Ἔργον
Ἰσίδωρος ὁ Πηλουσιώτης – Ἐπιστολαί
Επιστολές 1551-1570
Πνευματικές νουθεσίες προς άρχοντες και κληρικούς για την απονομή δικαιοσύνης, την απροσπελαστότητα της θείας ουσίας, και τον παιδαγωγικό ρόλο του νόμου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Επιστολές 1551-1570
Πνευματικές νουθεσίες προς άρχοντες και κληρικούς για την απονομή δικαιοσύνης, την απροσπελαστότητα της θείας ουσίας, και τον παιδαγωγικό ρόλο του νόμου.
ΕΡΜΙΝΩΙ ΚΟΜΗΤΙ ͵αφναʹ Ὅταν ἡ κεφαλή, ἡ καθάπερ ἀκρόπολις οὖσα τοῦ σώματος καὶ τῶν ἀναγκαιοτάτων καὶ τιμιωτάτων ἀνθρώποις αἰσθήσεων οἰκητήριον, ὀφείλουσα τοὺς ἐκ τοῦ σώματος ἀναπεμπομένους ἀτμοὺς πονηροὺς διοικῆσαι καὶ εἰς τὸ δέον καθιστᾶν, μὴ μόνον τοῦτο μὴ διαπράττηται, ἀλλὰ καὶ αὐτὴ καθ’ ἑαυτὴν ἀσθενὴς οὖσα τύχῃ, τὰς νοσώδεις αἰτίας ἀποκρούσασθαι μὴ δυναμένη, ποία ἐλπὶς τῷ σώματι ἢ σωτηρίας ἢ ῥώσεως; Οὐδεμία. Διὸ καὶ ἡ κατὰ τὸ Πηλούσιον, ὡς γέγραφας, Ἐκκλησία ἡ ὑπὸ Εὐσεβίου οἰκονομουμένη, μυρίαις νοσημάτων καὶ παθῶν ἐμπέπλησται κακίαις, τοῦ δοκοῦντος ἡγεῖσθαι ταύτας εἰς αὐτὴν ἐγκατασκήψαντος.
ΔΩΡΟΘΕΩΙ ΛΑΜΠΡΟΤΑΤΩΙ ͵αφνβʹ Εἰ οἱ νομοθέται, ὦ σοφέ, οἱ μυρίας τοῖς ἁμαρτάνουσι τιμωρίας ἐπανατεινόμενοι, οὐ πάντας πεπείκασιν, οἱ λόγῳ καὶ παραινέσει πειρώμενοι πείθειν κακίας ἀπέχεσθαι πάντως πείσουσιν; Ἢ μὴ πείσαντες ἐγκληθήσονται; Καὶ πῶς οὐκ εὔηθες; Εἰ δὲ χρὴ καὶ αὐτῶν τῶν νομοθετῶν ὑπεραπολογήσασθαι, φαίην ἂν ὅτι τὰ μεγέθη τῶν τιμωριῶν τετυπώκασιν οὐχ ὡς μισάνθρωποι, ἀλλ’ ὡς κηδεμόνες τοῦ γένους—αὕτη γὰρ αὐτοῖς ἡ σπουδὴ πεῖσαι μὴ πονηρεύεσθαι— τὸ δὲ τῆς τιμωρίας δεύτερόν τε καὶ τοῖς οὐ πειθομένοις ὁριζόμενοι—οὐ γὰρ τοῦτ’ ἐσπούδασαν εἶναί τε πολλοὺς πονηροὺς καὶ κολάζεσθαι, τοὐναντίον δὲ πάντας εἶναι χρηστοὺς καὶ μηδεμιᾶς χρείαν εἶναι ζημίας, ἀλλ’ οἱ μὲν φοβοῦσιν, οἱ δὲ πονηροὶ κακουργοῦσι. Χρόνος δὲ οὐδεὶς καθαρὸς κακίας, ἀλλὰ πολλὰ καὶ παντοδαπὰ ἐπιπολάζει νοσήματα, δι’ ὧν δεικνύουσι μὴ πεπεῖσθαι τοῖς νόμοις.
