλζʹ Λίαν θαυμάζω ὅπως οἱ μὲν λῃσταί, οἱ ξίφη γυμνὰ ἐπισείοντες, καὶ κατὰ τῶν μηδὲν ἀδικούντων ὁπλιζόμενοι, ἁλῶν κοινωνήσαντες οὐκ ἔτι εἰσὶ λῃσταὶ πρὸς οὓς ἂν σπείσωνται, ἀλλὰ μεταρρυθμίζει τὸν ἀμείλικτον τρόπον ἡ τράπεζα. Ἡμεῖς δὲ θείας ἀξιούμενοι τραπέζης, ἄσπονδον ἔχομεν πρὸς ἑαυτοὺς τὸν πόλεμον.
ΑΡΠΟΚΡΑΙ ΣΟΦΙΣΤΗΙ ͵ατληʹ Ἡ φιλαρχία πάντων ἐστὶν αἰτία τῶν κακῶν ἣ καὶ τὰ καθεσθῶτα ἀνατρέπειν πειρωμένη, δεινοὺς πολέμους οὐ μόνον ἐφ’ ἡμῶν, ἀλλὰ καὶ ἐπὶ τῶν παλαιῶν ἐπικωμάσαι παρεσκεύασεν. Οἱ μὲν γὰρ Πυθαγόρειοι σιγὴν ἠσκηκότες τοὺς μέγα φρονοῦντας ἐπὶ εὐγλωττίᾳ ἀπεκήρυττον. Οἱ δὲ Ὁμηρίζοντες τοὺς Πλατωνίζοντας διέσυρον· οἱ δὲ Πλατωνίζοντες τοὺς Ὁμηρίζοντας ἀσεβείας ἐγράφοντο· καὶ οἱ μὲν Ἀριστοτελικοὶ πρὸς τοὺς Πλατωνίζοντας ἐπαπεδύσαντο· οἱ δὲ Στοϊκοὶ πρὸς τοὺς Ἀριστοτελικοὺς ἐφράξαντο. Ἐπικουρείων δὲ τῶν τῇ κακίᾳ ἐπικουρῆσαι τολμησάντων καὶ μεμνῆσθαι ἀτοπώτατον.
Καὶ ἐπὶ τῆς ἰατρικῆς δὲ τὸ αὐτὸ ἐπηκολούθησεν. Οἱ μὲν γὰρ Λογικοὶ τοὺς Μεθοδικοὺς ἐστηλίτευσαν. Οἱ δὲ Μεθοδικοὶ κατὰ τῶν Λογικῶν ἐφράξαντο. Οἱ μὲν γὰρ πολλὰς καὶ ποικίλας ῥίζας εἶναι ἔφασαν τῶν παθῶν· διὸ καὶ ποικίλοις ἐχρῶντο βοηθήμασι, τὰς ῥίζας πολυπραγμονοῦντες τῶν νοσημάτων, καὶ οὕτως ἀναστέλλοντες τὰς πηγὰς τῶν παθῶν. Οἱ δὲ δύο μόνας αἰτίας εἶναι ὡρίσαντο, στέγνωσιν καὶ ῥῦσιν· διὸ καὶ τὸ ἢ κενωτέον, ἢ σταλτέον ἐδογμάτισαν. Οἱ δὲ Ἐμπειρικοὶ καὶ τούτους κἀκείνους ἔσκωπτον.
Εἰ δὲ καὶ τὰς τῶν ῥητόρων, καὶ τὰς τῶν ποιητῶν, καὶ τὰς τῶν συγγραφέων πρὸς ἀλλήλους διαφορὰς εἰπεῖν ἐθελήσαιμι, πολὺς καὶ λόγος καὶ χρόνος ἀναλωθήσεται. Καὶ θαυμαστὸν οὐδέν. Ὅπου γὰρ οἱ φιλοσοφίας ὀνόματι βρενθυόμενοι οὐκ ὤκνησαν διαπρύσιον καθ’ ἑαυτῶν κινῆσαι πόλεμον, σχολῇ γε τοῖς ῥήτορσι καὶ τοῖς ποιηταῖς ἐμέλησεν εἰρήνης, οἵ γε πρὸς τοὺς ἐγκράτειαν, καὶ δικαιοσύνην, καὶ σωφροσύνην ἐγκρίνοντας Σωκρατικοὺς διεφέροντο οὓς Πλάτων ἐκκωμῳδήσας ἐν διαλόγοις ἀντεκωμῳδήθη παρὰ τῶν Κυνικῶν ὧν εἷς ἦν καὶ Λουκιανός, ὁ τοὺς διαλόγους κατὰ πάντων ὁμοῦ σχεδὸν τῶν τε εἰρημένων, τῶν τε παραλελειμμένων συντάξας. Ὃν οἱ μὲν Πλατωνικοί, διὰ τὸ τοὺς παρὰ τῶν ποιητῶν ἀναπλασθέντας θεοὺς τεθεατρικέναι, ἀπεδέξαντο. Οἱ δὲ τῶν ποιητῶν τρόφιμοι δύσφημον ἀπεκάλεσαν· δεινῶς γὰρ τοὺς παρ’ αὐτῶν ἐκθειαζομένους θεοὺς ἐξεκωμῴδησε.
