Ἔργον
Ἰσίδωρος ὁ Πηλουσιώτης – Ἐπιστολαί
Επιστολές 1471-1490
Επιστολές προς κληρικούς, σχολαστικούς και μονάζοντες περί αθανασίας της ψυχής, δικαιοσύνης, ερμηνείας του Άσματος Ασμάτων και της μωσαϊκής νομοθεσίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Επιστολές 1471-1490
Επιστολές προς κληρικούς, σχολαστικούς και μονάζοντες περί αθανασίας της ψυχής, δικαιοσύνης, ερμηνείας του Άσματος Ασμάτων και της μωσαϊκής νομοθεσίας.
ΑΙΓΥΠΤΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ ͵αυοαʹ Θείαν μὲν ἡγούμεθα εἶναι τὴν ψυχήν, οὐ μὴν τῆς θειοτάτης καὶ βασιλικωτάτης φύσεως μοῖραν, καὶ ἀθάνατον, ἀλλ’ οὐ τῆς ἀνάρχου καὶ ποιητικῆς φύσεως ὁμοούσιον. Εἰ γὰρ ἐκείνης τῆς ἀρρήτου ἦν μέρος, οὐκ ἂν ἥμαρτεν οὐδὲ ἐκρίθη· εἰ δὲ ταῦτα πάσχει, τῆς ἀνωτάτω οὐσίας ποίημα δικαίως ἂν πιστευθείη, οὐ μέρος, ἵνα μὴ ἑαυτὴν ἡ θεία φύσις κρίνουσα μᾶλλον δὲ κατακρίνουσα φωραθείη.
ΕΥΑΓΓΕΛΙΩΙ ΔΙΑΚΟΝΩΙ ͵αυοβʹ Ὥσπερ οἱ ἄριστοι τῶν ἀγαλματοποιῶν σταθμῶνται τὴν συμμετρίαν ἐφ’ ἧς ἡ δημιουργία διαβαίνει, οὕτω καὶ οἱ τῆς ἀρετῆς δημιουργοὶ τὴν συμμετρίαν ἐκβαίνειν οὐκ ἂν εἶεν δίκαιοι· παρυφεστήκασι γὰρ ἑκατέρωθεν κακίαι ταῖς ἀρεταῖς, ἀπατῆσαι τὸν φιλάρετον μηχανώμεναι. Οἷον ἡ εὐσέβειά ἐστιν ἡ κεφαλή, καὶ ὁ θεμέλιος, καὶ ἡ κρηπὶς τῶν καλῶν, ἀλλὰ ταύτῃ ἑκατέρωθεν ἐφεδρεύει ἀσέβειά τε καὶ δεισιδαιμονία, ἡ μὲν κατ’ ἔλλειψιν, ἡ δὲ καθ’ ὑπερβολὴν τὸ δέον ἀφαιρουμένη· καὶ τῇ ἀνδρείᾳ θρασύτης καὶ δειλία παρυφεστήκασι τὸ αὐτὸ δρᾶσαι βουλόμεναι.
Διὸ χρὴ τὸν εὐδόκιμον τὰς κακίας ἀτιμάσαντα, τὰς ἀρετὰς αἱρεῖσθαι καὶ μὴ τῇ φαντασίᾳ τῶν ἀρετῶν εἰς τὰς ἐφεδρευούσας κακίας ἐκπίπτειν.
ΗΣΑΙΑΙ ͵αυογʹ Καὶ θυμοῦ καὶ φρονήματος μεστὸν εἶναί σέ φασιν οἱ συνδιατρίβοντες. Εἰ τοίνυν ταῦθ’ οὕτως ἔχει, ἔμβαλε ἡνίαν τῷ θυμῷ ἵνα μὴ προπηδῶν τοῦ λογισμοῦ σβέσῃ καὶ τὸ φρόνημα· διὸ καὶ τὴν ὀφρύν, ὥς φασι, γείτονα κροτάφων ἐπαίρεις.
ΤΩΙ ΑΥΤΩΙ ͵αυοδʹ Ἐπειδὴ νενικημένος ὁ πρώην σου διάδικος, ὑφ’ ὧν πέπονθεν οὔπω νενίκηκεν ἑαυτὸν εἰς τὸ χρῆναι θεραπευθῆναι, μὴ παύσαιο διὰ γραμμάτων ἀπολογούμενος· εὖ γὰρ ποιεῖς τὰ κακῶς γινόμενα καλῶς ἰώμενος. Καὶ ἡμεῖς γὰρ καταντλοῦντες ἠπίοις λόγοις τὸ πάθος πειρώμεθα αὐτοῦ ἰάσασθαι.