Ὅταν γάρ τις δίκην δῷ, ὁμοῦ τε κεκόλασται καὶ τὸ μὴ πεπεῖσθαι τοῖς νομοθέταις δείκνυσι. Μᾶλλον δὲ αὐτοὶ οἱ νομοθέται ὡς οὐ πείσουσι πάντας εἶναι ἀγαθοὺς ἴσασιν· οἱ γὰρ ὁρίζοντες τὰς τιμωρίας ὡς οὐ καθέξουσι τοὺς πονηροὺς δῆλοί εἰσιν εἰδότες. Ἆρ’ οὖν ἐναντίοι εἰσίν; Οὐ δήπου. Ἀλλ’ οὐδ’ ἀπόλλυται αὐτοῖς τὸ νομοθέτας εἶναι.
Ἀλλ’ ἐκεῖνοι μὲν ᾄδονται, οἱ δὲ κακουργοῦντες κακίζονται. Ὁ αὐτὸς τοίνυν λόγος ἔστω καὶ περὶ τῶν παραινούντων μέν, μὴ ἀνυόντων δέ· οὐ γὰρ εἰ Εὐσέβιός τε καὶ Μαρτινιανός, Ζώσιμός τε καὶ Μάρων κρείττονα θεραπείας νοσοῦσι νόσον, ἤδη τοῖς παραινέσασι μέν, μὴ ἀνύσασι δὲ ἐγκλητέον· ἀλλὰ τούτους μὲν ἀποδεκτέον, ἐκείνους δὲ εἰς τό<τε> μηδὲ θεραπείαν προσιεμένους ὠστέον.
ΤΩΙ ΑΥΤΩΙ ͵αφνγʹ Πρὸς μὲν χρηστοὺς ταπεινὸν εἶναι χρή, πρὸς δὲ θρασεῖς ὑψηλόν. Ἐπειδὴ γὰρ οἱ μὲν ἀρετὴν εἶναι ἡγοῦνται τὴν ἐπιείκειαν, οἱ δὲ ἀνδρείαν τὴν θρασύτητα, ἐκείνοις μὲν τὴν ταπεινοφροσύνην χρὴ προσφέρειν, τούτοις δὲ τὴν ἀνδρείαν, σβεννύουσαν αὐτῶν τὴν ἀπὸ τῆς θρασύτητος δόξαν, ἵνα τοὺς μὲν ὠφελήσῃ, τῶν δὲ ταπεινώσῃ τὸ φρόνημα. Οὐ γὰρ πάντες τοῖς αὐτοῖς χαίρουσιν, οὐδὲ πάντες τοῖς αὐτοῖς θεραπεύονται βοηθήμασιν· ἀλλ’ ὅσος τῶν παθῶν ὁ ἐσμός, τοσοῦτος καὶ ὁ τῶν θεραπειῶν.
ΔΩΡΟΘΕΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ ͵αφνδʹ Εἰ καὶ ἔοικε τῷ τεθνεῶτι φίλῳ παρὰ σοὶ ἡ μνήμη συντεθνηκέναι, παρ’ ἐμοί ἐστιν ἀθάνατος, ἐνταῦθα μὲν μὴ ἀποθνῄσκουσα, ἐκεῖσε δὲ μᾶλλον ζωοποιηθησομένη.
ΑΣΚΛΗΠΙΩΙ ΣΟΦΙΣΤΗΙ ͵αφνεʹ Λανθάνουσιν ἑλλήνων παῖδες δι’ ὧν λέγουσιν ἑαυτοὺς ἀνατρέποντες. Ἐξευτελίζουσι γὰρ τὴν θείαν Γραφήν, ὡς βαρβαρόφωνον καὶ ὀνοματοποιΐαις ξέναις συντεταγμένην, συνδέσμων τε ἀναγκαίων ἐλλείψει καὶ περιττῶν παρενθήκῃ τὸν νοῦν τῶν λεγομένων ἐκταράττουσαν. Ἀλλ’ ἀπὸ τούτων μανθανέτωσαν τῆς ἀληθείας τὴν ἰσχύν. Πῶς γὰρ ἔπεισεν ἡ ἀγροικιζομένη τὴν εὔγλωττον, εἰπάτωσαν οἱ σοφοί, πῶς βαρβαρίζουσα καὶ κατὰ κράτος σολοικίζουσα νενίκηκε τὴν ἀττικίζουσαν πλάνην, πῶς Πλάτων μέν, ὁ τῶν ἔξωθεν φιλοσόφων κορυφαῖος, οὐδενὸς περιεγένετο τυράννου, αὕτη δὲ γῆν τε καὶ θάλατταν ἐπηγάγετο.
