Ἔργον
Ἰσίδωρος ὁ Πηλουσιώτης – Ἐπιστολαί
Επιστολές 1591-1610
Θεολογικές σκέψεις για το σωτήριο πάθος του Χριστού, την ειρήνευση, τη θεοπνευστία του Ευαγγελίου, τον μακαρισμό των ειρηνοποιών και την αποφυγή του κριτικού αξιώματος.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Επιστολές 1591-1610
Θεολογικές σκέψεις για το σωτήριο πάθος του Χριστού, την ειρήνευση, τη θεοπνευστία του Ευαγγελίου, τον μακαρισμό των ειρηνοποιών και την αποφυγή του κριτικού αξιώματος.
ΤΩΙ ΑΥΤΩΙ ͵αφϟαʹ Ὁ σταυρός, ὦ βέλτιστε, ὁ ὑπὸ τῶν εἰδωλολατρῶν κωμῳδούμενος, τὴν πολύθεον ἐσταύρωσε πλάνην, καὶ τὸ πάθος τοὺς ἀλιτηρίους ἐστηλίτευσε δαίμονας, καὶ ὁ θάνατος τὸν θάνατον ἀπέκτεινε, καὶ ἡ νέκρωσις τῆς σαρκὸς τὰς τῶν σταυρωσάντων ἐνέκρωσεν ἐλπίδας, καὶ ὁ τάφος τὸν μὲν διάβολον κατέθαψε, πᾶσι δὲ πηγὴν ζωῆς ἀνώμβρησε. Διὸ καὶ ὁ θεῖος κῆρυξ βοᾷ· «Οὐ γὰρ ἐπαισχύνομαι τὸ Εὐαγγέλιον.» Εὐχῆς γὰρ ἡμῖν εὐαγγελίζεται κρείττονα.
ΔΟΜΕΤΙΩΙ ΚΟΜΗΤΙ ͵αφϟβʹ Αὐτὸ τοῦτο ὃ νομίζεις, ὦ βέλτιστε, ἀπόδειξιν εἶναι τοῦ μὴ εἶναι θεῖον τὸ κήρυγμα, δείκνυσιν αὐτὸ θεῖον καὶ ὑπερφυές. Ἵνα γὰρ παρῶ Πλατῶνα ὡς ὑπερβαίνοντά σου τὰς ἀκοάς, φήσαντα ὅτι φιλοσοφῶν μὲν ἀνάξιον ἡ εὐγλωττία, μειρακίων δὲ παιζόντων ἡ φιλοτιμία, ἐν οἷς τὸν διδάσκαλον ἑαυτοῦ εἰσήγαγε λέγοντα· «Οὐ γὰρ ἂν δήπου πρέποι, ὦ ἄνδρες, τῇδε τῇ ἡλικίᾳ, ὥσπερ μειρακίῳ πλάττοντι λόγους, εἰς ὑμᾶς εἰσιέναι», Ὅμηρον ὃν ἐπὶ γλώττης ἔχεις μάρτυρα προβάλλομαι λέγοντα·
Αὐτοδίδακτος δ’ εἰμί· θεὸς δέ μοι ἐν φρεσὶν οἴμας Παντοίας ἐνέφυσεν, ἤγουν ὤπασεν ὀμφήν. Εἰ τοίνυν ὁ ἐκθειαζόμενος παρὰ σοῦ ποιητὴς ἐγγυητής—μᾶλλον δὲ Ὅμηρος ὄντως—ὢν τῶν παρ’ ἡμῶν νυνὶ λεγομένων ἀπεφήνατο ὅτι οἱ τὰ θεῖα καταγγέλλοντες οὔτε θνητῶν ἀνθρώπων φοιτηταὶ οὔτε τοιούτων παιδεύσεων ἔμπειροι εἶναι δίκαιοι ἂν εἶεν, διατί ἀπιστεῖς εἰ διὰ ἰδιωτῶν καὶ ἀμαθῶν ἀνδρῶν ἀρρήτῳ παιδευθέντων σοφίᾳ ὁ περὶ τοῦ θείου κηρύγματος διηγγέλθη λόγος;
Ἀλλ’, οἶμαι, οὐκέτι ἀπιστήσεις. Ὃ γὰρ ἐνόμιζες ἐλάττωμα εἶναι, τοῦθ’ εὗρες πλεονέκτημα.
