Ἔργον
Ἰσίδωρος ὁ Πηλουσιώτης – Ἐπιστολαί
Επιστολές 1414-1435
Ποιμαντικές και συμβουλευτικές επιστολές περί αρετής, πνευματικής εγρήγορσης, σωφροσύνης, ερμηνείας γραφικών χωρίων και σχέσης της δικαίωσης με τα έργα.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Επιστολές 1414-1435
Ποιμαντικές και συμβουλευτικές επιστολές περί αρετής, πνευματικής εγρήγορσης, σωφροσύνης, ερμηνείας γραφικών χωρίων και σχέσης της δικαίωσης με τα έργα.
ΣΕΡΗΝΩΙ ΔΙΑΚΟΝΩΙ ͵αυιδʹ Ἐπειδὴ τὸ κοινὸν μῖσος ἀνθρώποις μάλιστ’ ἄπιστον εἶναι δοκεῖ εἰς φιλίαν καὶ ἐν πολλοῖς διαφερόμενοι ἐν ἐκείνοις συμβαίνουσιν ἐν οἷς τοὺς αὐτοὺς ἐχθροὺς ἡγοῦνται, παραφυλακτέον τὰ τοιαῦτα· μάλιστα μὲν γὰρ φιλοσοφητέον καὶ οὐκ ἀμυντέον· εἰ δὲ οὐδέπω δυνατόν, παραφυλακτέον μήποτε, θατέρῳ κατὰ τοῦ ἑτέρου συμπράξαντες ὅπως δόξωμεν ἑνὸς ἐχθροῦ ἀπαλλάττεσθαι, ὕστερον καὶ αὐτοὶ ἁλῶμεν τῷ ἰσχυροτέρῳ ἀπὸ τῆς ἡμετέρας συμμαχίας γεγενημένῳ.
ΜΑΚΡΟΒΙΩΙ ͵αυιεʹ Μὴ τῷ ἅπαξ ἢ δεύτερον νενικηκέναι τὸν θυμὸν καὶ τὴν ἐπιθυμίαν, τὰ τῶν ἄλλων παθῶν τυραννικώτερα, ἀναπέσῃς καὶ νομίσῃς τέλεον νενικηκέναι καὶ πάσης ἀπηλλάχθαι μάχης, ἀλλὰ τῷ μάλιστα νενικηκέναι, ἀγρύπνει καὶ φρόντιζε μήποτε καὶ τὰ πρότερα τρόπαια ἀμαυρωθείη. Πολλοὶ γάρ, οὔ φημι τρίτον, ἀλλὰ μυριάκις νενικηκότες, ὕστερον ἑάλωσαν καὶ ἐλεεινὸν γεγένηνται θέαμα μετὰ πολλὰ τρόπαια αἰχμάλωτοι ἀπαχθέντες. Τοῦτο γὰρ ἐννοήσας τις ἐκ τοῦ ἀποστολικοῦ χοροῦ ἐβόα· «Βλέπετε μὴ ἀπολέσητε ὃ εἰργάσασθε, ἀλλὰ μισθὸν πλήρη ἀπολάβητε.» Καὶ Παῦλος δέ, ὁ μυρία στήσας τρόπαια κατὰ τῆς ἐμφύτου ἐπιθυμίας ἐβόα· «Ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μή πως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι.»
