Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσίδωρος ὁ Πηλουσιώτης – Ἐπιστολαί

Ἰσίδωρος ὁ Πηλουσιώτης

Επιστολές 1343-1365

Ερμηνεία προφητικών και ευαγγελικών χωρίων, οδηγίες για τη δίκαιη διαχείριση της εξουσίας, την αντιμετώπιση του πλούτου και τη σπουδαιότητα της μετριοπάθειας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσίδωρος ὁ Πηλουσιώτης

—

Κεφάλαιο 7 από 9

ΗΣΑΙΑΙ ͵ατμγʹ Μὴ ἀπὸ τούτων, ὦ βέλτιστε, ἐπὶ τὸ χεῖρον τρέπου ἀφ’ ὧν χρὴ σωφρονέστερον καθίστασθαι, μηδὲ τὴν ὑπόθεσιν τῆς σωτηρίας πρόφασιν ἀπωλείας ἡγοῦ, ἀλλ’ αἰδεσθεὶς τὴν θείαν μακροθυμίαν τῆς ἀρετῆς ἀντιλαβοῦ· οὐ γὰρ εἰς τέλος οἴσει καταφρονούμενος ὁ Κριτής, ἀλλ’ ἐποίσει τὴν χεῖρα τὴν κραταιάν. Διὸ καὶ προμηνύει καὶ προαπολογεῖται ὡς οὐκ ἄκριτος αὐτοῦ ἡ ψῆφος φέρεται κατὰ τῶν ὑπευθύνων· «Τί γάρ, φησίν, ἐσιώπησα; Μὴ καὶ ἀεὶ σιωπήσομαι, καὶ ἀνέξομαι; Ἐκστήσω, καὶ ξηρανῶ ἅμα», μονονουχὶ λέγων· Εἰ μὲν γνωσιμαχήσετε, ὅπερ προείρημαι κατεσκεύασα. Εἰ δὲ ἐπιμείνοιτε, τόγε ἡμέτερον ἔξω αἰτίας. Ὑμεῖς γὰρ τὴν τιμωρίαν καθ’ ἑαυτῶν ἐλθεῖν ἐξεβιάσασθε.

ΠΑΥΛΩΙ ͵ατμδʹ Τὸν εὐδόκιμον κρείττονα εἶναι χρὴ τῶν συμφορῶν. Τοῦτο δ’ ἔσται, εἰ τὸν λογισμὸν ὑψηλότερον τῶν παθῶν καταστήσειε, καὶ καθάπερ κυβερνήτῃ μεταχειρίζειν τοὺς οἴακας καὶ οἰακίζειν ἐπιτρέψειεν. Εἰ δὲ τὸν κυβερνήτην καταβαπτίσειε, ναυάγιον ἀργαλεώτατον ὑποστήσεται, τῶν παθῶν κορυφουμένων, καὶ τὸν λογισμὸν εἰς αὐτὸν τοῦ πελάγους τὸν πυθμένα παραπεμπόντων.

ΛΕΟΝΤΙΩΙ ΕΠΙΣΚΟΠΩΙ ͵ατμεʹ Ἐπειδὴ γέγραφας· Τί ἐστι τὸ παρὰ τοῦ Ἰεζεκιὴλ εἰρημένον; «Καὶ ἔσονται ἐπὶ τῶν ὀρέων ὡς περιστεραὶ μελετητικαί», φημὶ ὅτι πολυεπείας μὲν χρῄζει ἡ ἑρμηνεία· ὅμως δέ, ὡς ἂν οἷός τε ὦ, συντεμὼν φράσω.

Περὶ τῶν ἐν τῇ τοῦ Βαβυλωνίου ἐφόδῳ ἀνασωθέντων εἰς τὰ ὄρη ἦν τῷ προφήτῃ ὁ λόγος ὅτι οὐδ’ ἂν δόξωσι διαπεφευγέναι τοὺς πολεμίους διαφεύξονται τὴν δίκην. Ὅταν γὰρ καὶ τὰς ἐρήμους κατειληφότες ἔξω τῶν δεινῶν εἶναι ἡγήσωνται, τότε γυναῖκάς τε καὶ παῖδας καὶ τῶν ἄλλων οἰκείων τὸν ὄλεθρον θρηνοῦντες διατελοῦσι.

