Ἔργον
Ἰσίδωρος ὁ Πηλουσιώτης – Ἐπιστολαί
Επιστολές 1532-1550
Θεολογικές και ποιμαντικές προσεγγίσεις για τη γένεση των αιρέσεων, τον σταυρικό θρίαμβο, την αξία της συγχώρησης και τον σωστό τρόπο χρήσης των γραφικών παραδειγμάτων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Επιστολές 1532-1550
Θεολογικές και ποιμαντικές προσεγγίσεις για τη γένεση των αιρέσεων, τον σταυρικό θρίαμβο, την αξία της συγχώρησης και τον σωστό τρόπο χρήσης των γραφικών παραδειγμάτων.
ΘΕΟΔΩΡΩΙ ΣΧΟΛΑΣΤΙΚΩΙ ͵αφλβʹ Τὸ «Ὡς ἂν βιώσῃς, λοιδορηθῆναί σε δεῖ», ὡς γέγραφας, οὐκ εἰς ἀποτροπὴν ἀρετῆς εἰρῆσθαι νομιστέον· οὐ γὰρ ἵνα εἰς κακίαν βαδίσοιεν, ὡς ἔφης, οἱ ἀκροώμενοι, ἀλλ’ ἵνα εἰς φιλοσοφίαν ἐναχθεῖεν εἴρηται. Οὐ γὰρ ἐπειδὴ πάντως λοιδορηθῆναι δεῖ καὶ τὸν εὖ βιοῦντα, τὴν ἡδονὴν αἱρετέον· ἀλλ’ ὅτι πάντως ὑπὸ τῶν πονηρῶν τοὺς ἀρίστους κακηγορεῖσθαι συμβαίνει, φιλοσοφητέον. Ἐρρέθη γὰρ οὐκ εἰς τὸ φυγεῖν ἀρετήν, ἀλλὰ πρὸς τὸ τοὺς ἀσκοῦντας αὐτὴν κακιζομένους φιλοσοφεῖν· ὁ γὰρ φθόνος αὐτοῖς ἀντιστρατευόμενος κωμῳδεῖσθαι αὐτοὺς πολλάκις παρασκευάζει.
Ἄμεινον οὖν, εἰ πάντως λοιδορηθῆναι δεῖ, ἀδίκως τοῦθ’ ὑπομεῖναι· τὸ γὰρ δικαίως, τοῖς πονηροῖς πρόσεστι.
ΠΕΤΡΩΙ ΣΧΟΛΑΣΤΙΚΩΙ ͵αφλγʹ Ἢ ἐκ φιλαρχίας, οἶμαι, ἢ ἐκ προλήψεως, δύο δυσκαταγωνίστων παθῶν, τὰς αἱρέσεις τετέχθαι· οἱ μὲν γὰρ ἐν τοῖς ὑπηκόοις μὴ ἀξιώσαντες εἶναι, οἱ δὲ μετὰ τὸ προληφθῆναι, διδαχθῆναι μὴ καταδεξάμενοι, νεωτέρας διδασκαλίας σπέρματα καταβεβλήκασι, τοῖς καθεστηκόσιν ἐμμεῖναι μὴ ἀξιώσαντες.
ΝΕΙΛΩΙ ΣΧΟΛΑΣΤΙΚΩΙ ͵αφλδʹ Τυφλὸς μὲν ὁ τῶν ἀρετῶν χορός, ὀρθοῦ μὴ καθηγουμένου δόγματος· ἀργὸν δὲ καὶ τὸ ὀρθὸν καθηγούμενον δόγμα, εἰ ὁ τῶν ἀρετῶν χορὸς ἀπολειφθείη· εἰ δὲ τὸ μὲν κορυφαῖον ταξιαρχοίη, αἱ δὲ χορεύοιεν, παντὶ τρόπῳ ὁ χορὸς στεφθήσεται ὡς νομίμως τὸν ἀγῶνα διαθείς.