ᾜδει γάρ, ἅτε διεσκεμμένος ἀνὴρ καὶ μὴ ἀπερισκέπτως εἰς τοὺς ἀγῶνας χωρῶν, καὶ τοῦ διαβόλου τὰς μηχανὰς καὶ τῆς σαρκὸς τὴν ἐπανάστασιν, ὅτι ὁ μὲν ταῖς ἥτταις μᾶλλον παροξύνεται, καὶ οὐκ εἰδὼς τὴν ἐξ εὐθείας μάχην—ἑάλω γὰρ ἂν ῥᾳδίως—φιλίας προσωπεῖον ὑποδύς, τοὺς νενικηκότας πολλάκις ὑπτιοῖ, καὶ ὡς οὐδέποτε ἡττηθήσονται ἀπατήσας, ἐκλύσας τε τὸν πόνον καὶ τὴν παρασκευὴν ἅπασαν διαλύσας, οὕτως αὐτοὺς εἰς τὸ βάραθρον τῆς ἀσελγείας κατήνεγκεν, ἡ δὲ ὑποτύφει καὶ σκιρτᾷ, καὶ οὐδὲ τοῖς κατατήκουσιν αὐτὴν εἴκει ῥᾳδίως, ἀλλ’ ἡττηθεῖσα πολλάκις ἐν νεότητι ἐν γήρᾳ ἀνεμαχέσατο τὰς ἥττας, καὶ τὰ λαμπρὰ ἐκεῖνα τρόπαια τὰ κατ’ αὐτῆς ἐγηγερμένα ἠφάνισε. Τίς οὖν οὕτως ἀνόητος ἢ τίς οὕτως ἀπερίσκεπτος ὅστις ὁρῶν τὸν πνευματοφόρον ἄνδρα μετὰ μυρία τρόπαια ἐναγώνιον, τῷ ἅπαξ ἢ δεύτερον κεκρατηκέναι, ὑπτιωθήσεται καὶ ἐκλύσας τὴν παρασκευὴν καὶ τὴν ἀγωνίαν, ἀήττητος εἶναι οἰήσεται; Ἀλλ’ οὐχὶ πλέον παρασκευάσεται, οὐχὶ τὸ νενικηκέναι ἤδη, ἀλλὰ τὸ μὴ νικηθῆναι ἕως τέλους μέγα ἡγούμενος; Τοῖς γὰρ μάλιστα θησαυρὸν ἀρετῶν ἔχουσι πρέπει ἀγρυπνεῖν, ἢ τοῖς μηδὲν καλὸν κτησαμένοις· οἱ μὲν γὰρ ἔχουσιν, οἱ δὲ οὐκ ἔχουσιν ὃ φυλάξωσι· καὶ οὐχ οὕτω λυπεῖ τὸ μὴ κτηθὲν ὡς ἡ τῶν ὑπαρξάντων στέρησις.
ΝΕΙΛΩΙ ͵αυιϛʹ Λόγου ἀρεταὶ μέν, ἀλήθεια, συντομία, σαφήνεια, εὐκαιρία· κακίαι δέ, ψεῦδος, μακρηγορία, ἀσάφεια, τὸ ἔξω τῶν καιρῶν φέρεσθαι. Τί γὰρ ὄφελος, εἰ ἀληθὴς μὲν εἴη, μὴ σύντομος δέ; ἀλλ’ ἐνοχλεῖ τοὺς ἀκούοντας; ἢ σύντομος μέν, μὴ σαφὴς δέ; ἢ σαφὴς μέν, μὴ καίριος δέ; Εἰ δὲ πάσας ἔχοι τὰς ἀρετάς, τότε δραστήριος ἔσται, καὶ γοργός, καὶ ἔμψυχος, τῇ μὲν ἀληθείᾳ τοὺς ἀκούοντας χειρούμενος, τῇ δὲ συντομίᾳ καταγωνιζόμενος, καὶ τῇ μὲν σαφηνείᾳ καθαπτόμενος, τῇ δὲ εὐκαιρίᾳ στεφανούμενος.
ΗΛΙΑΙ ΔΙΑΚΟΝΩΙ ͵αυιζʹ Αἱ κόραι αἱ εἴσω τῶν ὀφθαλμῶν καθάπερ παρθένοι ἐν θαλάμοις ἱδρυμέναι καὶ τοῖς βλεφάροις καθάπερ παραπετάσμασι κεκαλυμμέναι, δίκαιαι ἂν εἶεν ὑπὸ σώφρονος λογισμοῦ ἐπιτροπεύεσθαι, ἵνα ἐρυθριῶσι μὲν ἀεὶ καὶ αἰσχύνωνται ἃ δεῖ, εἰ δέ ποτε καὶ ἀλλότριον κάλλος θεάσοιντο, πλέον ἐρυθριῶσι, καὶ ἕλκωσι τὰ παραπετάσματα, καὶ κάτω κύπτωσι, καὶ τὴν γῆν ἅτε μητέρα περισκοπῶσι τὴν παιδεύουσαν οὐ μόνον τὴν ἡμετέραν φύσιν, ἀλλ’ ὅτι καὶ τὸ ὀφθὲν κάλλος ἐξ αὐτῆς ἤνθησε καὶ εἰς αὐτὴν ὑποστρέψει μαρανθησόμενον. Εἰ γὰρ τοῦτο δράσαιεν, φυλάξαιεν ἀληθῶς τὸ πρέπον παρθένοις, εἰ δ’ ἀκρατῶς καὶ ἀναισχύντως καθορῷεν, κύνες ἀντὶ παρθένων εὑρεθήσονται τοῖς ἀλλοτρίοις κάλλεσιν ἐπιλυττῶσαι.
