Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσίδωρος ὁ Πηλουσιώτης – Ἐπιστολαί

Ἰσίδωρος ὁ Πηλουσιώτης

Επιστολές 1236-1251

Επιστολές με έμφαση στην ελευθερία της βούλησης, την ηθική κατάσταση του κλήρου, την πνευματική καθαρότητα και την ορθή χριστιανική ανατροφή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσίδωρος ὁ Πηλουσιώτης

—

Κεφάλαιο 2 από 9

ΠΕΤΡΩΙ ͵ασλϛʹ Κινδυνεύεις ἀγνοεῖν, ὦ μακάριε, ὅτι οὐ τοσοῦτον ἡ φρόνησις τοῦ λέγοντος, οὐδὲ ἡ εὐγλωττία τοῦ παραινοῦντος δύναται τὸν πταίοντα δυσωπῆσαι ὅσον τοῦ συμβουλευομένου ἡ εὐγνωμοσύνη. Τοῦ γὰρ πεισθῆναι καὶ μή, αὐτὸς κύριος καθέστηκεν. Εἰ δὲ ἀπιστεῖς, ἑνὶ παραδείγματι χρησάμενος ᾧ ἕτερον οὐδὲν παραβληθῆναι δυνήσεται, πεῖσαί σε πειράσομαι. Τί γὰρ τοῦ Λόγου ἐλλογιμώτερον, ἢ τί τῆς σοφίας σοφώτερον τῆς τοσαῦτα καὶ τηλικαῦτα φρασάσης καὶ προσηνῆ καὶ δραστήρια ὥστε ἀναστεῖλαι τοῦ Ἰούδα τὴν φιλοχρηματίαν, καὶ μὴ ἀνυσάσης; Οὐ παρὰ τὴν οἰκείαν ἀσθένειαν, ἀλλὰ παρὰ τὸ τὸν ἀκούοντα κύριον εἶναι τῆς οἰκείας γνώμης, διὰ τὸν τῆς αὐτεξουσιότητος ὅρον δι’ ὃν καὶ ὁ τῆς κρίσεως ἀξιόχρεώς ἐστι λόγος· εἰ τοίνυν ταῦθ’ οὕτως ἔχει, ἀποδοχῆς μὲν ἄξιος ὁ τὰ ἑαυτοῦ πληρῶν, μέμψεως δὲ καὶ κατηγορίας ὁ ταῖς ἀγαθαῖς παραινέσεσι μὴ πειθόμενος· ὁ δὲ τὴν τοῦ μὴ πεισθέντος κατηγορίαν ἐπὶ τὸν μὴ πείσαντα τρέπων, ἠλίθιος, ἅτε καὶ τῶν θείων καὶ τῶν ἀνθρωπίνων πραγμάτων ἀγνοῶν τὴν φύσιν.

ΛΕΟΝΤΙΩΙ ΕΠΙΣΚΟΠΩΙ ͵ασλζʹ Ὄντως, καθὼς γέγραφας, πολλαὶ εἰς τὰς Ἐκκλησίας ἐπεκώμασαν ταραχαί. Ὅπου γὰρ τὸ τῆς εἰρήνης ὄνομα, ἐκεῖσε τὰ τοῦ πολέμου ἔργα χορεύει. Ταῦτα δὲ συμβαίνει ἐκ τοῦ πολλὰ καὶ παντοδαπὰ ἡμαρτῆσθαι τοῖς τὸ διδασκαλικὸν ἀξίωμα ἐγκεχειρισμένοις· ὧν τὸ καθ’ ἓν ἐάσας, ἓν εἰς ὃ πάντα βλέπει γράψω, πρᾶγμα ἔντιμον καὶ μέγα καὶ λαμπρόν, καὶ ὃ τοὺς ἀποστολικοὺς συλλόγους ὡς φωστῆρας πανταχοῦ τῆς οἰκουμένης εἶναι πεποίηκε· νῦν ῥᾳθυμηθὲν συγχύσεως ἐνέπλησε τὰς Ἐκκλησίας· τί δέ ἐστι τοῦτο; Φράσω μετὰ παρρησίας, καὶ γὰρ οὐδ’ ἂν ἄλλως δυναίμην· ὅτι τότε μὲν οἱ φιλάρετοι εἰς τὴν ἱερωσύνην προήγοντο, νυνὶ δὲ οἱ φιλάργυροι· τότε οἱ φεύγοντες τὸ πρᾶγμα διὰ τὸ μέγεθος τῆς ἀρχῆς, νῦν δὲ οἱ ἐπιπηδῶντες τῷ πράγματι, διὰ τὸ μέγεθος τῆς τρυφῆς· τότε οἱ ἀκτημοσύνῃ ἑκουσίῳ ἐναβρυνόμενοι, νυνὶ δὲ οἱ πλεονεξίᾳ ἑκουσίῳ χρηματιζόμενοι· τότε οἱ πρὸ ὀφθαλμῶν ἔχοντες τὸ θεῖον δικαστήριον, νυνὶ δὲ οἱ μηδὲ ἔννοιαν τούτου ἔχοντες· τότε οἱ τύπτεσθαι, νῦν δὲ οἱ τύπτειν ἕτοιμοι· καὶ τί δεῖ τὰ πολλὰ λέγειν; Μεταπεπτωκέναι λοιπὸν τὸ ἀξίωμα ἔδοξεν ἀπὸ ἱερωσύνης εἰς τυραννίδα, ἀπὸ ταπεινοφροσύνης εἰς ὑπερηφανίαν, ἀπὸ νηστείας εἰς τρυφήν, ἀπὸ οἰκονομίας εἰς δεσποτείαν· οὐ γὰρ ὡς οἰκονόμοι ἀξιοῦσι διοικεῖν, ἀλλ’ ὡς δεσπόται σφετερίζεσθαι.