ΤΩΙ ΑΥΤΩΙ ͵αφλεʹ Εἰ καὶ αὐτὸς αἰτιᾷ, ἀλλ’ ἐγὼ κἀν τούτῳ κομιδῇ ἄγαμαι τοῦ νομοθέτου τὴν σοφίαν, ὅτι ἐκ πολλοῦ τοῦ περιόντος τὰς ἀσελγείας ἐξοστρακίσαι καὶ τὰς ἀκολάστους γνώμας χαλινῶσαι προῄρητο. Ὁ γὰρ τὴν ἀκούσιον ἔκκρισιν μολύνειν ἀποφηνάμενος, τὴν ἑκούσιον πρᾶξιν πολλῷ μᾶλλον ἀπηγόρευσε. Τῷ γὰρ τὴν ἀβούλητον ῥύσιν, τὴν μήτε ἁμάρτημα τυγχάνουσαν μήτε ὑπὸ τιμωρίαν ἄγουσαν, μολυσμὸν εἶναι φῆσαι καὶ καθαρσίων ἀξιῶσαι, τὸ ἑκούσιον πλημμέλημα μᾶλλον ἀνέστειλεν. Ἐπειδὴ δὲ τὴν μοιχείαν μόνην ἐνόμισας αὐτὸν ἀπηγορευκέναι, δοκεῖς μοι ἢ μὴ ἀνεγνωκέναι τὸ Δευτερονόμιον ἢ μὴ νενοηκέναι, καίτοι σαφῶς κείμενον· «Οὐκ ἔσται γάρ, ἔφη, πόρνος ἀπὸ υἱῶν Ἰσραήλ, καὶ οὐκ ἔσται πόρνη ἀπὸ θυγατέρων Ἰσραήλ.» Εἰ γὰρ καὶ χαλεπωτέρα πολλῷ ἡ μοιχεία τῆς πορνείας καὶ συγγνώμης μείζων, ἀλλὰ καὶ ἡ πορνεία τιμωριῶν ἀξία, εἰ καὶ τοῦτο τοῖς ἔξωθεν νομοθέταις, οὐκ οἶδ’ ὅπως, παραλέλειπται. Τοῖς γὰρ ὀρθῶς βιοῦσι καθαρευτέον καὶ ἀπὸ ταύτης· «Πορνεία γάρ, φησί, καὶ ἀκαθαρσία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις.» Καὶ πάλιν φησὶ περὶ τῆς ἁγνείας ὅτι μεγίστων ἀγαθῶν πρόξενος γίνεται· «Εἰρήνην διώκετε καὶ τὸν ἁγιασμὸν οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον.»
ΗΡΩΝΙ ΠΡΕΣΒΥΤΕΡΩΙ ͵αφλϛʹ Δύο φασὶν αἰτίας εἶναι τοῦ ἐπιγεγράφθαι Ἀθήνῃσι τῷ βωμῷ· «Ἀγνώστῳ Θεῷ». Οἱ μὲν γάρ φασιν ὡς Φιλιππίδην ἔπεμψαν Ἀθηναῖοι ἡμεροδρόμον πρὸς Λακεδαιμονίους περὶ συμμαχίας, ἡνίκα Πέρσαι ἐπεστράτευσαν τῇ Ἑλλάδι· ᾧ κατὰ τὸ Παρθένειον ὄρος Πανὸς φάσμα ἐντυχὸν ᾐτιᾶτο μὲν Ἀθηναίους ὡς ἀμελοῦντας αὐτοῦ καὶ ἄλλους θεοὺς θεραπεύοντας, βοηθεῖν δὲ ἐπηγγέλλετο. Νικήσαντες οὖν βωμὸν ᾠκοδόμησαν καὶ ἀπέγραψαν· «Ἀγνώστῳ Θεῷ».
