Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσίδωρος ὁ Πηλουσιώτης – Ἐπιστολαί

Ἰσίδωρος ὁ Πηλουσιώτης

Επιστολές 1512-1531

Συμβουλές περί υπομονής στους πειρασμούς, αποφυγής της φιλαργυρίας, και της θείας μακροθυμίας, καθώς και προειδοποιήσεις περί των κινδύνων των κακών συναναστροφών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσίδωρος ὁ Πηλουσιώτης

—

Κεφάλαιο 6 από 14

ΑΡΠΟΚΡΑΙ ΣΟΦΙΣΤΗΙ ͵αφιβʹ Οἶδα ὅτι παρά τινων μὲν ἀπιστηθήσομαι, παρά τινων δὲ ὑπερβολῇ κεχρῆσθαι νομισθήσομαι· πλὴν ἀλλ’ ἐπειδήπερ οἶσθά μου τὸν τρόπον—ἄλλῳ γὰρ ἴσως οὐκ ἂν εἶπον, οἶδα γὰρ πολλοὺς ἐκ τῶν καθ’ ἑαυτοὺς καὶ τὰς περὶ τῶν ἄλλων φέροντας ψήφους—φημὶ ὅτι ἀσμενέστατα ἀρετὴν ἀσκῶν ἐνταῦθα πάσχω κακῶς ἢ κακίαν μετιὼν στεφανοῦμαι.

Ἵνα γὰρ παρῶ τὸν στέφανον τὸν τῇ ἀρετῇ ἐκεῖσε εὐτρεπισθέντα καὶ τὴν κόλασιν τὴν τῇ κακίᾳ ἑτοιμασθεῖσαν, αὐτὴ ἡ ἀρετὴ στέφανος εἶναί μοι δοκεῖ, καὶ ἡ κακία κόλασις. Καὶ οὐκ ἂν ἑλοίμην, εἰ τὴν μὲν ἀρετὴν ὑβρίζοιέν τινες, τὴν δὲ κακίαν στεφανοῖεν, τῆς μὲν ἀποφοιτῆσαι, τῆς δὲ ἀντιλαβέσθαι· ἀλλὰ τὴν μὲν καὶ ὑβριζομένην ἀσπάζομαι καὶ φιλῶ, τὴν δὲ καὶ στεφανουμένην βδελύττομαι καὶ μισῶ.

ΥΠΑΤΙΩΙ ΠΟΛΙΤΕΥΟΜΕΝΩΙ ͵αφιγʹ Ἐπειδὴ χαλεπόν, τουτέστι δύσκολον, τὸν εἰς ἔρωτα χρημάτων ἐμπεσόντα ἀνανεῦσαι—δυσδιόρθωτος γάρ, ἵνα μὴ εἴπω ἀδιόρθωτος, ὁ τοιοῦτος γίνεται—πάντα χρὴ πράττειν, ὥστε μὴ ἁλῶναι τῷ δεινῷ. Εὐκολώτερον γὰρ μὴ ἁλῶναι ἢ ἁλόντα ἀνακτήσασθαι ἑαυτόν.

ΟΛΥΜΠΙΟΔΩΡΩΙ ͵αφιδʹ Θαυμάζω ὅπως οὐ μόνον οἱ παιδεύσεως ἄμοιροι τῶν ἑλλήνων, ἀλλὰ καὶ οἱ σοφίαν ἐπαγγελλόμενοι καὶ ἐπὶ εὐγλωττίᾳ ἐναβρυνόμενοι, ἐπὶ διαλεκτικῇ τε αὐχοῦντες καὶ συλλογισμοῖς ἐπερειδόμενοι, καὶ τὰς μὲν ἐναντιώσεις τῶν λόγων ὁρῶντες, τὰς δὲ τῶν πραγμάτων μὴ καθορῶντες, οὐκ αἰσθάνονται δι’ ὧν τὸ κήρυγμα τὸ θεῖον κατατοξεύουσι, διὰ τούτων ἑαυτοὺς καταισχύνοντες. Φέρει μὲν γάρ τινα φιλοτιμίαν τοῖς κεκρατημένοις ἡ τῶν κεκρατηκότων ὑπεροχή.