ΘΕΟΔΩΡΩΙ ΔΙΑΚΟΝΩΙ ͵αυιηʹ Ἀντεπισταλῆναι μέν σοι οὐκ ἐχρῆν παρακαλέσαντι ἄνευ προκατασκευῆς καὶ ἀποδείξεως τὸ ἀποστολικὸν μεταφρασθῆναι χωρίον ὃ καὶ μετὰ προκατασκευῆς καὶ μακρᾶς περιόδου μόλις σαφηνίζεται. Ἐπειδὴ δ’ ὑπὸ τῆς ἀγάπης τυραννούμενος ἐξεβιάσθην, φημί—σὸν δ’ ἂν εἴη κρῖναι εἰ δύναμαι συντόμως θηρεῦσαι φεῦγον τοῦ Ἀποστόλου τὸ βούλημα—ὅτι ὅ φησίν ἐστι τοῦτο· Δοῦλος ὢν ἐκλήθης εἰς τὴν πίστιν; Μὴ ἄλυε μηδὲ δυσχέραινε, ὡς δὴ ταύτῃ παραβλαπτόμενος. Ὅτι γὰρ οὐδέν ἐστι τοῦτο δεινόν, συμβουλεύω σοι ὅτι εἰ καὶ δύνασαι γενέσθαι ἐλεύθερος, μᾶλλον χρήσασθαι τῇ δουλείᾳ. Ἐλάττονα γὰρ λόγον ἐν ταῖς εὐθύναις ἀπαιτηθήσῃ, ἅτε μὴ μόνον αὐτῷ δουλεύων τῷ Χριστῷ, ἀλλὰ καὶ τῷ σωματικῷ δεσπότῃ. Ὁ γὰρ κληθεὶς εἰς τὴν πίστιν καὶ ἐλευθερωθεὶς ἀπὸ τῆς ἁμαρτίας, εἰ δοῦλος εἴη, ἀπελεύθερος ὢν τοῦ Κυρίου, τῷ ἠλευθερῶσθαι μὲν παρ’ αὐτοῦ ἐκ τῆς δουλείας τῆς ἁμαρτίας, μετὰ τοῦτο δὲ αὐτῷ ὑποκεῖσθαι, χρεωστεῖν δὲ ὑπηρεσίας καὶ τῷ σωματικῷ δεσπότῃ, οὐκ ἀκριβὲς ἀπαιτηθήσεται τὸ λογοθέσιον.
Ὁ δ’ ἐλεύθερος καὶ μηδενὶ ὑποκείμενος, δοῦλος ὢν Χριστοῦ, κατὰ πάντα αὐτῷ ὑποκείσεται. Δι’ ὃ καὶ ἀκριβεστέραν ἀπαιτηθήσεται δίκην. Ταῦτα μὲν οὖν εἰς τὴν παράφρασιν τοῦ ῥητοῦ εἰρήσθω. Εἰ δὲ βούλει πλατύτερον καὶ ἀποδεικτικώτερον μαθεῖν, ἔντυχε τῇ ἐπιστολῇ τῇ πρὸς τὸν σὸν ἐπίσκοπον πρώην μοι περὶ τούτου γραφείσῃ καὶ εἴσῃ τὸ ἀκριβές.
ΘΩΜΑΙ ΜΟΝΑΖΟΝΤΙ ͵αυιθʹ Εἰ μὲν ἀγνοῶν Εὐσέβιος ἐχειροτόνησεν αὐτούς, ἕξει μετρίαν ἀπολογίαν ἐν ἀγνοίᾳ, εἰ δέ, ὡς φῄς, μάλα ἀκριβῶς ἐπιστάμενος, λύκοις μὲν διὰ τὰς ἁρπαγάς, κυσὶ δὲ διὰ τὰς λαγνείας, ἀλώπεξι δὲ διὰ τὴν κακουργίαν παραδέδωκε τὸ ποίμνιον ὑπὲρ οὗ καὶ τὸ τίμιον αὐτοῦ αἷμα ἐξέχεεν ὁ Χριστός, πάσης ἀπολογίας ἥμαρτε μείζονα. Ταῦτα δέ φημι, οὐχ ὡς ἐκείνων ἀνευθύνων ἐσομένων καὶ δίκας μὴ ἀπαιτηθησομένων, ἀλλ’ ὡς τοῦ τὰ σπέρματα τῶν ἁμαρτημάτων παρασχόντος μειζόνως κολασθησομένου. Ὁ γὰρ τὴν αἰτίαν διδοὺς τῶν ἐκβαινόντων αἴτιος καθέστηκεν.
