Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσίδωρος ὁ Πηλουσιώτης – Ἐπιστολαί

Ἰσίδωρος ὁ Πηλουσιώτης

Επιστολές 1671-1700

Ερμηνείες γραφικών χωρίων, παραινέσεις περί ταπεινοφροσύνης και δικαιοσύνης, και τελικές υποθήκες για τη σημασία της θείας χάριτος και της μελλοντικής δόξας των εναρέτων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσίδωρος ὁ Πηλουσιώτης

—

Κεφάλαιο 14 από 14

ΑΓΑΘΟΔΑΙΜΟΝΙ ΓΡΑΜΜΑΤΙΚΩΙ ͵αχοαʹ Ἡ παίδευσις τὸν μὲν ὀξὺν ἄκρον ποιεῖ, τὸν δὲ βραδὺν ἀμείνονά πως ἑαυτοῦ καθίστησιν. Ὥσπερ γὰρ οὐ πάντες οἱ ἐν παιδοτρίβου γυμνασθέντες ἀθληταὶ ἀποτελοῦνται, οὕτως οὐδὲ πάντες οἱ ἐν μουσείοις φοιτήσαντες ῥήτορες· ταῖς γὰρ εὐφυΐαις καὶ ταῖς δυνάμεσιν αἱ μελέται προσομιλοῦσαι ἄκρους ἀποτελοῦσιν. Εἰ δὲ μήτε ἀλκὴν μήτε εὐφυΐαν εὕρωσιν, ἀσκοῦσι μὲν τῶν μὲν τὰς ψυχάς, τῶν δὲ τὰ σώματα, οὐ μὴν ἀοιδίμους αὐτοὺς δημιουργοῦσιν.

ΙΣΙΔΩΡΩΙ ΕΠΙΣΚΟΠΩΙ ͵αχοβʹ Ἐπειδὴ εἰκότως νομίζων τὴν θείαν ἀρετὴν ἀνέφικτον καὶ ἀμίμητον, γέγραφας θαυμάζων πῶς ὁ Σωτὴρ καὶ τὸν Πατέρα καὶ ἑαυτὸν μιμεῖσθαι ἡμᾶς παρακελεύεται, φημὶ ὅτι εἰκότως τὰ πράγματα ἀπὸ τῶν μειζόνων λαμβάνει τὰ παραδείγματα, ἵνα κἂν τοῦ ἐλάττονος ἐφικοίμεθα. Εἰ γὰρ καὶ ἀμίμητος ἡ δεσποτικὴ ἀρετή, ἀλλ’ οὖν γε ὅταν κατὰ δύναμιν μιμεῖσθαι αὐτὴν σπουδάζωμεν, τῆς μιμήσεως οὐκ ἀπολειφθησόμεθα. Ὥσπερ γὰρ οἱ γραμματισταὶ λαμβάνοντες τὴν γραφίδα, τοῖς παισὶ μετὰ πολλοῦ τοῦ κάλλους τὰ στοιχεῖα γράφουσιν ἵνα κἂν πρὸς τὸ καταδεέστερον ἔλθωσι τῆς μιμήσεως, οὕτω καὶ ἡ θεία χάρις ὑποδείγματα ἡμῖν ἀρετῆς προὔθηκεν ἵν’ ὡς ἐφικτὸν μιμησώμεθα. Μὴ τοίνυν τὸ μὴ ἄκρως δύνασθαι μιμεῖσθαι, τοῦ ἐνδεχομένου ἡμᾶς ἀποσοβείτω, ἀλλὰ τοῦτο μάλιστα μέγα ἡμῖν φαινέσθω τὸ ἠξιῶσθαι μερικῶς μιμήσεως θείας εἰκόνος ἐντὸς γενέσθαι.

ΓΕΝΝΑΔΙΩΙ ͵αχογʹ Εἰ καὶ παράδοξόν σοι εἶναι δόξει τὸ λεχθησόμενον, ἀλλ’ ὁμῶς εἰρήσεται· φημὶ γὰρ ὅτι ἡ κενοδοξία ἀπὸ ψυχῆς ταπεινῆς καὶ εὐτελοῦς τίκτεται, ἡ δὲ ὑπεροψία τῶν ἐπαίνων καὶ ἡ καταφρόνησις ἀπὸ μεγαλοφυοῦς, μᾶλλον δὲ ὑπερφυοῦς. Ἡ μὲν γὰρ θαυμάζει τὸν χόρτου δίκην μαραινόμενον τῶν ἀνθρώπων ἔπαινον, ἡ δὲ ἀποστρέφεται· ἡ μὲν μεγίστην ἡγεῖται τὴν πεπλανημένην καὶ ἐσφαλμένην τῶν πολλῶν ψῆφον, ἡ δὲ εὐτελεστάτην.

Ὅτι δὲ ταῦθ’ οὕτως ἔχει, ἔρεσθαί σε βούλομαι. Τί νομίζεις εἶναι τοὺς πολλοὺς οἷς οὐδεὶς περὶ ἀρετῆς λόγος; Εὔδηλον ὅτι ῥᾳθύμους καὶ οὐδενὸς λόγου ἀξίους. Ὅπερ γὰρ αὐτοὶ περὶ τῆς ἀρετῆς ψηφίζονται, τοῦτο τοὺς σοφοὺς δίκαιον ἂν εἴη περὶ αὐτῶν ψηφίζεσθαι. Ἕλοιο τοίνυν κατ’ ἐκείνους γενέσθαι; Οὐ κἄν μοι δοκεῖς. Πῶς οὖν οὐ κομιδῇ σχέτλιον, μᾶλλον δὲ γελοῖον, τὴν τούτων θηρᾶσθαι δόξαν ὧν οὐκ ἂν ἕλοιο γενέσθαι παραπλήσιος; Εἰ δὲ φαίης ὅτι οἱ πολλοὶ κατὰ ταὐτὸν συνεστηκότες ἀξιόπιστον ἔχουσι τὴν ψῆφον, αὐτὸ τοῦτο λέξεις δι’ ὃ καταφρονεῖσθαι ὀφείλουσιν. Οἱ γὰρ καθ’ ἑαυτοὺς ὄντες εὐκαταφρόνητοι, πολλῷ μᾶλλον συγκροτηθέντες τοῦτο πείσονται. Ἡ γὰρ ἑκάστου ἄνοια ὁμοῦ συναχθεῖσα, μείζων ὑπὸ τοῦ πλήθους αὐξηθεῖσα γίνεται. Διὸ καὶ καθ’ ἕνα μὲν ἄν τις αὐτῶν καὶ διορθώσειεν, εἰ λάβοι ποτέ· ὁμοῦ δὲ ὑπάρχοντας οὐκ ἂν δυνηθείη, διὰ τὸ τὴν ἄνοιαν ἐπὶ τὸ μεῖζον αἴρεσθαι, καὶ ταῖς παρ’ ἀλλήλων δόξαις συγκροτεῖσθαι.