Αὐτοὶ δή φασι νεκρὸν Ἰησοῦν, ἵνα νεκροῦ ἀποφανθῇ τῶν παρ’ αὐτοῖς θεῶν ὁ δῆμος ἀδρανέστερος. Κωμῳδοῦσι τὸν σταυρόν, ἵνα κωμῳδηθῶσι σφοδρότερον, ἀτίμῳ πεπορθημένοι σταυρῷ. Σκώπτουσι τὴν τῶν ἀποστόλων ἀμαθίαν, ἵνα λαμπρότερον οἱ θρυλούμενοι παρ’ αὐτοῖς στηλιτευθῶσι σοφοί, ἰδιωτῶν ἀνδρῶν διδασκαλίᾳ ἡττηθέντες. Τὸν τοῦ Χριστοῦ προσκυνούμενον χλευάζουσι τάφον, ἵν’ οἱ παρ’ αὐτοῖς περιφανεῖς ναοὶ γέλωτα ὀφλήσωσι μείζονα, χλευαζομένῳ παραχωρήσαντες τάφῳ. Παντὸς ἐπιλαμβάνονται ὡς εὐτελοῦς τοῦ κηρύγματος, ἵνα τὰ παρ’ αὐτοῖς περιφανῆ πλέον ὀφθῇ καταγελαστότερα, τῇ τῶν εὐτελῶν ὑποκύψαντα φύσει.

ΔΙΔΥΜΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ ͵αφιεʹ Οἱ περὶ τὸ ὁμολογούμενον λαμπρῶς πταίοντες, οὐκ ἂν εἶεν ἀξιόχρεοι περὶ τοῦ δοκοῦντος ἀμφισβητησίμου ἀποφαινόμενοι. Εἰ γὰρ τοῖς κακίαν ἀσπαζομένοις, οὐδὲ περὶ τῶν θείων δικαιωμάτων λόγον κινεῖν θέμις—«Τῷ γὰρ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου;» —πῶς τοῖς καὶ αὐτὰ τὰ δικαιώματα δι’ ὧν πράττουσιν ὑβρίζουσι περὶ δογμάτων διαλέγεσθαι θέμις;

Εἰ τοίνυν ἡ ἀρετὴ τὴν εὐσέβειαν ἐγγυᾶται, σπουδαστέον αὐτὴν ἔχειν, δι’ ἣν καὶ ἡ εὐσέβεια ἀξιόχρεως ἀποφανθήσεται. Τῷ γὰρ οὐκ εὖ βιοῦντι οὐδεὶς πεισθήσεται, τῆς κακίας καὶ τὰ ὀρθὰ καθυβριζούσης δόγματα καὶ παραδεχθῆναι μὴ συγχωρούσης. Ἀρετῆς τοίνυν καὶ εὐσεβείας ἀνθεκτέον, ὧν ἡ μὲν θεμέλιός ἐστιν, ἡ δὲ στέφανος καὶ ἐγκαλλώπισμα.

ΠΑΛΛΑΔΙΩΙ ΔΙΑΚΟΝΩΙ ͵αφιϛʹ Εἰ τοὺς ὑπηκόους τῶν νόμων καθ’ ὧν πολιτεύονται ἀνηκόους εἶναι οὐ χρή, πολλῷ μᾶλλον τοὺς ἄρχειν λαχόντας· πῶς γὰρ ἂν τοῖς ἀρχομένοις διαλεχθεῖεν ἢ τὸ δίκαιον ἐκ τοῦ ἀδίκου διακρίνοιεν οἱ μηδὲ ὅπως χρὴ ἄρχειν ἐπιστάμενοι; Ὅσοι οὖν τούτων ἄπειροι ὄντες καὶ μηδὲ καλῶς ἄρχεσθαι μεμαθηκότες—καὶ τοῦτο γὰρ οὐ μικρόν— ἄρχειν ἐπεχείρησαν, ταὐτὸν πεπόνθασι τοῖς ἀπείροις μὲν τοῦ ἡνιοχεῖν, ἐπιβῆναι δὲ τοῖς δίφροις τολμήσασι καὶ ἑαυτοὺς καὶ τοὺς ἵππους προσαπολέσασιν, ἢ τοῖς ἀπειροθαλάττοις μέν, εἰς τοσαύτην δὲ μανίαν ἐξωκείλασιν ὡς καὶ μυριαγωγὸν ὁλκάδα οἰακίσαι ἐπιχειρῆσαι, μεθ’ ἧς εἰς τὸν βυθὸν τῆς θαλάττης ἐχώρησαν. Ὁ τοίνυν τῆς σωτηρίας ἑαυτοῦ ἀντιποιούμενος μάλιστα μὲν εἰς τὴν τῶν ἀρχομένων ἑαυτὸν καταταττέτω πληθύν, εἰ δ’ ἀρχῆς ἔρως ἄτοπος αὐτῷ ἐπιπταίη, ἢ ἐξελαυνέτω τοῦτον ἀφ’ ἑαυτοῦ ἢ διὰ τοῦ καλῶς ἄρχεσθαι τὸ δύνασθαι καλῶς ἄρξαι παιδευέσθω· καὶ μὴ ἐπιρριπτέτω μὲν ἑαυτὸν τῷ πράγματι, εἰ δὲ κληθείη, παραιτείσθω, εἰ οἷόν τε, ἄμεινον γάρ· εἰ δὲ μή, κἂν ὑπὸ τῶν νόμων βασιλευόμενος ἀρχέτω.