ΦΙΛΗΤΡΙΩΙ ΑΝΑΓΝΩΣΤΗΙ ͵αυκʹ Ἐπειδὴ γέγραφας· Εἰ συνεβούλευσεν ὁ Παῦλος· «Θέλεις δὲ μὴ φοβεῖσθαι τὴν ἐξουσίαν; τὸ ἀγαθὸν ποίει, καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς», πῶς μετὰ βραχέα φησίν· «Ἀπόδοτε τῷ τὸν φόβον, τὸν φόβον»; οἶμαι ὅτι εἰ μὴ περὶ τοῦ Θεοῦ τινες βούλονται αὐτὸ εἰρῆσθαι—γέγραπται γάρ· «Τίμα τὸν Κύριον, καὶ ἰσχύσεις· πλὴν δὲ αὐτοῦ μὴ φοβοῦ ἄλλον»—ἐκεῖνο μὲν εἶπε τῷ τὸν φόβον τὸν ἀπὸ τοῦ ξίφους τοῖς πλημμελοῦσιν ἐπηρτημένον διαδιδράσκειν τὸν φιλάρετον καὶ τοῦ ἀρχοντικοῦ ἐπαίνου τυγχάνειν, τοῦτο δὲ τῷ τὸν ἐκ τῆς συντυχίας, καὶ τῆς αἰδοῦς, καὶ τῆς τιμῆς τῆς χρεωστουμένης τοῖς ἡγουμένοις χρεωστεῖν φόβον. Οὐδὲ γάρ ἐστιν ἀτελὴς τούτου τοῦ μηδὲν αὐτὸν παραβλάπτοντος, ἀλλὰ καὶ εὐδοκιμώτερον καὶ λαμπρότερον ἀποφαίνοντος.
Εἴκειν γὰρ χρὴ παντὶ σθένει, ἐν οἷς μήτε ἡ εὐσέβεια μήτε ἡ ἀρετὴ καταβλάπτεται, ἀλλὰ καὶ βασιλικωτέρα καὶ ἐπιφανεστέρα ἐκ τῆς τῶν μετιόντων ἐπιεικείας ἀναφαίνεται.
ΙΩΑΝΝΗΙ ΣΧΟΛΑΣΤΙΚΩΙ ͵αυκαʹ Τὸ κυνικὸν καὶ θηριῶδες τῶν ὀρέξεων οὐχ ἑστιατέον τραπέζῃ πολυτελεῖ, ἀλλὰ τοῖς ἀναγκαίοις εὐωχητέον—εἴ γε ἡ εὐωχία τὸ εὖ ἔχειν μηνύει—ἵνα καὶ ἥμερον ἡμῖν καὶ χειρόηθες γένηται. Οἱ γὰρ τὴν αὐτάρκειαν ὑπερνηχόμενοι, καὶ τὸν κόρον διὰ τῆς πλησμονῆς ὑβρίζουσι, καὶ τὰς αἰσθήσεις καταμαραίνουσι, καὶ λανθάνουσι διὰ τῆς ἡδονῆς τὴν ἡδονὴν τῆς τροφῆς ἀπολλύντες.
ΘΕΟΔΟΣΙΩΙ ΣΧΟΛΑΣΤΙΚΩΙ ͵αυκβʹ Κομψοφανὴς καὶ δικαιοφανής, οὐ μὴν δικαία ἔδοξέ μοι ἡ αἰτία ἣν γέγραφας. Οὐκοῦν εἰ πείθῃ Πλάτωνι εἰρηκότι· «Οὗτος γὰρ ἔσχατός ἐστιν ὅρος κακίας, τὸ δοκεῖν δίκαιον εἶναι μὴ ὄντα», μὴ τὰ δοκοῦντα, ἀλλὰ τὰ ὄντα δίκαια θήρα· οὕτω γὰρ καὶ ὁ Θεός σε ἐπαινέσεται, καὶ ἄνθρωποι ἀποδέξονται, καὶ ὁ διάδικος ὁ σὸς εὐμενῶς διακείσεται καὶ τῆς ἀπεχθείας ἐπιλήσεται.
ΧΑΙΡΗΜΟΝΙ ΔΙΑΚΟΝΩΙ ͵αυκγʹ Μὴ φαίνοιο, ὦ βέλτιστε, ἀγριώτερον νοσῶν τὰ ἐφ’ οἷσπερ ἁλοὺς πρώην δίκην δέδωκας, ἵνα μὴ ὡς ἀνάλγητος καὶ μηδὲ τῇ τιμωρίᾳ σωφρονισθεὶς καταγνωσθείης.
ΤΩΙ ΑΥΤΩΙ ͵αυκδʹ Κατ’ ἴχνος χρὴ βαίνειν τῶν τοὺς θείους φυλαξάντων νόμους, ἀλλὰ μὴ τῶν παραβεβηκότων αὐτούς· τὸ μὲν γὰρ ἀσφαλές, τὸ δὲ σφαλερόν, διὸ οὐδὲ ζηλωτόν. Δι’ ἣν αἰτίαν τοίνυν τοιαῦτα δρῶν οὐκ ἀξιοῖς δοῦναι δίκην; Ἐπειδή τινες δράσαντες οὐ δεδώκασιν ἐνταῦθα; Ἀλλ’ ἴσθι ὅτι πολλοὶ μὲν κἀνταῦθα ἔδοσαν, εἰ δέ τινες διέφυγον, ἐπὶ κακῷ τῆς ἑαυτῶν κεφαλῆς—ἀπελθόντες γάρ, ἐκεῖ δώσουσι χαλεπωτέραν—σὺ δὲ ὅτι τὸ ἀζήλωτον ἐζήλωσας, μείζονα πάντως μὲν ἐκεῖ, ἐσθ’ ὅτε δὲ κἀνταῦθα δίκην δοίης· οὐ γὰρ εἴ τι ἐν τοῖς παρεληλυθόσι χρόνοις παράλογον ἐπράχθη, σὺ δὲ τοῦτ’ ἐζήλωσας, διὰ τοῦτ’ ἀποφύγοις, ἀλλὰ πολλῷ μᾶλλον δώσειας. Ὥσπερ γὰρ εἴ τις ἐκείνων προήλω, σὺ τάδ’ οὐκ ἂν ἔδρασας, οὕτως ἂν σὺ ἁλῷς, ἄλλος οὐ δράσειεν.
ΑΛΦΙΩΙ ΕΠΙΣΚΟΠΩΙ ͵αυκεʹ Ἐπειδὴ ὁ Σενναχηρεὶμ ἀνθρωπίνης φύσεως καὶ δυνάμεως μείζονα ἠπείλησε τῷ Ἐζεκίᾳ, διὰ τοῦτ’ ἔγνω τῆς οἰκείας ἀσθενείας τὴν οὐδένειαν. Ὁ γὰρ ἐξ ἐπιδρομῆς καὶ αὐτοβοεὶ προσδοκήσας ἑλεῖν τὴν Ἱερουσαλήμ, πᾶσαν σχεδὸν τὴν στρατιὰν ἄνευ πολέμου καὶ μάχης ἀποβαλών, ἀγαπητὸν ἡγήσατο τὸ διασωθῆναι μόνον. Διαφυγὼν δ’ οἴκαδε, ὑπὸ τῶν οἰκείων ἀνῃρέθη, ἵν’ ὁμοῦ καὶ τὴν οἰκείαν ἀσθένειαν γνοίη καὶ μὴ διαφύγοι τὴν δίκην.
ΦΙΛΕΑΙ ΠΟΛΙΤΕΥΟΜΕΝΩΙ ͵αυκϛʹ Τεταραγμένῳ δεινῶς διὰ τὸ δόξης πολιτικῆς διημαρτηκέναι, ὡς ἐπυθόμην, ἔοικας. Ἐννοήσας τοίνυν τὴν εὐδοξίαν τοῦ βίου τούτου τὴν ἀραχνῶν μὲν εὐτελεστέραν, ὀνείρων. δὲ ἀδρανεστέραν, εἰς τὴν ὑπερκόσμιον μετάγαγε σαυτοῦ τὸν νοῦν, καὶ στήσεις ῥᾷον τὸν θόρυβον τῆς ψυχῆς. Οὐ γὰρ ἀμφοτέρων ὀρεγόμενον, ἀμφοτέρων ἔστιν ἐπιτυχεῖν· τυχεῖν μὲν ἀμφοτέρων ἔστιν ὅταν μὴ ἀμφοτέρων, ἀλλὰ τῆς μιᾶς τῆς ἐκ τῶν οὐρανῶν ἐρῶμεν· ἀμφοτέρων δὲ ἐρῶντα, οὐκ ἔστιν ἀμφοτέρων ἐπιτυχεῖν, ὥστε εἰ δόξης ἐφίεσαι, ἔρα τῆς θείας, ᾗπερ καὶ ἡ ἐνταῦθα πολλάκις ἀκολουθεῖ.