ΤΩΙ ΑΥΤΩΙ ͵αχοδʹ Οὐκ ἔστιν ὁ φιλόδοξος κενόδοξος· ὁ μὲν γὰρ ἀρετὴν ἀσκῶν, ὁ δὲ μὴ ἀσκῶν δόξαν θηρᾶται· καὶ ὁ μὲν τῆς προσηκούσης, ὁ δὲ τῆς μηδαμόθεν αὐτῷ προσηκούσης ὑπολήψεως ἐφίεται· ὁ μὲν οἰκείῳ κάλλει σεμνύνεται, ὁ δὲ ἀλλοτρίῳ καλλωπίζεσθαι βούλεται· ὁ μὲν τοῖς οἰκείοις θησαυροῖς μέγα φρονεῖ· ὁ δὲ τοῖς μηδαμῶς αὐτῷ προσήκουσιν· ὁ μὲν δικαίως, ὁ δὲ ἀδίκως τιμᾶσθαι βούλεται.

Ὁ μὲν οὖν πρῶτος, εἰ καὶ μὴ τέλειός ἐστι—χρὴ γὰρ καὶ ἀρετὴν ἀσκεῖν καὶ δόξης μὴ ὀρέγεσθαι—ἀλλ’ οὖν γε τοῦ δευτέρου κρείττων ἐστί, καὶ τοσοῦτον αὐτοῦ πλέον ἀπέχει ἢ ὅσον τοῦ τελείου αὐτὸς ἀπολείπεται· μᾶλλον δέ, εἰ χρὴ τὸ ἀκριβὲς εἰπεῖν, οὐδὲ παραβάλλεσθαι πρὸς ἐκεῖνον ἂν εἴη δίκαιος τὸν μηδὲν μὲν πράξαντα χρηστόν, τῆς δὲ ἐπὶ τῷ πεπραχέναι ἀντιποιησάμενον δόξης, ἀλλὰ πρὸς ἐκεῖνον τὸν καὶ πεπραχότα καὶ τῆς ἐπὶ τῷ πεπραχέναι καταφρονήσαντα δόξης.

ΤΩΙ ΑΥΤΩΙ ͵αχοεʹ Οὐκ ἔστι μεγαλοψυχία ἡ φιλοτιμία, ὡς ἔφης· ἡ μὲν γὰρ πάντα μὲν τὰ δυσχερῆ γενναίως, πάντα δὲ τὰ τοὺς ἄλλους φυσῶντα μετρίως φέρει· ἡ δὲ πρὸς δόξαν μόνον ὁρᾷ. Καὶ ἡ μὲν ἀρκεῖται ἑαυτῇ καὶ μηδενὸς ἐπαινοῦντος, ἡ δὲ ἐὰν μὴ ἔχῃ τοὺς ἐγκωμιάζοντας, οὐδὲ καλόν τι δρᾷ.

Ἡ μὲν εἶναι, ἡ δὲ δοκεῖν ἀρίστη βούλεται· ἡ μὲν δι’ αὐτὸ τὸ ἀγαθόν, ἡ δὲ διὰ τιμὴν ἀσπάζεται· ἡ μὲν εὐεργετεῖ, μέγιστον εἶναι χρῆμα τὴν εὐποιΐαν ἡγουμένη, ἡ δὲ διὰ δόξαν ἐλεεῖ. Ὅσῳ οὖν κρείττων ὁ αὐτὸ τὸ ἀγαθὸν δι’ αὐτὸ δρῶν τοῦ δρῶντος μέν, ἐπὶ μισθῷ δὲ τοῦτο ποιοῦντος, τοσοῦτον καὶ ἡ μεγαλοψυχία τῆς φιλοτιμίας, εἰ καὶ δοκεῖ τὰ αὐτὰ δρᾶν, διενήνοχεν.

ΣΕΡΗΝΩΙ ΤΡΙΒΟΥΝΩΙ ͵αχοϛʹ Εἰ πάντα τὰ ὀνόματα τὰ τῇ θείᾳ καὶ ἀκηράτῳ περιαπτόμενα φύσει ὑπερβαίνει τὰ μέτρα τῆς ἀνθρωπότητος, ἐν τῷ κατὰ φύσιν ἡμῖν καὶ δυνατῷ τὸ Θεῖον μιμεῖσθαι πρεπωδέστατον. Τί δὲ τοῦτό ἐστιν; Ἡ ταπεινοφροσύνη.

Τί γὰρ ἔχομεν τοιοῦτο ὃ καὶ ἐπᾶραι ἡμᾶς εἰς ἀλαζονείαν δεινὸν ὑπάρχει; Κατὰ μὲν τὸν πατριάρχην, «Γῆ ἐσμεν καὶ σποδός», κατὰ δὲ τὸν νομοθέτην, χοῦς, καὶ κατὰ μὲν τὸν Μελῳδόν, ποτὲ μὲν σκώληξ, ποτὲ δὲ χόρτος, κατὰ δὲ τὸ σκεῦος τῆς ἐκλογῆς, ταλαιπωρία· οἷς γὰρ ἑαυτὸν οἰκτίζεται, πάσης τῆς ἀνθρωπότητος καταψηφίζεται.

Διατί μὴ ἐν ᾧ ἡ τῆς φύσεως ἡμᾶς ἀνάγκη κατείργει, ἐν τούτῳ «Τὸν ἐν μορφῇ Θεοῦ ὑπάρχοντα καὶ ἑαυτὸν ταπεινώσαντα μιμησώμεθα»; Πᾶσαν τοίνυν παρὰ φύσιν ἡμῖν ὑπάρχουσαν φλεγμονὴν καταστείλαντες, τὴν ταπεινοφροσύνην τὴν τῇ φύσει καὶ συνυπάρχουσαν καὶ σύντροφον ἀσκήσωμεν.

ΜΑΡΚΙΑΝΩΙ ͵αχοζʹ Δύσκολον εἶναί μοι δοκεῖ τὸν παραινοῦντα τῷ ἃ μὴ θέμις δρῶντι μὴ εἰς ἀπρεπεῖς ἐκπίπτειν λόγους· ἃ γὰρ μὴ πράττειν θέμις, οὐδὲ λέγειν θέμις. Τί οὖν ποιητέον; Ἂν μὲν γὰρ σεμνῶς εἴπῃς, οὐ δυνήσῃ καθάψασθαι τοῦ ἐνόχου τοῖς λεγομένοις ὄντος, ἂν δὲ βουληθείης καθικέσθαι σφοδρῶς, ἀνάγκην ἔχεις ἀπαμφιάσαι καὶ τὸ παραπέτασμα ἀνελεῖν. Διὸ καὶ ἐπαινεῖται ὁ εἰρηκώς· «Φοβοῦμαι μὴ τὰ προσήκοντα περὶ σοῦ λέγων, εἰς οὐ προσήκοντας ἐμαυτῷ λόγους ἐμπέσω.» Οὐκοῦν μέσην τινὰ χώραν βαδιστέον δι’ ἧς μήτε ἑαυτόν τις αἰσχύνῃ λέγων ἃ μὴ δεῖ, μήτε ἐκεῖνον ἀνωφελῆ καταλείψῃ.