Ἄλλοι δέ φασιν ὅτι λοιμὸς κατέσκηψέ ποτε Ἀθηναίοις καὶ εἰς τοσοῦτον αὐτοὺς ἐξέκαυσεν ὡς μηδὲ τῶν λεπτοτάτων σινδόνων ἀνέχεσθαι. Τοὺς νομιζομένους τοίνυν αὐτῶν θεοὺς θεραπεύοντες, οὐδὲν ἀπώναντο· ἐννοήσαντες δὲ ὅτι ἴσως ἐστί τις θεὸς ὃν αὐτοὶ κατέλειπον ἀγέραστον, ὁ τὸν λοιμὸν καταπέμψας, νεὼν δειμάμενοι καὶ βωμὸν καὶ ἐπιγράψαντες «Ἀγνώστῳ Θεῷ» καὶ θύσαντες, εὐθέως ἐθεραπεύθησαν.
Τοῦτο λαβὼν ὁ Παῦλος ἐκ τῶν οἰκείων δογμάτων, τοὺς μέγα ἐπὶ σοφίᾳ φρονοῦντας Ἀθηναίους ἐχειρώσατο.
ΤΩΙ ΑΥΤΩΙ ͵αφλζʹ Ἐπειδὴ ἠθέλησας μαθεῖν τὸ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων κείμενον· «Τίς οὐκ οἶδε τὴν Ἐφεσίων πόλιν νεωκόρον οὖσαν τῆς μεγάλης θεᾶς Ἀρτέμιδος καὶ τοῦ διοπετοῦς;» ἴσθι ὅτι οὐκ ἔστι τῆς Γραφῆς ἡ φωνή, ἀλλὰ τοῦ γραμματέως τῶν Ἐφεσίων· καὶ περιττὸν ἡγοῦμαι ἀγυρτικὰς λογοποιΐας ἑρμηνεύειν, περὶ ὧν οἶμαι καὶ τὸν Μελῳδὸν εἰρηκέναι· «Διηγήσαντό μοι παράνομοι ἀδολεσχίας· ἀλλ’ οὐχ ὡς ὁ νόμος σου, Κύριε.»
ΤΩΙ ΑΥΤΩΙ ͵αφληʹ Ἐπειδὴ φιλομαθὴς ὤν, πολυμαθὴς ἐθέλεις εἶναι, καὶ τοῦτο φράσω ἵνα μὴ δόξαιμί σε λυπεῖν. Οἱ παρ’ Ἕλλησι τὰ ξόανα κατασκευάσαντες, φόβον ἐμποιῆσαι τοῖς ὁρῶσι βουλόμενοι, ἔφασκον ὅτι τὸ ἄγαλμα ἐξ οὐρανοῦ παρὰ τοῦ Διὸς ἐπέμφθη ἢ κατέπτη, κρεῖττον ὂν ἁπάσης ἀνθρωπίνης χειρός. Διὸ καὶ διοπετὲς αὐτὸ καὶ οὐράνιον βρέτας προσηγόρευον—βρέτας δέ, παρὰ τὸ βροτῷ ἐοικέναι. Τὸ δ’ οὐ τοιοῦτον ἦν· ἀλλὰ τοὺς ἀγαλματοποιοὺς ἢ ἀποκτένοντες ἢ φυγαδεύοντες, ἵνα μηδεὶς εἰπεῖν ἔχοι ὅτι χειροποίητόν ἐστι τὸ ξόανον, ταύτην τὴν φήμην πλανᾶσθαι ἐν ταῖς ἀκοαῖς τῶν ἀνθρώπων ἠφίεσαν ἥτις καὶ τὴν Ἐφεσίων ἐπλάνα πόλιν. Διὸ καὶ ὁ γραμματεὺς αὐτῶν τοῦτο αὐτοῖς ἔφη. Τινὲς μὲν οὖν φασιν ὅτι περὶ τοῦ τῆς Ἀρτέμιδος ἀγάλματος εἴρητο· «Τουτέστι τῆς μεγάλης Ἀρτέμιδος καὶ τοῦ διοπετοῦς αὐτῆς ἀγάλματος», τινὲς δ’ ὅτι καὶ τὸ παλλάδιον—ἄγαλμα δ’ ἦν τῆς Ἀθηνᾶς καὶ τοῦτο— ἐσέβοντο μετὰ τῆς Ἀρτέμιδος.