ΕΥΤΟΝΙΩΙ ΔΙΑΚΟΝΩΙ ͵αυκζʹ Εἰ ἐν οἷς ἐπαίνων εἶ μεγίστων ἄξιος, ἐν τούτοις αὐτοῖς ὑπὸ τῶν οἰκείας νομιζόντων συμφορὰς τὰς ἑτέρων ἀρετὰς ψέγῃ, μὴ ἀθύμει. Τοῦτο γὰρ αὐτὸ μάλιστα δεῖγμα μέγιστόν ἐστιν ἀρετῆς.
ΘΕΟΔΩΡΩΙ ΔΙΑΚΟΝΩΙ ͵αυκηʹ Τοῦ Θεοῦ Λόγου ἐνανθρωπῆσαι καταξιώσαντος, καὶ τὰ πάθη τὰ ἀνθρώπινα κυμαίνοντα πρώην καταστορέσαντος, καὶ τὴν σάρκα ὁρμητήριον ἀρετῆς ἀποφήναντος, καὶ τὰς πονηρὰς φάλαγγας ὑπὸ τοὺς πόδας τῶν οἰκείων φοιτητῶν παρασκευάσαντος, καὶ τὰ ἆθλα μείζονα τῶν παλαιῶν εἰκότως ὁρίσαντος, τά τε ἔπαθλα οὐράνια καὶ ὑπερκόσμια εὐτρεπίσαντος, οἱ ἡττώμενοι ἑαυτοῖς ἂν εἶεν δίκαιοι λογίσασθαι τὴν ἧτταν· ἡ γὰρ νίκη λοιπὸν παρ’ ἡμῖν οὖσα, εἶτ’ οὐχ εὑρίσκουσα τοὺς εἰδότας νικᾶν, ἐν ὀλίγοις τὴν οἰκείαν ἐπιδεικνυμένη δύναμιν, τοῖς μὴ βουλομένοις διὰ πόνων αὐτὴν κτήσασθαι τὴν αἰτίαν τῆς ἥττης προσρίπτει.
ΤΩΙ ΑΥΤΩΙ ͵αυκθʹ Δεῦρο μὲν ἐπιφοιτήσας ὁ Θεὸς Λόγος, πίστιν ἀπαιτήσας χάριτι ἐδικαίωσεν—οὐ γὰρ ἦν ἀπὸ δικαιοσύνης σωθῆναι τοὺς οἴκοθεν προδοθέντας· καὶ τοῦθ’ ὁ Μελῳδὸς καὶ τὸ Σκεῦος τῆς ἐκλογῆς ἀπεφήναντο, ὁ μὲν διαβεβαιωσάμενος· «Οὐκ ἔστι δίκαιος οὐδὲ εἷς», ὁ δέ· «Πάντες ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ» διισχυρισάμενος—πιστεύσαντας δὲ δικαιοσύνην ἀκροτάτην εἰκότως ἀπῄτησεν ὥστε παρὰ μὲν τὴν πρώτην ἡ χάρις ἐδικαίωσε, τοὺς δὲ δικαιωθέντας ἔργων ἀγαθῶν ἀντιλαβέσθαι ἐθέσπισεν, ὡς οὐκ ἐνὸν ἀπὸ πίστεως μόνον σωθῆναι. Χρὴ γὰρ τῇ πίστει κιρνᾶσθαι τὰς πράξεις, καὶ ἀπὸ τούτων αὐτὴν ψυχοῦσθαι· νεκρὰ γὰρ εἴη τούτων χωρίς.
ΕΥΤΟΝΙΩΙ ΔΙΑΚΟΝΩΙ ͵αυλʹ Πυνθάνομαι διενηνέχθαι σε πρὸς ὃν οὐ βούλομαι λέγειν· μηδὲ γὰρ εἴη μνήμης ἄξιος, ζῆν προῃρημένος βαρέως καὶ πρὸς τοὺς φιλαρέτους δυσκόλως. Πλὴν ἀλλ’ εἰ μὲν γνωσιμαχεῖ, δέξαι ἀπολογούμενον· εἰ δὲ μή, γινώσκεις δὲ εἰ πρῶτος ἐπιπηδήσειας τῇ εἰρήνῃ ὠφεληθησόμενον, καὶ τοῦτο ποίησον. Διπλοῦν γὰρ ἕξεις τὸν στέφανον, τῆς τε οἰκείας φιλοσοφίας, τῆς τε ἐκείνου διορθώσεως.
ΙΣΧΥΡΙΩΝΙ ΔΙΑΚΟΝΩΙ ͵αυλαʹ Τὸν γεγενημένον μοι πρός τινα βραχὺν διάλογον δηλώσας σαφῶς οἶμαι ἀποκεκρίσθαι πρὸς τὰ γραφέντα παρὰ σοῦ. Ἐντυχόντος γάρ μοί ποτέ τινος καὶ λέγοντος· Ποίησόν με δίκαιον, ἀπεκρινάμην· Καὶ πῶς δύναιο γενέσθαι ἁμαρτάνων;
Τοῦ δὲ φήσαντος μηκέτι ἁμαρτάνειν, ἔφην· Οὐκοῦν εἰ ἀληθεύεις, γέγονας ὅπερ ἠθέλησας.
ΙΣΙΔΩΡΩΙ ΕΠΙΣΚΟΠΩΙ ͵αυλβʹ Ἐνέτυχέ μοι ὁ ἀνὴρ περὶ οὗ γέγραφας, δοκῶν μὲν λυπεῖσθαι, κινδυνεύων δὲ χαίρειν. Τῷ γὰρ προσώπῳ αὐτοῦ καίτοι προσποιουμένῳ σκυθρωπάζειν, σαφὴς ἐνέστακτο νοῦς ἡδονῆς. Ὡς δὲ βασανίζων αὐτὸν λόγοις, τὰ ἀπόρρητα εἰς φῶς ἐξενεγκεῖν ἠνάγκασα, τότε δὴ οἷον ἁλούς, μειδίαμα θυμῷ κεκραμένον διὰ τῆς παρειᾶς ἔπεμψεν· εἶτα πλατὺν γέλωτα ἀνακαγχάσας ἠσθῆσθαι λίαν ἐπὶ τοῖς συμβεβηκόσι διαρρήδην ὡμολόγησεν.
ΝΕΙΛΩΙ ͵αυλγʹ Χρή, ὡς ἔμοιγε δοκεῖ, θάπτειν τὸ σῶμα καὶ ὁσιοῦν εἰς τὸν τόπον εἰς ὃν καὶ ἐτελεύτησε. Γυναικείας γὰρ οἶμαι καὶ μικρᾶς διανοίας τὸ ἀπὸ πόλεων εἰς πόλεις μετακομίζειν, καὶ τὰ μυστήρια τῆς φύσεως δημοσιεύειν, πάσης τῆς γῆς πατρίδος οὔσης.
ΙΕΡΑΚΙ ΔΙΑΚΟΝΩΙ ͵αυλδʹ Μὴ τραπέζῃ πληθούσῃ, καὶ ᾠδαῖς ἀνειμέναις, καὶ πλούτῳ ῥέοντι τὴν μακαριότητα ὁρίζου, ἀλλ’ αὐταρκείᾳ καὶ τῷ μηδενὸς τῶν ἀναγκαίων λείπεσθαι· ἐκεῖνα μὲν γὰρ ἀνελεύθερον τὴν ψυχήν, ταῦτα δὲ παρασκευάζει βασιλίδα.
ΙΩΑΝΝΗΙ ΔΙΑΚΟΝΩΙ ͵αυλεʹ Εἰ μὲν αὐτὸς μόνος ἐπέστειλας εἰσόμενος δι’ ἣν αἰτίαν εἴρηται· «Ἀστέρες πλανῆται οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα τετήρηται», ἴσως ἄν σου καταγνοὺς ἀμαθίαν καὶ συντόμως ἐπιστείλας οἷς ἀνδράσιν οὐχ οἷς ἀστράσιν, ἀπηλλάγην.