ΔΩΡΟΘΕΩΙ ΔΙΑΚΟΝΩΙ ΙΑΤΡΩΙ ͵αυοεʹ Ἐπειδὴ χρῆμα σαφὲς καὶ ὁμολογούμενον καὶ ταῖς ἱεραῖς Γραφαῖς καὶ τοῖς σοφωτέροις τῶν ἔξωθεν διὰ παραδειγμάτων ἠθέλησας μαθεῖν, ὡς ἂν οἷός τε ὦ, πολλὰ δι’ ὀλίγων φράσαι πειράσομαι.
Ἐπεὶ τοίνυν ἔφης· Πόθεν δῆλον ὅτι τὰ ἀσώματα τῶν σωμάτων ἐστὶν ἀπαθέστερα καὶ ἰσχυρότερα; Φημί, ὅσῳ τὰ ἐγγὺς τῆς ἀσωματότητος σώματα ἰσχυρότερα καὶ ἀπαθέστερά ἐστι τῶν παχυτέρων σωμάτων, τοσούτῳ καὶ τὰ ἀσώματα οὐ μόνον τῶν παχυτάτων, ἀλλὰ καὶ τῶν λεπτοτάτων ἐστὶν ἀπαθέστερα. Οἷον ἡ πέτρα τοῦ ὕδατός ἐστι παχυτέρα, διὸ ῥηγνυμένη οὐκέτι συνάπτεται, τὸ δὲ ὕδωρ διαιρεθέν, πάλιν συναφθὲν ἑνοῦται· ὅσῳ γὰρ λεπτότερον, τοσούτῳ ἀπαθέστερον. Ὁ δὲ ἀήρ—χρὴ γὰρ ἐπὶ λεπτότερον βαδίσαι παράδειγμα—οὐδὲ διαστῆναι δύναται· ἐὰν γοῦν ἢ εἰς κέραμον ἢ εἰς ἀσκὸν ἀποκλεισθείη, καὶ εἰς βυθὸν ῥιφείη, οὐκ ἀνέχεται, ἀλλ’ ἐπιπολάζει καὶ ἐπινήχεται, καὶ τὴν ἐπιφάνειαν ζητεῖ, καὶ τὸ συγγενὲς θηρᾶται. Εἰ τοίνυν ὁ μὲν ἀὴρ τοῦ ὕδατος, τὸ δὲ ὕδωρ τῆς πέτρας ἐστὶ λεπτότερον, διὸ καὶ ἀπαθέστερον· τί θαυμάζεις εἰ καὶ τὰ ἀσώματα ἰσχυρότερά ἐστιν; Ἰδὲ οὖν καὶ τὴν ψυχὴν μὴ φαινομένην μέν—ἀόρατος γάρ ἐστιν —ἰσχὺν δὲ τῷ σώματι καὶ ῥώμην παρέχουσαν· ἧς ἀποφοιτησάσης, οὐ μόνον νεκρὸν μένει τὸ σῶμα, ἀλλὰ καὶ διαλύεται. Καὶ ἐν τοῖς βοηθήμασι δὲ τοῖς ἰατρικοῖς—χρὴ γὰρ καὶ ἀπὸ τῆς σῆς τέχνης τὸν ἔλεγχον ποιήσασθαι— ἡ δύναμις ἀσώματος οὖσα, ἰσχυροτέρα ἐστὶ τοῦ σώματος.
Ὅταν οὖν τὸ ἑαυτῆς ποιήσῃ καὶ ἀποφοιτήσῃ, τότε ἡ ἔμπλαστρος κεῖται ἀχρηστοτάτη. Εἰ γὰρ μὴ ἡ ἐγκειμένη δύναμις ἀσώματος οὖσα καὶ πράττουσα τὸ ἑαυτῆς ἀφίπτατο, δι’ ἣν αἰτίαν ἀμείβεις τὰ βοηθήματα τῶν ὑλῶν σῳζομένων;
Ἀλλὰ δῆλόν ἐστιν ὡς ζῇ μὲν τὸ βοήθημα τῆς δυνάμεως ἐνούσης, ἀποθνῄσκει δὲ ἐκείνης ἀποφοιτησάσης.