ΘΕΟΔΟΣΙΩΙ ΕΠΙΣΚΟΠΩΙ ͵αχοηʹ Τὴν ἄνοιαν, μᾶλλον δὲ τὴν ἀπόνοιαν, ὦ μακάριε, τῶν ἑαυτοὺς ἐπιρριπτόντων ἀμηχάνῳ πράγματι ἢ ῥᾳδίως αὐτὸ καταδεχομένων κωμῳδήσας, οὐκ οἶδ’ ὅπως ἐκεῖνο παραλέλοιπας ὃ μάλιστα αὐτὴν δείκνυσι. Τί οὖν ἐστι τοῦτο;

Οὐ πάντες ἄνθρωποι τοῖς αὐτοῖς νοσήμασιν ἑάλωσαν, οὐδὲ πάντες τῇ αὐτῇ θεραπείᾳ εἴκουσιν, ἀλλὰ πολλῶν ὄντων καὶ ποικίλων καὶ παντοδαπῶν τῶν παθῶν, τὰ βοηθήματα πλείονα εἶναι ὀφείλει καὶ ποικιλώτερα. Εἰ δὲ θορυβεῖ σε τὸ εἰρημένον, μικρὸν ἀνάμεινον, καὶ ὁ νῦν σε κατέχων θόρυβος εἰς τὸ ἐκείνους πλέον ταλανίσαι μεταπεσεῖται.

Πολλῶν γὰρ καὶ παντοδαπῶν ὄντων τῶν ἀρρωστημάτων, πρῶτον μὲν ἄνθρωπον ὄντα χαλεπὸν συνιδεῖν, ἔπειτα δὲ καὶ μαθόντα, τὸ εἰδέναι ποῖον ἁρμόττει φάρμακον. Οὐ γὰρ πᾶσι τὰ αὐτὰ ἁρμόττει βοηθήματα, οὐδὲ πάντες τοῖς αὐτοῖς θεραπεύονται· ὃ γὰρ τοῦτον ὠφέλησεν, ἄλλον ἔβλαψε· καὶ τὸ ἄλλῳ κατάλληλον, ἕτερον ἐπέτριψε· καὶ ἵνα μὴ δόξαιμί σοι παράδοξά τινα λέγειν, ἀπαμφιάσω τὸ λεγόμενον. Οὐχ οἱ λόγῳ ἀγόμενοι καὶ παραδείγματι σωφρονίζονται· ἀλλ’ οἱ μὲν τούτῳ, οἱ δὲ ἐκείνῳ εἰς βελτίονα κατάστασιν ἄγονται. Οὐδὲ οἱ κέντρων δεόμενοι, οὗτοι καὶ χαλινῶν ἀνέχονται· ἀλλ’ οἱ μὲν νωθεῖς καὶ δυσκίνητοι πρὸς τὸ καλόν, τῇ λογικῇ πληγῇ διεγείρονται, οἱ δὲ θερμότεροι τοῦ δέοντος καὶ δυσκάθεκτοι, καὶ καθάπερ πῶλοι πόρρω τῆς νύσσης ὁρμῶντες, τῷ ἄγχεσθαι καὶ ἀνακόπτεσθαι ὠφελοῦνται. Οἱ μὲν ἐπαίνοις, οἱ δὲ ψόγοις σωφρονίζονται, εἰ ἀμφότερα καιρίως γένοιτο· εἰς τοὐναντίον δὲ μεταπεσεῖται, εἰ ἔξω τῶν καιρῶν φέροιντο. Οἱ μὲν γὰρ παρακλήσει εἴκουσιν, οἱ δὲ ἐπιτιμήσει. Οἱ μὲν ἐν συλλόγοις ἐλεγχόμενοι, οἱ δὲ ἐν παραβύστῳ νουθετούμενοι ἀποτρίβονται τὰ ἐλαττώματα· φιλοῦσι γὰρ οἱ μὲν καταφρονεῖν τῶν ἰδίᾳ λεγομένων, δημοσίᾳ καταγνώσει σωφρονιζόμενοι, οἱ δὲ πρὸς τοὺς δημοσίους ἐλέγχους μᾶλλον ἀποδύεσθαι καὶ τὴν αἰσχύνην ἀποσείεσθαι, τῷ τῆς ἐπιτιμήσεως μυστηρίῳ παιδοτριβούμενοι καὶ ἀμειβόμενοι τῇ εὐπειθείᾳ τὴν συμπάθειαν.

Τοὺς μὲν κατὰ πάντα παρατηρεῖν προσήκει, ὅσους τὸ οἴεσθαι λανθάνειν, ἐπειδὴ τοῦτο μηχανῶνται, ὡς σοφωτέρους ἐφύσησε· τῶν δ’ ἔστιν ἃ καὶ παρορᾶν χρή, ἵνα μὴ πρὸς ἀναλγησίαν ἐρεθίζωνται καὶ τελευτῶντες πρὸς ἅπαντα γένωνται ἀκάθεκτοι, τὸ μέγιστον εἰς πειθὼ φάρμακον τὴν αἰδὼ ἀποτριψάμενοι. Καὶ ὀργίζεσθαι δέ τισι χρὴ οὐκ ὀργιζομένους, καὶ ὑπερορᾶν οὐχ ὑπερορῶντας, καὶ ἀπογινώσκειν οὐκ ἀπογινώσκοντας· καὶ ἄλλους μὲν ἐπιεικείᾳ θεραπεύειν, ἄλλους δὲ χωρισμῷ· καὶ τοὺς μὲν νικᾶν, τῶν δὲ καὶ ἡττᾶσθαι δοκεῖν, ὅσοις τοῦτο λυσιτελεῖ.