Τῷ δὲ τῶν περιστερῶν παραδείγματι τὸ περιώδυνον τῶν ψυχῶν παρέστησεν. Οἱ μὲν γὰρ βοῶντες καὶ πρὸς τοὺς πέλας τὸ πάθος ἐκφέροντες οὐ μικρὰν λαμβάνουσι τοῦ πάθους παραμυθίαν. Κουφίζεται γὰρ τρόπον τινὰ τῇ διηγήσει τὰ πάθη· οἱ δ’ ὑπὸ δέους, ἢ ἄλλης τινὸς αἰτίας σιγῇ τὰς συμφορὰς κατακρύπτοντες, μόνῳ δὲ τῷ στεναγμῷ τὴν ὀδύνην ἐμφαίνοντες, ἀνύποιστον ἔχουσι τοῦ κακοῦ τὴν ἔφοδον, ἅτε εἰς θεραπείαν μὲν μὴ νεύουσαν, εἰς ἐπίτασιν δὲ βλέπουσαν.

Δηλῶσαι οὖν βουλόμενος οὐ μόνον τῆς τιμωρίας τὸ μέγεθος, ἀλλὰ καὶ τοῦ δέους τὴν ὑπερβολήν, εἰ μηδὲ ἐκβοᾶν τολμῷεν, τῆς ὑποψίας ἀεὶ τὴν ἔφοδον τῶν πολεμίων ὀνειροπολούσης, τῇ τοιαύτῃ εἰκόνι ἐχρήσατο.

ΕΥΣΕΒΙΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ ͵ατμϛʹ Εἰ καί, ὡς γέγραφας, ἡ τῶν βασιλευόντων περὶ τὸ Θεῖον εὐλάβεια τὴν τῶν ἐπισκόπων ἀνευλάβειαν ἤλεγξε, καὶ ἡ πρὸς αὐτοὺς ἐκείνων ὑπερβάλλουσα τιμὴ τοὺς τιμωμένους ἐξέλυσε, καὶ ἡ πολλὴ αὐτῶν φιλοτιμία τρυφῆς καὶ ἀσωτίας τούτοις ὑπόθεσις γέγονεν, ἀλλὰ σὺ μὴ σκανδαλίζου· οὐ γὰρ πάντες ἐχειρώθησαν τοῖς εἰρημένοις πάθεσιν, ἀλλ’ εἰσὶν οἱ σπουδάζοντες κατὰ τὸν ἀποστολικὸν ζῆσαι χαρακτῆρα. Εἰ δὲ φαίης, Ὀλίγοι κομιδῇ, οὐδὲ αὐτὸς ἀρνησαίμην, ἀλλὰ κἀν τούτῳ τὴν τοῦ Σωτῆρος πρόγνωσιν θαυμάσαιμι τοῦ φράσαντος· «Πολλοὶ μὲν κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.»

ΜΑΡΚΙΑΝΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ ͵ατμζʹ Μὴ ὕπεχε τοῖς λογοποιοῦσι τὰς ἀκοάς· εἰ γὰρ ῥᾳδίως πιστεύοις τοῖς κακηγοροῦσιν, οὐκ ἐπιλείψουσιν οἱ καταψευδόμενοι καὶ πλάττοντες· ἀλλ’ εἰ βούλει δὸς ἀκεραίους τὰς ἀκοάς, καὶ ἀπολογήσεται μάλα γενναίως ὁ κακηγορηθείς· καὶ εἰς ἐκείνους τρέψει τὴν εἰς αὐτὸν μάτην φυεῖσαν λύπην.