ΛΑΜΠΕΤΙΩΙ ΕΠΙΣΚΟΠΩΙ ͵αυοϛʹ Τὰ παραινετικὰ καὶ ὠφελείας πνέοντα τῆς σῆς παιδεύσεως δεξάμενος γράμματα Γότθος ὁ ἀπαίδευτος—οὕτω γὰρ αὐτὸν καλεῖν θέμις—ὅπως μὲν διετέθη ἀκριβῶς μὲν οὐκ ἔχω λέγειν, ἀπὸ δὲ τῶν τῷ προσώπῳ ἐπανθησάντων σημείων καὶ αὐτὸς ἂν τεκμηρίοιο· μειδιάσας γὰρ ἡρέμα ἐνέφηνε τῷ προσώπῳ ἡδονὴν ἐκνικώσης ὀργῆς.
ΑΚΥΛΑΙ, ΑΜΜΩΝΙΩΙ, ΩΡΙΩΝΙ ͵αυοζʹ Πολλοί, ὦ βέλτιστοι, ἀντίπαλα ἢ καὶ μείζω ἐνταῦθα ὧν ἐπεπόνθεισαν δρᾶσαι προσδοκήσαντες, ἀργαλεώτερα ὧν παρὰ τὴν ἀρχὴν ἐπεπόνθεσαν ἔπαθον, οὐ τοῦ δικαίου ἡττηθέντος, ἀλλ’ εἰς τὸν μετέπειτα βίον λαμπρῶς ταμιευθέντος.
Διὸ χρὴ ἡσυχίᾳ μᾶλλον καὶ φιλοσοφίᾳ τοὺς κακῶς ἡμᾶς ποιοῦντας ἀμύνεσθαι. Ἐκεῖσε γὰρ πάντως ἡ δίκη τὸ δίκαιον ὁριεῖ, ἡ καὶ στεφάνων ὑποθέσεις τοὺς τῇδε πειρασμοὺς ἀποφαίνουσα.
ΠΑΛΛΑΔΙΩΙ ΔΙΑΚΟΝΩΙ ͵αυοηʹ Εἰ μὲν ἀληθῆ τὰ ἀπαγγελθέντα περὶ σοῦ, πιθανὴν μὲν ἴσως ἀπολογίαν λογοποιήσεις, ἀληθῆ δὲ οὐ φράσεις· εἰ δὲ ψευδῆ, γράφε δὴ τὴν ἀπολογίαν ἥντινα ἡμεῖς ταῖς ἀκοαῖς τῶν κωμῳδούντων σε ἐγκαθιδρύσομεν. Εἰ δὲ παύσοιο τῆς τρυφῆς τῆς εἰς πᾶσαν ἄλογον ὁρμὴν χωρούσης, καὶ πρὸ τῆς ἀπολογίας οἶμαι αὐτοὺς παλινῳδίαν ᾄσειν.
ΗΣΑΙΑΙ ͵αυοθʹ Οὐ λανθάνεις, ὦ δεινότατε, ἀδικῶν, καὶ διὰ τοῦτο τὴν μὲν εὐθυδικίαν φεύγων, ἐπὶ δὲ παραγραφὰς καταφεύγων τὰς πρὸς βοήθειαν τῶν ἀδικουμένων, ἀλλ’ οὐκ εἰς ἀποφυγὴν τῶν ἀδικούντων ἐπινοηθείσας. Γνοὺς οὖν ὡς πεφώρασαι ἐξ εὐθείας ἀπολογοῦ.
ΘΕΩΝΙ ΕΠΙΣΚΟΠΩΙ ͵αυπʹ Ὅσῳ τῇ τιμῇ παρὰ σοὶ τῶν ἄλλων πλεονεκτῶ, τοσούτῳ πειράσομαι τοὺς λοιποὺς εὐνοίᾳ παρενεγκεῖν. Καὶ γὰρ ἄτοπον πρὸ μὲν τῶν ἄλλων παρὰ σοὶ τετάχθαι, μετὰ δὲ τῶν οὐχ οὕτω τιμωμένων ἐν τοῖς σοῖς σιωπῆσαι.