ΟΥΡΑΝΙΩΙ ΔΙΑΚΟΝΩΙ ͵αφιζʹ Τί εἰς πολλοὺς καταφεύγεις, ἐξὸν εἰς ἕνα; Τί πολλοὺς κολακεύεις, παρὸν ἕνα ἀντιβολεῖν; Τί τοὺς ἀσθενεῖς ἐπὶ συμμαχίαν καλεῖς, δέον ἐπὶ τὴν ἀήττητον δεξιὰν καταφεύγειν καὶ παντὸς ἀπηλλάχθαι πειρασμοῦ; Πειρασμὸς γάρ ἐστιν οὐ τὸ περιπεσεῖν πειρασμῷ, ὡς ἡγῇ, ἀλλὰ τὸ ἡττηθῆναι αὐτῷ· ὅτι δὲ τοῦτο, εἰ καὶ δοκεῖ πολλοῖς ἄπιστον εἶναι, ἀληθές ἐστιν, ὀλίγα τινὰ ἐκ τῶν ἱερῶν μεταχειρισάμενος Γραφῶν, δῆλον ποιήσω. Τὸ μὲν οὖν παρὰ τοῦ Παύλου ῥηθέν· «Οὐδεὶς στεφανοῦται, εἰ μὴ νομίμως ἀθλήσῃ», ἐπειδήπερ τισὶ δοκεῖ μόνους τοὺς τῆς ἀρετῆς αἰνίττεσθαι πόνους, παραλείψω, ἐφ’ ἑτέραν δὲ ἥξω ῥῆσιν.

Εἶπεν ὁ ἀνδρειότατος Ἰώβ· «Πειρατήριόν ἐστιν ὁ βίος ἀνθρώπου ἐπὶ τῆς γῆς.» Εἰ τοίνυν αὐτὸς ὁ βίος πειρατήριόν ἐστι, πῶς οἷόν τε τὸν ἐν τῷ πειρασμῷ ὄντα πειρασμῷ μὴ περιπεσεῖν; Τὸ γὰρ παρὰ τῆς Ἀληθείας λεχθέν· «Προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμὸν» τοιοῦτόν ἐστι· Προσεύχεσθε ἵνα μὴ ἡττηθῆτε τῷ πειρασμῷ.

Οὐ γὰρ εἶπεν μὴ ἐμπεσεῖν, ἀλλὰ μὴ εἰσελθεῖν, τουτέστι, μὴ καταποθῆναι ὑπ’ αὐτοῦ. Μὴ ἐμπεσεῖν μὲν γὰρ οὐχ οἷόν τε, ἐμπεσόντα δὲ ἀνδρίσασθαι καὶ στεφανωθῆναι οἷόν τε. Καὶ εἰ βούλει, διὰ παραδείγματος συντομωτάτου τοῦτο ποιήσω σαφές.

Δυνατὸν μὲν γὰρ ἐμπεσόντα τινὰ εἰς λέοντα διασωθῆναι ἢ ῥώμῃ ἢ τέχνῃ· καὶ τί λέγω διασωθῆναι; τινὲς γὰρ καὶ ἐχειρώσαντο τοιούτους θῆρας. Τὸν δὲ καταβρωθέντα καὶ εἰς τὴν κοιλίαν τοῦ θηρὸς γεγενημένον, πῶς ἔνεστι διαφυγεῖν; Τοιοῦτο τοίνυν ἐστὶ τὸ ὑπὸ τοῦ Χριστοῦ ῥηθὲν ὅτι ἀδύνατον μέν ἐστι μὴ περιπεσεῖν πειρασμῷ, δυνατὸν δὲ περιγενέσθαι· καὶ ἑκατέρου τούτων καὶ ἐγγυηταὶ καὶ μάρτυρες οἱ ἅγιοι πάντες οὓς τοσαῦται νιφάδες πειρασμῶν κατετόξευσαν ὡς ὅλον σχεδὸν τὸν τῇδε βίον διαθλῆσαι.

Οὐδεὶς οὖν αὐτῶν εἰσηκούσθη, φαίη τις ἄν. Εἰσηκούσθησαν μὲν οὖν· τὸ δὲ εἰσακουσθῆναι τοῦτο ἦν, οὐ τὸ μὴ ἐμπεσεῖν εἰς πειρασμόν, ἀδύνατον γάρ, ἀλλὰ τὸ ἐμπεσόντα μὴ μόνον ἀβλαβῶς, ἀλλὰ καὶ μετὰ στεφάνων ἐκ τοῦ σταδίου ἐξελθεῖν.

Μὴ τοίνυν τοῦτο ζητῶμεν τὸ μὴ πειρασμοῖς περιπίπτειν, ἀλλὰ τὸ περιπεσόντες λαμπρότεροι ἀποφανθῆναι.

ΘΕΩΝΙ ΕΠΙΣΚΟΠΩΙ ͵αφιηʹ Ἴσθι, ὦ βέλτιστε, ὅτι κἀν τούτῳ πταίομεν, τὰ μὲν εἰς ἑαυτοὺς δρώμενα ἐκδικοῦντες, τὰ δὲ εἰς τὸν Θεὸν παρορῶντες. Ὅταν μὲν γὰρ ἡμεῖς ἀδικώμεθα, ἡ πραότης χρησιμωτάτη, ὅταν δὲ τὸ Θεῖον, τό γε τῶν παροινούντων μέρος—οὐδεμία γὰρ εἰς τὴν ἀκήρατον ἐκείνην φύσιν διαβαίνει βλάβη—τῆς ἐπιεικείας ὁ θυμὸς ὡραιότερος· ἡμεῖς δὲ τοὐναντίον δρῶμεν, τοῖς μὲν ἡμετέροις ἐχθροῖς ἀσύγγνωστοι, τοῖς δὲ κατὰ τοῦ Θεοῦ ὁπλίζουσι τὴν γλῶτταν ἥμεροι ὄντες καὶ φιλάνθρωποι. Ἠγανάκτησέ ποτε Μωϋσῆς ὁ πραότατος κατὰ τῶν μοσχοποιησάντων ἀγανάκτησιν πάσης πραότητος κρείττονα, καὶ Ἠλίας κατὰ τῶν εἰδωλολατρῶν, καὶ Ἰωάννης καθ’ Ἡρῴδου, καὶ Παῦλος κατὰ τοῦ Ἐλύμα, οὐχ ἑαυτούς, ἀλλὰ τὸ Θεῖον ἐκδικοῦντες, ἀρκοῦν μὲν ἑαυτῷ, τὴν δὲ τῶν φιλαρέτων μισοπονηρίαν ἀποδεχόμενον· τὰς δὲ εἰς ἑαυτοὺς ὕβρεις παρεώρων, ταύτην γὰρ ἀρετὴν εἶναι ἐνόμιζον καὶ φιλοσοφίαν.

ΑΥΣΟΝΙΩΙ ΚΟΡΡΗΚΤΟΡΙ ͵αφιθʹ Πρέπει τῇ σῇ ἀνδρείᾳ, τῇ τῶν νόμων ὡπλισμένῃ ἰσχύϊ, ἀναγκάζειν ἀπέχεσθαι τοῦ ἀδικεῖν τοὺς ὅθεν οὐ χρὴ κερδαίνειν ἐπιχειροῦντας κατὰ τῶν ἀσθενεστέρων ὁπλίζοντας τὴν δεξιάν.

ΙΑΚΩΒΩΙ ΑΝΑΓΝΩΣΤΗΙ ͵αφκʹ Ἐμοὶ εἰ καὶ ἐπίπονός ἐστιν ἡ ἀρετή, ἀλλά γε καὶ αὐτὸ τὸ ἔργον αὐτῆς ᾧ ὁ μισθὸς ἕπεται, ἕτερον δῶρον εἶναι δοκεῖ. Καὶ λίαν θαυμάζω τῆς θείας μεγαλοδωρεᾶς τὴν φιλοτιμίαν ὅτι στέφανον στεφάνῳ χαρίζεται, τὴν ἀκίβδηλον ἀρετὴν τῇ τῶν οὐρανῶν βασιλείᾳ κοσμοῦσα.

ΤΩΙ ΑΥΤΩΙ ͵αφκαʹ Μὴ καταβόα τῆς θείας ἀνεξικακίας διὰ τὴν Εὐσεβίου καὶ τῶν παρ’ αὐτοῦ συγκροτουμένων εὐημερίαν, οἵτινες τὴν μὲν ἀρετὴν ὑβρίζοντες, τὴν δὲ κακίαν στεφανοῦντες, καὶ ἐναβρύνονται, ἀλλὰ θαύμαζε αὐτήν, τὴν δι’ ὑπερβάλλουσαν χρηστότητα εἰς μετάνοιαν αὐτοὺς καλοῦσαν, καὶ εὖξαί γε αὐτοὺς μεταγνῶναι, ἵνα σὺ μὲν σκανδάλου ἀπαλλαγείης, αὐτοὶ δὲ τιμωρίας, ἡ δὲ θρησκεία κωμῳδίας· εἰ δέ, ὃ μὴ γένοιτο, ἕως τέλους ὑπὸ τῆς κακίας ἐκβακχευθῶσι καὶ οἴστρῳ καὶ μανίᾳ λυττήσωσι, δι’ ὧν ἐκεῖσε πείσονται γνώσονται ὅτι ἄμεινον ἦν τὸ σωφρονεῖν.

ΖΩΣΙΜΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ ͵αφκβʹ Εἰ καὶ οἱ νέοι ἄδηλον ἔχουσι τὸ πέρας, ἀλλά γε οἱ γεγηρακότες πρόδηλον. Οἱ μὲν γάρ, εἰ καὶ οὐδένα αἰδεῖται ὁ θάνατος—κατὰ πάσης γὰρ καὶ ἡλικίας καὶ ἀξίας χωρεῖ —ἀλλ’ οὖν γε ἐλπίδα τινὰ ἔχουσιν εἰς γῆρας ἥξειν, οἱ δὲ οὐδὲν ἕτερον ἢ τὸ γῆ γενέσθαι—κατὰ τὸ σῶμα, φημί —προσδοκῶσι, τὸ γὰρ γῆρας εἴρηται παρὰ τὸ γῆς ἐρᾶν.

Διὸ καὶ οἱ γεγηρακότες τρόπον τινὰ κυρτοῦνται καὶ κυρτοβατοῦσι, τὸ εἰς γῆν ἐπείγεσθαι διαμαρτυρόμενοι. Εἰ τοίνυν ταῦθ’ οὕτως ἔχει, δι’ ἣν αἰτίαν ἐπὶ γήρως οὐδῷ νεωτερίζεις τοῖς ἀδικήμασιν;

ΚΑΣΣΙΑΝΩΙ ΔΙΑΚΟΝΩΙ ͵αφκγʹ Εἰ καὶ πάσης εἰς ἄκρον ἥκοντα ταλαιπωρίας τὸν Λάζαρον ὁ τῆς εὐαγγελικῆς διηγήσεως ὑπογράφει λόγος, ἀλλ’ εὐπραγίας αὐτῷ ὑπόθεσις μεγίστη καὶ ἀληθείας γέγονεν ἡ συμφορά. Εἰ μὴ γὰρ πρὸς τοσοῦτον δυσπραγίας ἀφῖκτο, οὐκ ἂν πρὸς τοσοῦτον εὐκλείας ἀνέβη. Τί γὰρ εὐκλεέστερον —ἵνα παρῶ τὰς ἐκεῖσε ἀμοιβάς—τοῦ ἐν Εὐαγγελίοις ἀνυμνεῖσθαι, καὶ τὸν Θεὸν ἐπαινέτην καὶ τὸν Ἀβραὰμ κεκτῆσθαι συνήγορον;