ΤΩΙ ΑΥΤΩΙ ͵ατμηʹ Οὐ περὶ τῆς καταπαύσεως τῶν Ἑβραίων τῆς γενομένης ἐν τῇ Παλαιστίνῃ διὰ τῆς Ἰησοῦ τοῦ υἱοῦ Ναυῆ στρατηγίας τῷ θεσπεσίῳ Παύλῳ ὁ λόγος· ἐκείνης γὰρ οὐδεὶς λόγος αὐτῷ, εἰς δὲ τὴν προσδοκωμένην ἔσεσθαι βλέπει, καὶ κατ’ ἐκείνης ὁ τῶν νοημάτων σκοπὸς συντείνεται· ὅτι δὲ τοῦτό ἐστιν ἀληθές, αὐτὸς ἑαυτὸν ἑρμηνεύει λέγων· «Εἰ γὰρ αὐτοὺς Ἰησοῦς— δῆλον δὲ ὅτι ὁ τοῦ Ναυῆ—κατέπαυσεν, οὐκ ἂν περὶ ἄλλης ἐλάλει μετὰ ταῦτα ἡμέρας· ἄρα ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ Θεοῦ.» Εἰ γὰρ αὐτούς, φησίν, ἐκεῖνος κατέπαυσεν, οὐκ ἂν ὁ Δαβὶδ μετὰ πολλὰς γενεὰς γενόμενος, περὶ καταπαύσεως διαλεγόμενος ἔλεγε· «Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ.» Οὐκοῦν, φησίν, ἡ ἀληθινὴ ἀνάπαυσις τῷ λαῷ τοῦ Θεοῦ, τουτέστι τοῖς εὐδοκίμως μετὰ τὴν πίστιν πολιτευσαμένοις ἀπόκειται, οὐκ ἐν τῇ Παλαιστίνῃ, ἀλλ’ ἐν τῇ ὑπερκοσμίῳ Ἱερουσαλὴμ εὐτρεπισθεῖσα.

ΘΕΩΝΙ ΕΠΙΣΚΟΠΩΙ ͵ατμθʹ Παραίνεσιν διεγνωκὼς πέμψαι σοι βούλομαι, ὦ φίλος, προδιελθεῖν πρὸς σέ, ὡς συνέβη διατεθῆναι τοῖς ἐμοῖς ἐπιτηδείοις, ἐπειδήπερ αὐτοῖς ἀνεκοινούμην τὴν ὑπὲρ τῆς συμβουλῆς προαίρεσιν. Ἐκείνων τοίνυν οἱ μὲν καὶ κομιδῇ ἔδεισαν μὴ ἔχθρας ὑπόθεσιν ἀπὸ τῆς προνοίας ταύτης κατασκευάσαιμι. Δόξειν γάρ σοι ἐν εἰσηγήσεως σχήματι προῃρῆσθαί σε κακῶς λέγειν. Οὐκοῦν ἔφασαν θαυμάζειν εἰ παρ’ αὐτοὺς τοὺς λόγους πόλεμος μὴ Περσικὸς περισταίη· ἦσαν δὲ καὶ οἳ πάνυ θαρρεῖν προετρέποντο, ὡς ἀποδεξομένου σου, καὶ τοσοῦτον ἔφασαν ἀφεστάναι προσδοκᾶν τι δεινόν, ὡς καὶ ἀνάρρησιν προσδοκᾶν διὰ τοῦτο. Ἐμοὶ δὲ δοκοῦσιν ἀμφότεροι πῂ μὲν ἐστοχᾶσθαι τἀληθοῦς, πῂ δὲ διημαρτηκέναι. Ἐξ ἀρχῆς μὲν γὰρ ἀγανακτήσειν σε πεπίστευκα, εἰς τέλος δὲ οὐδαμῶς· ἀλλὰ καὶ ἀποδέξασθαί με κατὰ σαυτὸν προσδοκῶ, ἐπὶ πάντων δὲ ἥκιστα· ὅμως ἑκάτερον προσδοκῶν, οὐκ ἀποστήσομαι τὸ παριστάμενον εἰπεῖν. Πρῶτον μὲν γὰρ οἱ βέλτιστοι μεθ’ ἡμῶν ἔσονται, κωλύσοντες οὐ μόνον σέ, ἀλλὰ καὶ τοὺς ἄλλους τοὺς λυπεῖν τολμήσοντας. Ἔπειτα δὲ εἰ καὶ τρωθῆναι συμβαίη τῇ ἀρετῇ συνηγοροῦντα, τοῦτο παθεῖν οὐ βαρύ.