ΙΣΙΔΩΡΩΙ ΕΠΙΣΚΟΠΩΙ ͵αφϟγʹ Ἐπειδὴ γέγραφας δι’ ἣν αἰτίαν οὐκ εἶπεν ἁπλῶς ὁ Παῦλος· «Μετὰ πάντων ἀνθρώπων εἰρηνεύετε», ἀλλὰ προσέθηκεν· «Εἰ δυνατόν», ἀντιγράφω ὅτι ἐπειδή ἐστιν ὅπου οὐ δυνατόν, ὅταν περὶ εὐσεβείας ὁ λόγος ᾖ, ὅταν περὶ δικαίου πράγματος, ὅταν περὶ σωφροσύνης, ὅταν περὶ πασῶν ἁπλῶς τῶν ἀρετῶν. Ὁ μὲν γὰρ εὐσεβὴς πῶς τῷ ἀσεβεῖ εἰρηνεύσει, ἢ ὁ δίκαιος τῷ ἀδίκῳ, ἢ ὁ σώφρων τῷ λάγνῳ τῷ πολλάκις οὐ μόνον τὴν τῶν ἄλλων, ἀλλὰ καὶ τὴν ἑαυτοῦ βουλομένῳ διαφθεῖραι ὥραν; Εἰ δὲ λογισμοὺς οἴει τούτους εἶναι, θέα αὐτὸν τὸν Παῦλον εἰ μετὰ πάντων εἰρήνευσεν. Εἰ δὲ καὶ ἀνωτέρω τὸν λόγον ἀναγαγεῖν βούλοιο, θέα τὸν Χριστὸν εἰ μετὰ πάντων ἐσπείσατο. Εἰς τοσαύτην γοῦν ἐξεβακχεύθησαν οἱ τῶν ἰουδαίων ἄρχοντες μανίαν ὡς καὶ σταυρῷ αὐτὸν προσηλῶσαι. Τί οὖν ἐστιν «Εἰ δυνατόν»; Σύ, φησί, μὴ δίδου τινὶ λαβὴν ἔχθρας, μηδὲ δικαίως καὶ εὐλόγως ἔχε ἐχθρόν. Εἰ δὲ ἀλόγως ἐκεῖνοι καὶ ὑπὸ φθόνου ὑποσμυχόμενοι ἀπεχθάνονται, σὲ τοῦτο οὐ παραβλάψει. Οὐδὲ γὰρ ὁ Χριστὸς ὁ εἰρηκώς· «Ἐμίσησάν με δωρεάν» ἐκέλευσε μὴ ἔχειν ἐχθρούς—τούτου γὰρ οὐκ ἐσμὲν κύριοι—ἀλλὰ τὸ μὴ ἀδικεῖν, τὸ μὴ κατασπείρειν ῥίζαν πολέμου, καὶ μάλιστα ὅταν ἡ εὐσέβεια μηδὲν παραβλάπτηται. Εἰ δ’ οἱ πονηροὶ τοὺς ἀγαθοὺς μισοῦσι, μὴ θαυμάζετε. Καὶ γὰρ οἱ ψευδαπόστολοι τοὺς ἀποστόλους καὶ οἱ ψευδοπροφῆται τοὺς προφήτας ἐμίσουν.
Ὅπερ καὶ αὐτὸς ὁ Παῦλος σαφῶς ἐπιστάμενος ἔγραφε· «Δίωκε δὲ εἰρήνην μετὰ πάντων τῶν ἐπικαλουμένων τὸν Κύριον ἐκ καθαρᾶς καρδίας.» Μὴ τοίνυν αἰτιῶ τὸν ἐχθροὺς ἔχοντα, ἀλλὰ τὸν ἑαυτῷ τοὺς ἐχθροὺς κατασκευάζοντα. Εἰ δὲ μὴ συμβαίνει τῷ φωτὶ τὸ σκότος—οὐδὲ γὰρ οἷόν τε—οὐδὲν παρὰ τὸ φῶς· εἰ οὐ βούλεται ὁ ἀσελγὴς σωφροσύνην ἀσκῆσαι, οὐδὲν παρὰ τὸν σώφρονα· εἰ οὐ βούλεται ὁ ἄδικος ἀποστῆναι τῆς ἀδικίας, οὐδὲν παρὰ τὸν δίκαιον· ἀλλὰ παρ’ ἐκείνους, τοὺς ἔλεγχον ἡγουμένους τῆς σφῶν κακίας τὰς τῶν πέλας ἀρετάς.
ΘΕΩΝΙ ͵αφϟδʹ Ἆρα σαυτὸν λέληθας ὅτι οὐκ ἔχεις τὴν κρίσιν τῶν πραγμάτων ὀρθήν, ἢ ἐμὲ ἔχων ταύτην ἐρρωμένην. Εἰ μὲν οὖν σαυτὸν λέληθας, χρῆσαι σοφῷ διδασκάλῳ· εἰ γὰρ ζητήσειας, εὕροις ἄν· ζητήσεις δέ, εἴγε οἰηθείης μὴ εἰδέναι.