ΝΕΙΛΑΜΜΩΝΙ ΔΙΑΚΟΝΩΙ ͵αφκδʹ Τίνος ἕνεκεν, ἔφης, τὰ σεμνὰ ἐκεῖνα καὶ λαμπρὰ ἃ περὶ τοῦ Χριστοῦ πανταχοῦ ἀνεκήρυττεν ὁ Παῦλος παρεὶς ἔγραφε Κορινθίοις· «Οὐκ ἔκρινά τι εἰδέναι ἐν ὑμῖν εἰ μὴ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον;» Οἶμαι τοίνυν ὅτι ἐπειδὴ καὶ αὐτὰ τὰ ἐπονείδιστα μεγίστης ἔβρυον ῥώμης τε καὶ τιμῆς, διὰ τοῦτ’ αὐτὸ ἔφη μονονουχὶ βοῶν·

Δεδεμένον εἰς μέσον φέρω τὸν ἀθλητὴν ἵν’ Ὀλυμπιονίκην γινόμενον σφοδρότερον ἀνακηρύξῃς· εὐτελεστάτην καὶ ὕβρεως μεστὴν περιτίθημι τῷ στρατηγῷ πανοπλίαν ἵνα στενάξῃ πικρότερον ὁ τὴν πολυθεΐαν νοσῶν ὅπλοις εὐτελέσι νενικημένος.

ΗΛΙΑΙ ΔΙΑΚΟΝΩΙ ͵αφκεʹ Τὸ θήραμα, ὦ βέλτιστε, ὃ θηρᾶσαι ποθεῖς τοῖς μὲν συνετωτέροις ἐστὶ δυσθήρατον, τοῖς δὲ παχυτέροις ἀθήρατον. Ἔφης γάρ· Τί ἐστιν· «Ἅπαξ ἐλάλησεν ὁ Θεός· δύο ταῦτα ἤκουσα»; Οἶμαι τοίνυν—ἐπειδὴ χρὴ νῦν τοῦ νοήματος ἀνοῖξαι τὰς θύρας καὶ τοῖς συνετωτέροις ἐφεῖναι τὸ τὰ ἄδυτα τοῦ ῥητοῦ κατοπτεῦσαι—οὕτως εἰρῆσθαι ὡς ἄν τις εἴποι· Ὁ δεῖνα ἅπαξ μέν μοι συνέτυχε, περὶ δὲ διαφόρων διελέχθη πραγμάτων. Οὗτος μὲν οὖν ὁ πρόχειρος νοῦς. Ὁ δὲ βαθύτερος καὶ εἰλικρινέστερος ἐν πάσαις μὲν διέσπαρται ταῖς Γραφαῖς, ἓν δὲ ἢ δεύτερον μεταχειρισάμενος φράσω, εἰ καὶ ἐπὶ πολλὰς ἔστιν ἐκδοχὰς τρέψαι τὴν διάνοιαν, ἐχομένας τῆς τοῦ Μελῳδοῦ μεγαλονοίας.

Ὅτι δὴ εἶπε, φησίν, ὁ Θεὸς τῷ Ἀδάμ· «Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ», οὐ προσέθηκε δέ· Ἀφανισθήσῃ οὐδ’ οὐ μὴ ἐπανελεύσῃ, ἐγὼ διὰ τοῦ ταῦτα παρασεσιωπῆσθαι τὴν ἀνάστασιν προσυπήκουσα. Ἐλπίδα γὰρ ἐπανόδου τῷ ἐξορίστῳ δέδωκεν· ἡ γὰρ ἀπόφασις, μονότροπος εἶναι δοκοῦσα, ἐμφαίνει βασιλικὴν φιλανθρωπίαν καὶ ἐπανόδου τίκτει ἐλπίδα.

