Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσίδωρος ὁ Πηλουσιώτης – Ἐπιστολαί

Ἰσίδωρος ὁ Πηλουσιώτης

Επιστολές περί εγκράτειας, διοίκησης και ερμηνείας των Γραφών

Πρακτικές και ερμηνευτικές συμβουλές προς κληρικούς και άρχοντες, με έμφαση στη σύμμετρη χρήση των αγαθών, τη δίκαιη διοίκηση και την ειρήνευση μεταξύ των χριστιανών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσίδωρος ὁ Πηλουσιώτης

—

Κεφάλαιο 6 από 14

ΖΩΙΛΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ Καὶ ὁ θεσπέσιος Παῦλος, καίτοι πνευματικοῖς κοσμῶν χαρίσμασι, τῆς ἀναγνώσεως οὐ μικρὰν ἐποιεῖτο σπουδήν. Διὸ καὶ τῷ θρέμματι αὐτοῦ τῷ περιβλέπτῳ ἔγραφε· Πρόσεχε τῇ ἀναγνώσει. Δεινὸν γὰρ μάλιστα τῷ γευσαμένῳ τῆς θείας σοφίας ἐστερῆσθαι ταύτης, οὐ μόνον τῆς μνήμης οὐ προσγινομένης, ἀλλὰ καὶ τῆς ὑπαρχούσης λήθῃ διολλυμένης· αὕτη γὰρ μάλιστα ἡ δύναμις, εἰ μὴ καθ’ ἑκάστην ἡμέραν θεραπεύηται, ἀποφοιτᾶν πέφυκεν ἀργίας καὶ ῥᾳθυμίας καὶ σκήψεως μὴ ἀνεχομένη. Ὅπερ <οἱ> πολλοὶ ἀγνοοῦντες, μᾶλλον δὲ τὴν οἰκείαν ἀμαθίαν περιστέλλοντες κωμῳδοῦσι τοὺς φιλολόγους καὶ σοφούς, οὐκ εἰδότες ὅτι ἡ σοφία σοφοῖς φοιτηταῖς μάλιστα χαίρει.

ΖΩΣΙΜΩΙ, ΧΑΙΡΗΜΟΝΙ, ΜΑΡΩΝΙ Ἄμπελος «ἡμερὶς» λέγεται παρὰ τὸ ἡμεροῦν ἡμᾶς τὸν οἶνον, καιρίως καὶ μετρίως προσφερόμενον· πίστιν τε γὰρ ἀνθρώποις καὶ φιλίαν ὁμηρεύει, εὐφροσύνης τε αἴτιος καὶ πένθους ἀλεξιφάρμακον καὶ ῥᾳθυμίας ἀναιρετικὸν τυγχάνει· καὶ νοσοῦσι μὲν βοήθημα ἁπλοῦν μὲν ποικίλων δὲ παθῶν παιώνιον, ὑγιαίνουσι δὲ ἔρεισμα καὶ τῆς ὑγιείας τηρητικόν.

Εἰ δέ τις τὸ «Μηδὲν ἄγαν» καὶ τὸ «Μέτρον ἄριστον» ἀτιμάσας παροινήσειεν εἰς αὐτόν, ἀμυνεῖται τὴν ὕβριν καὶ κεφαλὴν μὲν καὶ κροτάφους σφακελίσει, τὴν δὲ ῥώμην ἀπελάσει, καὶ πᾶν μὲν τὸ σῶμα ἐκλύσει, χεῖρας δὲ καὶ πόδας δήσας—τὰ γὰρ ἄλλα τὰ τούτων ἀτοπώτερα οὐδὲ λέγειν καλόν—παραδώσει καὶ φίλοις καὶ ἐχθροῖς εἰς γέλωτα.