Ἐπεὶ τοίνυν γέγραφας ὡς Εὐσέβιος ὁ ἐπίσκοπος τοῦ Πηλουσίου καὶ πρὸς ὀργήν ἐστιν ὀξύρροπος, καὶ πρὸς ἁρπαγὴν τῶν ἀλλοτρίων ἕτοιμος, καὶ πρὸς τὸ παροξυνθῆναι ταχύς, καὶ πρὸς τὰς ἀμοιβὰς τῶν δεόντων βραδύς, καὶ συλλήβδην εἰπεῖν, πάντων τῶν ἀνελευθέρων παθῶν ἀκρατής τε καὶ ἔστι καὶ νομίζεται, αὐτὸς εἴγε εὐδοκιμῆσαι βούλει, τῶν τοιούτων ὀνειδῶν ἄχραντον σαυτὸν διατήρησον. Ἄτοπον γάρ σε ἁλῶναι τοῖς αὐτοῖς οἷς ἕτερον περιπεπτωκότα αἰτιᾷ, καὶ ἰατρὸν ἄλλου ἐθέλειν εἶναι τὸν ἕλκεσι βρύοντα· καὶ πράττειν ἐκεῖνα ὧν πικρὸς τυγχάνεις κατήγορος.
ΙΣΙΔΩΡΩΙ ΔΙΑΚΟΝΩΙ ͵αυπαʹ Γέγραφας· Τί ἐστιν «Ἑξήκοντά εἰσι βασιλίδες», καὶ τὰ ἑξῆς. Ἄκουε τοίνυν· Ἐχέτω μὲν ἡ ἄμωμος καὶ παρθένος Ἐκκλησία, ἡ ὀρθὴν περὶ τὸ Θεῖον πίστιν ἔχουσα, τὰ πρωτεῖα· καὶ αὐτὴ καλείσθω περιστερὰ τελεία, ὅλων τῶν ταγμάτων ὑπερβαίνουσα τὴν ἀξίαν. Εἰ δὲ καὶ εἰς πράξεις αὐτὸ ἐκλαβεῖν χρή, λελέχθω καὶ τάδε· Ἑξήκοντά εἰσι βασιλίδες, αἱ τῆς βασιλείας ἕνεκεν εὖ πράττουσαι ψυχαί· καὶ ὀγδοήκοντα παλλακαί, αἱ φόβῳ τῆς κολάσεως ἀπεχόμεναι τοῦ κακοῦ· καὶ νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός, αἱ διά τινας προφάσεις κοσμικὰς σωφρονοῦσαι καὶ τὸ δίκαιον διώκουσαι, αἱ οὔτε πόθῳ τῆς βασιλείας οὔτε φόβῳ τῆς κρίσεως τὸ δέον πράττουσαι, ἀλλ’ ἵνα πλούτου ἢ δόξης ἢ τιμῆς τινος μὴ στερηθῶσι. Μία ἐστὶ περιστερὰ τελεία, ἡ τὸ καλὸν δι’ αὐτὸ τὸ καλὸν πράττουσα τῶν ἄκρων ἁγίων σύνοδος, ἡ οὔτε διὰ μισθόν, οὔτε διὰ τιμωρίαν, οὔτε διὰ πρόφασίν τινα βιωτικήν, ἀλλὰ διὰ τὸ τῷ Θεῷ φίλον πράττουσα τὸ δέον· δῆλον δ’ ὅτι τὸν Θεὸν ἔχουσα καὶ πάντα τὰ αὐτοῦ ἔχει.
Κἀκεῖναι μὲν ἀκοῦσαι δυνήσονται· Χάρις τῇ βασιλείᾳ καὶ τῇ γεέννῃ τῇ παρασκευασάσῃ ὑμᾶς ἀριστεῦσαι. Αὕτη δὲ οὐδὲν τοιοῦτο ἀκούσεται, ἀλλὰ καὶ πάντως μακαρισθήσεται.
ΤΩΙ ΑΥΤΩΙ ͵αυπβʹ Ἐπειδὴ γέγραφέ σου ἡ σύνεσις ὅτι καὶ οἱ ἰουδαῖοι εἶχον τὸ τῆς υἱοθεσίας ἀξίωμα—γέγραπται γάρ· «Ὑιοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν» καί· «Θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες»—φημὶ ὅτι οὐχ εὑρίσκω ὅλως ἐξ ὧν προήνεγκας μαρτυριῶν ἀπολελυμένην οὐδὲ καθαρὰν τὴν τιμήν, ἀλλὰ τῇ κατηγορίᾳ συμπεπλεγμένην.