Καὶ Νινευῖται δὲ ἄνθρωποι βάρβαροι, σχεδὸν καθαρὰν ἀπόφασιν δεξάμενοι, οὐδὲν βάρβαρον ἔπαθον, ἀλλ’ ἐννοήσαντες τὸ «Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῆ καταστραφήσεται» ὅτι ἐμφαίνει θείαν φιλανθρωπίαν—ἡ γὰρ ἀπόφασις ἀπειλῆς ἀπαραιτήτου πνέουσα, αἵρεσιν λανθάνουσαν εἶχεν ἐν τῇ συνεζευγμένῃ ὑπερθέσει κεκρυμμένην· οὐ γὰρ περιεῖχε·

Μετὰ τρεῖς ἡμέρας, ἀλλὰ τοιοῦτό τι· Ἔτι τρεῖς ἡμέρας ἀνέχομαι ὑμῶν—καὶ γνωσιμαχήσαντες τὴν μὲν ἀπώλειαν διεκρούσαντο, τὴν δὲ σωτηρίαν ἐκαρπώσαντο. Εἰ γὰρ καὶ ἕν τι ἐδόκει ἔχειν ἡ ἀπόφασις, ἀλλὰ δύο ἐνέφηνεν, ἢ ἀμετανοήτοις τιμωρίαν ἢ μετανοοῦσι σωτηρίαν. Ὅπερ οὖν καὶ τὸ τέλος ἔδειξε, τῇ ἑρμηνείᾳ μᾶλλον τῆς ἀποφάσεως ἀκολουθῆσαν.

ΘΕΟΔΩΡΩΙ ΣΧΟΛΑΣΤΙΚΩΙ ͵αφκϛʹ Τὸ μὲν ἀδικηθέντα μὴ ἀμύνασθαι θεῖον ἡγοῦμαι, τὸ δὲ ἀμύνασθαι μετρίως νόμιμον καὶ ἀνθρώπινον, τὸ δὲ ἀμέτρως παράνομον καὶ ἀλιτήριον, μᾶλλον δὲ διαβολικόν. Πολλοῦ γὰρ ἄρξαι χειρῶν ἀδίκων μὴ πείσας, τῷ δήλην εἶναι τὴν ἁμαρτίαν, διὰ τοῦ ἀμέτρως ἐπεξιέναι εἰς τὸ τῶν καταρξάντων ἔγκλημα περιέστησεν. Ὁ γὰρ ἐκβαίνων τῶν ἀδικημάτων τὸ μέτρον καὶ μείζους τῶν πταισθέντων ἀπαιτῶν τὰς δίκας, εἰ καὶ δοκεῖ δικαίως πεποιηκέναι, εἰς τὸ τοῦ ἐξ ἀρχῆς ἀδικήσαντος—εἰ καὶ παράδοξον εἶναι δόξει τὸ λεχθησόμενον —περιΐσταται ἔγκλημα· δεύτερος γὰρ ἄρχει πάλιν.

ΘΕΟΠΕΜΠΤΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ ͵αφκζʹ Ὅταν μὲν λόγος ἔργου χηρεύῃ, οὐ μόνον οὐκ ὠφελεῖ, ἀλλὰ καὶ ἐνοχλεῖν εἴωθε τοὺς ἀκούοντας· ὅταν δὲ ἔργον λόγου ἔρημον εἴη, δυσωπεῖν πέφυκε τοὺς θεωμένους. Εἰ δὲ καὶ ἄμφω συμβαίη καὶ ὁ λόγος ὑπὸ τῆς πράξεως κοσμηθείη, τὸ τηνικαῦτα πολλὴ ἐπίδοσις ἔσται τοῖς φοιτηταῖς, εἰ εὐγνώμονες εἶεν.