Ταῦτα δὲ οὐ κατὰ πάντων εἴρηται, ἀλλὰ κατὰ τῶν ἐνόχων· εἰσὶ γάρ, εἰσὶν οἳ κατὰ τὸν ἀποστολικὸν μὲν ζῶσι χαρακτῆρα, ῥῆξαι δὲ φωνὴν μὴ τολμῶντες, οἳ καὶ λίαν εἰσὶ κατὰ τοῦτο μόνον μεμπτοὶ ὅτι δεδοικότες τῶν ἀκολάστων τὸ πλῆθος, τό γε εἰς αὐτοὺς ἧκον, τῆς τηλικαύτης διορθώσεως ἀμελοῦσιν.

ΜΑΡΚΙΑΝΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ ͵ασληʹ Ἐπειδὴ γέγραφας δι’ ἣν αἰτίαν ὁ Χριστὸς ἐπὶ τὸν σταυρὸν ἐρχόμενος μᾶλλον ἢ ἀπαγόμενος, ἐπετίμησε ταῖς κοπτομέναις αὐτὸν γυναιξίν—εἰ γὰρ καὶ ἀγνοίας τὸ πρᾶγμα ἦν, ἀλλ’ οὖν γε καὶ εὐνοίας εἶχε γνώρισμα—, φημὶ ὅτι ἐπειδὴ μὴ ἀκούσιον μηδ’ ἀβούλητον ἦν αὐτῷ τὸ πάθος, ὕβρις αὐτῷ εἶναι εἰκότως τὸ συμπαθὲς ἔδοξεν.

Οὐχ ἡδὺ γάρ, οὐδ’ ἀποδοχῆς ἄξιον τὸ συμπαθὲς ᾧ μὴ πάθος ἀβούλητον τὸ πάθος.

ΔΑΝΙΗΛ ΠΡΕΣΒΥΤΕΡΩΙ ͵ασλθʹ Εἰ καὶ ὁ χρεωστῶν σοι ἀπολογίαν οὔτε ἀπαιτεῖται παρὰ σοῦ, οὔτε ἄγχεται—διὸ καὶ αὐτὸς ἀπολογίαν ἡγῇ ἔχειν τοῦ μὴ ἐκείνῳ συγκεχωρηκέναι τὸ τῶν εἰς σὲ πταισμάτων χρέος—, ἀλλ’ αὐτὸς καὶ μὴ παρακαλοῦντι, μηδὲ συγγνώμην αἰτοῦντι δίδου ταύτην, εἰ μὲν δυνατόν, ἐκεῖνον μεταπεμψάμενος, εἰ δὲ μή, κατὰ σαυτόν, καὶ μηδὲν φαίνου δρῶν τῶν ἀμύνεσθαι ἐπιθυμούντων· οὕτω γὰρ κἀκεῖνος αἰδεσθείς σου τὴν φιλοσοφίαν, ἑαυτὸν ἀμυνεῖται, ὡς ἁγίῳ ἀνδρὶ προσκεκρουκώς.

ΘΕΟΔΟΣΙΩΙ ΕΠΙΣΚΟΠΩΙ ͵ασμʹ Οὐκ αἰσχρὸν ἡττᾶσθαι τούτων ὧν ἀμήχανον περιεῖναι· μὴ τοίνυν μηδὲ αὐτὸς ἡττᾶσθαι νομίσῃς τοὺς τοῖς σοῖς ἐπαίνοις τοὺς λόγους ἐξισῶσαι μὴ δυναμένους, ἀλλὰ τὴν προαίρεσιν ἀποδεχόμενος συγγίγνωσκε τῇ ἀσθενείᾳ. Ἄμεινον γὰρ ἡγούμενοι τὸ ἐνδεῶς φράσαι τοῦ ὀλιγωρίας γραφὴν ὑποστῆναι, κατατολμῶσιν ἀνεφίκτου πράγματος.

ΖΩΣΙΜΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ ͵ασμαʹ Τὸ μὲν πρότερόν σου παρανόμημα, πρόφασις εὐπρεπὴς ἐδόκει ποιεῖν συγγνωστὸν ὁ ἀδελφός σου ἐκδεδικῆσθαι νομιζόμενος· τοῦ δὲ νῦν παρανομήματος οὐδὲν τοιοῦτο ἔχεις παραπέτασμα, ἀλλὰ καὶ τῆς προτέρας συγγνώμης ἐξέπεσες· εἰ γὰρ διὰ τὸν ἀδικηθέντα σου ἀδελφὸν πρώην ἠμύνου, πῶς αὐτὸν νυνὶ τὸν ὑπὲρ οὗ τότε, ὡς φῄς, ἠμύνου ἀδικῶν καὶ ἐλαύνων πάντοθεν οὐκ αἰσχύνῃ; Δῆλος τοίνυν γέγονας ἐκ τούτου κἀκεῖνο ἐκ προαιρέσεως ποιήσας· ὁ γὰρ ἀδελφοῦ μὴ φειδόμενος, πῶς ἂν ἀλλοτρίου ἐφείσατο;

ΙΕΡΑΚΙΩΝΙ ͵ασμβʹ Οὐχ ὑφάσματος ἁλουργὲς ἄνθος, οὐδὲ λίθων ποικίλων αὐγὰς πρὸς χρυσὸν κερασθείσας κόσμον γυναικὸς εἶναι νομιστέον· πολλαὶ γὰρ τῶν ἀπειροκάλων καὶ κόσμον τοιοῦτον θηρωμένων, προσκορεῖς καὶ μισηταὶ τοῖς συνοικοῦσι γεγένηνται. Ἀλλὰ τὸ τῆς ψυχῆς κάλλος τὸ ἐξ ἀρετῶν συγκείμενον, ὅπερ καὶ πόθου ἐστὶ πρὸς τὸν σύμβιον συναγωγόν, καὶ εὐνοίας τυγχάνει φάρμακον.

ΑΜΜΩΝΙΩΙ ͵ασμγʹ Ἵνα μὴ προλήψει, πάθει ἀργαλεωτάτῳ, καὶ δυσκόλως ἀναμοχλευθῆναι δυναμένῳ, κατεχόμενοι ἐν τῇ γῇ, τῶν οὐρανίων εἰργοίμεθα γερῶν, ἔφη ὁ Σωτήρ· «Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν.» Τῇ γὰρ πεμφθείσῃ φωνῇ τὴν ἑαυτοῦ καταμίξας δύναμιν, τοὺς γνησίους ἑαυτοῦ φοιτητὰς τῶν τυραννικῶν παθῶν ἐλευθερώσας, εἰς τὴν ὑπερκόσμιον μετεκόμισε σύγκλητον.

ΘΕΟΛΟΓΙΩΙ ΔΙΑΚΟΝΩΙ ͵ασμδʹ Ἐπειδὴ πάλιν ἀποστολικοὺς θησαυροὺς ἀνιχνεύειν ἡμᾶς παρεσκεύασας—ἔφης γάρ· «Τί ἐστι τὸ Οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράττουσι;» Καὶ ἐπήγαγες· «Εἰ τὸ ποιεῖν τοῦ συνευδοκεῖν χαλεπώτερόν ἐστι, δι’ ἣν αἰτίαν οὕτως αὐτὸ ἔταξεν ὁ Παῦλος;» —ὀλίγον συναγαγὼν σαυτοῦ τὸν νοῦν ὥστε θηρεῦσαι φεύγοντα τὸν ἀποστολικὸν νοῦν, ἄκουε.

Τινὲς μὲν οὖν μὴ νοήσαντες τὸ εἰρημένον, ἀλλ’ ὥσπερ σὺ διαπορήσαντες, καὶ παραπεποιῆσθαι τὰς ἀποστολικὰς λέξεις νομίσαντες, οὕτως αὐτὰς ἡρμήνευσαν· «Οὐ μόνον οἱ ποιοῦντες αὐτά, ἀλλὰ καὶ οἱ συνευδοκοῦντες τοῖς πράττουσιν.» Οὕτω γὰρ εἶχεν, ἔφασαν, τὸ παλαιὸν ἀντίγραφον ἵνα μεῖζον ᾖ τὸ ποιεῖν καὶ ἔλαττον τὸ συνευδοκεῖν. Ἐγὼ δ’ οὔθ’ ἡμαρτῆσθαι ἐν τούτῳ φήσας τὰ ἀποστολικὰ βιβλία, οὔτε καταδραμὼν τῶν μὴ νενοηκότων—ἴσως γὰρ εἰ καὶ ἐν τούτῳ πλεονεκτοῦνται, ἐν ἄλλοις πλεονεκτοῦσι, καί τινα ἐνόησαν ὧν αὐτὸς οὐδ’ εἰς ἔννοιαν ἀφικόμην—τὸ νενοημένον φράσας τοῖς ἐντευξομένοις ἐπιτρέψω τὴν ψῆφον.

Φημὶ τοίνυν ὅτι, ἐπειδὴ τοῦ πλημμελεῖν τὸ ἐπαινεῖν τοὺς πλημμελοῦντας πολλῷ ἀργαλεώτερόν ἐστι, καὶ μεῖζον εἰς κολάσεως λόγον, εἰκότως εἴρηται· «Οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράττουσιν.» Ὁ μὲν γὰρ μετὰ τὸ πλημμελεῖν καταγινώσκων τῆς ἁμαρτίας δυνήσεται χρόνῳ ποτὲ ἑαυτὸν ἀνακτήσασθαι, μεγίστην βοήθειαν ἔχων εἰς τὸ μεταγνῶναι τὴν κατάγνωσιν τῆς ἁμαρτίας· ὁ δ’ ἐπαινῶν τὴν πονηρίαν τῆς ἐκ τοῦ μετανοῆσαι βοηθείας ἑαυτὸν ἀποστερεῖ. Ἐπεὶ τοίνυν διεφθαρμένης ἐστὶ γνώμης, καὶ ψυχῆς ἀνίατα νοσούσης αὕτη ἡ ψῆφος, εἰκότως τοῦ πλημμελοῦντος ὁ τὴν ἁμαρτίαν ἐπαινῶν, πολλῷ παρανομώτερος εἶναι κέκριται. Ὁ μὲν γὰρ τὴν ταχίστην, ὁ δ’ οὐδ’ ὅλως ἀποφοιτήσει τῆς ἁμαρτίας, εἴγε ἡ ἑκατέρου ψῆφος τοῦ ποιοῦντος καὶ τοῦ συνευδοκοῦντος κρατήσειεν.