ΑΔΑΜΑΝΤΙΩΙ ͵αφνϛʹ Ἐπειδὴ νοῦς τὰ ὑπὲρ νοῦν νοῆσαι οὐ δύναται, οὐδὲ λόγος τὰ ὑπὲρ λόγον φράσαι—τοῦτο γὰρ οὕτως ἔχειν ἰσχυρίζεται τὰ θεῖα λόγια λέγοντα· «Δόξα Κυρίου κρύπτει λόγον», τουτέστι· Παντὸς λόγου κρείττων ἐστὶ καὶ ἀνωτέρα ἡ δόξα ἡ δεσποτική· καὶ οὐκ εἶπεν· Ἡ φύσις ἀφ’ ἧς ἡ δόξα, ἀλλ’ Ἡ δόξα ἡ ἐκ τῆς οὐσίας—παραχωρείτω μὲν πᾶσα ἀνθρωπίνη φύσις τῷ μεγέθει τοῦ πράγματος καὶ μὴ τὴν οὐσίαν περιεργαζέσθω, ἀλλὰ προσκυνείτω τὴν ἀξίαν, παραχωρείτω δὲ πᾶς ὁ τῶν ἀγγέλων καὶ ἀρχαγγέλων καὶ τῶν ἄνω δυνάμεων δῆμος. Εἰς τοῦτο γὰρ βλέπει τὸ ῥητὸν ὅπερ ἠθέλησας μαθεῖν· «Ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ.» Μηνύει γὰρ ὅτι πάσης τῆς ἀγγελικῆς πληθύος καὶ τῶν ἁγίων ταγμάτων μείζων ἐστὶν ὁ περὶ τῆς θείας οὐσίας λόγος.
ΑΛΥΠΙΩΙ ΣΧΟΛΑΣΤΙΚΩΙ ͵αφνζʹ Ἡ μὲν παρθενία θειοτάτη ἐστὶ καὶ ὑπερφυής, ὁ δὲ νόμιμος γάμος τίμιος, ἡ δὲ πορνεία παράνομος. Διὸ καὶ ἡ μὲν τῶν οὐρανῶν ἐστιν ἀξία, ὁ δὲ τῆς γῆς, ἡ δὲ τοῦ ᾅδου· τῇ μὲν γὰρ στέφανος χρεωστεῖται, τῷ δὲ σύμμετρον ἐγκώμιον, τῇ δὲ τιμωρία. Μοιχεία γὰρ καὶ φόνος καὶ τὰ ἄλλα πταίσματα ὧν οὐδὲ μνησθῆναι θέμις, τοσούτῳ ἐστὶ καὶ τῆς πορνείας βαρύτερα ὅσῳ τῶν κατὰ φύσιν πταισμάτων τὰ παρὰ φύσιν μιαρώτερα. Ἀλλὰ ταῦτα πάντα τὰ κακὰ μετάνοια εἰλικρινὴς θεραπεύειν ἐπίσταται, παρὰ τοῦ κριτοῦ τὴν ἐπιστήμην ταύτην ἐγκεχειρισμένη.
ΤΙΜΟΘΕΩΙ ΣΧΟΛΑΣΤΙΚΩΙ ͵αφνηʹ Ἐπειδὴ τὸ μηδὲν παθεῖν ἐν τῷ παρόντι βίῳ κρεῖττον ἢ κατὰ ἄνθρωπον, ἄμεινον τὸ ἀδίκως τι παθεῖν ἢ δικαίως. Τὸ μὲν γὰρ φιλοσόφων ἐστί, τὸ δὲ κακούργων· τὸ μὲν εὐδοκίμων, τὸ δὲ ἐργολάβων· καὶ τὸ μέν ἐστι στεφάνων ὑπόθεσις, τὸ δὲ ἁμαρτημάτων ἀντίδοσις· τὸ μὲν ὀφειλέτην καθίστησι τὸν Θεόν, τὸ δὲ ὀφλημάτων ἐστὶ διάλυσις.