Τοσούτων οὖν ὄντων καὶ τῶν ἀρρωστημάτων καὶ τῶν βοηθημάτων, καὶ πάντων μὴ τοῖς αὐτοῖς εἰκότων, ἀλλὰ καὶ τοὐναντίον εἰς χείρονα πλημμελήματα ἐρεθιζομένων, τίς μὴ τῷ θείῳ Πνεύματι τὴν ψυχὴν φωτισθείς, ἢ εἰδέναι ἢ ἐπαρκέσαι δυνήσεται; Ἀλλ’ ἴσως ἐπειδὴ ἀρχὴν αὐτὴν ἁπλῶς εἶναι νομίζουσιν ἐπιπηδᾶν αὐτῇ τολμῶσι, μήτε τὴν δυσχέρειαν ἐννοοῦντες μήτε τῆς δεσποτικῆς φωνῆς ἀκούοντες, οὕτω τὸ σπάνιον ἐνδεικνυμένης, ὡς καὶ ἐπαπορητικῇ χρήσασθαι λέξει· «Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος ὃν καταστήσει ὁ Κύριος ἐπὶ τῆς οἰκετίας αὐτοῦ;»

ΕΡΜΙΝΩΙ ΚΟΜΗΤΙ ͵αχοθʹ Εἰώθασι πολλοὶ τῷ ἐκ τῆς ἄγαν ἀρετῆς λαμπρυνομένῳ φθονεῖν· ἐπαχθῆ γὰρ καὶ φορτικὸν ἡγούμενοι τὸν μὴ τὰ αὐτὰ αὐτοῖς δρῶντα, ἀλλ’ ἀπὸ τῶν καλλίστων προνομιῶν ἐναβρυνόμενον, ἅτε τὸν σφῶν βίον ἐλέγχοντα, ταῖς κακηγορίαις καὶ ταῖς ἐπιβουλαῖς βάλλουσιν, ὃν καὶ ζηλοῦν καὶ στεφανοῦν ὤφειλον.

ΑΝΔΡΟΜΑΧΩΙ ΚΟΜΗΤΙ ͵αχπʹ Λίαν τῆς σῆς καταψηφίζομαι ἀβελτηρίας, ὅτι οὐκ αὐτὴν καθ’ ἑαυτὴν κρίνει τὴν θείαν θρησκείαν, ἀλλ’ ὑπὸ τῆς ἐνίων πονηρίας αὐτὴν κακίζει. Τί γὰρ ἐκείνη ἠδίκησεν, εἰ Ζώσιμος, καὶ Μάρων, ὡς φῄς, καὶ Εὐστάθιος ἀτόλμητα τολμῶντες, σεμνυνόμενοί τε ἐφ’ οἷς ἐπαισχύνεσθαι δίκαιον, πάντας τε ἀποκρύψαντες τοὺς ἐπὶ κακίᾳ βεβοημένους, καὶ μηδὲ ἐν τοῖς λαϊκοῖς εἶναι ὀφείλοντες εἰς κλῆρον δοκοῦσί τε; Διὰ τί δὲ μὴ ἀπὸ τῶν κατορθούντων αὐτὴν ἀνακηρύττῃς, ἀλλ’ ἀπὸ τῶν πταιόντων διασύρεις; Καὶ δοκεῖς εὐπρόσωπον ῥᾳθυμίαν τεθηρευκέναι τοῦ μὴ δύνασθαι δι’ αὐτοὺς τῇ θειοτάτῃ προσελθεῖν φιλοσοφίᾳ; Εἰ δὲ οὐ βούλει ἀπὸ τῶν διαλαμπόντων τὴν ψῆφον ἐνεγκεῖν, αὐτὸ τὸ πρᾶγμα καθ’ ἑαυτὸ βασάνισον, καὶ ὄψει αὐτὸ τοσούτων ἐπαίνων ἄξιον ὡς καὶ τοὺς λίαν ῥητορικωτάτους ἀπαγορεῦσαι, εἰ δεήσειεν αὐτοῦ ἐγκώμιον ὑφῆναι. Μεῖζον γάρ ἐστιν ἢ ὡς ἂν λόγῳ τις εἴποι. Εἰ δὲ μήτε αὐτὸ καθ’ ἑαυτὸ ἐξετάσειας, μήτε ἐκ τῶν εὐδοκίμων αὐτῷ ψηφίσαιο, ἀλλ’ ἐκ τῶν πταιόντων κακίσαι τολμήσειας, οὔτε δίκαια ποιήσειας οὔτε εἰκότα. Εἰ δὲ ἐκεῖνο ἀποδεχόμενος, ἀγανακτοίης κατὰ τῶν οὐ δεόντως αὐτῷ χρωμένων, εὐγνώμονος καὶ φρονίμου ἀνδρὸς ἀποίσει δόξαν, τῷ μὴ τὰ τῶν πταιόντων πλημμελήματα εἰς πρᾶγμα τρέπειν θεῖον καὶ δίκαιον, καὶ ἐκδικήσεως τυχεῖν διὰ τὴν τῶν παρανόμως αὐτὸ μετιόντων παράνοιαν.

ΘΕΟΔΩΡΩΙ ΣΧΟΛΑΣΤΙΚΩΙ ͵αχπαʹ Αἱ μὲν τῶν περιπιπτόντων ταῖς συμφοραῖς ἀρεταὶ τὰ πάθη διπλασιάζειν εἰώθασι. Τῷ γὰρ ἀνάξια ὧν κατώρθωσαν πεπονθέναι τοὺς ἀκροωμένους παρασκευάζουσι μεγίστης ἐμπλησθῆναι λύπης. Διὸ καὶ αἱ τραγῳδίαι τὸν οἶκτον διεγείρουσιν, ὅταν ἀνήκεστα πεπονθότας τοὺς ἀρίστους εἰσάγουσιν. Ἀλλὰ ταῦτα μὲν παρ’ ἐκείνοις θρυλείσθω τοῖς ἕως τῶν τῇδε νομίζουσιν εἶναι τὰ ἀνθρώπινα πράγματα.

Λελήθασι γὰρ ἐφ’ οἷς ἥδεσθαι προσῆκον ἦν, ἐπὶ τούτοις ἀχθόμενοι. Ἡμεῖς δὲ οἱ πρὸς ἄλλην βίου κατάστασιν τὸ ὄμμα τῆς ψυχῆς εἰκότως τείνοντες, ἴσμεν ἀκριβῶς ὅτι οὐ τοῦ ταλανίζεσθαι οἱ φιλάρετοι ἄξιοι, ὅταν τι πάθωσι δεινόν, ἀλλὰ τοῦ μακαρίζεσθαι καὶ ἀνακηρύττεσθαι. Λαμπρότεροι γὰρ αὐτοῖς διὰ τούτων κατασκευάζονται οἱ τῆς εὐδοκιμήσεως στέφανοι.

ΑΣΚΛΗΠΙΩΙ ΣΟΦΙΣΤΗΙ ͵αχπβʹ Ἀνεγνώσθη σου ὁ λόγος ὅν μοι ἀπέστειλας. Καὶ θαυμασθεὶς τῆς δεινότητος, οὐκ ἔλαθες κλέψας τὸ κολακευτικὸν τῷ δοκεῖν συμβουλῆς προσχήματι συγγεγραφέναι. Ἐπειδὴ γὰρ δόξαν κολακείας ἔχει τὸ ἐπαινεῖν τοὺς μεγάλα δυναμένους, ἄλλην ὑπόθεσιν πεποίηκας καὶ ἄλλην εἰργάσω.