Ὅτι δὲ ἀληθές ἐστι τὸ ἢ ἀποκτίννυσθαι τοὺς ἀγαλματοποιοὺς ἢ φυγαδεύεσθαι, μαρτυρεῖ τὸ ἐχθὲς καὶ πρώην ἐν Ἀλεξάνδρεια τῇ πρὸς Αἴγυπτον γεγενημένον. Πτολεμαῖος γὰρ συναγαγὼν τοὺς τεχνίτας ὥστε τὸν τοῦ Σαράπιδος ἀνδριάντα δημιουργῆσαι, μετὰ τὸ ἔργον βόθρον μέγιστον κελεύσας ὀρυγῆναι καὶ στιβάδα μηχανησάμενος καὶ κρύψας τὸν δόλον, ἐκέλευσεν αὐτοὺς δειπνεῖν. Οἱ δὲ δειπνοῦντες εἰς τὸ χάσμα ἐκεῖνο κατενεχθέντες ἀπέθανον, δικαίαν, ὥς γε ἐμοὶ δοκεῖ, δεδωκότες δίκην ὅτι πλάττειν ἐπεχείρουν ξόανα πρὸς ἀπάτην τῶν ἐντευξομένων· ὅμως δ’ ἐκεῖνος βουλόμενος ἐκποδὼν ποιῆσαι τοὺς τεχνίτας, ἵν’ ἀχειροποίητος δόξῃ ὁ νομιζόμενος θεὸς ὃν καὶ ἀχειρομίαντον κέκληκε, τοῦτ’ ἔδρασεν. Ἀλλ’ οὐκ ἔλαθεν· ἐκπύστου γὰρ γενομένου τοῦ δράματος, κατ’ ἐνιαυτὸν θρήνοις τοὺς οὕτω τεθνεῶτας ἠμείβοντο.
ΝΕΙΛΩΙ ΣΧΟΛΑΣΤΙΚΩΙ ͵αφλθʹ Ἐπειδὴ τοῦτο ἀθλητὴν ῥωμαλεώτερον καὶ τεχνικώτερον ἐπιδείκνυσιν ὅταν ταῖς τῶν ἀντιπάλων κεκρατημένος λαβαῖς, ἀπεκδυσάμενος αὐτοὺς προσρήξῃ τῷ σκάμματι, διὰ τοῦτο καὶ ὁ Χριστὸς τὴν διὰ σταυροῦ πρὸς τοὺς δαίμονας κατεδέξατο μάχην ἵν’ ἐπιφανεστέροις τροπαίοις αὐτοὺς θριαμβεύσῃ· καὶ τοῦτ’ ἔστιν ὅπερ ἠθέλησας μαθεῖν· «Ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμάτισε θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ.» Τῷ γὰρ ὄντι ἐθριαμβεύθησαν οἱ δαίμονες, προσηλωμένῳ χεῖρας καὶ πόδας ἀθλητῇ ἡττηθέντες. Τῷ ὄντι ἐστηλιτεύθη ὁ διάβολος, σαρκὶ μιᾷ ἐπὶ σταυροῦ κρεμαμένῃ νικηθεὶς καὶ παραχωρήσας.