ΙΩΑΝΝΗΙ ΔΙΑΚΟΝΩΙ ͵αφνθʹ Τοῦ Νόμου τοὺς συγγνώμης ἁμαρτάνοντας μείζονα ἀπαραιτήτως κολάζοντος, ἡ χάρις ἐπιφοιτήσασα καὶ τὸν θνητὸν καὶ ἐμπαθῆ θανατώσασα διὰ τοῦ βαπτίσματος βίον, διὰ παλιγγενεσίας αὖθις ὥσπερ ἐκ μηχανῆς εἰς ἄλλον ἀνεγέννησε βίον, καὶ προσέταξε διὰ πολιτείας ἀρίστης τὰ τοῦ σώματος μαρᾶναι, μᾶλλον δὲ νεκρῶσαι πάθη· τοῖς δὲ πταίσασι καὶ μὴ μετανοήσασι, πικροτέρας ἢ ὁ Νόμος ἐκόλαζε καὶ ἠπείλησε τὰς τιμωρίας. Οἱ γὰρ τοσαύτης ἀξιωθέντες δωρεᾶς, καὶ εἰς τιμὴν βασιλικὴν ἀνακομισθέντες, καὶ θείων γενόμενοι μυστηρίων τε καὶ χαρισμάτων κοινωνοί, εἶτα ῥᾳθυμήσαντες, μείζονος ἂν εἶεν τιμωρίας ἄξιοι. Καὶ τοῦτ’ ἐγγυᾶται ὁ Παῦλος φράζων τοῦθ’ ὅπερ μαθεῖν ἠθέλησας· «Ἀθετήσας τις Νόμον Μωσέως—τοῦτ’ ἐστι παραβάς τις τὸν Νόμον—χωρὶς οἰκτιρμῶν—ἀντὶ τοῦ χωρὶς ἐλέους καὶ παραιτήσεως καὶ συγγνώμης—ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνῄσκει—δύο φησὶν ἢ τριῶν μαρτύρων μαρτυρησάντων ἀποθνῄσκει, τοῦτ’ ἐστι λιθοβολεῖται»· «Πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν ἐλευθερώσαντα, φησί, καὶ τιμήσαντα, δι’ ὧν πράττει καθυβρίζων;»
ΛΑΜΠΕΤΙΩΙ ΔΙΑΚΟΝΩΙ ͵αφξʹ Λίαν θαυμάζω πῶς τινὲς μὲν τῶν ἀρχαίων τὰς τυραννίδας εἰς πατρικὴν κηδεμονίαν ἔτρεψαν· τινὲς δὲ τῶν νυνὶ νεωτεριζόντων, καὶ τὴν ποιμενικὴν φιλοστοργίαν εἰς τυραννικὴν αὐτονομίαν μετέβαλον· οὐχ ὑπεύθυνον ἀρχὴν ἐμπεπιστεῦσθαι, ἀλλ’ αὐτοκρατορικὴν ἐξουσίαν κεκληρῶσθαι νομίσαντες.
ΚΥΡΩΙ ΜΟΝΑΖΟΝΤΙ ͵αφξαʹ Οἱ νοῦ καὶ φρονήσεως ἀμοιροῦντες ἐκείνους διατελοῦσι μισοῦντες οὓς ἂν ὑποπτεύσωσι βελτίους ἑαυτῶν ὄντας· καὶ τὸ μῖσος τρέφουσιν οὐκ ἀφ’ ὧν ἠδικήθησαν—ἧττον γὰρ ἂν ἦν ἴσως κακόν—ἀλλ’ ἀφ’ ὧν τῆς κατ’ ἀρετὴν εὐκλείας ἀπολιμπάνονται.
ΖΩΣΙΜΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ ͵αφξβʹ Μὴ τὴν ἐκ τῆς οἰκείας ῥᾳθυμίας ψῆφον, τὴν ὑπὸ τῶν τὰ αὐτά σοι δρώντων κυρουμένην, τῆς ἀληθείας εἶναι νομίσῃς ἀξιοπιστοτέραν. Εἰ γὰρ καὶ ἡ χειρωσαμένη σε τῆς κακίας νόσος ταῦτά σοι νομοθετεῖ καὶ τοὺς τὰ αὐτά σοι νοσοῦντας ἐπαινέτας ἔχει, ἀλλ’ εἴ γε μὴ εἰς ἀνήκεστον ἦλθες ῥᾳθυμίαν, οὐκ ἀπὸ τῶν νοσούντων δίκαιος ἂν εἴης λαβεῖν τὰς περὶ τῶν πραγμάτων ψήφους—εἰ γὰρ τούτοις ἕψοιο, καὶ ἰατρικῆς καὶ φιλοσοφίας καταψηφίσῃ—ἀλλ’ ἀπὸ τῶν ὑγιαινόντων. Εἰ δ’ οὐδείς σοι ὑγιαίνειν δοκεῖ, μάλιστα μὲν νοσεῖς· εἰ δὲ ἀπιστεῖς, ταῖς θείαις Γραφαῖς ἐντυχὼν εἴσῃ καὶ τοῦ νοσήματος τὴν κακίαν καὶ τῆς κακίας τὴν ἀπαλλαγήν.
ΝΕΙΛΩΙ ΔΙΑΚΟΝΩΙ ͵αφξγʹ Πνευματικοὺς καλεῖ, ὦ σοφέ, ὁ Παῦλος τοὺς πνευματικῷ κεκοσμημένους χαρίσματι καὶ οὐ μόνον τῆς φύσεως ἀνωτέρω χωρήσαντας, ἀλλὰ καὶ τὴν τῶν λογισμῶν ἀκολουθίαν διὰ τῆς πίστεως ὑπεραναβεβηκότας—ὧν εἷς ἦν καὶ αὐτὸς ὁ Παῦλος κἀκεῖνοι οἷς ἔγραφεν· «Οὐκ ἐστὲ ἐν σαρκί, ἀλλ’ ἐν πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν»· ψυχικοὺς δέ—περὶ ὧν γέγραπται· «Ψυχικοὶ πνεῦμα μὴ ἔχοντες»—τοὺς λογισμοῖς καὶ συλλογισμοῖς, καὶ διαλογισμοῖς μᾶλλον ἐπερειδομένους, καὶ τὸ δίκαιον καὶ τὸ συμφέρον ἐκ τούτων εὑρίσκειν νομίζοντας—οἷοί εἰσιν οἱ παρ’ ἕλλησι σοφοί· σαρκικοὺς δέ, τοὺς τοῖς πάθεσι τῆς σαρκὸς ἡττηθέντας ἀπὸ τοῦ πλειστοδυναμοῦντος αὐτοὺς καλῶν—οἷοί εἰσι πάντες οἱ ἐναγεῖς καὶ ἀκάθαρτοι καὶ περὶ τὰς συνουσίας λυττῶντες. Εἰ γὰρ καὶ ὁ πνευματικὸς σῶμα ἔχει καὶ ψυχήν, καὶ ὁ ψυχικὸς σῶμα, καὶ ὁ σαρκικὸς ψυχήν, ἀλλ’ ἀπὸ τοῦ κρατοῦντος ἕκαστος καλεῖται.
Ὥσπερ γὰρ γήϊνον λέγεται τὸ σῶμα, καίτοι καὶ τῶν ἄλλων στοιχείων μετέχον, τῷ κατὰ τὸ πλεῖστον μέρος τῆς γῆς μετέχειν, οὕτω κἀκείνοις ἀπὸ τοῦ κρατοῦντος ἐξενίκησε τοὔνομα.
ΑΔΑΜΑΝΤΙΩΙ ͵αφξδʹ Ἴσθι ὡς ὁ φίλος ὁ σὸς ὁ μεγαλήγορος καὶ λεξιθήρας ἦλθε μὲν ὡς ἀναστρέψων οἴκαδε, παρέμεινε δὲ ἁλοὺς τῷ τῆς φιλοσοφίας ἔρωτι. Καὶ νῦν τὴν γλῶτταν ἐπιστομίζων τῆς γνώμης ἐπιμελεῖται, μικρὸν πρᾶγμα τὴν εὐγλωττίαν πρὸς τὴν φιλοσοφίαν εἶναι παιδευθείς.