ΛΕΟΝΤΙΩΙ Ἡ ἀρετὴ τοσοῦτον ἀπέχει τοῦ ἀπὸ τῶν μεταβολῶν ἐλέγχεσθαι, ὅτι καὶ αὐταῖς τὰς πρεπούσας ἐπιβάλλουσα ἡνίας εὐθύνει πρὸς τὸ δέον. Τῷ μὲν γὰρ πλούτῳ τὸ οἰκονομικὸν συγκιρνᾷ, τῇ δὲ δόξῃ τὴν μετριότητα, καὶ τῇ μὲν ἀρχῇ τὴν ἀτυφίαν, τῇ δὲ πενίᾳ τὴν ἀνδρείαν. Εἰ τοίνυν καὶ τῶν πραγμάτων τοὺς νεωτερισμοὺς νικᾷ, καὶ ἀοίδιμον κἀνταῦθα ἔχει κἀκεῖσε ἕξει τὸ κλέος, διατί μὴ ταύτην ἀσπαζόμεθα;

ΑΡΠΟΚΡΑΙ ΣΟΦΙΣΤΗΙ Τὰ μὲν ἐπὶ ταῖς ταφαῖς τοῖς ἀφιλοσόφοις καὶ ἀπειροκάλοις εἰωθότα πληροῦσθαι, ἄλλοις ἐατέον. Σὺ δὲ ταῖς ἐντελεστέραις εὐφημίαις περίστελλε τὸν μεταστάντα, καὶ τοῖς ἀσύλοις καὶ πρεπωδεστάτοις ἐνταφίοις κόσμει τὴν τοῦ Λόγου δωρούμενος χάριν, ἵνα κἀκεῖνον τιμήσῃς καὶ τοὺς μεθ’ ἡμᾶς εἰς ζῆλον ἀγάγῃς.

ΓΕΣΙΩΙ ΠΟΛΙΤΕΥΟΜΕΝΩΙ Εἰ καὶ νενικημένος ὑφ’ ὧν πέπονθας οὔπω νικῆσαι σαυτὸν ἴσχυσας εἰς τὸ μὴ ἀμύνασθαι, ἀλλὰ δίκας ἀπαιτῆσαι τὸν ὑβρίσαντα ὀνειροπολεῖς, μάλιστα μὲν ἀλλότριον τοῦτο Χριστιανοῦ, εἰ δὲ τῷ νόμῳ ἐπερείδῃ, τέως ἔνδος· ἢ γὰρ ὁ χρόνος σε θεραπεύσει, ἢ ἐκεῖνος ἀπολογήσεται, εἴπερ τοσαύτη ἐστὶν ἡ ὀργή· καὶ μετὰ ταῦτα αὐτὸν ἀμύνασθαι δυνήσῃ, οὐδὲν ὑπὸ τοῦ χρόνου εἰς τὸ μὴ δοῦναι δίκην ἐκεῖνον παραβλαπτόμενος. Καὶ ταῦτα μὲν εἰς τοσοῦτον.

Εἰπὲ δὲ τῷ σαυτοῦ φίλῳ· «Ἐλθὲ ὡς ἡμᾶς, ἢ μεταδώσων ὧν ἔχεις, ἢ μεθέξων ὧν οὐκ ἔχεις». Σὺ μὲν γὰρ σοφίαν ἔχειν φὴς μεγαληγορεῖν οὐ παραιτουμένην, ἡμεῖς δέ φαμεν ἀλήθειαν ἁπλότητι καὶ αἰδοῖ κεκοσμημένην. Ἢ γὰρ κρείττοσιν εὑρεθεῖσι κατακολουθήσεις ἄσμενος, ἢ ἐπανήξεις οἴκαδε μηδὲν ζημιωθείς.

ΖΩΣΙΜΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ Εἰ μὲν μόνος σοι ὁ τῆς φιλοχρηματίας ἔρως καὶ ἐπῆλθε καὶ εἷλεν, οὐκ ἂν τοσαύτην παρὰ πάντων ὑπέμενες γραφήν. Ἐπειδὴ δὲ τὰ κακὰ πάντες ἐν σοί, ὥς φασιν, ἀχορεύτως χορεύσαντα εἶδον, μείζονά σε πάσης τιμωρίας ἁμαρτάνειν ἡγούμενοι, ὡς ποικίλον καὶ πολύμορφον θηρίον ἐκτρέπονται.