Τί οὖν ἐστιν ὃ βούλομαι εἰπεῖν; Εἰρήσεται· Ἀνερρίφθω γὰρ κύβος· μάλιστα μὲν πέπαυσο κατὰ σαυτοῦ τὸ ξίφος ὠθῶν, καὶ παντὸς βαρβάρου βαρβαρικώτερον σαυτῷ χρώμενος, καὶ τοσαῦτα σαυτὸν διατιθεὶς κακὰ ὅσα ἂν οὐδὲ οἱ κομιδῇ πολέμιοι διέθηκαν. Εἰ δὲ τῆς κακίας ἀπρὶξ ἔχεσθαι κέκρικας, καὶ τὸ δόγμα τοῦτο ἀκίνητόν ἐστι παρὰ σοί, κἂν τοὺς τῆς ἀρετῆς τροφίμους παῦσαι καταπολεμῶν. Τὸ γὰρ μὴ μόνον πταίειν, ἀλλὰ καὶ τοὺς κατορθοῦντας δι’ ὧν τὴν γλῶτταν κατ’ αὐτῶν ὁπλίζεις διασύρειν ἔσχατος ὅρος κακίας, μᾶλλον δὲ ἀναλγησίας τεκμήριόν ἐστιν.

ΠΑΛΛΑΔΙΩΙ ΔΙΑΚΟΝΩΙ ͵ατνʹ Μετέσχες μὲν τοῦ τῶν μαθητῶν χοροῦ, καὶ κορυφαῖος ἐδόκεις, σφοδρότερον τῶν ἄλλων μεταδιώκων τὴν τῶν θείων λόγων θήραν· ἀλλὰ νῦν ἀμελήσας οὐ μόνον ἀποφοιτῆσαι διέγνως, ἀλλὰ καὶ τρυφαῖς, ὡς ἐπυθόμην, ἐκδέδωκας σαυτὸν ταῖς τικτούσαις τὰ μετὰ γαστέρα πάθη. Γιγνώσκων τοίνυν ὅτι ἀργαλεώτερον γίγνεται ἀμελούμενον τὸ κακόν, εἰς τὴν ἐξ ἀρχῆς κοσμιότητα τὴν ταχίστην σαυτὸν μεταρρύθμισον.

ΣΕΡΗΝΩΙ ΔΙΑΚΟΝΩΙ ͵ατναʹ Πολλοῖς αἱ παραυτίκα εὐημερίαι καὶ νίκαι ἐπ’ ἐνέδρᾳ συμβαίνουσιν, ἀνιάτων οὖσαι κακῶν προοίμια. Μὴ τοίνυν ἐν πᾶσι τὰς τοιαύτας ζητῶμεν νίκας, ἀλλ’ ἑνὸς γιγνώμεθα τοῦ πάντα τὰ συμβαίνοντα ὁμαλῶς καὶ μετρίως, καὶ μετὰ τοῦ πρέποντος σχήματος καὶ φρονήματος διοικεῖν.

ΜΑΡΩΝΙ ͵ατνβʹ Ἃ καὶ ἄκων πολλάκις ἐχθροῖς καταλείψεις, ἑκὼν δός· καὶ τὴν ἀνάγκην ποίησον φιλοτιμίαν, ἵνα μὴ ἀμεταμέλητα θρηνήσειας· ἀλλὰ προπέμψας αὐτὰ εἰς τὸν ἀγήρω αἰῶνα ἕξεις χρησιμεύσοντα.

ΑΘΑΝΑΣΙΩΙ ͵ατνγʹ Εἰ χρὴ συντόμως τὴν ἀρετὴν καὶ τὴν κακίαν λόγῳ ὑπογράψαι, φήσαιμι ὅτι Ὥσπερ τὸ πῦρ πεπεδημένον τυγχάνον πρὸς τὴν κάτω ὁρμήν, ἀεικίνητόν ἐστι πρὸς τὴν ἄνω φοράν, οὕτω καὶ ἡ ἀρετή. Καὶ ὥσπερ τὰ βαρέα σώματα τὴν μὲν ἄνω φορὰν παντάπασιν ἀγνοεῖ, τὴν δὲ πρὸς τὰ κάτω ὁρμὴν ἐπίσταται, τοῦ βάρους τὴν φορὰν ἐπιτείνοντος ὡς κρεῖττον λόγου εἶναι τὸ τάχος, οὕτω καὶ ἡ πονηρία. Οὐκοῦν ἐκείνης μὲν ἀνθεκτέον, ταύτης δὲ ἀφεκτέον.