ΔΙΟΓΕΝΕΙ ΔΙΑΚΟΝΩΙ ͵αφξεʹ Διατί, ὦ βέλτιστε, τὴν θείαν συμμαχίαν δευτέραν τῆς τῶν ἀνθρώπων ἐπικουρίας ἡγῇ, ἢ τοῦ χάριν τὴν τῶν θνητῶν φιλίαν προτέραν ἄγεις τῆς θείας; Καίτοι χρῆν δήπου τὸν λογισμῶν τὸ δέον σκοποῦντα μὴ τῇ ἀσθενεῖ τῶν ἀνθρώπων δυνάμει τὴν τῆς νίκης ἐπιτρέπειν ψῆφον, ἀλλὰ τῆς ἀηττήτου ἔχεσθαι δεξιᾶς, ἧς ὁ ἀντεχόμενος κρείττων δήπου τῶν πειρασμῶν ἀποφανθήσεται.
ΙΣΙΔΩΡΩΙ ΕΠΙΣΚΟΠΩΙ ͵αφξϛʹ Ἐπειδὴ κυκλικόν ἐστι τοῦ χρόνου τὸ σχῆμα, τῆς μὲν ἡμέρας ἑπτάκις ἀνακυκλουμένης <εἰς ἑβδομάδα>, τῆς δὲ ἑβδομάδος εἰς μῆνα, τῶν δὲ μηνῶν εἰς ἐνιαυτόν, καὶ πάλιν εἰς τὰ αὐτὰ σημεῖα ἀποκαθίσταται, διὰ τοῦτο πῂ μὲν στέφανος ἐνιαυτοῦ, πῂ δὲ τροχὸς γενέσεως ἐκάλεσεν ἡ Γραφή· κύκλου γάρ, καὶ στεφάνου, καὶ τροχοῦ τὸ αὐτὸ σχῆμα, τῶν τεσσάρων ὡρῶν—ἐαρινῆς, φημί, καὶ θερινῆς, καὶ μετοπωρινῆς, καὶ χειμερινῆς—τρόπον τινὰ τὰς χεῖρας συναπτουσῶν, καὶ τὸν ἐνιαυτὸν ἐλιττουσῶν, καὶ ἀρίστην χορείαν χορευουσῶν. Οὕτω γὰρ σοφῶς καὶ ἐναρμονίως ὑπὸ τοῦ ἀριστοτέχνου Θεοῦ ἐδημιουργήθησαν ὡς ἠρέμα ἑκάστης τὸ τέλος τῇ ἀρχῇ τῆς ἄλλης κιρνώμενον λανθανόντως καὶ ἀνεπαισθήτως καὶ ἀβλαβῶς τοῖς σώμασι χορεύειν. Ἵνα δὲ σαφέστερον γένηται τὸ λεγόμενον, δι’ αὐτοῦ τοῦ πράγματος ὁ λόγος βαδιζέτω. Τὸ ἀκρότατον θέρος οὐκ εὐθὺς εἰς χειμῶνα ἄκρον παραπέμπει—ἦ γὰρ ἂν ἐβλάβη τὰ σώματα καὶ τὰ σπέρματα καὶ τὰ φυτὰ τῆς ἀθρόας μεταβολῆς μὴ ἐνεγκόντα τὴν ἔφοδον—ἀλλὰ τῷ μετοπώρῳ παραχωρῆσαν λήγει· τὸ δὲ κατὰ μὲν ἀρχὴν τῷ θέρει, κατὰ δὲ τὴν τελευτὴν ἠρέμα καὶ κατὰ μικρὸν τῷ χειμῶνι ὁμοιωθέν, ἀβλαβῶς τῷ χειμῶνι παραπέμπει· εἶτα ὁ χειμὼν τῷ ἔαρι παραχωρήσας λήγει· τὸ δὲ κατὰ μικρὸν καὶ λανθανόντως κιρνώμενον παραπέμπει τῷ θέρει.