Τὸ γὰρ οἴεσθαι εἰδέναι τοῦ μήτε ζητῆσαι μήτε εὑρεῖν αἴτιόν ἐστιν. Εἰ δὲ ἐμὲ ἔλαθες, δεῖξον διὰ τῶν πραγμάτων ὅτι ὀρθὴν ἔχεις τῶν πραγμάτων τὴν κρίσιν· δείξειας δέ, εἰ συνδράμοι ὁ βίος τῷ λόγῳ.
ΘΕΟΛΟΓΙΩΙ ͵αφϟεʹ Εἷς μέν ἐστιν ἀμφοτέρων τῶν διαθηκῶν ὁ νομοθέτης· ἀλλ’ ὁ μὲν Νόμος δυσηνίοις οὖσι τοῖς ἰουδαίοις τὰς πράξεις ἀπηγόρευε μόνον, τὸ δ’ Εὐαγγέλιον ἅτε φιλοσόφοις δογματίζον, καὶ τὰς ἐννοίας ἀφ’ ὧν αἱ πράξεις φύουσιν, ὥσπερ πηγὰς τῶν κακῶν προαναστέλλει, οὐ γενόμενα μόνον τὰ ἁμαρτήματα κολάζον ἀκριβῶς, ἀλλὰ μηδὲ γενέσθαι κωλύον ἀσφαλῶς. Εἰ δὲ βούλει, καὶ αὐτὰ γυμνάσωμεν τὰ ῥήματα· οὐδὲν γὰρ οἷον αὐτῆς ἀκοῦσαι τῆς Γραφῆς. «Ἐρρέθη, φησί, τοῖς ἀρχαίοις· Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος. Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ.» Ὁ μὲν μέτρον τῆς δίκης ὁρίζει τὴν ἰσότητα τοῦ πάθους, τοσοῦτον δρᾶσαι τοῖς ἠδικημένοις συγχωρήσας ὅσον πεπόνθασι, πέρα δὲ μηδέν, τῷ φόβῳ τοῦ μὴ τὰ αὐτὰ παθεῖν προαναστέλλων τὸ κακόν—αὕτη γὰρ ἡ ἐκδοχὴ τῆς τοῦ νομοθέτου βαθείας ἅπτεται φρενός—τὸ δ’ ἐν τῇ πραότητι τοῦ παθόντος ἔστησε τῆς κακίας τὴν ἐπὶ τὰ χείρω πρόοδον.
Ἐπειδὴ γὰρ τῶν ἀμυνομένων ἡ ἀδικία δικαίως ὥριστο καὶ πρὸς τὸ μηδὲν πραχθῆναι δεινὸν νενομοθέτητο, μίμησις ἦν τῶν ὁμοίων· ἔδρα γὰρ ἕκαστος ὅπερ ἠδικημένος ἐνεκάλει· καὶ οὐ λῆξις ἦν τοῦτο τῶν προτέρων, ἀλλὰ καὶ πρόκλησις ἀργαλεωτέρων κακῶν, τοῦ μὲν αὖθις παροξυνομένου καὶ δρῶντος, τοῦ δὲ καὶ δεύτερον ἀμύνασθαι φιλονεικοῦντος· ὅρον δὲ τῶν κακῶν οὐδένα, οὐδὲ τὴν ἄμυναν τελευτήν, ἀλλ’ ἀρχὴν μειζόνων συμφορῶν ὠδίνουσαν, εἰς ἄσπονδόν τινα ἐκπεπτωκότων ἔριν, καὶ τοῦ Νόμου τὸ σοφὸν ἐκβιαζομένων τὸ ἐφόδιον ποιεῖσθαι κακίας, ὃ τῶν πταισμάτων ἔταξεν ἀναιρετικόν. Ἐπειδὴ τοίνυν τοσαῦτα ἐτίκτετο κακά, τὴν ἀρχὴν ὥσπερ πῦρ σβέσαν τὸ Εὐαγγέλιον ἔστησε τοῦ κακοῦ τὴν ἐπὶ τὸ πρόσω φοράν.
ΕΡΜΙΝΩΙ ΚΟΜΗΤΙ ͵αφϟϛʹ Ἴσθι, ὦ θαυμάσιε, ὡς δόξαν μεγαλοψυχίας ἐκτήσω ἐχθροῦ φεισάμενος· καὶ τοῦτ’ αὐτὸ μὲν τοὺς σοὺς ἀκριβῶς ἐπιστάμενος τρόπους προὔλεγον, ὡς μετὰ τὸ χειρώσασθαι δείξει μεγαλοφροσύνην καὶ ἐλέγξει τοὺς μικροψύχους.
Ἦσαν δὲ οἱ ἀπιστοῦντες οἵτινες ἐκ τῶν καθ’ ἑαυτοὺς καὶ περὶ τῶν ἄλλων ψηφίζονται· ὅμως τὸ τέλος ἔδειξεν ὡς οὐ διήμαρτον. Ὃν γὰρ ἑλεῖν ἐσπούδασας, ἑλὼν ἀφῆκας, ἵνα μὴ ἀσθενὴς νομισθείης, ἀλλὰ δυνατὸς καὶ φιλάνθρωπος.