Ὡς γὰρ δεῖξαι βουλόμενος τὴν αἰτίαν δι’ ἣν ἐπιτήδειός ἐστιν ἡγεῖσθαι, οὕτω τὸ ἐγκώμιον ἐπλήρωσας. Τὴν γνώμην οὖν οὐκ ἀποδεξάμενοι τὴν τέχνην ἐθαυμάσαμεν.

ΔΩΡΟΘΕΩΙ ΔΙΑΚΟΝΩΙ ͵αχπγʹ Τὸν ἀοίδιμον σταυρὸν δίκαιον προσειπεῖν, οὐ μόνον γῆς, ἀλλὰ καὶ οὐρανῶν ἔρεισμά τε καὶ ἀγλάϊσμα. Τὴν γὰρ κτίσιν πᾶσαν ἀνέσχε, τοῖς μὲν ὑπερκοσμίοις χαράν, τοῖς δ’ ἐπιγείοις ἐλευθερίαν πρυτανεύσας, καὶ τὰ διεστῶτα συνάψας.

ΕΠΙΜΑΧΩΙ ΑΝΑΓΝΩΣΤΗΙ ͵αχπδʹ Ἀπημφίασε μὲν ὁ κοινὸς ἁπάντων ἐχθρός, ἅτε δὴ τυραννίδα νοσῶν, τὸ ἀνθρώπινον γένος τῶν προσόντων αὐτῷ ἐμφύτων πλεονεκτημάτων, καὶ τῇ ἐναντίᾳ τῆς ἀρετῆς περιέστειλε πολιτείᾳ, τὴν τῶν ἀνθρώπων γνώμην ὑπήκοον δεξάμενος. Οὐ γὰρ ἂν τοσαύτην ῥώμην εἶχε καθ’ ἑαυτόν, εἰ μὴ ὑπὸ τῆς τῶν ἀπατηθέντων ῥᾳθυμίας κομιδῇ ἐπερρώσθη. Ἀλλ’ ἐπειδὴ ἔδει φιλανθρωπίᾳ τοῦ Δημιουργοῦ ἐνδύσασθαι πάλιν τὰ τῆς ἀρετῆς ὅπλα, δεῦρ’ ἐπεφοίτησεν ὁ Θεὸς Λόγος, καὶ ὑφηνάμενος ἡμῖν τὴν ἀγάπην, ὥσπερ ἀγγελικὴν στολήν, τὰ πάντα ἐν αὐτῇ ἐτεκτήνατο. Τὰ γὰρ κατ’ εἶδος ἀπαριθμούμενα τῶν ἀρετῶν κατορθώματα μία γενικὴ ἀρετὴ περιέλαβεν ἧς ἀγάπη ἐστὶ τοὔνομα.

ΤΩΙ ΑΥΤΩΙ ͵αχπεʹ Ἐπειδὴ ἔφης· Διὰ τί ὁ τὰ πέντε τάλαντα λαβὼν καὶ διπλασιάσας, καὶ ὁ τὰ δύο, τῆς αὐτῆς ἔτυχον ἀποδοχῆς· φημὶ ὅτι εἰκότως. Ἐπειδὴ γὰρ τὸ διάφορον οὐχ ἡ ῥᾳθυμία τούτου, οὐδὲ ἡ προθυμία ἐκείνου, ἀλλ’ ἡ τῆς παρακαταθήκης ποσότης κατεσκεύασεν ἣν πρὸς τὴν δύναμιν τῶν ἐργασομένων δέδωκεν ὁ δεσπότης, εἰκότως ὁ ἔπαινος ὁ αὐτός, εἰ καὶ μὴ ἡ πρόσοδος ἡ αὐτή.

ΔΑΝΙΗΛ ΠΡΕΣΒΥΤΕΡΩΙ ͵αχπϛʹ Ἐπειδὴ ἐζήτησας μαθεῖν τί ἐστι βασιλεία Θεοῦ, καὶ βασιλεία οὐρανῶν, ἀντεπιστέλλω ὅτι τινὲς μὲν οἴονται τὴν μὲν τοῦ Θεοῦ μείζονα εἶναι καὶ θειοτέραν, τὴν δὲ τῶν οὐρανῶν ἐλάττονα καὶ καταδεεστέραν, τινὲς δέ φασι μίαν αὐτὴν οὖσαν καθ’ ὕπαρξιν διαφόρως ἐκπεφωνῆσθαι, ποτὲ μὲν ἀπὸ τοῦ βασιλεύοντος Θεοῦ, ποτὲ δὲ ἀπὸ τῶν βασιλευομένων ἀγγέλων τε καὶ ἁγίων κληθεῖσαν.

ΖΩΣΙΜΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ ͵αχπζʹ Εἰ καὶ τὰ ἐφ’ οἷσπερ ἁλοὺς πρώην ἐκολάσθης, νοσῶν ἀγριώτερον αὖθις ἐφωράθης, ἀλλά γε εἰ παύσοιο τῆς μανίας, θεραπείας τεύξῃ· εἰ δὲ δυσχερές σοι εἶναι δοκεῖ τὸ ἀποφοιτῆσαι τῆς κακίας, χαλεπώτερον εἶναι δοξάτω τὸ τῆς κολάσεως μέγεθος. Εἰ δ’ οὐκ οἴει κολάζεσθαι, ἐννόει τοὺς ἐκεῖ τιμωρηθησομένους. Εἰ δ’ ἀπιστεῖς τοῖς ἐκεῖσε, θέα τοὺς κἀνταῦθα κολασθέντας καὶ κολαζομένους, καὶ ἀνένεγκον ἐκ τοῦ βυθοῦ τῆς ἀσελγείας.

ΑΛΥΠΙΩΙ ΕΠΙΣΚΟΠΩΙ ͵αχπηʹ Ἐπειδὴ ἡ ἀπόνοια τῆς συμμετρίας καὶ τοῦ δέοντος ἐκπεσοῦσα, καὶ ἄπο, τουτέστι, πόρρω τοῦ νοῦ γινομένη, δι’ ὃ καὶ ἀπόνοια λέγεται, ἀλαζονείαν ἐργάζεται, τὴν νουθεσίαν παραληπτέον, ἥπερ εἴρηται παρὰ τὴν τοῦ νοῦ θέσιν. Τάχα πως ἀκούσαντες οἱ τοιοῦτοι «Ἔνθεσθε καρδίαν» εἰς ταπεινοφροσύνην ἀσμένως βαδίσωσιν.