ΕΥΤΟΝΙΩΙ ΔΙΑΚΟΝΩΙ ͵ατνδʹ Ὅτι μὲν ἐν ταῖς τῶν πέλας εὐπραγίαις τὰς οἰκείας σαφέστερον καθορᾶν εἰώθασι πάντες οἱ πειρασμοῖς περιπίπτοντες συμφοράς, δῆλον· ὅτι δὲ ἐννοοῦντες τὴν ἑαυτῶν ἢ θεραπείαν, ἢ εὐδοκίμησιν—οἱ μὲν γὰρ ὑπὲρ ἁμαρτιῶν τιννύουσι δίκας, οἱ δὲ ἀγωνίζονται ἵνα λαμπροτέρων τύχωσι στεφάνων—ῥᾷον ὀφείλουσι τοὺς πειρασμοὺς ἐνεγκεῖν, καὶ μὴ μόνον μὴ ἀλύειν, ἀλλὰ καὶ θυμηδίας ἐμφορεῖσθαι, θαρρούντως ἰσχυρισαίμην. Ὅτι γάρ τινες ἐνταῦθα θεραπεύονται, ἐγγυᾶται ὁ Παῦλος κράζων· «Κρινόμενοι δὲ ὑπὸ Κυρίου παιδευόμεθα ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.» Ὅτι δέ τινες καὶ στεφάνων ἕνεκεν ἀγωνίζονται, μαρτυρεῖ ὁ θεῖος χρησμός, ὁ πρὸς τὸν Ἰὼβ εἰρημένος· «Οἴει με ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος;» Οὐκοῦν εἴτε οὕτως, εἴτε ἐκείνως πάσχοιμεν, χρηστὰς ἔχωμεν ἐλπίδας.

ΤΩΙ ΑΥΤΩΙ ͵ατνεʹ Τοῖς μὲν ἐπὶ τῶν χρηστῶν διατρίβουσιν ἔργων, τὸ φανεροὺς εἶναι τοῦτο ποιοῦντας εἰς κέρδος τελεῖ· διὸ καὶ ὁ Σωτὴρ ἔφη· «Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.» Ἐπειδὴ δέ τινες οὐ πρὸς τὴν δεσποτικὴν ἀφορῶσι δόξαν, ἀλλὰ πρὸς τὴν ἑαυτῶν, παρῄνεσε· «Προσέχετε τὴν ἐλεημοσύνην ὑμῶν, μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων.

Εἰ δὲ μή γε, μισθὸν οὐκ ἔχετε.» Διὰ μὲν τῶν προτέρων τὸ ἐπιεικὲς καὶ φιλάγαθον ἐμφαίνων ὅπερ οὐδὲ βουλομένων τῶν πραττόντων κρύπτεσθαι δύναται, διὰ δὲ τῶν δευτέρων τὴν φιλοδοξίαν ἀναστέλλων. Καὶ δι’ ἐκείνων μέν, τὴν κακίαν, διὰ δὲ τούτων, τὴν ἐπίδειξιν κωλύων. Οὐ γὰρ ἐναντίον ἐστὶ τοῦτ’ ἐκείνῳ· ἀλλὰ τὰς παραπεπηγυίας καὶ ἐφέδρους κακίας ταῖς ἀρεταῖς κωλύει. Ἀρετὴ γὰρ πᾶσα ἄνευ ἐπιδείξεως γινομένη, ἀρετὴ ἂν κυρίως καλοῖτο καὶ εἴη. Εἰ δὲ πρὸς φιλοδοξίαν ἑλκυσθείη, καὶ τὸ εἶναι εἰλικρινὴς ἀρετὴ ἀπόλλυσι—σιωπῶ γὰρ ὅτι μετ’ ἐπιδείξεως ἐλεοῦντες, οὐ καλοκἀγαθίᾳ τοῦτο δρῶσιν, ἀλλὰ τὰς ἀλλοτρίας ἐκπομπεύοντες συμφοράς· ἐλεήμονες γὰρ καλεῖσθαι γλιχόμενοι τὰς ἀλλοτρίας οὐ παραιτοῦνται ἐκτραγῳδεῖν δυσημερίας. Τὸ γὰρ «Λαμψάτω τὸ φῶς ὑμῶν» εἴρηται οὐχ ἵν’ ἡμεῖς ἐναβρυνώμεθα, ἀλλ’ ὡς τοῦ ἀγαθοῦ ἔργου σιγηθῆναι μὴ ἀνεχομένου, κἂν οἱ ποιοῦντες κρύπτωσιν. Ὅνπερ γὰρ τρόπον λαμπὰς ἐν ἀσελήνῳ νυκτὶ φανεῖσα, αὐτομάτως τὰς ὄψεις ἐπάγεται, οὕτω καὶ ἡ ἀρετὴ καὶ ἀκόντων τῶν κεκτημένων πάντας φωτίζειν πέφυκεν.