Ὥστε εἰ μὴ κατηγορῆσαι αὐτῶν ἠθέλησεν, οὐκ ἂν ἣν φῂς τιμὴν ἀνεκήρυξεν· εἰ μὴ ἔπταισαν, οὐκ ἂν ἔτυχον ἴσως τῆς προσηγορίας. Ἀλλ’ εἰς μείζονος κατηγορίας ὑπόθεσιν τὴν τιμὴν τῇ μέμψει συνέζευξε· καθαπτόμενος γὰρ αὐτῶν καὶ ἐκπομπεῦσαι τὴν ἀναισθησίαν βουλόμενος, τῇ αἰτιάσει τὴν τιμὴν παρέπλεξε· μᾶλλον δὲ ἐκ τῆς τιμῆς τὴν κατηγορίαν μείζονα συγγνώμης ἀπέφηνε.
Περὶ δὲ τῶν ἐν τῇ χάριτι βοᾷ ὁ τῆς βροντῆς υἱός· «Ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι.» Ἰδοὺ ἄνευ κατηγορίας τιμή, ἰδοὺ τῆς υἱοθεσίας τὸ ἀξίωμα, ἰδοὺ τῆς ὑπερκοσμίου συγκλήτου τὸ σύνθημα, ὃ ἄνω καὶ κάτω προφέρων ὁ Σωτὴρ ἔλεγεν· «Ὅπως γένησθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς», καί· «Οἶδεν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ὧν χρείαν ἔχετε πρὸ τοῦ αἰτήσασθαι αὐτόν.» Αὐτὸς μὲν οὖν ὁ τῆς υἱοθεσίας αἴτιος τὸ ἀξίωμα πανταχοῦ ἀνακηρύττει, ὁ δὲ ἐξ ἰουδαϊκῆς ἐπάλξεως εὐαγγελικὸν μηχάνημα γεγονώς, δεικνὺς τὴν τιμὴν ταύτην ἔργῳ βεβαιωθεῖσαν ἔφη· «Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλὰ πνεῦμα υἱοθεσίας ἐν ᾧ κράζομεν· Ἀββᾶ ὁ Πατήρ.
Αὐτὸ τὸ Πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν ὅτι ἐσμὲν τέκνα Θεοῦ. Εἰ δὲ τέκνα, καὶ κληρονόμοι· κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ.» Βαβαὶ τῆς τιμῆς· ποῦ ἄνω ἀνήγαγε τοὺς χαμαὶ κειμένους; Ὁμοῦ τε γὰρ καὶ τὴν ἰουδαίων μικροπρέπειαν δείκνυσιν ὁ Ἀπόστολος, καὶ τὴν χριστιανῶν μεγαλοπρέπειαν, ἣν παντὶ σθένει δίκαιοι ἂν εἴημεν φυλάξαι ἵνα μὴ τῆς ἀξίας ἐκπεσόντες ἀργαλεώτερον κολασθῶμεν, ὡς μηδὲ τῇ τοσαύτῃ τιμῇ βελτιωθέντες.
ΑΡΠΟΚΡΑΙ ΣΟΦΙΣΤΗΙ ͵αυπγʹ Ὥσπερ ἄριστος ζωγράφος ἵππον γαῦρον καὶ ὑψαύχενα γράφων, μονονουχὶ ἔμπνουν αὐτὸν ποιῆσαι φιλοτιμούμενος καὶ πρὸς τὴν φύσιν ἁμιλλώμενος, ἐμβάλλει μὲν αὐτῷ μετὰ τοῦ χαλινοῦ φρόνημα, ἵστησι δὲ αὐτὸν ἐν αὐτῷ τῷ μὴ θέλειν ἑστάναι, οὕτω καὶ ἡ σὴ παίδευσις διὰ τοῦ λόγου σαφῶς ἡμῖν τὸ φρόνημα τἀνδρὸς ἐνεχάραξεν ὡς αὐτὸν ἐκεῖνον ὁρᾶν τοὺς ἀναγινώσκοντας μᾶλλον ἢ τὰ γράμματα.
ΤΩΙ ΑΥΤΩΙ ͵αυπδʹ Ὡς ἐδέξατο τῆς σῆς καλοκἀγαθίας τὰ γράμματα ἐκεῖνος ὃν οὐ βούλομαι λέγειν—μὴ γὰρ εἴη γραφῆς καὶ μνήμης ἄξιος—ὀλέθριον μέν τι καὶ σεσηρὸς προσεμειδίασεν οἷον εἰώθει εἴποτε ὀργῆς ἐμπλησθείη· ἄθλου δὲ ἥψατο φρικώδους, καὶ ἀποτελεσθέντος ἂν ἴσως εἰ μὴ αὐτὸς ἐγένετο ἆθλος τοῖς ἐκκλησιαστικοῖς θεσμοῖς.