ΙΕΡΑΚΙ ΛΑΜΠΡΟΤΑΤΩΙ ͵αφϟζʹ Ἴσθι, ὦ σοφέ, ὅτι ἡ πηγὴ τῆς ἀγαθότητος τὴν δικαίαν τοῦ προφήτου κατὰ τῶν ἰουδαίων ἀγανάκτησιν ἐκμαλάξαι βουλομένη—λιμὸν γὰρ ἐπήγαγεν ἵνα τὸν κόρον ὕβριν ὠδίνοντα σωφρονίσῃ—παρεσκεύασεν αὐτὸν διὰ κόρακος τρέφεσθαι, μισοτέκνου πτηνοῦ, καὶ τίκτοντος μέν, οὐ τρέφοντος δέ· διὸ καὶ ὁ Μελῳδὸς καίτοι πάσης τῆς κτίσεως φυσικῷ λόγῳ εἰς τὸν Δημιουργὸν ἀποβλεπούσης· «Οἱ ὀφθαλμοὶ γὰρ πάντων, φησίν, εἰς σὲ ἐλπίζουσι, καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ» κοράκων ἐμνημόνευσε λέγων· «Τῷ διδόντι τοῖς κτήνεσι τροφὴν αὐτῶν, καὶ τοῖς νεοσσοῖς τῶν κοράκων, τοῖς ἐπικαλουμένοις αὐτόν.» Μάλιστα μὲν γὰρ πάντα ἡ θεία πρόνοια τρέφει, φησί, διαφερόντως δὲ τοὺς νεοσσοὺς τῶν κοράκων τοὺς παρὰ τῶν τεκόντων ἀμελουμένους· ζῷα γὰρ μικρὰ ταῖς καλιαῖς περιϊπτάμενα τροφὴ γίνεται τούτοις. Μονονουχὶ γὰρ συνεβούλευσεν ὁ Θεὸς τῷ Ἠλίᾳ, μὴ ἄγαν τῇ ἀγανακτήσει χρῆσθαι μηδὲ τῆς τοῦ μισοτέκνου πτηνοῦ φιλανθρωπίας ἀπανθρωπότερον ὀφθῆναι. Τὸ μὲν γάρ σε διὰ τὴν ἐμὴν πρόσταξιν τρέφει, σὺ δὲ τῆς ἀγανακτήσεως ὅλος γενόμενος τὰ τῆς φιλανθρωπίας ὑπερεῖδες δίκαια.
ΠΕΤΡΩΙ ͵αφϟηʹ Σὺ μὲν θαυμάζεις δι’ ἣν αἰτίαν ἐπὶ μὲν τῶν προγόνων εἰλικρινὴς τιμὴ παρὰ πάντων τοῖς ἐστεμμένοις τὴν ἱερωσύνην ἀπενέμετο, νῦν δὲ οἱ μὲν φρονήματος ἐμπλησθέντες φανερῶς αὐτοὺς κωμῳδοῦσιν, οἱ δὲ κατὰ πρόσωπον μὲν αἰδοῦνται, λάθρᾳ δὲ κακίζουσι. Καὶ οἱ μὲν φεύγουσιν, οἱ δὲ καίτοι κολακεύοντες αὐτούς, διὰ τὸ καὶ ἐπιβουλεύειν δύνασθαι, διασύρουσιν.
Ἐγὼ δὲ οὐ τοῦτο θαυμάζω. Οὐ γὰρ τὰ αὐτὰ ἐκείνοις πράττοντες τῶν αὐτῶν οὐ τυγχάνουσιν, ἀλλὰ τἀναντία ἐκείνοις ἐπιτηδεύοντες, τῶν ἐναντίων πειρῶνται. Τοὐναντίον γὰρ ἂν ἦν θαυμαστόν, εἰ μηδὲν ποιοῦντες τῶν προγόνων ἴσον τῆς αὐτῆς τιμῆς ἐκείνοις ἐτύγχανον. Ἐπὶ μὲν γὰρ ἐκείνων καὶ βασιλεῖς πταίοντες ἐσωφρονίζοντο, ἐπὶ δὲ τούτων οὐδὲ ἰδιῶται πλούσιοι· κἂν σωφρονίσαι δέ τινα πένητα ἐπιχειρήσωσιν, ὀνειδίζονται ὡς ἐπὶ τοῖς αὐτοῖς ἁλόντες πολλάκις ἐφ’ οἷς ἐκείνους σωφρονίσαι τετολμήκασι.
Διόπερ πρώην μὲν ἦν ὁ ἱερεὺς τῷ λαῷ φοβερός, νῦν δὲ ὁ λαὸς τῷ ἱερεῖ.
ΗΡΑΚΛΕΙΔΗΙ ΕΠΙΣΚΟΠΩΙ ͵αφϟθʹ Μέγα μὲν ὄντως τὸ πταῖσμα, ἀλλ’ οὐ συγγνώμης μεῖζον· διὸ χρὴ λοιπὸν κολάσαι μὲν τὴν ἐπιθυμίαν, συγγνώμην δὲ νεῖμαι. Τάχα πως ἐπὶ θεραπείαν ὁδεύσει τὸ πάθος· ἐπεὶ καὶ οἱ τῶν ἰατρῶν ἄριστοι, ὅταν τις πολλὰ περικέηται τραύματα, οὐ τοσαύτην ἐπάγουσι θεραπείαν ὅσην ἀπαιτεῖ τῆς τέχνης ἡ ἀκρίβεια, ἀλλ’ ὅσην φέρει τοῦ κάμνοντος ἡ δύναμις, ἵνα μὴ τὰ τραύματα θεραπεύσαντες τὸν κάμνοντα διαφθείρωσιν.
ΠΕΤΡΩΙ ͵αχʹ Εἰ καὶ πᾶσι δῆλόν ἐστιν ὅτι ἄνοιαν ὀφλισκάνων καὶ ὑπὸ τῆς ἔχθρας μεθύων ὁ σὸς διάδικος, ὅμως ἐκλαλεῖ ταῦτα ἃ δυνηθεὶς πράξει. Ἀλλά σε τοῦτο μὴ ταραττέτω μηδὲ εἰς τὸ ἀδιάλλακτον χειραγωγείτω, ἀλλὰ καὶ εἰς τὸ εὖ ποιεῖν αὐτὸν προτρεπέσθω. Εἰ γὰρ καὶ θηρίον εἴη καὶ παντὸς λίθου ἀναισθητότερος, ἀλλ’ ὅμως αἰδεσθεὶς τὴν εὐεργεσίαν κατάθοιτο τὴν ἔχθραν.
ΠΡΙΜΩΙ ΜΟΝΑΖΟΝΤΙ ͵αχαʹ Τῆς θείας σοφίας ἡ μὲν λέξις πεζή, ἡ δ’ ἔννοια οὐρανομήκης· τῆς δὲ ἔξωθεν λαμπρὰ μὲν ἡ φράσις, χαμαιπετὴς δὲ ἡ πρᾶξις. Εἰ δέ τις δυνηθείη τῆς μὲν ἔχειν τὴν ἔννοιαν, τῆς δὲ τὴν φράσιν, σοφώτατος ἂν δικαίως κριθείη· δύναται γὰρ ὄργανον εἶναι τῆς ὑπερκοσμίου σοφίας ἡ εὐγλωττία, εἰ καθάπερ σῶμα ψυχῇ ὑποκέοιτο ἢ ὥσπερ λύρα λυρῳδῷ, μηδὲν μὲν οἴκοθεν καινοτομοῦσα νεώτερον, ἑρμηνεύουσα δὲ τὰ οὐρανομήκη ἐκείνης νοήματα· εἰ δ’ ἀντιστρέφοι τὴν τάξιν καὶ δουλεύειν ὀφείλουσα ἡγεῖσθαι, μᾶλλον δὲ τυραννεῖν, οἵα τε εἶναι νομίζοι, ἐξοστρακισθῆναι ἂν εἴη δικαία.
ΑΔΑΜΑΝΤΙΩΙ ͵αχβʹ Τί θαυμάζεις εἰ μετὰ τὴν τοῦ Σωτῆρος ἔνσαρκον παρουσίαν πολλαὶ αἱρέσεις ἐτέχθησαν, τοῦ διαβόλου ἅτε δὴ σαφῶς καὶ διαρρήδην ἀκούσαντος ὅτι πάντως κρίσει καθυποβληθήσεται καὶ δίκην δώσει, ταύτας κατασπείραντος ἵν’ ἔχοι πολλοὺς τοὺς συγκολασθησομένους, ὁπότε καὶ πρὸ τῆς παρουσίας αὐτοῦ οὐκ ὀλίγαι ἦσαν αἱρέσεις; Τῶν γὰρ ἀνθρώπων οἱ μὲν μηδὲ εἶναι τὸ Θεῖον ἐνόμιζον, οἱ δὲ εἶναι μέν, μὴ προνοεῖν δέ· καὶ οἱ μὲν προνοεῖν μέν, τῶν δ’ οὐρανίων μόνον, οἱ δ’ οὐ μόνον τῶν ἐπουρανίων, ἀλλὰ καὶ τῶν ἐπιγείων μέν, οὐ πάντων δέ, ἀλλὰ τῶν ἐξόχων, οἷον βασιλέων τε καὶ ἀρχόντων. Καὶ οἱ μὲν αὐτοματισμόν, οἱ δ’ εἱμαρμένην, οἱ δ’ εἰκῇ φέρεσθαι τὰ πάντα ἀπεφήναντο.
Καὶ οἱ μὲν τὸ εἴδωλα προσκυνεῖν εὐσεβὲς ἐνόμιζον, οἱ δὲ τὸ μητρογαμεῖν· καὶ οἱ μὲν τὸ ἀνθρωποθυτεῖν, οἱ δὲ τὸ ζῳοθυτεῖν· οἱ μὲν τὸ βουθυτεῖν, οἱ δὲ τὸ μηλοσφαγεῖν· καὶ οἱ μὲν τὸ ἀλληλοφαγεῖν, οἱ δὲ τὸ ποηφαγεῖν. Ἀλλ’ εἰ πάντα εἰς μέσον ἀγάγοιμι, ἴσως ἂν ἀπιστηθήσομαι μέν, οὐκ ἐλεγχθήσομαι δέ.
Εἰ τοίνυν ἀεὶ πρὸς ἑαυτὸ ἐστασίαζε τὸ γένος καὶ οὐ τὰ αὐτὰ ἐδόξαζε—κατὰ καιροὺς γὰρ ἄνθρωποι νεωτεροποιοὶ καὶ στασιασταὶ ἐπιπολάζοντες τὰ καθεστηκότα μὲν ἐκίνουν, ἐνομοθέτουν δὲ τὰ δοκοῦντα—τί θαυμάζεις εἰ καὶ νῦν περὶ πρᾶγμα θεῖον καὶ λόγου κρεῖττον διαφωνεῖν προσποιοῦνται ὑπὸ φιλαρχίας ἐκβακχευόμενοι;
ΒΟΗΘΩΙ ΜΟΝΑΧΩΙ ͵αχγʹ Μὴ θορυβείτω σε τὸ πολλοὺς τῶν φιλαρέτων μυρία ἐνταῦθα πάσχειν δεινά, ἀλλ’ εἰς ἔννοιαν ἀγέτω ὅτι καὶ οἱ τῶν ἐπὶ γῆς βασιλέων φίλοι οὗτοι μάλιστα παρακινδυνεύουσιν ἐν πολέμοις, καὶ τραύματα ἔχουσι δι’ ὧν τὰ τρόπαια ἔστησαν, ἀποδημίας τε μακρὰς στέλλονται. Εἰ δὲ οὐ καταδέχῃ, ἐννόει ὅτι εἰσί τινες καὶ τῶν δικαίων κἀνταῦθα εὐημεροῦντες. Ὥστε εἰ σκανδαλίζουσί σε, ἅτε ἀσθενέστερον ὄντα, οἱ ἐν πειρασμοῖς, οἰκοδομείτωσάν σε οἱ ἐν ἀνέσει.
Καὶ εἰ σκανδαλίζουσί σε οἱ ἐν ἀνέσει τῶν πονηρῶν, ὀρθούτωσάν σε οἱ ἐν κολάσει καὶ τιμωρίαις.
ΕΡΜΙΑΙ ͵αχδʹ Εἰ οὔτε τὸ ἀνιχνεῦσαι τὸ δίκαιον ῥᾴδιον οὔτε τὸ θηράσαντα μὴ προδοῦναι—οἱ μὲν γὰρ διὰ νωθείαν οὐχ εὑρίσκουσι τοῦτο· οἱ δὲ δι’ ὀξύτητα μὲν νοῦ θηρῶνται, διὰ δὲ ἀνελεύθερα πάθη προδιδόασιν, ἢ φόβῳ, ἢ ἀνανδρίᾳ, ἢ χρήμασιν, ἢ φιλίᾳ, ἢ ἔχθρᾳ διαφθείροντες—εἰκότως ὁ παραινέτης συνεβούλευσε· «Μὴ ζήτει γενέσθαι κρίτης.»
ΤΩΙ ΑΥΤΩΙ ͵αχεʹ Εἰ μὲν μόνη κατώρθωσεν ἡ ψυχή, μόνη καὶ στεφανούσθω. Εἰ δὲ καὶ τὸ σῶμα ἐμερίσατο τοὺς ἄθλους, μετ’ αὐτοῦ καὶ στεφανούσθω. Δίκαιον γάρ, καὶ εὔλογον, καὶ εἰκός, καὶ πρεπωδέστατον τοῦτο τυγχάνει.
ΘΕΟΔΟΣΙΩΙ ΣΧΟΛΑΣΤΙΚΩΙ ͵αχϛʹ Λίαν θαυμάζω τῶν καὶ τὰ πράγματα καὶ τὰ ὀνόματα συγχεόντων. Εἰς τοσοῦτον γὰρ σοφίας ἥκουσιν ὡς τὴν μὲν παρρησίαν ἀναισχυντίαν καλεῖν, τὴν δὲ ἀναισχυντίαν παρρησίαν, κατ’ ἄμφω ἁμαρτάνοντες. Τοῦτο γὰρ δρῶσιν ἢ ἵνα τὴν παρρησίαν ἐπιστομίσωσιν ἢ ἵνα τὴν ἀναισχυντίαν εἰς μείζονα κακίαν παιδοτριβήσωσιν, οὐκ εἰδότες—ἢ εἰδότες μέν, παραλογιζόμενοι δὲ ἑαυτούς—ὅτι ἀναισχυντία μέν ἐστιν ἡ ἐπὶ τοῖς αἰσχίστοις πάθεσιν ἀναιδὴς φλυαρία, παρρησία δὲ ἡ ἐπὶ τοῖς καλλίστοις εὔτολμος ἀπολογία. Χρὴ οὖν μὴ ταῖς τῶν διεφθαρμένων γνώμαις ἕπεσθαι, ἀλλὰ τῇ τῶν πραγμάτων ἀληθείᾳ. Οὐδὲ γὰρ κατὰ ἀνθρώπων μόνον ὁπλίζουσιν οἱ τοιοῦτοι τὰς γλώττας, ἀλλὰ καὶ κατὰ τῆς θείας δυνάμεως· τὴν γὰρ μακροθυμίαν αὐτῆς ἀμέλειαν προσαγορεύοντες οὐκ ἐρυθριῶσιν. Οὐδὲν οὖν θαυμαστὸν εἰ ὀνόματα ἀμείβουσιν οἱ πάντολμοι, ὁπότε καὶ εἰς οὐρανὸν τὰ βέλη πέμπουσιν.
ΠΡΙΜΩΙ ΜΟΝΑΖΟΝΤΙ ͵αχζʹ Ὁ στέφανον ἐπαγγελλόμενος τῷ ἀρετὴν ἀσκοῦντι δύο χαρίζεται δωρεάς, μίαν μὲν τὴν πρᾶξιν, ἑτέραν δὲ τὴν ἀμοιβήν. Ἐμοὶ γὰρ καὶ ὁ ἆθλος αὐτός, εἰ καὶ ἐπίπονός ἐστι, τοῦ ἐπάθλου οὐχ ἧττον δωρεὰ εἶναι δοκεῖ, εἴγε ἡ μὲν ἀρετὴ ὑπόθεσίς ἐστι τοῦ στεφάνου, ὁ δὲ στέφανος οὐ δίδοται ἄνευ ἀρετῆς.
ΙΣΙΔΩΡΩΙ ΕΠΙΣΚΟΠΩΙ ͵αχηʹ Τοὺς εἰρηνοποιοὺς ὁ Σωτὴρ ἐμακάρισε καὶ υἱοὺς ἐπηγγείλατο Θεοῦ κληθήσεσθαι τοὺς πρῶτον μὲν πρὸς ἑαυτοὺς εἰρηνεύοντας καὶ μὴ διαστασιάζοντας, ἀλλὰ τὸν ἐμφύλιον πόλεμον καταλύοντας τῷ τὸ σῶμα τῷ πνεύματι ὑποτάττειν καὶ πείθειν τὸ ἔλαττον τῷ κρείττονι δουλεύειν δουλείαν πάσης ἐλευθερίας καὶ βασιλείας ἀμείνω, ἔπειτα καὶ τοῖς ἄλλοις τοῖς τε πρὸς ἑαυτοὺς τοῖς τε πρὸς ἀλλήλους στασιάζουσιν εἰρήνην βραβεύοντας. Οὐκ ἂν δέ τις ἄλλῳ πρυτανεῦσαι δίκαιος ἂν εἴη ὃ μὴ αὐτὸς ἔχει. Ὅθεν καὶ ἄγαμαι τῆς θείας φιλανθρωπίας τὴν ἀνυπέρβλητον φιλοτιμίαν, ὅτι τὰς ἀγαθὰς ἀντιδόσεις, οὐ μόνον πόνοις καὶ ἱδρῶσιν, ἀλλὰ καὶ εὐπαθείαις τρόπον τινὰ καὶ θυμηδίαις ὀρέγειν ὑπισχνεῖται, εἴ γε ἡ κορυφὴ τῶν εὐφραινόντων ἡ εἰρήνη ἐστίν, ἧς ἀπούσης οὐδὲν τῶν εἰς θυμηδίαν ἡκόντων ἰσχύει, πολέμου τὴν εὐφροσύνην κατασβεννύντος.