ΠΟΛΥΧΡΟΝΙΩΙ ͵ασμεʹ Ἐπειδὴ γέγραφας δι’ ἣν αἰτίαν παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, ἐρῶ ὅτι εἰ τὸ ἑξῆς ἀναγνώσῃ, καὶ γνώσῃ, καὶ ἀπαλλαγήσῃ πάσης ἀμφιβολίας. Φησὶ γὰρ «Πεπληρωμένους πάσῃ ἀδικία». Γενικῶς γὰρ ὀνομάσας τὴν κακίαν, καὶ κατ’ εἶδος ἐν τοῖς ἑξῆς διεξέρχεται. Εἰ τοίνυν οὐ πληρωθησομένους, ἀλλὰ πεπληρωμένους παρέδωκε, τί ἄτοπον ἂν εἴη πεποιηκώς;

Εἰ δ’ ἀσαφὲς εἶναι νομίζεις, καίτοι σαφὲς ὄν, σαφέστερον αὐτὸ ἑρμηνεῦσαι πειράσομαι. Οὐκ εἶπεν Ἐπειδὴ παρεδόθησαν, ἐπληρώθησαν, οὔτε μὴν Παρεδόθησαν πληρωθησόμενοι, ἀλλὰ «Πεπληρωμένους παρέδωκε», τουτέστιν ἀφῆκε, γυμνώσας τῆς ἑαυτοῦ βοηθείας ὡς ἂν στρατηγὸς μὴ πειθομένους στρατιώτας τοῖς παραγγέλμασιν, ἀλλὰ τό γε αὐτῶν μέρος ἡττηθέντας, ἀφίησι, γυμνῶν τῆς ἑαυτοῦ σοφίας. Τοὺς γὰρ οἴκοθεν πεπληρωμένους πάσης κακίας, εἰκότως τῷ ἐγκαταλεῖψαι παραδέδωκεν, οὐκ ὠθήσας εἰς τὸν ἀδόκιμον νοῦν, ἀλλ’ ὁρμήσαντας εἰς αὐτὸν ἀφείς.

ΤΩΙ ΑΥΤΩΙ ͵ασμϛʹ Ὥσπερ ἐπὶ τῶν πόλεων ἡ εὐκαιρία τῆς θέσεως τὴν εὐκαιρίαν τῶν ὡρῶν ἐπισπᾶται, οὕτω κἀπὶ τῶν ψυχῶν ἡ εὔνοια ἡ πρὸς τὴν ἀρετὴν τὴν θείαν συμμαχίαν θηρᾶται.

ΑΡΧΟΝΤΙΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ ͵ασμζʹ Εἰ οἱ τοῖς ὀξέσι τῆς κοσμικῆς δόξης κέντροις πληττόμενοι πόνους αὐθαιρέτους ἀσπάζονται, οἱ τοῖς ὀξυτάτοις τῆς ὑπερκοσμίου εὐκλείας βέλεσι τετρωμένοι πολλῷ μᾶλλον νεανικῶς ἐπὶ τὸν τῶν πόνων ἀγῶνα ἀποδύεσθαι ἂν εἶεν δίκαιοι.

ΑΙΜΙΛΙΑΝΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ ͵ασμηʹ Οὐ μικρὰ ἡ ἐκ τῆς τῶν μεγίστων κατορθωμάτων διηγήσεως ὠφέλεια. Τὰς μὲν γὰρ κοιμωμένας ψυχὰς διεγείρει πρὸς ἀρετήν, τὰς δὲ νωθρὰς ὀξυτέρας παρασκευάζει, τὰς δὲ κακίαν ἀσπαζομένας ἐρυθριᾶν διδάσκει, καὶ εἰς μετάνοιαν ὁδηγεῖ. Καὶ τοῦθ’ ὁ σοφὸς δεικνὺς Παροιμιαστὴς ἔφη· «Κηρία μέλιτος λόγοι καλοί.» Καλοὺς λέγει τοὺς περὶ ἀρετῆς καὶ εὐσεβείας κινουμένους, οὐ τοὺς ἐπικτήτῳ κομμωτικῇ σεμνυνομένους, ἀλλὰ τοὺς οἴκοθεν ἐπαγομένους τῆς ἀληθείας τὸ κάλλος, οὐ τοὺς ἐφ’ ἅρματος ποιητικοῦ ἢ ῥητορικοῦ ὀχουμένους, ἀλλὰ τοὺς τὴν ἔμφυτον καὶ θεοδώρητον πεζὴν πορείαν ποιουμένους· καὶ τί τὸ ἐντεῦθεν ὄφελος;