ΩΦΕΛΙΩΙ ΣΧΟΛΑΣΤΙΚΩΙ ͵αυπεʹ Λίαν ἄγαμαι τὴν παλαιὰν Λακεδαίμονα, κοσμεῖσθαι ἀπαγορεύσασαν ταῖς σώφροσι τῶν γυναικῶν· ἑταίραις γὰρ πρέπειν τοῦτ’ ἐνόμισε, ταῖς καὶ πάγας καὶ δίκτυα ἐπὶ θήρᾳ τῶν ἀκολάστων νέων ἐπινοούσαις. Ἡ γὰρ κοσμία καὶ σώφρων εἶναι δοκοῦσα, εἰ τοῦτο δράσειε, τὴν οἰκείαν ἐκπομπεύει νόσον. Ἅπερ ἀποκηρύττουσα ἡ θεία Γραφὴ παραινεῖ μὴ χρυσῷ καὶ μαργαρίταις ἢ ἐσθῆτι πολυτελεῖ, ἀλλ’ ἔργοις ἀγαθοῖς κοσμεῖσθαι τὰς τῆς θεοσεβείας ἐφιεμένας. Εἰ δὲ χρὴ καὶ αὐτὸ τὸ πρᾶγμα καθ’ ἑαυτὸ σκοπῆσαι, φήσαιμι ὅτι ὅρμοι καὶ αὐγαὶ λίθων καὶ περιδέρραια καὶ ταῖς δυσειδέσι καὶ ταῖς ἄγαν ὡραίαις ἀντιπράττουσι· τὰς μὲν γὰρ ἐλέγχουσι, τῶν δὲ ἀπάγουσι· τὰς μὲν ἐλέγχουσι, κακίονας ἐπιδεικνυμένας· τῶν δὲ ἀπάγουσιν· ἀφέμενοι γὰρ τοῦ περὶ αὐτῶν φράσαι περὶ τῶν κοσμίων διαλέγονται.
ΑΛΦΙΩΙ ΕΠΙΣΚΟΠΩΙ ͵αυπϛʹ Δεινὸς λόγων ἔρως ταῖς τῶν ἀνθρώπων ψυχαῖς εἰς τοῦτον τὸν καιρὸν ἐπεκώμασε· λόγων δέ, φημί, οὐ τῶν σωφρονίζειν, ἀλλὰ τῶν τέρπειν τοὺς ἀκούοντας δυναμένων, οὐ πνευματικῶν, ἀλλὰ σοφιστικῶν, οὐκ ἀποστολικῶν, ἀλλὰ δημοσθενικῶν, οὐ προφητικῶν, ἀλλ’ ἐριστικῶν, οὐ τῶν τὴν ψυχὴν εὐφρᾶναι δυναμένων, ἀλλὰ τῶν τὴν ἀκοὴν θέλγειν εἰωθότων· οὐ τῶν διὰ τοῦ ἐμπνεῖσθαι ὑπὸ τῶν πράξεων τοῦ λέγοντος ζώντων, ἀλλὰ τῶν διὰ τὴν εὐγλωττίαν εἰς ἀκοὰς νεκρὰς ἐνηχουμένων.
Τί οὖν ποιητέον; σιωπητέον, καὶ οὐδὲν λεκτέον; ἀλλ’ ἐπικίνδυνον. Ἀλλὰ ῥητέον; ἀλλ’ οὐκ εἰς ὠφέλειαν ὁ λόγος καὶ ἔργων ἐπίδειξιν, ἀλλ’ εἰς κρότον μόνον τελευτᾷ. Ἀλλ’ εἰ καὶ οὕτω ταῦτ’ ἔχει, ἄμεινον, ὡς οἶμαι, εἰπόντα μὴ ἀκουσθῆναι ἢ μὴ εἰπόντα ἐγκληθῆναι· «Διὰ τί τὸ ἀργύριόν μου οὐ κατέβαλες ἐπὶ τοὺς τραπεζίτας, κἀγὼ ἐλθὼν ἀπῄτησα ἂν αὐτὸ σὺν τῷ τόκῳ;» Λεγέτω τοιγαροῦν ὁ δυνάμενος, ἵνα πρὸς τοὺς ἀκούοντας ᾖ τῷ κριτῇ ὁ λόγος.