ΑΛΥΠΙΩΙ ͵αφκηʹ Λίαν θαυμάζω πῶς τῶν μὲν ἑτέροις πεπλημμελημένων καὶ ἁμαρτανομένων πικροὶ καθήμεθα δικασταί, τὰ δὲ ἑαυτῶν πταίσματα, συγγνώμης ὄντα πολλάκις μείζονα, παρορῶμεν· καὶ περὶ μὲν τὰ οἰκεῖα τυφλώττομεν, τὰ δὲ τῶν πέλας ὀξέως ὁρῶμεν. Ἐπὶ δὲ τῶν κατορθωμάτων τοὐναντίον πάσχομεν· τὰ μὲν γὰρ οἰκεῖα, κἂν μικρὰ ᾖ καὶ εὐτελῆ, μεγάλα φαίνεται, τὰ δὲ τῶν πλησίον, κἂν μεγάλα ᾖ καὶ θαυμαστά, μικρὰ καὶ φαῦλα.

Οἶμαι τοίνυν ὅτι ἡ φιλαυτία τούτων αἰτία καθέστηκεν, ἡ τὴν ὀρθὴν τῶν πραγμάτων κρίσιν λυμαινομένη καὶ τοῖς αὐτοῖς ὀφθαλμοῖς τά τε ἡμέτερα καὶ τὰ τῶν πέλας θεάσασθαι μὴ συγχωροῦσα.

ΙΕΡΑΚΙ ΔΙΑΚΟΝΩΙ ͵αφκθʹ Αὐτὸς μὲν ἴσως σαυτὸν ἀπατᾷς ὡς ὁρῶν τὸ σαυτοῦ συμφέρον· ἐγὼ δὲ φαίην ὅτι δοκεῖς μὲν ὁρᾶν, ὁρᾷς δὲ οὐδαμῶς, ἀλλὰ καὶ κομιδῇ πρὸς αὐτὸ τυφλώττεις. Εἰ δὲ ἀμφίδοξόν σοι εἶναι δοκεῖ τὸ ἔνδοξον, μήτε ἐμοὶ μήτε σαυτῷ τὴν κρίσιν ἐπιτρέψῃς, ἀλλὰ ἀνακοινωσάμενος τοῖς συνέσει διαφέρουσι, παρ’ αὐτῶν δέχου τὴν ψῆφον.

ΙΑΚΩΒΩΙ ΑΝΑΓΝΩΣΤΗΙ ͵αφλʹ Φεῦγε, ὦ φίλτατε, τοὺς πονηρούς, ἅτε λυμικήν τινα κατάστασιν τῇ ψυχῇ λανθανόντως διὰ τῆς συνηθείας κατασκευάζοντας· πολλοὶ γὰρ ἀπατήσαντες ἑαυτοὺς ὡς ἄριστοι καὶ κράτιστοι, καὶ ὑπὸ τοιούτων συντυχιῶν μὴ καταβλαπτόμενοι, ἔλαθον εἰς τὰ αὐτὰ ἐκείνοις ἠρέμα καὶ κατὰ μικρὸν κατενεχθέντες βάραθρα. Μέγα γὰρ ἡ συνήθεια καὶ δεινὸν εἰς φύσιν μεταστῆναι· δευτέραν γὰρ εἶναι φύσιν τὴν συνήθειάν τινες ἀπεφήναντο. Ἄλλοι δὲ καὶ τὴν φύσιν ὑπὸ τῆς συνηθείας νικᾶσθαι ὡρίσαντο, φήσαντες·

Πέτραν κοιλαίνει ῥανὶς ὕδατος ἐνδελεχοῦσα. Καίτοι τί πέτρας σκληρότερον; τί δὲ ὕδατος μαλακώτερον; Ἀλλ’ ὅμως τῇ συνεχείᾳ τῆς πληγῆς περιεγένετο τῆς φύσεως.

ΙΕΡΑΚΙ ΔΙΑΚΟΝΩΙ ͵αφλαʹ Εἰ μὲν τῆς ὑγιείας τοῦ σώματος φροντίζεις, τὴν αὐτάρκειαν τίμα, αὕτη γὰρ ἐκείνην ὠδίνει· εἰ δὲ διὰ τῆς τρυφῆς σφριγᾶν καὶ σκιρτᾶν αὐτὸ παρασκευάζεις, λανθάνεις μὴ μόνον ὁπλίζων αὐτὸ κατὰ τῆς ψυχῆς καὶ δυσήνιον ποιῶν, ἀλλὰ καὶ ῥίζαν καὶ πηγὴν τῶν ἀνηκέστων νοσημάτων εἶναι παρασκευάζων.