Εὖ δὲ καὶ τὸ φάναι υἱοὺς Θεοῦ κληθήσεσθαι τοὺς εἰρηνοποιοὺς καὶ τὸ ἔπαθλον ἐκεῖνο τούτῳ τῷ ἄθλῳ ἀπονενεμηκέναι. Ἐπειδὴ γὰρ αὐτός, γνήσιος ὢν Υἱός, εἰρηνοποίησε τὰ πάντα, τὸ μὲν σῶμα ὁρμητήριον τῆς ἀρετῆς ἀποφήνας, τοὺς δὲ δύο—τόν τε ἐξ ἰουδαίων καὶ τὸν ἐξ ἐθνῶν πεπιστευκότα—κτίσας εἰς ἕνα καινὸν ἄνθρωπον, τά τε οὐράνια τοῖς ἐπιγείοις συνάψας, εἰκότως τοὺς τὰ αὐτὰ ὡς ἐνδέχεται ποιοῦντας τῆς αὐτῆς προσηγορίας ἀξιωθήσεσθαι ἔφη, καὶ εἰς τὴν τῆς υἱοθεσίας εἰσποιηθήσεσθαι ἀξίαν, ἥτις ἐστὶν ὁ ἀκρότατος τῆς μακαριότητος ὅρος.
ΩΡΙΩΝΙ ΜΟΝΑΖΟΝΤΙ ͵αχθʹ Πολὺ ἀσφαλέστερόν ἐστι τὸ μὴ πολεμεῖσθαι τοῦ συμμαχεῖσθαι· τὸ μὲν γὰρ ἡσυχίαν ἀπράγμονα ἔχει, τὸ δὲ ἀναγκάζει συμπολεμεῖν τοῖς βοηθήσασι, καὶ εἰ ἀδίκως πολεμοῖεν. Πολλάκις γὰρ ἀδικούμενοί τινες συμμαχίαν ἐπεκαλέσαντο· ἧς καὶ τυχόντες, τοῖς συμμαχήσασι δικαίως πολεμουμένοις, οὐ δικαίως ἀμύνουσι, χάριν ἄδικον ἀντὶ δικαίας ἐκτιννύντες.
ΛΑΜΠΕΤΙΩΙ ΔΙΑΚΟΝΩΙ ͵αχιʹ Μέγιστος τῷ Θεῷ Λόγῳ ὁ περὶ τῶν πρὸς ἀλλήλους καταλλαγῶν λόγος. Ὁ γὰρ διαλλάξας τὰ ἐπουράνια τοῖς ἐπιγείοις, οὗτος καὶ τὰς ἔχθρας παραλύει, μήτε φῦναι συγχωρῶν, καὶ βλαστησάσας ἀπὸ τῶν ῥιζῶν αὐτὰς κατασείων· λέγει μὲν γάρ· «Μὴ ὀργίζου τῷ ἀδελφῷ σου εἰκῇ.» Ἐπειδὴ δὲ οἶδε τὴν ἀνθρωπίνην ἀσθένειαν ὀλισθαίνουσαν, καὶ μετὰ τὸ γενέσθαι διασαλεύει τὰς ῥίζας, καὶ τὸ οἰκεῖον δῶρον μένειν ἀτέλεστον ἀνέχεται ἕως ἂν πρὸς ἑαυτοὺς σπεισώμεθα. Ἔχει μὲν οὖν φιλανθρωπίαν ἄκρατον τὸ λεχθέν, οὐκ ἀμοιρεῖ δὲ καὶ λογισμοῦ δικαίου.
Σὺ μὲν γάρ, φησί, φιλανθρωπίαν ζητεῖς, ἀλλ’ ὁ ἠδικημένος ἐκδίκησιν. Σύ με καλεῖς ἐλεήμονα, ἀλλ’ ἐκεῖνος δίκαιον. Σὺ συγγνώμην αἰτεῖς, ἀλλ’ ἐκεῖνος μὴ βοηθηθεὶς καταβοᾷ. Παῦσον ἐκεῖνον δικαίως καταβοῶντα, καὶ οὐκ ἀμοιρήσεις τῆς ἐμῆς εὐμενείας· διάλλαξον σαυτῷ τὸν ἀδικηθέντα καὶ τότε με διαλλαγῆναί σοι ἀντιβόλησον. Οὐ πιπράσκω δώρῳ ἀλλοτρίας ἐκδικήσεως δίκαιον. Οὐ νοθεύω τὸ ἀδέκαστον κριτήριον. Οὐ μεταδίδωμί σοι τῷ ἀδικήσαντι τῆς ἐμῆς εὐμενείας, ἕως ἂν ὁ ἀδικηθεὶς ὀλοφύρηται. Ἐκεῖνό σοι δωροῦμαι, οὐ μικρὸν ὄν, ἀλλὰ καὶ κομιδῇ μέγιστον· ὑπερτίθημι τὴν διάγνωσιν· οὐκ ἐκφέρω εὐθὺς αὐτοτελῆ ἀπόφασιν· δίδωμί σοι καιρὸν ἀπολογήσασθαι τῷ ἀδικηθέντι.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.