ΟΛΥΜΠΙΟΔΩΡΩΙ ͵αυπζʹ Ἀφέμενος, ὦ σοφέ, τῶν μεταρσιολεσχῶν, καὶ μετεωροσοφιστῶν, καὶ λεξιθήρων, τῶν πλέον λόγων ἐχόντων μηδέν, εἰς τὴν πρακτικὴν ἀρετὴν σαυτὸν σύντεινον, τὴν μακαρίους ἀποφαίνουσαν τοὺς ἐραστάς· εἰ δὲ οἴει ταῖς τῶν ἀρχαίων γνώμαις δίκαιον εἶναι μᾶλλον ἀκολουθεῖν, τοὺς ἄλλους τέως παρείς, αὐτὸν τὸν παρ’ αὐτῶν σοφώτατον ἁπάντων ἀνθρώπων κηρυττόμενον ἐγγυητὴν τῶν ἐμαυτοῦ λόγων παρέξομαι.
Τί οὖν φησι Ξενοφῶν περὶ αὐτοῦ; «Οὐδεὶς πώποτε Σωκράτους οὐδὲν ἀσεβὲς οὐδὲ ἀνόσιον, οὔτε πράττοντος εἶδεν, οὔτε λέγοντος ἤκουσεν· οὐδὲ γὰρ περὶ τῆς τῶν πάντων φύσεως ἅπερ τῶν ἄλλων οἱ πλεῖστοι διελέγοντο, σκοπῶν ὅπως ὁ καλούμενος ὑπὸ τῶν σοφιστῶν κόσμος ἔχει καὶ τίσιν ἀνάγκαις ἕκαστα γίνεται τῶν οὐρανίων, ἀλλὰ καὶ τοὺς φροντίζοντας τοιαῦτα μωραίνοντας ἐπεδείκνυε.
Καὶ πρῶτον μετ’ αὐτῶν ἐσκόπει πότερόν ποτε νομίσαντες ἱκανῶς ἤδη τἀνθρώπινα εἰδέναι ἔρχονται ἐπὶ τὸ τῶν τοιούτων φροντίζειν ἢ τὰ μὲν ἀνθρώπινα παρέντες, τὰ δαιμόνια δὲ σκοποῦντες ἡγοῦνται τὰ προσήκοντα πράττειν· ἐθαύμαζε δὲ εἰ μὴ φανερόν ἐστιν αὐτοῖς ὅτι ταῦτα οὐ δυνατὸν ἀνθρώποις εὑρεῖν, ἐπεὶ καὶ τοὺς μέγιστον φρονοῦντας ἐπὶ τῷ περὶ τούτων λέγειν, οὐ τὰ αὐτὰ δοξάζειν ἀλλήλοις, ἀλλὰ τοῖς μαινομένοις ὁμοίως διακεῖσθαι πρὸς ἀλλήλους.» Ταῦτα μὲν οὖν Ξενοφῶν ἔγραψε, καὶ Πλάτων δὲ ὁ τῶν ἄλλων ἁπάντων ἐλλογιμώτερος καὶ μάλιστα πάντων τὸν Σωκράτην ἐπιστάμενος τὰ αὐτὰ τῷ Ξενοφῶντι διὰ πάντων ἑαυτοῦ σχεδὸν τῶν διαλόγων κατεσκεύασεν. Εἰ τοίνυν κἀκεῖνος, μᾶλλον δὲ κἀκεῖνοι καὶ ἐπετήδευον, καὶ ἔλεγον, καὶ ἔγραφον τὴν πρακτικὴν ἀσκεῖν· αὕτη γάρ, ὡς καὶ τῷ Πλάτωνι δοκεῖ, καλλίστη ἐστὶν ὁδός, ἐπὶ τὴν εὐσέβειαν ἄγουσα καὶ εἰς πλατεῖαν εὐρυχωρίαν τελευτῶσα.
ΚΑΣΣΙΑΝΩΙ ͵αυπηʹ Οὐ ταὐτὸν τὸ ἄβουλον καὶ τὸ ἀβούλητον· τὸ μὲν γὰρ τὸ ἀπερίσκεπτον, τὸ δὲ τὸ ἀκούσιον μηνύει· καὶ τὸ μὲν εἰς τὸ πράττειν, τὸ δὲ εἰς τὸ πάσχειν βλέπει. Τὸ μὲν γάρ ἐστιν ἄσκεπτος πρᾶξις, τὸ δὲ κατηναγκασμένον πάθος.