ΕΥΤΟΝΙΩΙ ΔΙΑΚΟΝΩΙ ͵αφμʹ Μάλιστα μὲν ἃ μὴ δεῖ ποιεῖν, μηδὲ ὑπονοοῦ ποιεῖν. Εἰ δ’ οὕτω διακειμένῳ καὶ φεύγοντι μὴ μόνον τὸ κατ’ ἀλήθειαν αἰσχρόν, ἀλλὰ καὶ τὸ ἐκ τῆς δόξης ἄτοπον, ἐπιλυττῶσί τινες καὶ τὸν φθόνον ἑαυτῶν κακηγορίαις θεραπεύουσι, τοῦτό σε μὴ λυπείτω. Εἰώθασι γὰρ οἱ πολλοὶ οἷς οὔτε λόγος αἰσχρὸς ἄρρητος οὔτε ἔργον ἀπρεπὲς ἄπρακτον, διὰ τούτων τὰ καθ’ ἑαυτοὺς περιστέλλειν.
ΤΩΙ ΑΥΤΩΙ ͵αφμαʹ Οἱ λίαν ῥᾴθυμοι καὶ πρὸς τὰ ῥᾴδια δυσκόλως ἔχουσιν· οἱ δὲ γενναῖοι καὶ ἀνδρεῖοι οὐδὲ τὰ σφόδρα δυσχερῆ φρίττουσιν, ἀλλὰ πρὸς ταῦτα μάλιστα ἀποδύονται. Ἐπιφανεστέραν γὰρ καὶ λαμπροτέραν τὴν νίκην ἔσεσθαι προσδοκῶσι, καὶ τὸ κλέος ἐνδοξότερον.
ΠΑΥΛΩΙ ͵αφμβʹ Σκηνῆς οὐδέν, ὦ βέλτιστε, ὁ παρὼν διενήνοχε βίος, οὐδὲν βέβαιον, ἢ μόνιμον, ἢ σταθερόν, ἢ πάγιον ἔχων. Σκιὰ γὰρ τὰ θνητῶν, λέγει ἡ κωμῳδία, οἷς οὐκ οἶδ’ ὅπως ἑάλως, καίτοι τὸν κωμικὸν θαυμάζων. Ἐνταῦθα μὲν γὰρ καὶ τὰ ἀγαθὰ καὶ τὰ χαλεπὰ πέρας ἔχει, καὶ τοῦτο τάχιστον, ἐκεῖ δὲ ἀθανάτοις ἀμφότερα παρεκτείνεται αἰῶσιν.
ΩΦΕΛΙΩΙ ΓΡΑΜΜΑΤΙΚΩΙ ͵αφμγʹ Ψυχρὸν μέν ἐστιν, εἰ καὶ μὴ τοῖς λεξιθηροῦσι δοκεῖ, τὸ σμικρολογεῖν καὶ περὶ τοιούτων ποιεῖσθαι τὴν ἅμιλλαν. Ἀλλ’ ἐπειδὴ μέγα φρονεῖς ἐπὶ τῷ τὰ τοιαῦτα ἀκριβῶς εἰδέναι, οὐκ ἄτοπον εἶναί μοι φαίνεται σβέσαι σου τὸ ἐπὶ τούτοις φρόνημα. Ὁ γὰρ πρεσβύτατος καὶ ὁ νεώτατος οὐκ ἐπὶ δυοῖν ἀδελφοῖν, ὡς φῄς, ἀλλ’ ἐπὶ πολλῶν λέγεται.
Ἐπὶ δυοῖν γάρ, ὁ πρεσβύτερος καὶ ὁ νεώτερος, ὡς ἄλλων οὐκ ὄντων μέσων· εἰ δὲ εἶεν, τοῖς ἐπιτατικοῖς ὀνόμασι τοὺς ἄκρους κλητέον.
ΖΩΣΙΜΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ ͵αφμδʹ Πάντες κομιδῇ θαυμάζουσι καὶ ἐκπλήττονται, πῶς οὐκ ἐρυθριᾷς, οὓς ζῶντας ἐκολάκευες, τούτους τεθνεῶτας κακηγορῶν.