Εἰ τοίνυν βούλει τὴν τοιαύτην ἀποτρίψασθαι ἀδοξίαν, τὰ ἀνθρώποις φιλαρέτοις πρέποντα καὶ λέγε καὶ πρᾶττε.

ΑΥΣΟΝΙΩΙ ΚΟΡΡΗΚΤΩΡΙ Ἄγαμαί σου τὸ σοφὸν φρόνημα, ὅτι φόβον πρᾳότητι μίξας οὐδένας ἔχεις οὔτε τοὺς διὰ τὸν φόβον μισοῦντας, οὔτε τοὺς διὰ τὴν πρᾳότητα πταίοντας, ἀλλά σοι τὴν ἀκόλουθον κρᾶσιν ἀντιδιδόασιν οἱ ἀρχόμενοι, σωφροσύνῃ φιλίαν συνάψαντες· ἐπειδὴ γὰρ τὰ πλεῖστον ἀπ’ ἀλλήλων διεστῶτα ἐκέρασας, καὶ αὐτοὶ τὴν ἴσην σοι ἀποδιδόασιν ἀμοιβήν, παρὰ σοῦ παιδευθέντες συνάπτειν τὰ κεχωρισμένα.

ΤΩΙ ΑΥΤΩΙ Τὰ μὲν σὰ κατορθώματα, ὦ πρᾳότατον τοῖς ἀδικουμένοις ὄμμα καὶ τοῖς ἀδικοῦσιν φοβερώτατον, μείζονά ἐστι τῆς τῶν ἐγκωμιαζόντων αὐτὰ γλώττης, εὔχονται δὲ πλέον ἡττᾶσθαι, τῆς σῆς ἐπὶ τὸ μεῖζον προκοπτούσης ἀρετῆς.

ΤΩΙ ΑΥΤΩΙ Ὁ τοῖς μὲν τὰ ἤθη μετρίοις ἀτύφως προσφερόμενος, τοὺς δὲ ταῖς γνώμαις ἐξογκωμένους καὶ πρὸς ἀλαζονείαν βλέποντας μὴ καταπληττόμενος, οὗτος ἀρετῆς μέγιστον ἐκφέρει τεκμήριον.

ΛΟΥΚΑΙ ΛΑΜΠΡΟΤΑΤΩΙ Οὔτε τὴν παρρησίαν «ἀναισχυντίαν» κλητέον οὔτε τὴν ἀναισχυντίαν «παρρησίαν», ἀλλὰ τὴν μὲν τοὺς πταίοντας κοσμίως ἐλέγχουσαν «παρρησίαν», τὴν δὲ τοὺς κατορθοῦντας ὑβρίζουσαν «ἀναισχυντίαν». Ἡ μὲν γὰρ ἰατρικῇ ἔοικεν, ἡ δὲ λοιμικῇ καταστάσει, τῷ τὴν μὲν τοὺς ἀρρωστοῦντας ἰᾶσθαι, τὴν δὲ τοὺς ὑγιαίνοντας ταράττειν.

ΚΥΡΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ Εἰ καὶ πάσης ἐστὶ βασιλείας ὑψηλοτέρα καὶ ἀξιωτέρα ἡ ἱερωσύνη, ἀλλὰ τοὺς ταύτην λαχόντας οὐ χρὴ κατὰ τῶν ἄλλων διὰ ταύτην ἐπαίρεσθαι, ἀλλὰ πρεπωδέστατον καὶ ἁρμοδιώτατον ταύτης κόσμον ἡγεῖσθαι τὴν μετὰ συνέσεως πρᾳότητα, ἐννοοῦντας ὅτι κρείττων μέν ἐστι πάσης ἀνθρωπίνης τιμῆς τε καὶ ἀξίας, διὰ δὲ τὴν θείαν χάριν τε καὶ διάταξιν ταύτην εἰλήφασι τῆς τῶν ἄλλων ὠφελείας ἕνεκεν, ἣν οὐκ ἂν εἶεν δίκαιοι τῇ τυραννίδι καθυβρίζειν.

ΙΕΡΑΚΙ ΠΡΕΣΒΥΤΕΡΩΙ Ