Ἔργον
Ἰσίδωρος ὁ Πηλουσιώτης – Ἐπιστολαί
Επιστολές 1631-1650
Συμβουλές σχετικά με την υπομονή στους πειρασμούς, την αποφυγή της τρυφής, την ελευθερία της προαίρεσης, και την ορθή άσκηση της δικαστικής εξουσίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Επιστολές 1631-1650
Συμβουλές σχετικά με την υπομονή στους πειρασμούς, την αποφυγή της τρυφής, την ελευθερία της προαίρεσης, και την ορθή άσκηση της δικαστικής εξουσίας.
ΔΩΡΟΘΕΩΙ ΛΑΜΠΡΟΤΑΤΩΙ ͵αχλαʹ Ὥσπερ ἡ ἀνωμαλία ἡ ἐν τῷδε τῷ βίῳ χορεύουσα τῆς ἰσότητος εἶναι δοκεῖ διαφθορά, οὕτω καὶ ἡ ἐν τῷ μέλλοντι αἰῶνι ἀνισότης. Οὐ γὰρ πάντες τῶν αὐτῶν ἀπολαύσονται. Οὐδὲ γὰρ δίκαιον τοῖς μὴ τὸ ἴσον πεποιηκόσι τὸ ἴσον ἀπονεμηθῆναι· ἰσότητός ἐστι καὶ δικαιοσύνης ἀπόδειξις.
Ἀλλ’ ἡ μὲν ἐνταῦθα ἀνωμαλία μελέτης καὶ γυμνασίας ἕνεκα συγκεχώρηται, ἡ δὲ ἐκεῖσε δικαιοσύνης ἕνεκεν καὶ εὐδοκιμήσεως γενήσεται.
ΠΑΥΛΩΙ ͵αχλβʹ Ἐν ταῖς πρὸς τὸ Θεῖον εὐχαριστηρίαις χρὴ πάντα συνεισενεγκεῖν ἃ ἔχομεν, ἐπειδὴ οὐκ ἔχομεν ἃ χρεωστοῦμεν· τί γὰρ καὶ προσενέγκωμεν ἄξιον τῷ πάσης ἀμοιβῆς κρείττονι;
ΠΕΤΡΩΙ ͵αχλγʹ Τὸ ἄδοξα πράττοντα ἔνδοξον δοκεῖν εἶναι, πολλοῖς μὲν εὐκταῖον, σοφοῖς δὲ οὐκ ἐράσμιον. Ἡ γὰρ ἔξωθεν δόξα τὴν ἔνδον ἀδοξίαν νευροῖ· καὶ τὸ δοκεῖν ὑγιαίνειν τοῦ ὄντως ὑγιαίνειν φαντασίαν ἐμποιοῦν οὐδὲ θεραπείαν προσίεσθαι συγχωρεῖ.
ΤΩΙ ΑΥΤΩΙ ͵αχλδʹ Ὥσπερ εἴγε χρὴ ὅλως ἐναβρύνεσθαι, οὐκ ἐπὶ τῷ πράττειν ἁπλῶς ἃ μὴ δεῖ χρὴ σεμνύνεσθαι, ἀλλ’ ἐπὶ τῷ πράττειν ἃ χρή—ἔστι γὰρ ἀπραξία πράξεως αἱρετωτέρα—οὕτω καὶ ἐπὶ τῷ ἀδοξεῖν ἁπλῶς οὐ χρὴ λυπεῖσθαι, ἀλλ’ ἐπὶ τῷ δικαίως ἀδοξεῖν· ἔστι γὰρ ἀδοξία δόξης ἀσφαλεστέρα.
ΠΡΙΜΩΙ ΜΟΝΑΖΟΝΤΙ ͵αχλεʹ Ἔστιν, ὦ σοφέ, καὶ πόλεμος εὐαγὴς καὶ εἰρήνη πάσης ἀσπόνδου μάχης ἀργαλεωτέρα, κατὰ τὸ «Ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις εἰρήνην ἁμαρτωλῶν θεωρῶν.» Λῃσταὶ μὲν γὰρ πρὸς ἀλλήλους σπένδονται κατὰ τῶν μηδὲν ἀδικούντων ὁπλιζόμενοι, λύκοι δὲ συναγελάζονται, ὅταν αἱμάτων διψῶσι· καὶ ὁ μὲν μοιχὸς εἰρηνεύει πρὸς τὴν μοιχευομένην, ὁ δὲ πόρνος πρὸς τὴν πορνευομένην. Μὴ τοίνυν πανταχοῦ τὴν εἰρήνην νόμιζε εἶναι καλόν. Ἔστι γὰρ πολλάκις παντὸς ἀκηρύκτου πολέμου χαλεπωτέρα. Ὅταν γάρ τις πρὸς τοὺς κατὰ τῆς προνοίας ὑλακτοῦντας εἰρηνεύῃ καὶ πρὸς τοὺς βίοις αἰσχροῖς τὴν κοινὴν λοχῶντας καὶ λυμαινομένους πολιτείαν σπένδηται, οὗτος τῶν τῆς εἰρήνης νόμων πόρρω που ἐσκήνωται καὶ μακράν. Διὸ καὶ ὁ Παῦλος ἔγραφεν· «Εἰ δυνατὸν τὸ ἐξ ὑμῶν μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες.» Σαφῶς γὰρ ἠπίστατο ὅτι ἔστιν ὅπου οὐ δυνατόν.
ΘΕΟΔΟΣΙΩΙ ͵αχλϛʹ Ἡ τρυφή, ἡ πάσης ἀκολασίας καὶ μήτηρ καὶ τροφός, ὅταν τραπέζῃ πληθούσῃ, καὶ παντοίοις ὄψοις, καὶ ἡδύσμασι κομώσῃ, τὴν μὲν γεῦσιν τῶν ὁρώντων πρὸς ἐπιθυμίαν κινήσῃ, τὸν δὲ νοῦν τῶν χρωμένων ἐπιβρίθουσα χρήσασθαί τινα ἀναπείσῃ, τὸ τηνικαῦτα ναυάγιον αὐτῷ προξενεῖ, εἰς τὸν βυθὸν τῶν παθῶν καταποντίσασα.
Φυλάττου τοίνυν ταύτην καὶ τὴν αὐτάρκειαν τίμα, εὖ εἰδὼς ὅτι οὔτε τὸ αἰσχρὸν οἷόν τε ἀγαθὸν γενέσθαι τῇ τῶν πραττόντων συμφωνίᾳ κοσμούμενον, κἂν πάντες ῥήτορες καὶ σοφισταὶ συναγωνίζωνται, οὔτε τὸ καλὸν μεταπεσεῖται εἰς τοὐναντίον, κἂν εἷς μόνος, μᾶλλον δὲ μηδ’ εἷς φαίνηται τούτου ἐραστής. Παρεὶς τοίνυν τὴν τῶν πολλῶν ψῆφον, αὐτῆς ἔχου τῆς ἀρετῆς· καὶ πάντα μὲν ποίει—καὶ μυρίοις ὀφθαλμοῖς τὰ κατὰ σαυτὸν περισκόπει— ὅπως μηδεμία παρὰ σοῦ τοῖς πέλας ἐπιφύηται βλάβη, τῷ πᾶσαν σκανδάλου ῥίζαν ἐκτέμνειν· εἰ δὲ οὕτω σου διακειμένου, τινὲς τῶν μηδὲν μὲν ἀγαθὸν πραττόντων, τοῖς δὲ πράττουσι φθονούντων κακηγορῶσι, μὴ δίδου σαυτὸν ἔκδοτον τῇ ἀθυμίᾳ, ἀλλὰ καὶ ταύτην γενναίως ἔνεγκον τοῦ ἐχθροῦ τὴν προσβολήν, ἐννοῶν ὅτι οὐκ ἂν ταύτῃ ἐχρήσατο τῇ μηχανῇ πρὸς τὸ καταβαλεῖν σου τὴν πεπυργωμένην πολιτείαν, εἰ μὴ ἄκρως αὐτοῦ καθήψατο τῆς σῆς εὐδοκιμήσεως τὸ κλέος.
ΕΥΑΓΓΕΛΩΙ ͵αχλζʹ Εἰ καὶ οὐ ῥᾴδιον περιοφθέντα καιρὸν ἀνακαλέσασθαι— ὀξυτάτῃ γὰρ φορᾷ χρώμενος οὐκ ἐᾷ ἀναδραμεῖν τοὺς πταίσαντας ἐπὶ τὴν τῶν ἁμαρτηθέντων ἐπανόρθωσιν—ἀλλά γε ἡ θεία φιλανθρωπία, καὶ νόμων, καὶ λόγων, καὶ χρόνων κρείττων τυγχάνουσα, τοὺς μεταγινώσκοντας προσίεται, καὶ τῇ ἐκείνων προθυμίᾳ τὴν οἰκείαν ἀγαθότητα ἐγκαταμίξασα, καὶ τῷ βραχεῖ χρόνῳ τὸ εὔτονον τῆς μετανοίας κεράσασα, θεραπείαν ὀρέγει τοῖς πταίσασιν.
ΕΥΤΟΝΙΩΙ ΔΙΑΚΟΝΩΙ ͵αχληʹ Ἴσθι ὅτι οἱ μὲν γινώσκοντές σε οὐκ ἐξενίσθησαν ἐφ’ οἷς ἀνακηρύττῃ, οἱ δὲ ἀγνοοῦντες ἔγνωσαν, οἱ δὲ φθονοῦντες ἔτι μᾶλλον ὑπὸ τῆς νόσου κατεδαπανήθησαν, καὶ δίκην ἔδοσαν ἧς μείζω οὐκ ἂν δύναιο παρ’ αὐτῶν λαβεῖν. Εἰ τοίνυν βούλει τοὺς μὲν πάλιν θυμηδίας ἐμπλῆσαι, τοῖς δὲ ἀκριβεστέραν γνῶσιν ἐνθεῖναι, τοὺς δὲ δίκας μεγίστας ἀπαιτῆσαι, τῇ σαυτοῦ καλοκαγαθίᾳ προστίθει.
Καὶ ταῦτα μὲν εἰς τοσοῦτον. Ἐπειδὴ δὲ γέγραφας δι’ ἣν αἰτίαν, ἄλλων ὑπὲρ τὴν ἀξίαν κολακευσάντων τὸν Ἡρῴδην καὶ εἰπόντων· «Θεοῦ φωνή, καὶ οὐκ ἀνθρώπου», αὐτὸς δίκην ἔδωκε· φημὶ ὅτι ἐπειδὴ οὐκ ἐπέπληξεν ἐκείνοις οὐδὲ τὴν κολακείαν ἀσεβοῦσαν καὶ μαινομένην ἀπετρίψατο. Τῷ γὰρ καταδέξασθαι, καὶ εἰς μείζονα αὐτοὺς βλασφημίαν ἐπαιδοτρίβησεν.
Εἰκὸς δὲ κἀκείνους, εἰ καὶ μὴ πάραυτα, ἀλλ’ ὕστερον δεδωκέναι δίκην. Εἰ δὲ καὶ τὰ ἐνταῦθα διέφυγον, τὰ ἐκεῖσε οὐ διαφεύξονται.
ΝΕΜΕΣΙΩΝΙ ΜΑΓΙΣΤΡΙΑΝΩΙ ͵αχλθʹ Σὺ μὲν ἴσως ἀλλόκοτον εἶναι νομίζεις τὴν φωνήν, ἅτε παρὰ ἰουδαίων, τῶν μηδὲν ὀρθὸν μήτε λεγόντων μήτε πραττόντων, ῥηθεῖσαν, ἐγὼ δέ, ἐπειδὴ ὁ νομοθέτης εἰς τοῦτο αὐτοὺς οὐ κατεμέμψατο, ἡγοῦμαι, ὅτι ἃ χρὴ μαθόντας πράττειν, ταῦτα διὰ τοῦ πράττειν μανθάνομεν, διὰ τοῦτο εὖ εἰρῆσθαι· «Πάντα ὅσα εἶπεν Κύριος, ποιήσομεν καὶ ἀκουσόμεθα.» Οἱ μὲν γὰρ ἄλλο τι μανθάνοντες εἰκότως ἀκούουσι καὶ τότε ποιοῦσιν· οἱ δὲ τὰς θείας ἐντολὰς εἰς ἔργον φέρειν προῃρημένοι, ἀπὸ τῆς πράξεως μανθάνουσιν, οὐ τοῦ λόγου τοσοῦτον ὅσον τῆς πράξεως τὴν γνῶσιν τικτούσης. Τῷ ὄντι γὰρ ὁ τῆς ἀρετῆς ἀσκητὴς δι’ αὐτῆς τῆς ἀσκήσεως παιδεύεται τὴν ἀρετὴν καὶ τρόπον τινὰ μανθάνει ὅτι χρησιμωτάτη καὶ πρεπωδεστάτη καὶ φυλακτικωτάτη ἐστί, καὶ συμφερόντως νενομοθέτηται. Καὶ περὶ μὲν τούτου ἅλις.
Τὸ δὲ «Οὐ δύναται δένδρον πονηρὸν καρποὺς καλοὺς ποιεῖν», οὐ τὴν μετάνοιαν ἀναιρεῖ, ἀλλὰ τὴν ἐν τῇ διατριβῇ τῆς κακίας παραμονὴν κωμῳδεῖ. Πονηρὸν γὰρ ὄν, οὐ δύναται φέρειν καρποὺς ἀγαθούς· μεταβληθὲν δὲ εἰς ἀρετήν, οἴσει. Εἰ μὲν γὰρ περὶ δένδρων ἦν ὁ λόγος τῷ Σωτῆρι, κρατείτω ὁ σὸς λόγος, εἰ δὲ περὶ ἀνθρώπων, ὑποδείγματι δ’ ἐχρήσατο—ὅπερ γὰρ ἐκείνοις ἡ φύσις, τοῦθ’ ἡμῖν ἡ προαίρεσις—ἀνατρεπέσθω σου ἡ ὑπόνοια· ὁποῖον γὰρ εἶναί σοι δοκεῖ δένδρον ὁ Πέτρος; Καλόν; Καὶ πῶς ἠρνήσατο; Κακόν; Καὶ πῶς πᾶσα γῆ τε καὶ θάλαττα τοὺς ἄθλους αὐτοῦ ᾄδει καὶ τὰ τρόπαια; Ὁποῖον δὲ Ἰούδας; Καλόν; Καὶ πῶς προὔδωκε; Κακόν; Καὶ πῶς τῆς ἀποστολῆς ἠξιώθη; Ἀλλ’ εἰ πάσας τὰς γεγενημένας μεταβολὰς ἐν ἀνθρώποις εἰς μέσον ἀγάγοιμι, πλῆθος λόγων ἐπεισάγω. Διόπερ ἐκεῖνά σοι παρεὶς ἀναλέξασθαι ἐκ τῶν Γραφῶν, ἐπὶ τὴν ἑρμηνείαν τοῦ ἀποστολικοῦ ῥητοῦ χωρήσω· «Ὁ ψυχικός, εἰ καὶ μὴ δέχεται τὰ τοῦ πνεύματος», ἀλλὰ δέξεται· οὐ γὰρ εἶπεν· Οὐ δέξεται, ἀλλ’ «Οὐ δέχεται». Καὶ πάλιν· «Οὐ δύναται γνῶναι»· οὐκ εἶπεν· Οὐ δυνήσεται. Ὥσπερ γὰρ εἴ τις σίδηρον πεπυρακτωμένον ἴδοι, εἴποι ἄν· Οὐ δύναται ψυχρὸς εἶναι, δυνήσεται δέ, οὕτω καὶ ἐπὶ τῶν εἰρημένων· τὸ μὲν γὰρ ἐνεστῶτός ἐστι χρόνου, τὸ δὲ μέλλοντος.
ΙΣΙΔΩΡΩΙ ΕΠΙΣΚΟΠΩΙ ͵αχμʹ Οἱ τοὺς θείους ἢ παραποιῆσαι ἢ παρερμηνεῦσαι χρησμοὺς τολμήσαντες, πάσης ἀπολογίας καὶ συγγνώμης ἔπταισαν μείζονα· τῷ γὰρ νομίζειν σοφώτερόν τι ἐπινενοηκέναι καὶ ἑαυτοὺς καὶ τοὺς πεισθέντας εἰς τὸ τῆς ἁμαρτίας ἔρριψαν πέλαγος. Πολλὰς γὰρ ῥήσεις τῶν ἱερῶν λογίων παρακρουόμενοι, καὶ τοὺς ἀκούοντας ἑλκύσαντες πρὸς ὅπερ ἠθέλησαν, καὶ βιασάμενοι, τοῦ βουλήματος τοῦ νομοθέτου διήμαρτον· οὐ τὰ ἐκείνῳ δόξαντα φράσαντες, ἀλλὰ τὰς ἑαυτῶν βουλήσεις κυρώσαντες.
ΠΑΛΛΑΔΙΩΙ ͵αχμαʹ Ἐπειδὴ μὴ τὸν ἀποστολικὸν κατοπτεύσας νοῦν τὸν ἐν τῷ γράμματι κρυπτόμενον, ἀλλ’ αὐτὸ μόνον θεασάμενος τὸ γράμμα ἄνω καὶ κάτω θρυλλεῖς· «Εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ», ὡς δέον ἐρᾶν τῆς τοιαύτης ἀρχῆς, ἔχω μὲν δι’ ὧν δείξω τὸν Ἀπόστολον μὴ οὕτως εἰρηκέναι ὡς σὺ φῄς, ὅμως δὲ συγχωρήσας ἀνατρέψω τοῦτο.
Ἔστω γάρ, ἐκεῖνος τοιοῦτό τι ἔφρασε· σὺ δι’ ἣν αἰτίαν τὰ καθ’ ἑαυτὸν ἀγνοῶν καὶ μηδὲ σαυτοῦ ἄρξαι δυνηθείς, ἐρᾷς τοιαύτης ἀρχῆς, ἥτις καὶ βασιλείας ἐστὶν οὐ μόνον ὑψηλοτέρα, ἀλλὰ καὶ ἐπιπονωτέρα; Ἢ νομίζεις ἀνεύθυνον εἶναι ἐξουσίαν, ἀλλ’ οὐχ ὑπεύθυνον λειτουργίαν; Ἀλλ’ εἰ καὶ αὐτὸς πάσης ἐπέκεινα μανίας χωρεῖς, ἀλλὰ κἀγὼ μαινοίμην ἄν, εἰ μὴ φαινοίμην σου τὸ πάθος θεραπεῦσαι πειρώμενος. Ἐμοὶ γάρ, ὦ μακάριε, καὶ τὸ «Εἴ τις» φοβερόν ἐστι, καὶ ἐκ βάθρων αὐτὴν κατασείει τὴν ψυχήν· τοῦ γὰρ μεγέθους τῆς ἀρχῆς ἐστιν ἐνδεικτικόν. Εἰ δὲ φαίης· Πῶς;
Εἴποιμι ἄν· Ὅτι οὐκ ἐθάρρησε προστάξαι, οὐδὲ προτρέψαι, οὐδὲ συμβουλεῦσαι· οὐ γὰρ εἶπε· Πᾶς τις ἐπισκοπῆς ὀρεγέσθω—καλῶς γὰρ ποιεῖ· ἦ γὰρ ἂν τὸν σὸν περὶ τὸ πρᾶγμα ἔρωτα ἴσως ἄν τινες ἀπεδέξαντο —ἀλλ’ ἀναρτήσας μέσην τὴν τῆς ἱερωσύνης ἐπιθυμίαν, οὔτε παρορμᾷ ἐπ’ αὐτῇ, ἵνα μὴ τοὺς ἀναξίους ἐπεγείρῃ πράγματι ἀμηχάνῳ καὶ πᾶσαν ὑπερβαίνοντι πολιτείαν τε καὶ ἀξίαν, οὔτ’ ἀπείργει, ἵνα μὴ φευκτὸν καταστήσῃ τὸ πάσης βασιλείας μεῖζον, ἀλλὰ μετέωρον τὴν ἀπόφασιν ἀφεὶς καὶ ἕκαστον τῆς ἑαυτοῦ διανοίας κριτὴν καταστήσας, αὐτὸς οὔτε ἐπιθυμεῖν οὔτε φεύγειν προστάττει, μονονουχὶ βοῶν, καὶ ὀφθαλμοῖς, καὶ ὀφρῦσι, καὶ παντὶ τῷ προσώπῳ, φόβου κέντρα τοῖς ἀκούουσιν ἐνιείς· Ἐγὼ μὲν πρᾶγμα τῆς θείας ἠρτημένον ψήφου τε καὶ χειροτονίας, ἀνθρώπων ἐπιθυμίαις οὐκ ἐκδίδωμι, παραινῶ δὲ καὶ διαμαρτύρομαι ὅτι ὁ τούτου ἐπιθυμῶν ἴστω μὴ τῶν τυχόντων ἐρῶν.
Λειτουργίας γάρ, οὐκ ἀνέσεώς ἐστι τὸ τῆς ἐπισκοπῆς ὄνομα δηλωτικόν. Εἰ δὲ ἀπιστεῖς, τὰ ἑξῆς ἀναγνοὺς γνοίης τὸν ἡμέτερον νοῦν. Δεῖ γὰρ τὸν ἐπίσκοπον ἁπάσαις κομᾶν ταῖς ἀρεταῖς καὶ τὰς ἀλλοτρίας οἰκειοῦσθαι συμφοράς. Οὐ γὰρ ἑαυτῷ, ἀλλὰ τοῖς ἀρχομένοις ζῇ· καὶ ὑπὸ μυρίων ὀφθαλμῶν καὶ γλωττῶν ὁ ἐκείνου βασανίζεται βίος.
ΑΡΑΒΙΑΝΩΙ ΕΠΙΣΚΟΠΩΙ ͵αχμβʹ Χρὴ τὸν παραίνεσιν γράφοντα, ἅτε λαμπρᾶς ἁπτόμενον ὑποθέσεως—οὐδὲν γὰρ λαμπρότερον τοῦ ψυχὴν πεπλανημένην ἐπαναγαγεῖν εἰς τὴν τῆς ἀληθείας ὁδόν—πλεονάζειν μὲν τῷ λόγῳ ὅπου διατρίβειν συμφέρει, παραδηλοῦν δὲ μόνον ἔνθα τούτου εἴη καιρός· καὶ μεθοδεύειν μὲν ὅπου μεταχειρίσεως χρεία, διαρρήδην δὲ λέγειν ὅσα σαφῶς ῥηθῆναι πρεπωδέστατον. Μόλις γὰρ ταύταις ταῖς ἀρεταῖς τοῦ λόγου χρώμενος δυνηθείη ψυχὴν ὑπὸ τῶν παθῶν βεβαπτισμένην ἀνιμήσασθαι.
ΣΥΜΜΑΧΙΩΙ ͵αχμγʹ Ὡς φῄς, εἰ τῶν μὲν καθ’ ἡμᾶς ἡ μεταβολὴ κυρία, τὰ δὲ οὐράνια μεταβολῆς τυγχάνει κρείττονα, δι’ ἣν αἰτίαν, ὦ σοφώτατε, μὴ τῶν μὲν καταφρονῇς, τῶν δὲ ἐκθύμως περιέχῃ, καὶ βεβαιοῖς τοῖς ἔργοις τοὺς λόγους;
ΜΑΡΤΙΝΙΑΝΩΙ, ΖΩΣΙΜΩΙ, ΜΑΡΩΝΙ, ΕΥΣΤΑΘΙΩΙ ͵αχμδʹ Ἴστε ὡς ἄνθρωπος ἀλήθειαν μὲν ἀεὶ πρεσβεύων, κακηγορίαν δὲ ἀποστρεφόμενος, ὃν οὐδὲ παραγράψασθαί τις δυνηθείη, τὴν ὑμετέραν πρώην ἐξεκωμῴδησε φαυλότητα, λέγων ὅτι «Ἐκείνους κακία μὲν ὤδινε, πονηροὶ δὲ καὶ ἀτίθασσοι ἐτιθηνήσαντο δαίμονες. Πᾶσι γὰρ ἀγαθοῖς ἀπεχθάνονται καὶ ἀνθρώποις καὶ πράγμασι. Λυπηρὸν δὲ ἅπαν νομίζουσιν ὁπόσον ἀρετῆς δόξαν ἠνέγκατο. Κατὰ μὲν γὰρ τῶν εὐσεβῶν νεανιεύονται, κατὰ δὲ τῶν σπουδαίων κωμάζουσιν, ὑβρισταὶ ὄντες καὶ ἀτάσθαλοι, καὶ κόρον τῶν κακῶν οὐκ εἰδότες.» Ἐγὼ δὲ ἀκούων, οὔτε ἐπιστομίσαι αὐτὸν ἠδυνάμην—πάντες γὰρ οἱ παρόντες ὡς ἀληθῆ αὐτὸν ἐκρότουν—οὔτε παντελῆ σιωπὴν ἤσκησα. Ἀλλ’ εἰπὼν αὐτῷ· «Πιστεύω ὡς παλινῳδίαν ᾄσεις· οὐ γὰρ οὕτως εἰσὶν ἀνάλγητοι ὡς ἑλέσθαι τοσούτοις ἐμπαρῆναι μέχρι τέλους κακοῖς», ἐπὶ τὸ χαράξαι τὰ γράμματα ταῦτα παρῆλθον.
Ὑμεῖς οὖν ἂν εἴητε δίκαιοι ἤδη σκέψασθαι περὶ ἑαυτῶν ὅπως, εἰ καὶ τῆς κρίσεως ὑμῖν λόγος οὐδείς, τὴν τοιαύτην ἀδοξίαν ἀποτρίψησθε.
ΕΡΜΗΣΑΝΔΡΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ ͵αχμεʹ Ὁ συναλγεῖν μὲν δοκῶν ταῖς συμφοραῖς, δυνάμενος δὲ ἐπανορθοῦν, καὶ παραιτούμενος, σημεῖον μέγιστον καθ’ ἑαυτοῦ ἐκφέρει τοῦ μὴ συναλγεῖν, ἀλλὰ χρηστότητα ὑποκρίνεσθαι τῷ μὴ βεβοηθηκέναι. Εἰ γάρ, φέρε εἰπεῖν, κύριος ὢν τοῦ λῦσαι τὸν τοῦ πένητος λιμόν, δέον λῦσαι καὶ ἀπαλλάξαι κἀκεῖνον συμφορᾶς καὶ ἑαυτὸν λύπης, συναλγεῖν προσποιεῖται, οὐ φιλάνθρωπός ἐστιν, ἀλλὰ φιλανθρωπίαν ὑποκρίνεται.
ΙΕΡΑΚΙ ΛΑΜΠΡΟΤΑΤΩΙ ͵αχμϛʹ Πολλοὶ τῶν ἀνθρώπων ἢ διὰ βραδυτῆτα γνώμης ἀνιχνεῦσαι τὸ δίκαιον οὐχ οἷοί τέ εἰσιν, ἢ ἀνιχνεύσαντες προδιδόασιν. Ἢ γὰρ ἀνάνδρως φοβηθέντες, ἢ διὰ καπηλείαν πεπρακότες, ἢ διὰ φιλίαν αἰδεσθέντες, ἢ ὑπ’ ἔχθρας ἐρεθισθέντες, τὴν ὀρθὴν οὐ φέρουσι ψῆφον. Χρὴ οὖν τὸν μέλλοντα δικάσαι πρῶτον μὲν συνέσει κομᾶν, ἵνα μὴ διαλάθῃ τὸ θήραμα, ἔπειτα δὲ καὶ ἀνδρείᾳ, καὶ καθαρότητι, καὶ δικαιοσύνῃ, καὶ ἀμνησικακίᾳ κεκοσμῆσθαι, ἵνα μὴ θηρευθὲν προδοθείη.
ΕΠΙΜΑΧΩΙ ΑΝΑΓΝΩΣΤΗΙ ͵αχμζʹ Γέγραφας τί ἐστι τὸ τῷ Παύλῳ εἰρημένον· «Εἴ τις δοκεῖ ἐν τῷ αἰῶνι τούτῳ σοφὸς εἶναι, μωρὸς γενέσθω ἵνα γένηται σοφός.» Ἄκουε τοίνυν συντόμως. Ἡ οἴησις προκοπῆς ἐστιν ἐκκοπή. Ὥστε κενῶσαι χρὴ τὸν ὄγκον καὶ τὴν φλεγμονήν—τοιοῦτον γὰρ ἡ ἑλληνικὴ σοφία, οὐδὲν ἔχουσα στερέμνιον οὐδὲ στεγανόν—καὶ οὕτως ἐμπλησθῆναι τῆς θείας παιδεύσεως. Εἰ γὰρ μὴ τὸ φύσημα κενωθείη, ἡ στερεὰ διαφθαρήσεται τροφή. Εἰ δὲ βούλει, καὶ διὰ παραδείγματος χωρήσει ὁ λόγος. Ὅνπερ γὰρ τρόπον ἐπὶ τοῦ σώματος, ἐὰν πνεῦμα πολὺ καὶ κενὸν ἐν τῇ γαστρὶ οἰκήσῃ, λυμαίνεται τῇ πέψει, οὕτω καὶ ἀπόνοια, ἐὰν ἀποκλείσῃ τῷ θείῳ λόγῳ τὴν εἴσοδον, λυμαίνεται τὴν ὑγίειαν τῆς ψυχῆς. Μεγίστη δὲ ὑπόθεσις ὑγιείας ταπεινοφροσύνη, ἣν καὶ ἡ φύσις ἡμᾶς γεγωνὸς διδάσκει βοῶσα, κόνις καὶ τέφρα τυγχάνουσα καὶ τὸ φρύαγμα τῶν ἀλαζονείαν νοσούντων δι’ αὐτῶν τῶν πραγμάτων καταστέλλουσα.
ΘΕΩΝΙ ΣΧΟΛΑΣΤΙΚΩΙ ͵αχμηʹ Αὐτὸς μὲν λίαν ἔφης θαυμάζειν πῶς ὁ Ἀχαάβ, καίτοι προμαθὼν τὸν ἑαυτοῦ θάνατον, διαφυγεῖν οὐκ ἠδυνήθη. Ἐγὼ δὲ οὐ θαυμάζω· οὐδὲ γὰρ διαφυγεῖν οἷόν τε τὴν δίκην. Κλέπτουσα γὰρ τὰς τῶν κλέπτειν αὐτὴν πειρωμένων φρένας, τοὺς βουλομένους αὐτὴν ἐκκλῖναι εἰς τὰ ἑαυτῆς δίκτυα δι’ ὧν μηχανῶνται ἐμπίπτειν παρασκευάζει.
ΤΩΙ ΑΥΤΩΙ ͵αχμθʹ Δυνατόν, ὦ βέλτιστε, κρείττονα γενέσθαι πειρασμοῦ τὸν φιλάρετον. Γίνεται δὲ ὑψηλότερος πειρασμοῦ καὶ λύει αὐτόν, οὐκ ἐν τῷ κωλύειν παντελῶς ἰέναι—πολλάκις γὰρ ὁ Θεὸς συγχωρεῖ δοκιμασθῆναι—ἀλλ’ ἐν τῷ ἀνδρείως φέρειν τὰ συμπίπτοντα. Χρὴ γὰρ λύειν τὸν πειρασμόν, εἰ καὶ ἄλυτος εἶναι δοκοίη, διὰ σοφίας καὶ ἀρετῆς, οὐ διὰ προγνώσεως· λύει δὲ δι’ ἀρετῆς καὶ σοφίας, οὐ τῷ πάντη κωλύειν, ἀλλὰ τῷ συνεθίζειν γενναίως φέρειν τὰ συνεμπίπτοντα. Εἰ γὰρ καὶ βαρὺ τὸ πρᾶγμα, ἀλλ’ ἰᾶται τὴν βαρύτητα διὰ τῆς φρονήσεως, μετρίως φέρειν δυνάμενος τὰ λυπηρά. Ἴασις γὰρ τῶν οὐκ ἐφ’ ἡμῖν ἡ ἐν ἡμῖν φιλοσοφία. Καὶ λύσις τῶν ἀναγκαίων, εἰ καὶ καθ’ ἑαυτὰ ἄλυτά τισιν ἔδοξεν εἶναι, ἡ ἐν μὲν τοῖς δεινοῖς ἀνδρεία, ἐν δὲ τοῖς δεξιοῖς—καὶ γὰρ καὶ ταῦτα δοκιμασίας ἕνεκεν πολλάκις δίδοται—μεγαλοψυχία.
ΤΩΙ ΑΥΤΩΙ ͵αχνʹ Τὸν μέλλοντα ἀπολαύειν τῆς ἀηττήτου συμμαχίας τοιαῦτα αἰτεῖν χρὴ ἃ καὶ τὸν τοῦ δικαίου λόγον ἔχει, ἵνα τῇ φύσει τῆς αἰτήσεως τὴν ῥοπὴν ἐπισπάσηται· τοῖς γὰρ ἐξ εἰρωνείας καὶ διὰ πλεονεξίαν καλοῦσιν οὐκ ἐπιφοιτᾷ ἡ αὐτόκλητος τοῖς ἀδικουμένοις ἐπιφοιτῶσα.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.