ΑΡΠΟΚΡΑΙ ΣΟΦΙΣΤΗΙ ͵αχπθʹ Τοῖς δυσηνίοις φοιτηταῖς, ὦ σοφιστά, τὸν χαλινὸν τοῦ φόβου ὥσπερ πώλοις ἔμβαλλε· καὶ ἐπιστόμιζε αὐτούς, ἐπειδὰν ἀγέρωχόν τι καὶ παρὰ τὴν ἡνίαν πράττοιεν, ἵνα καὶ οἱ εὐήνιοι πλέον ἐπιδοῖεν πρὸς ἀρετήν. Τὸ γὰρ τῶν αὐτῶν ἀξιοῦσθαι τοὺς μὴ τὰ αὐτὰ πράττοντας, ἀτοπώτατόν ἐστι καὶ τῇ ἀρετῇ ἐμπόδιον. Εἰς ἀθυμίαν γὰρ ἐμβάλλον τοὺς ἀρίστους ναρκᾶν παρασκευάζει. Τρόπων οὖν μᾶλλον ἢ λόγων ἡγούμενος εἶναι σαυτὸν παιδευτήν, δείκνυε αὐτοῖς ὥσπερ ἀρχέτυπόν τινα χαρακτῆρα τὸν σαυτοῦ βίον· οὐ γὰρ ὁ λόγος τοσοῦτον ὅσον ὁ βίος εἰς ἀρετὴν ἐνάγει.

ΤΩΙ ΑΥΤΩΙ ͵αχϟʹ Ὅτι πρὸς τοὺς ἐπαίνους ἐρυθριᾶν πέφυκα, μάλα ἀκριβῶς οἶδέ σου ἡ παίδευσις. Ἡνίκα γὰρ μετὰ τῶν σῶν φοιτητῶν ἐντυχεῖν ἡμῖν κατηξίωσας καὶ ἐρωτῆσαί τι τῶν ἱερῶν Γραφῶν ἠβουλήθης, ἐγὼ δὲ εἶπον ὡς οἷόν τε ἦν, τὸ τηνικαῦτα παρ’ ὑμῶν μὲν κρότος ἐξεφοίτησε καὶ ἐπαίνου ῥόθιον. Ἐγὼ δὲ οὕτω κατεπλάγην καὶ ἠρυθρίασα ὡς ἐπὶ πολὺ ἀχανὴς μεῖναι. Τί δήποτε τοίνυν ἐπαίνους συνθεὶς πολλῷ τὴν ἡμετέραν ὑπερβαίνοντας ἀξίαν ἐπέστειλας;

ΕΥΤΟΝΙΩΙ ΔΙΑΚΟΝΩΙ ͵αχϟαʹ Ὥσπερ τὸ σωματικὸν κάλλος οὐδ’ ὑπὸ τῶν ἐκπλήξεων ἀλλοιοῦται, σῴζει δὲ ἑαυτὸ κἂν ἐν δακρύοις ὑπάρχῃ, οὕτω καὶ τὸ ψυχικόν, τὸ ὑπὸ τῆς συμμετρίας τῶν ἀρετῶν συγκροτούμενον, σῴζει ἑαυτό, κἂν ἐν συμφοραῖς τυγχάνῃ.

Τοῦτο τοίνυν ἀσκῶμεν, καὶ οὐδεὶς πειρασμός, τῆς ἀηττήτου προηγουμένως βοηθούσης δεξιᾶς, ἡμᾶς καταγωνιεῖται.

ΑΔΑΜΑΝΤΙΩΙ ͵αχϟβʹ Εἰ τὰ ἐπίχειρα τῶν ἀλιτηρίων ἰουδαίων, τῶν κατὰ τοῦ Χριστοῦ ἐπιλυττησάντων, γνῶναι βούλει, ἔντυχε τῇ Ἰωσήπου, ἀνδρὸς ἰουδαίου, φιλαλήθους δέ, περὶ τῆς ἁλώσεως ἱστορίᾳ, ἵν’ εἰδῇς θεήλατον τιμωρίαν οἵαν οὐδὲ ὁ σύμπας οἶδε χρόνος, ἀφ’ οὗ δὴ καὶ ἐφ’ ὅσον ἄνθρωποι.

Ἵνα γὰρ μηδεὶς ταῖς ἀπίστοις αὐτῶν καὶ παραλόγοις ἀπιστήσῃ συμφοραῖς, οὐκ ἀλλόφυλόν τινα—ἦ γὰρ ἂν ἴσως, μᾶλλον δὲ καὶ ἀναγκαίως ἠπιστήθη—ἀλλ’ ὁμόφυλον αὐτῶν καὶ ζηλωτὴν παρεσκεύασεν ἡ ἀλήθεια τὰ ἀλλόκοτα ἐκεῖνα ἐκτραγῳδῆσαι πάθη.

ΑΡΠΟΚΡΑΙ ΣΟΦΙΣΤΗΙ ͵αχϟγʹ Δυοῖν ποτε ἀδελφοῖν πιστοῖν καὶ φίλοιν ἀρίστοιν, καὶ εἰς ἀρετὴν ἁμιλλωμένοιν, κριτήν με ἑλομένοιν καὶ ὅρκῳ στέρξειν τὰ κριθησόμενα ἰσχυρισαμένοιν, ἐκεῖνον ἐψηφισάμην κρείττονα εἶναι ὃς ἐν τοῖς ἄλλοις ἅπασιν ἰσάμιλλος ὤν, ἐν τῇ ταπεινοφροσύνῃ πλεονεκτεῖ.

ΗΡΩΝΙ ͵αχϟδʹ Αἰδέσθητι τὸν σαυτοῦ πατέρα τὸν ἐν οἷς ἔξεστιν ἐπιτάττειν παρακαλοῦντα, καὶ ἐπάνελθε πρὸς ἀρετήν, ἵνα μὴ ἀναγκάσῃς αὐτὸν χρήσασθαι τοῖς οἰκείοις ὅπλοις. Δύσμαχος γάρ ἐστι φύσει τε καὶ νόμοις δορυφορούμενος, καὶ εἰ μὴ πεισθήσῃ τῇ φιλανθρωπίᾳ, χρήσεται τῇ ἐξουσίᾳ.

ΤΩΙ ΑΥΤΩΙ ͵αχϟεʹ Εἰ οὐκ αἰδῇ τὴν φύσιν, φοβήθητι τοὺς νόμους ἵνα μὴ καὶ τῶν θείων καὶ τῶν ἀνθρωπίνων διαμαρτήσῃς.