Δίδαξον, ὦ σοφέ. «Γλύκασμα δὲ αὐτῶν ἴασις ψυχῆς.» Ἐπεὶ τοίνυν οὐ μικρὰν ὠδίνει τὴν ὠφέλειαν τὰ τῶν παλαιῶν ἀνδραγαθήματα, συνεχῶς τὰς τούτων ἀριστείας ἐν συλλόγοις καὶ διαλόγοις ἐν μέσῳ φέρωμεν. Πολλὰ γὰρ ψυχικὰ νοσήματα, καὶ λανθάνοντα, καὶ δῆλα, θεραπείας προσφόρου τεύξεται.

ΔΙΔΥΜΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ ͵ασμθʹ Ἀφροδισίῳ τῷ μακαρίῳ, τῷ σῷ μὲν ἀδελφῷ, πρεσβυτέρῳ δὲ τὴν ἀξίαν, αἰδὼς μὲν ἐν ὀφθαλμοῖς κατῴκει, πειθὼ δὲ ἐν χείλεσι, σοφία δὲ ἐπὶ γλώττης· καὶ αὐτάρκεια μὲν ἐν γαστρί, ἐγκράτεια δὲ ἐν τοῖς μετὰ γαστέρα, καὶ συλλήβδην εἰπεῖν, πασῶν σχεδὸν τῶν ἀρετῶν κοινὸν ἦν ταμιεῖον, καὶ ἐνδιαίτημα. Ἐπεὶ τοίνυν ἐπὶ τὰς οὐρανίους αὐλὰς μετεπέμφθη, ἄξια τῶν πόνων δεξάμενος τὰ γέρα, οὐ χρὴ λυπεῖσθαι, ἀλλὰ μᾶλλον χαίρειν ὅτι τῶν ἄθλων λοιπὸν καρποῦται τὰ ἔπαθλα. Ὁ γὰρ τὴν ἐνθάδε τῶν ἁγίων οἰκτείρων τελευτὴν δίκαιος ἂν εἴη παρὰ πάντων τῶν εὖ φρονούντων οἰκτείρεσθαι.

Ὡς καὶ ὁ τοὺς νενικηκότας καὶ στεφθέντας θρηνῶν, οἴκτου ἂν εἴη καὶ δακρύων ἄξιος. Καὶ ταῦτα μὲν εἰς τοσοῦτον. Ἴσθι δὲ ὅτι μόνος ὁ τῆς ἀρετῆς πλοῦτος ἐπ’ ἀσφαλείαις ὀχεῖται, ὅταν ὁ τοῦτον κεκτημένος μὴ τῇ ῥᾳστώνῃ προδοίη τὸ κτῆμα, μηδὲ ἀρχῆς ἐρασθείη· πάσης γὰρ ἐπέκεινα τόλμης, οὐ σὺ μόνος, ἀλλὰ καὶ ἔγωγε, χωρεῖν ὑπολαμβάνω τοὺς μηδὲ πρὸς τοὺς ἀθλητικοὺς ἁψαμένους πόνους καὶ τοῖς στεφανίταις ἐπαποδυομένους, οἵτινες μηδὲ γνησίοις ἐγγραφέντες μαθηταῖς, εἰς τοὺς ἡγεμόνας ἀνατρέχειν φιλονεικοῦσιν ὧν οὐχ ὁ τρόπος τὸν τόπον, ἀλλ’ ὁ τόπος τὸν τρόπον πιστεύεται· ὠνοῦνται γὰρ τὰς ἀρχὰς ἵνα ὑβρίσωσι τὰς ἀρετάς, καὶ λέγειν ἐπιχειροῦσιν ἃ μηδὲ μαθεῖν κατεδέξαντο, καὶ προστάττειν τοιαῦτα τολμῶσιν ἃ μηδὲ ἀκοῦσαι ἠνέσχοντο. Τίς οὖν ὑπὸ τοιούτοις ἡγεμόσι πράττων μέγα τι καὶ γενναῖον ἢ πρᾶξαι ἢ συνιδεῖν δυνήσεται; Τίς δὲ οὐκ ἐρυθριάσει ἀνδρῶν χθὲς καὶ πρώην ἐν καπηλείοις ἢ δικαστηρίοις κατατριβέντων ἀκροατὴς γινόμενος; Τίς δὲ τῶν ἐχθρῶν οὐ γελάσειε, καὶ σκηνὴν καὶ ὑπόκρισιν νομίσειε τὸ πρᾶγμα; Ἀλλ’ ἐπειδὴ γέγραφας τί ποιητέον, φημὶ οὐδὲν ἕτερον ἀλλ’ ἀρετὴν ἀσκητέον καὶ ἡσυχαστέον, καὶ τὴν κρίσιν προσδοκητέον, καὶ τὰς διαβολικὰς μεθόδους διακρουστέον.