ΜΑΡΤΙΝΙΑΝΩΙ, ΖΩΣΙΜΩΙ, ΜΑΡΩΝΙ ΚΑΙ ΕΥΣΤΑΘΙΩΙ ͵αφξζʹ Μὴ νομίζετε, ὦ βέλτιστοι, ἀτιμωρητὶ ἁμαρτάνειν· μηδὲ ἀμέλειαν τὴν θείαν μακροθυμίαν ἡγήσησθε, μηδὲ ῥᾳστώνην τὴν ἀνεξικακίαν· μηδὲ ἐπειδὴ παραχρῆμα οὐκ ἐκολάσθητε, καὶ ἐπὶ τῶν μετὰ ταῦτα διαφυγεῖν ὑπολάβητε· ἀλλ’ ἕως ἔξεστι, μετανοήσατε. Ἀτοπώτατον γὰρ τὴν θείαν ἀνεξικακίαν τὴν εἰς μετάνοιαν καλοῦσαν ἐφόδιον μειζόνων ποιεῖσθαι ἁμαρτημάτων. Εἰ δὲ διὰ τὸ μηδέπω δεδωκέναι δίκην οὐδὲ δοῦναι προσδοκᾶτε, εὖ ἴστε ὡς τὸ Θεῖον ὥσπερ φιλάνθρωπόν ἐστιν, οὕτω καὶ ἀψευδὲς καὶ δυνατόν· φιλανθρωπεύεται γοῦν καὶ τὰ πρῶτα τῶν πταισμάτων παρίησιν ἀτιμώρητα, καιρὸν ἐπανορθώσεως χαριζόμενον· ὁμοίως δὲ ἢ καὶ μᾶλλον τῶν πλημμελημάτων ἀκμαζόντων, τελευταῖον ἀμύνεται καὶ ὁμοῦ πάντων, τῶν τε ἔμπροσθεν, τῶν τε ὕστερον τολμηθέντων δίκας εἰσπράττεται.
ΙΕΡΑΚΙ ΛΑΜΠΡΟΤΑΤΩΙ ͵αφξηʹ Τὰ νομικὰ καὶ προφητικὰ μαθήματα προπαιδεύματά εἰσι τῆς νέας καὶ εὐαγγελικῆς φιλοσοφίας. Τὰ μὲν γὰρ τῇ σαρκί, ἡ δὲ τῇ ψυχῇ νομοθετεῖ. Καὶ τὰ μὲν τὴν πρᾶξιν, ἡ δὲ καὶ τὴν ἔννοιαν ἰθύνει καὶ οἰακίζει· τὰ μὲν γὰρ γραμματιστῇ, ἡ δὲ ἄκρῳ φιλοσόφῳ ἔοικεν.
ΤΩΙ ΑΥΤΩΙ ͵αφξθʹ Ἀπειλεῖ μὲν ἡ πάντων βασιλεύουσα φύσις τοῖς πταίουσι τιμωρίας ἵν’ ἀκέραιον ἔχωσι τῆς ψυχῆς τὸ κάλλος· πεσοῦσι δὲ δεξιὰν σωτήριον ὀρέγει καὶ συγγνώμην μετανοοῦσι νέμει. Τοῖς μὲν γὰρ βοᾷ· «Ὁ δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ», τοῖς δέ· «Μὴ ὁ πίπτων οὐκ ἀνίσταται;», τοῖς δέ· «Ἰδὲ ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε ἵνα μὴ χεῖρόν τί σοι γένηται.»
ΠΑΥΛΩΙ ͵αφοʹ Κινδυνεύεις ἀγνοεῖν ὅτι καὶ τὰ δοκοῦντα εἶναι ἀπάνθρωπα τοῦ Νόμου, ἡμερότης ἐστίν· τὸ γὰρ νενομοθετῆσθαι «Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ» ἐκκόπτεσθαι οὐκ ὠμὸν καὶ ἀπάνθρωπόν ἐστιν, ἀλλὰ δικαιοσύνης μὲν γέμει ἐκ τοῦ προχείρου λαμβανόμενον, νοούμενον δέ, καὶ φιλανθρωπίας, ὡς ἔφην. Ἵνα γὰρ τῷ φόβῳ τοῦ παθεῖν τὸν μέλλοντα δρᾶν σωφρονίσῃ καὶ ἀναστείλῃ τὴν κακίαν, τοῦτ’ εἰκότως διηγόρευσεν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.