ΟΥΑΛΕΝΤΙ ΠΡΕΣΒΥΤΕΡΩΙ ͵αυπθʹ Ἔοικας οὐκ ἀποδέχεσθαι τοὺς ἐπὶ τὰς θεωρίας τοὺς ἀναγινώσκοντας παρακαλοῦντας. Σοφωτέρους γάρ, ὡς ἔφης, τῶν Γραφῶν ἑαυτοὺς ἡγούμενοι, εἰς ἅπερ βούλονται μετακομίζοντες τὰ θεῖα λόγια, πολλὰ σφάλλουσι τοὺς ἀκούοντας.
Ἐγὼ δ’ οὔτ’ ἐκείνους αἰτιασαίμην, εἰ σοφόν τι ἐξευρεῖν ἐπαγγέλλονται, οὔτε σὲ μὴ βουλόμενον ἀλληγορεῖν ἀναγκάσαιμι, ἀλλ’ ἐξ εὐθείας τὴν ἀπολογίαν ποιησαίμην. Ἔφης γάρ· Τοῦ χάριν ὁ νομοθέτης τοὺς λεπρῶντας καὶ ἕτερα νοσήματα ἀκούσια νοσοῦντας, ἔξω εἶναι ἱερῶν περιβόλων ἐθέσπισεν; Ἄκουε δὴ συντόμως συναγαγών σου τὸν νοῦν—οὐδὲ γὰρ θέμις σαφῶς τὰ τῆς φύσεως δημοσιεύειν μυστήρια—ὅτι τὰς ἀκρασίας τῶν γονέων ἀναστέλλων, καὶ ταῖς ἡδοναῖς χαλινοὺς ἐπιτιθείς, καὶ μέτρα ὁρίζων ταῖς συνουσίαις, τοῦτο προσέταξεν. Ἐπειδὴ γὰρ πολλοὶ ὅτε οὐ θέμις συνέρχονται, καὶ ἐκ τῆς ἀκαίρου συνουσίας ἀκάθαρτα καὶ εἰδεχθῆ τίκτεται σώματα, ἵνα μὴ τοῦτο γίγνηται ἐφρόντισεν. Ὅτι δὲ τοῦτο οὐ τοῖς τεχθεῖσιν, ἀλλὰ τοῖς τεκοῦσι μᾶλλον μεγίστην φέρει κόλασιν, οὐδείς, ὡς οἶμαι, ἀγνοεῖ. Οἱ μὲν γὰρ οὐδὲ τιμωρίαν ἴσως ἡγοῦνται τὸ πρᾶγμα, τῆς συνηθείας τὴν κόλασιν ἐκλυούσης· οἱ δ’ ἀνήκεστον ὑπομένουσι τιμωρίαν, οὓς ηὔχοντο ἀμείνους ἑαυτῶν εἶναι τούτους εἰργομένους ἱερῶν συνόδων θεώμενοι.
Καὶ τοῖς μὲν τὸ εἶναι ἀκούσιον τὸ πάθος ἐξευμαρίζει τὴν συμφοράν, τοῖς δὲ τὸ συνειδέναι ὅτι τῆς ἀκρασίας αὐτῶν ἐστι σύμβολον τῆς ἑκουσίου ἀνύποιστον ποιεῖ τὴν ὀδύνην.
ΑΥΣΟΝΙΩΙ ͵αυϟʹ Ἡ μὲν ἀμφισβήτησις κρίσει ἀναρτάσθω, ἡ δὲ κρίσις τοὺς ἐλέγχους βασανιζέτω, ἡ δὲ βάσανος τὸ δέον ὁριζέτω, ὁ δὲ ὅρος γεγράφθω, τὰ δὲ γεγραμμένα κυρούσθω, τὰ δὲ κυρωθέντα βεβαιούσθω τοῖς ἔργοις. Πᾶσά τε ἁψιμαχία οἰχέσθω καὶ φιλία χορευέτω, ἧς ἴσον οὐδέν, καὶ εἰς ἀρετῆς, καὶ εἰς εὐδοκιμήσεως, καὶ εἰς εὐφροσύνης λόγον.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.