ΘΕΟΦΙΛΩΙ ͵ατνϛʹ Πρὸ βραχέος, ὄρθρου ἔτι ὄντος—ἐκιρνᾶτο γὰρ νύξ τε καὶ ἠώς—ἐντυχών μοί τις τῶν σῶν ἐπιτηδείων ἀπήγγελλεν ὡς πυθόμενοί τινες ἐλλόγιμοι στειλάμενόν σε ἀποδημίαν μακράν, οὐχ ὑπὲρ ἀρετῆς, οὐδὲ ὥστε σαυτὸν ἢ ἄλλον τινὰ εἰς φιλοσοφίαν ἐναγαγεῖν—ἦ γὰρ ἂν καὶ ἀπεδέξαντο—ἀλλ’ ὑπὲρ τοῦ χρηματίσασθαι, κομιδῇ σου κατεφρόνησαν εἰ προῃρημένος τὸν τῆς νεότητος χρόνον τὰς ἡσυχίας ἄγειν, νῦν ἐπὶ γήρως ἀποδημεῖν ἐπεχείρησας, ὅτε εἰκὸς ἦν σοι, εἰ καὶ πρότερον ἄλλοθί που διέτριβες, οἴκαδε ἐπανήκειν, οὕτως ὑπογύου σου τῆς τελευτῆς οὔσης. Τοὺς μὲν γὰρ νέους ἐλπὶς εἰς γῆρας ἥξειν βαθύ, οἱ δὲ γεγηρακότες οὐδὲν ἕτερον ἢ τὸν θάνατον ὀνειροπολεῖν δίκαιοι ἂν εἶεν.

Ἐγὼ δὲ τὴν αἰτίαν ἀκριβῶς μὴ ἐπιστάμενος δι’ ἣν ἐντεῦθεν ἀπῆρας, οὔτε ἀπελογησάμην, οὔτε κατεψηφισάμην, ἀλλ’ ἐπηγγειλάμην γράφειν. Αὐτὸς τοίνυν τὸ δέον πρᾶξαι προθυμήθητι.

ΘΕΟΔΩΡΩΙ ΣΧΟΛΑΣΤΙΚΩΙ ͵ατνζʹ Ποῖος ἄρα δοκεῖ τῇ σῇ παιδεύσει εὐκλείας καὶ δόξης ἀγαθῆς δίκαιος εἶναι τυχεῖν; Ὁ μηδὲν μὲν προθυμηθεὶς γενναῖον διαπράξασθαι, ἐν εὐημερίᾳ δὲ τυγχάνων καὶ πλούτῳ, καὶ τοῖς δοκοῦσι λαμπροῖς ἀξιώμασιν; Ἢ ὁ μηδὲν μὲν ὧν οἷός τε ἦν ἐλλιπών, ἀλλὰ πάντα πράξας ὅσα αὐτόν τε ἀναρρήσεως ἄξιον εἶναι ποιεῖ, καὶ τοὺς ἄλλους εἰς ἀρετὴν διεγείρει, δυσπραγῶν δὲ καὶ πενίᾳ συζῶν; Ἐμοὶ μὲν οὗτος δοκεῖ· εἰ δὲ καὶ σοί, μὴ τἀναντία φαίνου ψηφιζόμενος.