ΜΑΡΚΩΙ ͵αχϟϛʹ Θαυμάζειν ἔφης πῶς τὸν λοίδορον καὶ τὸν μέθυσον ὁ Ἀπόστολος μετὰ τῶν μοιχῶν καὶ τῶν ἡταιρηκότων ἔταξε. Φημὶ τοίνυν ὅτι εἰ μὲν τὴν αὐτὴν ἐκείνοις ἔφησεν αὐτοὺς δώσειν δίκην, λύσιν ἐχρῆν ἐπιζητεῖν, εἰ δὲ τῆς βασιλείας ὁμοίως ἐκείνοις ἐκπεσεῖσθαι ἔφη, δι’ ἣν αἰτίαν αἴνιγμά σοι δοκεῖ τὸ ῥηθέν; Ἄλλο γὰρ τὸ εἰπεῖν ὅτι ἔξω πάσης τιμῆς τε καὶ δόξης κείσονται, ἄλλο τὸ φάναι· Τὴν αὐτὴ τίσωσι δίκην. Οὐ γὰρ εἶπεν· Ἴσην δώσουσι δίκην—ὃ σὺ ἴσως μὴ νοήσας τὸ ῥηθὲν ἐνόμισας εἰρῆσθαι—ἀλλὰ «Βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι.» Τῆς μὲν γὰρ δόξης, φησί, παντὶ τρόπῳ ἔξω κείσονται, πρὸς δὲ τὴν ποιότητα καὶ ποσότητα τῶν ἁμαρτημάτων κριθήσονται.

Πολλὴ γὰρ τοῦ θείου δικαστοῦ ἡ ἀκρίβεια.

ΑΡΠΟΚΡΑΙ ΣΟΦΙΣΤΗΙ ͵αχϟζʹ Πολύτροποι τῶν ἀνθρώπων καὶ αἱ περὶ τοὺς λόγους ἐπιθυμίαι. Οἱ μὲν γὰρ αὐτῶν ἀγαπῶσι τὸ παλαιῶς ἀττικίζειν, οἱ δὲ τὸ σαφῶς εἰπεῖν τοῦ ἀττικισμοῦ πρότερον ἄγουσι, λέγοντες· Τί τὸ κέρδος ἐκ τοῦ ἀττικίζειν, ὅταν τὰ λεγόμενα ὥσπερ ἐν σκότῳ κρύπτηται καὶ ἄλλων δέηται τῶν εἰς φῶς αὐτὰ ἀξόντων; Ἄλλοι δὲ χαίρουσι τῇ ἐποποιΐᾳ, καὶ ἕτεροι μὲν τῇ σεμνότητι τῆς τραγῳδίας, ἄλλοι δὲ τῇ στωμυλότητι τῆς κωμῳδίας, καὶ ἄλλοι τῇ ἁβρότητι τῆς ῥητορικῆς. Ἀλλ’ οὐδὲ οὗτοι συμβαίνουσιν. Οἱ μὲν γὰρ τὸ ὕψος τοῦ Πλάτωνος ὑποδέχονται, οἱ δὲ τὴν Θουκυδίδου σεμνότητα· καὶ οἱ μὲν τὴν Ἰσοκράτους λειότητα, οἱ δὲ τὴν Δημοσθένους δεινότητα· πάσας γὰρ αὐτὸν σεσιτίσθαι τὰς τῶν λόγων τέχνας οἴονται, καὶ ἐν τῷ δεινῷ, καὶ πικρῷ, καὶ παθητικῷ, καὶ ἐναγωνίῳ πάντας ὑπερβάλλεσθαι. Καὶ οἱ μὲν τὴν Λυσίου φανερὰν ἅπασι καὶ τετριμμένην λέξιν ἀγαπῶσιν· οἱ δὲ Ἰσαίου, τὸ δικανικώτερον μὲν Ἰσοκράτους, ὑψηλότερον δὲ Λυσίου· οἱ δὲ Αἰσχίνου τὸ σαφὲς καὶ τὸ λευκόν. Τοσούτων οὖν ὄντων τῶν διαφερομένων, πῶς τις συγγράφων ἅπασιν ἀρέσειεν, οὐκ ἔχω λέγειν.

Οἱ μὲν οὖν πρὸς δόξαν ὁρῶντες ὡς βούλονται γραφέτωσαν· οἱ δὲ ἱεροὶ καὶ οὐράνιοι χρησμοί, ἐπειδὴ πρὸς ὠφέλειαν πάσης τῆς ἀνθρωπότητος καὶ ἐρρέθησαν καὶ ἐγράφησαν, τῇ σαφηνείᾳ ἐκράθησαν. Ἐκ μὲν γὰρ ταύτης, οἱ ταῖς ἄλλαις ἀρεταῖς τῶν λόγων χαίροντες—ὀλίγοι δ’ εἰσὶν οὗτοι—οὐδὲν παραβλάπτονται, ἅπαξ νοοῦντες τὰ χρησθέντα, πάντες δ’ οἱ γεωργίαις, καὶ τέχναις, καὶ ταῖς ἄλλαις ἀσχολίαις τοῦ βίου σχολάζοντες, ὠφελοῦνται ἐκ τῆς σαφηνείας, τὸ πρέπον, καὶ τὸ δίκαιον, καὶ τὸ συμφέρον ἐν ἀκαριαίᾳ καιροῦ ῥοπῇ μανθάνοντες. Εἰς τοσαύτην γὰρ συντομίαν ἡ θεία συνετμήθη παίδευσις ὡς τὸ ἑκάστου βούλημα ὅρον εἶναι τῆς ἀρετῆς ἀποφήνασθαι· «Πάντα γάρ, φησίν, ὅσα ἐὰν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως· οὗτος γάρ ἐστιν ὁ Νόμος καὶ οἱ προφῆται.» Τί πρὸς ταύτην τὴν ἀρετήν, καὶ τὴν συντομίαν, καὶ τὴν σαφήνειαν οἱ πλατωνικοὶ διάλογοι, ἢ ἡ ὁμηρικὴ δέλτος, ἢ οἱ τῶν νομοθετῶν κώδικες, ἢ αἱ Δημοσθένους βίβλοι, ἢ τῆς τραγῳδίας ἡ περιπέτεια, ἢ τῆς κωμῳδίας ἡ ὑπόθεσις; Κρινάτωσαν ὀρθῶς οἱ χλευάζοντες τὴν ἰδιωτείαν τῶν ῥημάτων, καὶ τὴν ψῆφον ἀδέκαστον οἴσουσι. Πόσους διαλόγους ἔγραψεν ὁ ἐλλογιμώτατος Πλάτων, δεῖξαι θέλων τί τὸ δίκαιον, καὶ μηδὲν σαφὲς φράσας μηδὲ πείσας τινάς, ἀλλὰ καὶ αὐτῆς τῆς ἐλευθερίας ἐκπεσὼν ἐτελεύτησε;

Πόσα συνέγραψεν Ἀριστοτέλης, ἐναντιούμενος τῷ Πλάτωνι καὶ τὰ δόγματα αὐτοῦ κωμῳδῶν; Ἀλλ’ οὐδὲ αὐτός τι ὤνησε, πλὴν τοῦ μάχην λόγων τῷ βίῳ γεννῆσαι. Πόσα οἱ Στοϊκοὶ πρὸς Ἀριστοτέλην φραξάμενοι συνέταξαν; Ἀλλ’ ἐσβέσθη κἀκείνων τὰ δόγματα. Συγκρινέτωσαν τοίνυν τοῖς λεγομένοις σοφοῖς τὴν τῶν θείων λογίων σαφήνειαν, καὶ παυέσθωσαν φλυαροῦντες, καὶ τὴν θείαν τῶν χρησμῶν φράσιν ἀποδεχέσθωσαν, οὐ πρὸς φιλοτιμίαν, ἀλλὰ πρὸς ὠφέλειαν τῶν ἀκουόντων βλέψασαν.