Δεινὸς γὰρ καὶ ποικίλος ὁ τῆς ἀνθρωπότητος ἐχθρὸς τὰ μὲν κολακείαις, τὰ δὲ παραλογισμοῖς καταγοητεῦσαι· καὶ μάλιστα ὅτι οὐκ οἶδε τὴν ἐξ εὐθείας μάχην—ἢ γὰρ ἂν ἑάλω ταχέως—ἀλλὰ προσχήματι φιλίας κρύπτει πολλάκις τὸν τῆς πονηρίας ἰόν. Ὡς γὰρ εἰς ἰσοθείαν ἀναγαγὼν τὸν ἄνθρωπον, τῶν ἀλόγων κατέστησεν ἐλεεινότερον, οὐ μόνον τὰ προσόντα πλεονεκτήματα ἀπαμφιάσας, ἀλλὰ καὶ τὰ μὴ προσόντα ἐλαττώματα προξενήσας, ἱδρῶτάς φημι καὶ πόνους, θάνατόν τε καὶ φθοράν. Ἀλλ’ ἐπειδὴ πολλοὶ θηρώμενοι αὐτοῦ τὰς μεθόδους ἀργὰς ἀπέδειξαν τὰς ἑλεπόλεις, χρὴ καὶ σὲ καὶ πάντας οἷς φρονήσεως μέτεστι καὶ σωτηρίας ἐστὶ λόγος τὰ μηχανήματα αὐτοῦ ἀνιχνεύειν καὶ φυλάττεσθαι ὡς ἐνδέχεται, ὅταν μάλιστα φιλίας προσχήματι δελεάζῃ, τότε γὰρ δυσάλωτός ἐστι καὶ δύσμαχος.

Ἐπειδὴ δὲ καὶ περὶ δογμάτων ἐμήνυσας, ἴσθι ὅτι ἤκουσά τινός ποτε δεινοῦ καταμαθεῖν ἀνδρῶν εὐαγγελιστῶν διάνοιαν ὅτι τοῦ τόκου τοῦ γνησίου ἄνω καὶ κάτω τοὔνομα ἔστρεφον, κατασκευάζοντες τὸ μὴ κτίσμα εἶναι τὸν Υἱόν. Ἔφασαν γάρ· «Τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ δεδόσθαι ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι», καὶ «Ὃ ἐὰν αἰτήσητε ἐν τῷ ὀνόματί μου λήψεσθε»· ὄνομα δὲ τοῦ πολυωνύμου κυριώτερον τῶν ἄλλων ἡ τοῦ Υἱοῦ προσηγορία, τὸ γνήσιον ἐμφαίνουσα, καὶ τὴν τοῦ κτίσματος ἔννοιαν ἐξοστρακίζουσα. Δῆλον τοίνυν ὅτι τοῖς μὲν Υἱὸν αὐτὸν λέγουσιν ἐδόθη ἡ χάρις, τοῖς δὲ κτίσμα εἶναι αὐτὸν λέγειν τολμῶσιν ἡ χάρις οὐκ ἐπιφοιτᾷ.

Ἐπειδὴ δὲ καὶ περὶ πολιτείας ἐδήλωσας, πανθ’ ὁμοῦ μαθεῖν γλιχόμενος, ἀντεπιστέλλω συντόμως ὅτι οἱ μὲν παρ’ Ἕλλησι σοφοί, οἱ δόξαν ἐπὶ σεμνότητι καὶ δυνάμει λόγων παρὰ πᾶσιν ἐσχηκότες, βουλόμενοι παραστῆσαι τί τὸ δίκαιον, καὶ τί τὸ πρέπον, καὶ τί τὸ νόμιμον, καὶ τί τὸ καλόν, μυρίους λόγους ἀναλώσαντες, καὶ διαλόγους μακροὺς λαβυρίνθων οὐδὲν διαφέροντας συνθέντες, τοσοῦτον ἀπέσχον τοῦ εἰπεῖν τι τῶν δεόντων ὅτι καὶ πλέον τοὺς ἀναγινώσκοντας συγχέουσιν. Ὁ δὲ θειότατος Λόγος δεῦρ’ ἐπιφοιτήσας, καὶ τὸν ἔμφυτον ἀνακινήσας τῶν ἀνθρώπων λογισμόν, καὶ τὴν ἑκάστου βούλησιν ὅρον τοῦ δικαίου, καὶ τοῦ πρέποντος, τοῦ τε νομίμου καὶ τοῦ καλοῦ πηξάμενος, διὰ βραχείας ῥήσεως τοῦτο διεσάφησεν εἰπών· «Πάντα ὅσα ἂν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, οὕτω καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς.» Εἶτα ἵνα μὴ δόξῃ ἄγραφον νόμον κατ’ ἐγγράφου τιθέναι, ἐπισφραγιζόμενος τὰ εἰρημένα καὶ δεικνὺς ὅτι πάντα συντόμως περιείληφεν, ἔφη· «Οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται.» Ὦ τῆς ἀρρήτου σοφίας· εἰ γὰρ καὶ συντόμως εἴρηται, ἀλλ’ ἄκρας δυνάμεως τὸ ἐν βραχεῖ διαρκέσαι πρὸς παράστασιν τοιούτων καὶ τηλικούτων πραγμάτων. Ἐν ἑαυτοῖς τοιγαροῦν ἔχοντες πάντων τῶν καλῶν τὸν κανόνα, ὃ βουλόμεθα παρὰ τῶν ἄλλων ἡμῖν ὑπαρχθῆναι, τοῦτο παρ’ ἡμῶν εἰς ἐκείνους γινέσθω.