ΝΕΜΕΣΙΩΙ ͵ατνηʹ Ἐπειδὴ ἡ μὲν ἐλευθεριότης μέση ἐστὶν ἀσωτίας καὶ φειδωλίας, ἡ δὲ μεγαλοψυχία ὑπερηφανίας καὶ ταπεινότητος, ἡ δὲ εὐσέβεια δεισιδαιμονίας καὶ ἀσεβείας· διὸ καὶ ἀγχιθύρους εἶναι τὰς κακίας ταῖς ἀρεταῖς σοφοὶ ὁρισάμενοι ἄνδρες, τὴν μέσην χώραν ταῖς ἀρεταῖς ἀπέδοσαν· κἀμοὶ ἡ εἰς πάσας τὰς ἀρετὰς μεσαιτάτη ὁδὸς ἀρίστη φαίνεται. Καὶ τοῦτ’ ἔστιν ἄρα ὅπερ ἠθέλησας μαθεῖν· «Μὴ ἐκκλίνῃς δεξιά, μηδ’ ἀριστερά.» Ὁδῷ βασιλικῇ πορεύου. Ἐπειδὴ γὰρ αἱ παρεκκλίσεις τῶν ἀρετῶν εἰς κακίας λήγουσι—θελήσας γάρ τις εἶναι πολλάκις οἰκονομικὸς εἰς φειδωλίαν ἐνέπεσεν, ἢ φιλότιμος εἰς ἀσωτίαν—οὐ μόνον ἀμείνονα τὴν μέσην, ἀλλὰ καὶ βασιλικωτάτην εἶναι εἰκότως ὡρίσαντο.

ΙΕΡΑΚΙ ΔΙΑΚΟΝΩΙ ͵ατνθʹ Τὰ μεγάλα κατορθώματα μεγάλοις καὶ τὰ μέγιστα μεγίστοις πόνοις κατορθοῦσθαι πέφυκεν. Μὴ τοίνυν μικρὰ καὶ φαῦλα πράττων οἴου τῶν μεγίστων ἐπάθλων τεύξεσθαι, μηδὲ τὸν ἀκίνδυνον καὶ ὑγρὸν ἑλόμενος βίον ἔλπιζε ἐν τῷ μετώπῳ τῆς φάλαγγος λάμψειν. Τοῦ γὰρ κινδυνεύσαντος καὶ τρόπαια στήσαντός ἐστι καὶ τὸ ἀνακηρύττεσθαι. Εἰ δὲ καὶ τελευτήσειεν ἐν τῇ μάχῃ, τῇ μνήμῃ ἀτελεύτητος μένει, καὶ τὰ ἔπαθλα ἕξει μείζονα ἢ κατὰ ἄνθρωπον. Ὁ δὲ γενναῖος τοῦ Χριστοῦ στρατηγὸς καὶ τὰ ὑπὲρ αὐτοῦ παθήματα στεφάνους εἶναι εἰκότως νομίζει, λέγων· «Ἡμῖν ἐχαρίσατο ὁ Θεὸς οὐ μόνον τὸ εἰς Χριστὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν.» Ἵνα γὰρ παρῶ, φησί, τὰ μέλλοντα ἀγαθά, αὐτὰ τὰ πάθη δι’ ὧν τῷ Δεσπότῃ κοινωνοῦμεν μέγιστά ἐστι βραβεῖα καὶ στέφανοι κάλλιστοι.

ΕΠΙΜΑΧΩΙ ΑΝΑΓΝΩΣΤΗΙ ͵ατξʹ Ἐπειδὴ γέγραφας τί ἐστιν «Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους», οἶμαι ὅτι ἐπειδὴ οἱ μὲν ἁπανταχοῦ τῆς ὑφ’ ἡλίῳ Ἐκκλησίας σῶμά εἰσι Χριστοῦ, Κορίνθιοι δὲ μέρος ἦσαν τούτου τοῦ σώματος, διὰ τοῦτο ἔφησεν «Ἐκ μέρους», οἷον Μέλος ἐστὶν ἡ παρ’ ὑμῖν Ἐκκλησία τῆς ἁπανταχοῦ. Ὥστε δίκαιοι ἂν εἴητε οὐ μόνον πρὸς ἑαυτούς—ἐστασίαζον γάρ—ἀλλὰ καὶ πρὸς πάντας τοὺς κατὰ τὴν οἰκουμένην ὁμοπίστους ὁμονοεῖν, πᾶσαν διχόνοιαν ἐκ ποδῶν ποιησάμενοι.

ΘΕΟΔΩΡΩΙ ΣΧΟΛΑΣΤΙΚΩΙ ͵ατξαʹ Μὴ τὴν ἀλήθειαν τοῖς ἐριστικοῖς λόγοις βιάζου, μηδὲ καθύβριζε αὐτὴν συσκιάζων τέχνῃ σοφιστικῇ τὴν ἀκριβῆ γνῶσιν· ἀλλὰ πάντα δεύτερα τοῦ ἀληθοῦς ἡγούμενος, ἀκαπήλευτον καὶ ἀδέκαστον τὴν περὶ αὐτοῦ ψῆφον ἔνεγκον.

ΑΠΟΛΛΩΝΙΩΙ ΓΕΩΡΓΩΙ ͵ατξβʹ Ἡ γεωργία καὶ ἀναγκαία, καὶ πασῶν τεχνῶν μήτηρ ἐστὶ καὶ τροφός. Εὖ μὲν γὰρ αὐτῆς φερομένης κἀκεῖναι ἔρρωνται· ἀστοχησάσης δ’ αὐτῆς, σχεδὸν ἀποσβέννυνται. Μὴ τοίνυν αἰσχύνου ἐπὶ τῷ πράγματι, ἀλλὰ μᾶλλον σεμνύνου ἀναγκαιοτάτην καὶ χρησιμωτάτην τέχνην μεταχειριζόμενος. Οἱ γὰρ τὰς πρὸς ἡδονὴν μεμηχανημένας μετιόντες τέχνας ἐρυθριᾶν ἂν εἶεν δίκαιοι.

ΙΕΡΑΚΙ ΔΙΑΚΟΝΩΙ ͵ατξγʹ Ὁ ἐν αὐτῇ τῇ ἀκμῇ τοῦ χειμῶνος διασῴζων τὴν ναῦν, καὶ μαινομένην χαλινῶν τὴν φύσιν, μυρίων ἀναρρήσεων καὶ μακαρισμῶν καὶ στεφάνων ἐστὶν ἄξιος· ἡ γὰρ ἐν γήρᾳ σωφροσύνη οὐκ ἐγκρατεία ἐστίν, ἀλλ’ ἀκολασίας ἀδυναμία· διὸ τὸν μὲν πρότερον ἀνακηρύττων ὁ χρησμῳδὸς Ἱερεμίας ἔλεγε· «Μακάριος ὃς ἦρε βαρὺ ζυγὸν ἐκ νεότητος αὐτοῦ.» Τὸν δὲ δεύτερον οὐδεὶς μακαρίσαι ἠξίωσεν, ἀλλ’ ἀγέραστον καταλελοίπασιν ἅπαντες.

Μὴ τοίνυν περίμενε τὸ γῆρας ὡς ἐν αὐτῷ σωφρονήσων. Χωρὶς γὰρ τοῦ ἄδηλον εἶναι τὸ εἰς αὐτὸ ἥξειν, οὐδὲ φιλοτιμίαν ἔχει τὸ πρᾶγμα.

ΤΩΙ ΑΥΤΩΙ ͵ατξδʹ Ἐπειδὴ φέρειν ἀνάγκη τὰ λυπηρά, καίπερ ὄντα δύσφορα—τὸ γὰρ ὀλιγωρεῖν οὐ μειοῖ, τάχα δὲ καὶ αὔξει τὰ δεινά—γενναίως ἔνεγκον τὰ συμβεβηκότα, καὶ μάλιστα τῷ παρεληλυθέναι κατὰ τὸ πλεῖστον μέρος ἐκνενευρισμένα. Ὁ μὲν γὰρ ἀποφοιτήσας πειρασμὸς αὐτίκα μάλα πρὸς λήθην βλέπει, ὁ δὲ προσδοκώμενος τοσαυτάκις ἀνιᾷ ὁσάκις ἂν ἐλπισθῇ.

ΠΕΤΡΩΙ ͵ατξεʹ Τὴν εἰς τὸν Θεὸν πίστιν οὐκ οἶδ’ ὅπως ἐξευτελίζουσιν οἱ ἄπιστοι ἧς εὐμαρὴς μὲν ἡ γνῶσις, ἀσφαλὴς δὲ ἡ κτῆσις, ἀήττητον δὲ τὸ πέρας.