ΑΥΣΟΝΙΩΙ ͵αχϟηʹ Ὥσπερ ὁ ἀμύνασθαι ἐπιθυμῶν μέν, ἀδυνατῶν δέ, τό γε εἰς αὐτὸν ἧκον, ἠμύνατο, οὕτω καὶ ὁ ἀμείψασθαι βουλόμενος, μὴ δυνάμενος δέ, ἠμείψατο. Τὸ γὰρ αὐτοῦ πᾶν καὶ οὗτος ἐποίησεν. Ἐπειδὴ γὰρ οὐ πάντως τῇ βουλήσει ἡ δύναμις ἕπεται, ἀπὸ τῆς γνώμης τὰ πράγματα κρίνεται.

ΙΣΙΔΩΡΩΙ ΕΠΙΣΚΟΠΩΙ ͵αχϟθʹ Ὁπηνίκα ὁ πρωτόπλαστος ἄνθρωπος ἐξ αὐτῆς, ὡς ἄν τις εἴποι, γραμμῆς τῆς θείας ἐντολῆς ἀλογήσας τὴν ἀπάτην προὐτίμησε τοῦ αὐτὸν ἀπολέσαι παντελῶς μηχανησαμένου, τὸ τηνικαῦτα καὶ τὸ σῶμα αὐτοῦ γέγονεν οὐ μόνον θνητόν, ἀλλὰ καὶ παθητόν. Πολλὰ γὰρ ἐλαττώματα ἐβλάστησε, καὶ βαρὺς καὶ δυσήνιος ὁ ἵππος κατέστη. Ἐπεὶ τοίνυν καὶ εἰς πάντας ἡ δυσκλεὴς αὕτη καὶ πάσης ζημίας βαρυτέρα κληρονομία παρεπέμφθη, καὶ ταῖς τῆς προαιρέσεως ῥᾳθυμίαις ηὐξήθη ἡ ἀπευκτὴ περιουσία, δεῦρο δὴ ἐπιφοίτησας ὁ Χριστός, κουφότερον ἡμῖν τὸ σῶμα διὰ τοῦ βαπτίσματος πεποίηκε, τῷ πτερῷ τοῦ Πνεύματος διεγείρων.

Διὰ τοῦτο μείζονα τῶν παλαιῶν ἡμῖν προετέθη καὶ ἆθλα καὶ ἔπαθλα· οὐ γὰρ φόνου καθαροὺς εἶναι βούλεται μόνον, ἀλλὰ καὶ ὀργῆς, οὐδὲ μοιχείας καὶ πορνείας, ἀλλὰ καὶ ἀκολάστου θέας, οὐδὲ ἐπιορκίας, ἀλλὰ καὶ εὐορκίας. Καὶ μετὰ τῶν φίλων καὶ τοὺς δυσμενεῖς κελεύει φιλεῖν· καὶ ἐν τοῖς ἄλλοις δὲ ἅπασι μακρότερα ἐποίησε τὰ στάδια· καὶ τοῖς μὴ πειθομένοις πῦρ ἄσβεστον ἠπείλησε, δεικνὺς ὅτι οὐ τῆς φιλοτιμίας τῶν ἀγωνιζομένων ἐστὶ ταῦτα, ὥσπερ ἡ ἀκτημοσύνη καὶ ἡ παρθενία· ἐκεῖ γὰρ προὐτρέψατο· «Εἰ θέλεις τέλειος εἶναι»· καί· «Ὁ δυνάμενος χωρεῖν, χωρείτω.» Ἀλλὰ πάντως αὐτὰ ἀνυσθῆναι βούλεται· καὶ γὰρ τῶν ἀναγκαίων ἐστί. Διὸ καὶ ἔφη τοῦθ’ ὅπερ μαθεῖν ἠθέλησας· «Ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλέον τῶν Γραμματέων καὶ Φαρισαίων», τουτέστιν, Εἰ μὴ τοσοῦτον ὑπερακοντίσητε τοὺς ἐν τῇ Παλαιᾷ εὐδοκιμηκότας—οὐ γὰρ περὶ τῶν δίκην δωσόντων νυνὶ διαλέγομαι —ὅσον ὁ οὐρανὸς τῆς γῆς διενήνοχεν, «Οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» Τοῖς γὰρ ἄθλοις καὶ τὰ ἔπαθλα εἰκότως ἀκολουθεῖ. Ἐκεῖνοι μὲν γὰρ σύμμετρόν τινα πολιτείαν πολιτευσάμενοι, γῆν καὶ μακροημερίαν ἔσχον τὴν ἀμοιβήν. «Τίμα γάρ, φησί, τὸν πατέρα σου καὶ τὴν μητέρα, ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς ἧς Κύριος ὁ Θεός σου δίδωσί σοι.»

Ἡμῖν δὲ τοῖς τοὺς εὐαγγελικοὺς διαύλους δραμοῦσιν, οὐρανὸς ἀπόκειται καὶ τὰ ἐν αὐτῷ ἀγαθά.

ΟΥΡΣΕΝΟΦΙΩΙ ΑΝΑΓΝΩΣΤΗΙ ͵αψʹ Εἰ καὶ ἐν τῷδε τῷ βίῳ πολλὰ τοῖς παλαιοῖς οἱ νῦν παραπλήσια ἢ καὶ θαυμασιώτερα δρῶντες, οὐ παραπλησίας δόξης τυγχάνουσι—παρὰ γὰρ τὴν τῶν ὑμνησάντων φθόνον, ἢ ἀσθένειαν, ἢ σπάνιν, ἔλαττον ἔχειν δοκοῦσιν— ἀλλά γε ἐν τῷ μέλλοντι τοσαύτης τεύξονται ὅσης ἂν τυχεῖν δίκαιον τοὺς εὐκλεῶς μὲν ζήσαντας, ἀκλεῶς δὲ τελευτήσαντας.