ΙΕΡΑΚΙ ΔΙΑΚΟΝΩΙ ͵αφμεʹ Εἰ ἀκριβῶς ἐπίστασαι—ὅπερ καὶ ἀληθές ἐστι κἂν οἱ ῥᾴθυμοι παραγράψωνται—ὅτι ἡ μὲν ἀκολασία κόλασιν ὠδίνει, ἡ δὲ ἁγνεία ἁγιωσύνης στέφανον, δι’ ἣν αἰτίαν διώκεις μὲν ἣν φεύγειν χρή, φεύγεις δὲ ἣν διώκειν θέμις;
ΠΑΥΛΩΙ ͵αφμϛʹ Πολλάκις κατ’ ἐμαυτὸν ἐννοῶν, πῶς ὁ τῶν ἀνθρώπων φόβος τοῦ θείου ἐστὶν ἰσχυρότερος, καὶ μηδὲ τὴν ἔννοιαν τῆς ἀτοπίας χωρῶν, κατεγίγνωσκον τῆς ἀλέκτου ῥᾳθυμίας. Τοὺς μὲν γὰρ δυνατωτέρους καὶ ὑβρίζοντας φέρομεν μετὰ ἐπιεικείας πολλῆς, τοῦ φόβου ἀντὶ χαλινοῦ γινομένου καὶ περαιτέρω προβῆναι μὴ ἐπιτρέποντος· πρὸς δὲ τοὺς ἀσθενεστέρους μηδὲ λελυπηκότας ἀπεχθανόμεθα, καίτοι τοῦ Χριστοῦ παρακελευσαμένου· «Μὴ ὀργίζου τῷ ἀδελφῷ σου εἰκῇ», ὅπερ πολλῷ ἐστιν εὐκολώτερον τοῦ φέρειν ἕτερον ὑβριζόμενον εἰκῇ. Ἐκεῖ μὲν γὰρ πολλὴ τοῦ πυρὸς ἡ ὕλη, ἐνταῦθα δὲ ὕλης μὴ ὑποκειμένης τὴν φλόγα ἀνάπτομεν· οὐκ ἔστι δὲ ἴσον ἑτέρου πῦρ φέροντος μὴ κατακαίεσθαι καὶ μηδενὸς παρενοχλοῦντος ἡσυχάζειν καὶ ἠρεμεῖν. Ὁ μὲν γὰρ ἐκείνου κρατήσας ἀκροτάτης φιλοσοφίας δοκίμια δέδωκεν, ὁ δὲ τοῦτο ποιῶν θαύματός ἐστιν ἄμοιρος. Ὅταν οὖν τὸ μεῖζον διὰ τὸν τῶν ἀνθρώπων φόβον ἀνύοντες, διὰ τὸν θεῖον μηδὲ τὸ ἔλαττον βουλώμεθα ἀνύσαι, ποία ἡμῖν λελείψεται ἀπολογία;
ΝΕΜΕΣΙΩΝΙ ͵αφμζʹ Χρὴ τὸν βουλόμενον καθαρὰν εὐθυμίαν καρπώσασθαι, πρῶτον βουλευόμενον οὕτως ἥκειν ἐπὶ τὸ λέγειν τε καὶ πράττειν. Ἐπειδὴ γὰρ οὐχ οἷόν τε τὰ λεχθέντα ἢ πραχθέντα ἀνακαλέσασθαι ῥᾳδίως, χρὴ πειθόμενον τῷ Παροιμιαστῇ λέγοντι· «Μετὰ βουλῆς πάντα ποίει», τὸν μὴ βουλόμενον διὰ τῆς μεταγνώσεως ἑαυτὸν νύκτωρ τε καὶ μεθ’ ἡμέραν μαστίζειν τὴν παραίνεσιν διὰ πραγμάτων ἐπιδείξασθαι.
ΑΘΑΝΑΣΙΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ ͵αφμηʹ Ὁ μὴ μόνον νοσῶν τὴν ἀργαλεωτάτην νόσον, τὴν κακίαν φημί, ἀλλὰ μηδὲ ἀπαλλαγῆναι βουλόμενος, πρὸς δὲ τούτοις καὶ τοὺς ἀπηλλαγμένους ὀδυρόμενος, πάντων ἀθλιώτερός ἐστι καὶ ἐλεεινότερος, κἂν αὐτὸς ἑαυτὸν δι’ ἀνήκεστον ῥᾳθυμίαν μακαρίζῃ.
ΠΕΤΡΩΙ ΣΧΟΛΑΣΤΙΚΩΙ ͵αφμθʹ Ὅτι μέν, εἰ χρήματα εἶχες, παρέσχες ἂν τοῖς δεομένοις, εὖ οἶδα· ὅτι δὲ συγγνώμην ἀπαιτούμενος δυσχεραίνεις, θαυμάζω. Καίτοι τὸ ἀδάπανον τοῦτο βοήθημα τοῦ πολυτελοῦς οὐχ ἧττον ἡμᾶς ὠφελεῖν πέφυκεν. Ἐν γὰρ τῇ ἡμετέρᾳ ἐπιεικείᾳ καὶ τῷ συγχωρεῖν τοῖς εἰς ἡμᾶς πταίουσι κινδυνεύεται ἡμῖν τὰ τῆς σωτηρίας· «Ἄφετε γάρ, καὶ ἀφεθήσεται ὑμῖν», ὁ θεῖος βοᾷ χρησμός.
ΠΑΛΛΑΔΙΩΙ ΑΝΑΓΝΩΣΤΗΙ ͵αφνʹ Ἐπειδὴ ἔφης· Δι’ ἣν αἰτίαν τὰ παραδείγματα οὐ κατὰ πάντα λαμβάνεται; φαίην· Ἵνα παραδείγματα εἴη καὶ μὴ ταυτότης. Καὶ ἀφ’ ἑνὸς τὸ λεγόμενον σαφηνίσαι ὡς ἂν οἷός τε ὦ πειράσομαι.
Σοφός τις ἀνήρ, ὁ τοῦ Σιράχ φημι, ὁ τὴν Πανάρετον Σοφίαν συγγράψας, προσωποποιήσας τὴν σοφίαν καὶ μὴ εὑρὼν δι’ ἑνὸς ὑποδείγματος ἢ δι’ ἑνὸς φυτοῦ τὸ ταύτης κάλλος τε καὶ ὕψος, καὶ τὴν εὐωδίαν, καὶ τὰ ἄλλα τὰ τῇ σοφίᾳ προσόντα παραστῆσαι, περιελθὼν ὡς οἷός τε ἦν πάντα τὰ φυτὰ καὶ ἀφ’ ἑκάστου συλλεξάμενος τὸ ἁρμόζον καὶ πρεπωδέστατον πρὸς παράστασιν αὐτῆς, οὕτω τοῖς ἀνθρώποις ὑπέγραψεν, ἵνα ἀπὸ μὲν τοῦδε τοῦ φυτοῦ τὸ κάλλος, ἀπὸ δ’ ἄλλου τὸ ὕψος, ἀπὸ δὲ ἑτέρου τὴν εὐωδίαν ἐρανισάμενος, καὶ ὥσπερ ἐν θησαυρῷ τινι, οὐ πάντα τὰ προσόντα τοῖς φυτοῖς, ἀλλ’ ἐκεῖνο οὗ χρείαν εἶχεν ἡ εἰκών, παραλαβών, ἄξιόν τι τῆς σοφίας ἐννοῆσαι παρασκευάζει.
Καὶ ἵνα μὴ φαινοίμην λεληθός σοι ὄνειδος ἀμαθίας προστριβόμενος, αὐτὰς οὐκ ἔταξα τὰς ῥήσεις ἃς ἐναύλους ἔχειν σε εἰκός.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.