Τίς οὖν τολμήσει τῶν τὰ Ἑλλήνων πρεσβευόντων εἰπεῖν ὅτι πολλαὶ παρὰ Χριστιάνοις αἱρέσεις ἐτέχθησαν, τοσαύτας ὁρῶν καὶ παρ’ ἐκείνοις διὰ φιλαρχίαν—χρὴ γὰρ τἀληθῆ λέγειν—τεχθείσας; Εἰ δ’ αὕτη ἐξοστρακισθείη ἐκ τῶν ἀνθρώπων, ἐλπίς ἐστι χρηστὴ πάντας εἰς τὸ θεῖον κήρυγμα ὁμοφρόνως καὶ ὀρθοδόξως συνδραμεῖν.
ΚΑΣΙΩΙ ΣΧΟΛΑΣΤΙΚΩΙ ͵ατλθʹ Εἰ μὲν τὴν τοῦ πατρὸς τελευτὴν εἰς τὴν κατὰ τῶν παίδων τιμωρίαν ἐκαιροφυλάκεις, δύο ἀγεννέσι πάθεσι σαυτὸν κεχειρῶσθαι δεικνύεις, ἀνανδρίᾳ τε καὶ μνησικακίᾳ. Πρὸς ἐκεῖνον μὲν γὰρ μὴ δυνηθείς, ἀνανδρίας, τούτους δὲ ἀμύνασθαι σπουδάζων, μνησικακίας ἐξοίσεις κατὰ σαυτοῦ δεῖγμα. Εἰ δὲ μηδὲ τούτους ἀμύνῃ, καὶ τὴν τῆς ἀνανδρίας ἀποτρίψῃ ὑπόληψιν. Δόξεις γὰρ καὶ τότε οὐ φόβῳ παρακεχωρηκέναι, ἀλλ’ ἔργῳ πεφιλοσοφηκέναι.
ΕΥΤΟΝΙΩΙ ΚΑΙ ΟΥΑΡΣΕΝΟΥΦΙΩΙ ΚΑΙ ΑΛΦΙΩΙ ͵ατμʹ Τὸ πρᾴως ἐνεγκεῖν τὰς παρὰ τῶν παροινούντων εἰς ἡμᾶς ὕβρεις πάσης ἡμᾶς ἀπαλλάττει πονηρᾶς ὑποψίας· ὥσπερ γὰρ κἂν δικαίως πάσχωμέν τι κακὸν ἐνεγκόντες πρᾴως νομισθησόμεθα παρὰ τοῖς πολλοῖς ἀδίκως πάσχειν, οὕτω κἂν ἀδίκως πάσχωμεν, θρασυνώμεθα δέ, τοῦ δικαίως πάσχειν ὑπόνοιαν ληψόμεθα.
ΤΟΙΣ ΑΥΤΟΙΣ ͵ατμαʹ Εἰ οἱ παροινοῦντες πάντα ποιοῦσιν ὥστε καθάψασθαι τῶν ὑβριζομένων δῆλόν ἐστιν ὅτι εἰ αἴσθοιντο αὐτοὺς μὴ δακνομένους ἀλλὰ καὶ καταγελῶντας τῶν λεγομένων, οὐ μόνον ἀποφοιτήσωσιν ἅτε εἰκῇ τοξεύοντες, ἀλλὰ καὶ τὴν τῶν τοξευομένων μέν, μὴ τιτρωσκομένων δὲ ἐπαινέσωσι φιλοσοφίαν· εἰ τοίνυν καὶ ἑαυτοὺς ἀπαλλάττομεν ὑπονοίας πονηρᾶς, καὶ τοὺς ἐχθροὺς δυσωποῦμεν, καὶ τοὺς ἀκούοντας ἐπαινέτας ἔχομεν καὶ τὸν θεὸν πρό γε πάντων θαυμαστήν, φέρωμεν ἐπιεικῶς τὰς παρὰ τῶν πλήττειν ἡμᾶς βουλομένων ὕβρεις.
ΤΟΙΣ ΑΥΤΟΙΣ ͵ατμβʹ Ἡ εἰς τὸ Θεῖον ἐλπὶς πάντων τῶν ἀγαθῶν ἐστιν ἐγκύμων. Ταύτην τοίνυν περιέπωμεν τὴν νῦν μὲν ὠδίνουσαν, μίκρον δ’ ὕστερον ἀποτίκτουσαν ἐκεῖνα ἃ τὴν ἡμετέραν μὲν ἀξίαν ὑπερβαίνει, Θεῷ δὲ ἁρμόττει καὶ πρέπει χαρίσασθαι· νικᾷ γὰρ τοὺς ἡμετέρους πόνους ταῖς οἰκείαις ἀντιδόσεσιν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.