Ἐπειδὴ δὲ πολλοί, καὶ τῶν δοκούντων εἶναι συνετῶν, τοῦτ’ ἐζήτησαν μαθεῖν, καὶ πολλὰ κινήσαντες, ὕστερον μαθόντες ἐξεθείασαν, καταγνώσομαι μέν σου οὐδαμῶς, ἑρμηνεῦσαι δὲ αὐτὸ σαφέστερον πειράσομαι. Φημὶ τοίνυν ὅτι περὶ ἀνθρώπων συγγνώμης πταιόντων ὑψηλότερα ἦν τῷ ἐπιστείλαντι ὁ λόγος, οὐ περὶ ἄστρων καὶ νεφελῶν, κυμάτων τε καὶ δένδρων, οἷς δὴ παραδείγμασι κέχρηται· ὅπερ ἔχουσιν ἐκεῖνα κατὰ φύσιν, τοῦτο πεπονθέναι τοὺς ἀνθρώπους κατὰ προαίρεσιν αἰτιώμενος. Ὥσπερ γὰρ αἱ νεφέλαι ἄνυδροι ὑπὸ ἀνέμων ἐλαυνόμεναι καὶ τὰ ἄκαρπα δένδρα, ἃ δισσῶς ἔφη ἀποθανόντα, οὐ τιμωρηθήσονται, ἀλλ’ οὐδὲ τὰ κύματα τὰς ἑαυτῶν ἀπαφρίζουσιν αἰσχύνας, ἄλογα ὄντα καὶ αἰσθήσεως ἄμοιρα, οὕτω καὶ οἱ λεγόμενοι ἀστέρες πλανῆται οὐ τὸν ζόφον κληρονομοῦσιν, ἀλλ’ οἱ ἄνθρωποι κατὰ προαίρεσιν ἁμαρτάνοντες· περὶ ὧν καὶ τὰ ὑποδείγματα ταῦτα ἐλήφθη ὡς εἶναι τοιοῦτον τὸ λεγόμενον· οἱ ἄνθρωποι οὗτοι περὶ ὧν ὁ λόγος, ὥσπερ πλανῆταί εἰσιν ἀστέρες, τῆς εὐθείας ἐκτρεπόμενοι καὶ τὴν ἐναντίαν τῇ ἀρετῇ ὁδὸν βαδίζοντες· διὸ αὐτοῖς ὁ ζόφος τετήρηται, οὐχ ὡς ἀστράσιν, ἀλλ’ ὡς ἀνδράσιν. Οὐ γὰρ περὶ ἄστρων, ἢ νεφελῶν, ἢ κυμάτων ἦν αὐτῷ, ὡς ἔφθην εἰπών, ὁ λόγος, ἀλλὰ περὶ ἀνθρώπων εἰς θηριωδίαν, καὶ ἀσέλγειαν, καὶ ἀλαζονείαν ἐκπεπτωκότων, καὶ διὰ τῆς συνουσίας καὶ τοὺς πλησιάζοντας λυμαινομένων.
Ὅτι δὲ ταῦθ’ οὕτως ἔχει, γυμνάσωμεν, εἰ δοκεῖ, τὸν λόγον. Οἱ μὲν οὖν περὶ ταῦτα δεινοὶ οὔτε εἰκότα οὔτε πιθανὰ τοῖς πολλοῖς λέγουσι· τῇ γὰρ ἐναργείᾳ καὶ τῇ διὰ τῶν ὄψεων μαρτυρίᾳ μάχονται. Λέγουσι δ’ οὖν ὅμως ὅτι οἱ πλανῆται τὸν μὲν οἰκεῖον δρόμον ἔχουσιν ἀπὸ δυσμῶν εἰς ἀνατολὰς καὶ τοῦτον ἐπείγονται ἀνύειν, ὑπὸ δὲ τῆς τῶν ἀπλανῶν ἐναντίας καὶ ὀξυτέρας κινήσεως ἐκνικώμενοι εἰς δύσιν φέρονται. Καὶ ὑποδείγματι τοιούτῳ χρῶνται ὅτι ὥσπερ τροχοῦ ὀξέως κινουμένου, μύρμηξ τὴν ἐναντίαν αὐτῷ κίνησιν πορευόμενος οὐδὲν τοσοῦτον ἀνύει—ἐκνικᾶται γὰρ ὑπὸ τῆς τοῦ τροχοῦ ὠκυτάτης κινήσεως—οὕτω καὶ οἱ πλανῆται πρὸς τὴν τῶν ἀπλανῶν διάκεινται κίνησιν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.