Ἴσθι δὲ καὶ τοῦτο ὅτι οἱ τῷ μεγέθει καὶ τῷ κάλλει τῶν κτισμάτων οὐκ εἰς εὐσεβείας ὑπόθεσιν ἀποχρησάμενοι, ἀλλὰ καὶ προσπταίσαντες αὐτοῖς—οὐ γὰρ μόνον τὸν Δημιουργὸν οὐκ ἔγνωσαν, ἀλλὰ καὶ αὐτοῖς τὸ σέβας ἀνέθεσαν—οὗτοι σοφοὶ οἰηθέντες εἶναι εἰς τὸ τῆς ἀμαθίας ἐναυάγησαν πέλαγος· τῶν γὰρ κτισμάτων ἀνακηρυττόντων τὸν τεχνίτην—οὐδὲ γὰρ ἄνευ ἀρχιτέκτονος οἰκία οἰκοδομεῖται, οὔτ’ ἄνευ ναυπηγοῦ ναῦς, οὐδ’ ἄνευ ἁρμονικοῦ μουσικὸν συσταίη ὄργανον—ἐκεῖνοι τῇ τέχνῃ μᾶλλον δὲ τοῖς τεχνηθεῖσι προσπταίσαντες τὸν δημιουργὸν παρεγράψαντο. Τοῖς οὖν τοιούτοις εἰκότως καὶ τὸ τῆς πολιτείας διέφθαρται. Τὸν γὰρ Ἡγεμόνα τοῦ παντὸς ἐκ τῆς ἑαυτῶν ἐκβάλλοντες ψυχῆς πᾶν εἶδος ἀδικίας τε καὶ πονηρίας ἀδεῶς δρᾶν οὐ παραιτοῦνται.

Ἐπειδὴ δὲ καὶ περὶ τῶν ἐλλογίμων ἔγραψας, ἴσθι ὅτι ὁ θειότατος Λόγος τὸν ἐλλόγιμον οὐκ ἀποσείεται, εἰ λόγῳ τὸν οἰκεῖον ῥυθμίζει βίον, εἰ δὲ ἐν λόγοις φιλοσοφῶν, ἔργοις ἀφιλόσοφος ὀφθείη, εὐλόγως οὐδὲ τὸν λόγον τοῦ τοιούτου προσίεται.

ΠΙΣΤΩΙ ΔΙΑΚΟΝΩΙ ͵ασνʹ Ἐπειδὴ γέγραφας· δι’ ἣν αἰτίαν μετὰ τὸ γεγράφθαι «Ὁ εἰσελθὼν πρὸς γυναῖκα ὕπανδρον οὐκ ἀθῳωθήσεται» ἐρρέθη «Οὐδὲ πᾶς ὁ ἁπτόμενος αὐτῆς»; φημὶ ὅτι τὸ μὲν εἰσελθεῖν ἐπὶ τοῦ συνελθεῖν ἔλαβε, κατὰ τὸ εἰρημένον ὑπὸ τῆς Σάρρας πρὸς τὸν Ἀβραὰμ «Εἴσελθε πρὸς τὴν παιδίσκην μου, καὶ τεκνοποίησον ἐξ αὐτῆς», τὸ δ’ ἅψασθαι ἐπὶ τῷ φιλεῖν ἢ ἐπαφᾶσθαι. Εἰ γὰρ καὶ παραβαλλόμενα τῇ συνόδῳ, οὐ δοκεῖ ἁμαρτήματα εἶναι, ἀλλά γε ἀληθείας δικαζούσης πταίσματα καὶ αὐτὰ εἰκότως ἂν εἴη. Εἰ γὰρ ἡ περίεργος θέα μοιχεία εἶναι κέκριται, ἡ ἁφὴ πολλῷ πλέον κριθήσεται. Ὥσπερ γὰρ ἐπὶ τῶν εἰκόνων χρῶμα γραμμῆς κινητικώτερόν ἐστιν, οὕτω κἀπὶ τῶν σωμάτων ἁφὴ θέας κινητικώτερον. Εἰ τοίνυν ἡ θέα λεπτοτέρα οὖσα κατακέκριται, ἡ ἁφὴ παχυτέρα οὖσα ἀπόλαυσις, οὐκ ἀπεικότως ἀπηγόρευται.

ΛΕΟΝΤΙΩΙ ΕΠΙΣΚΟΠΩΙ ͵ασναʹ Τὴν μὲν δυσκρασίαν τῶν σωμάτων, καὶ τὰ εἰδεχθῆ νοσήματα ἀπὸ ἀκρασίας τῶν γονέων συμβαίνειν εἰκὸς πολλάκις, οὐ μὴν τὴν ἀκρασίαν πάντως ἀπὸ δυσκρασίας —εἰ μὲν γὰρ λεπρὸς λεπρὸν τίκτει, ἢ γονορρυὴς γονορρυῆ, ἀκριβῶς οὐκ ἔχω λέγειν· ὅτι δὲ ποδαλγὸς ποδαλγὸν τίκτει πάντες ἂν συμφήσαιεν.

Τῷ μὲν οὖν νομοθέτῃ, ὡς οἶμαι—οὐ γὰρ χρὴ ἀποφαίνεσθαι περὶ τῶν ἀδήλων, ἀλλὰ τοῖς ἀκουσομένοις ἐπιτρέπειν τὴν κρίσιν—περὶ τῆς ἀκρασίας ἦν ὁ λόγος ὅπως μὴ ἐν παντὶ καιρῷ συνέρχοιντο, ὡς τῆς βλάβης εἰς τὰ ἐξ αὐτῶν τεχθησόμενα διαβησομένης. Ὅτι δὲ οὐκ ἔστιν ἀπὸ σκοποῦ τεκμηριοῖ τὸ τοὺς ποδαλγοὺς ἱερῶν περιβόλων μὴ εἰρχθῆναι. Οἱ μὲν γὰρ ἐξ ἀρχῆς τοῦτο νοσήσαντες τὸ πάθος, οὐκ ἀπὸ δυσκρασίας, ἀλλ’ ἀπὸ πονηρᾶς διαίτης, καὶ τρυφῆς, καὶ βλακείας, καὶ ἀργίας τοῦτ’ ἐσχήκασι, δι’ ὃ καὶ δι’ αὐτοῦ ἐκολάσθησαν· οἱ δ’ ἐξ αὐτῶν τεχθέντες οὐκ ἐκωλύθησαν ἱερῶν κοινωνῆσαι συνόδων. Τῆς γὰρ δυσκρασίας, ἀλλ’ οὐ τῆς ἀκρασίας τῶν γονέων γεγόνασιν ἀναγκαίως κληρονόμοι· οἱ δὲ τὴν ἀκολασίαν τῶν γονέων ἐν τοῖς σώμασιν ἀπομαξάμενοι οὐκ ἐκολάσθησαν μέν—οὐ γὰρ ἐκέλευσεν αὐτοὺς καταλευσθῆναι· ἀβούλητον γὰρ ἦν τὸ πάθος— ἠτιμώθησαν δὲ πρὸς σωφρονισμὸν τῶν τεκόντων.

Εἰ δέ τις οἴεται τοῦτο μὴ εὐλόγως νενομοθετῆσθαι, τί φαίη περὶ τοῦ θανάτου, ὅτι μιᾶς ἁμαρτησάσης—φημὶ δὴ τῆς Εὔας—ὅλον τὸ γένος θανάτῳ κατεκρίθη, καίτοι πολλῶν εὐδοκιμησάντων, καὶ τοῖς πταίσμασι τοῖς προγονικοῖς μὴ ἀκολουθησάντων; Εἰ δ’ ἐκεῖ τῆς ῥίζης τεθνεώσης ἀναγκαίως καὶ οἱ κλάδοι, ὡς κληρονόμοι τῆς ἀποφάσεως, συναπήλαυσαν τοῦ πάθους, τί θαυμαστὸν εἰ κἀνταῦθα διὰ τὴν ῥίζαν ὁ κλάδος ἠτιμώθη, παραπέμπων ἀναγκαίως καὶ εἰς τὴν ῥίζαν τὸ πάθος; Τοῦ γὰρ κλάδου ἀτιμωθέντος οὐκ ἐλάττων τῇ ῥίζῃ ἡ ὀδύνη.

Ἡ γὰρ εὐχομένη τὸν κλάδον ἄριστον ἰδεῖν, ὅταν αἴσθηται ὅτι ἐκ τῆς αὐτῆς ἀκολασίας τὸ πάθος εἰς ἐκεῖνον διέβη, ἐνταῦθα μὲν τοῖς οἰκείοις λογισμοῖς καταικισθήσεται, ἐκεῖσε δὲ καὶ τῇ κρίσει. Εἰ δὲ καὶ προγινώσκων αὐτοὺς ὁ Θεὸς πονηροὺς ἐσομένους προκατέσχε τούτοις τοῖς δεσμοῖς, καὶ ἐχαλίνωσε τοῖς πάθεσιν, ἀκριβῶς οὐκ ἔχω λέγειν· ὅτι δὲ καὶ στεφάνων πολλάκις τισὶν αἴτια γέγονε ταῦτα τὰ νοσήματα, θαρρούντως διισχυρισαίμην. Εἰ δὲ σκιὰν εἶχεν ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, καὶ οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, οἶμαι, ὅτι διὰ μὲν τοῦ λεπροῦ τὸν ποικίλον καὶ κακοῦργον, διὰ δὲ τοῦ γονορρυοῦς, τὸν πόρνον καὶ τὸν ἀσελγῆ, διὰ δὲ τοῦ ἀκαθάρτου ἐπὶ ψυχῇ ἀνθρώπου, τουτέστι διὰ τοῦ ἁπτομένου νεκροῦ σώματος, τὸν ψυχῇ ἁμαρτανούσῃ συμπράττοντα καὶ συναιρόμενον, διὰ δὲ τοῦ πενθοῦντος, τὸν ἐπὶ ταῖς συμφοραῖς πενθήρη καὶ θρηνώδη, τῆς τῶν ἀμώμων ἱερᾶς συνόδου τε καὶ Ἐκκλησίας ἐξοστρακισθῆναι ἐθέσπισεν.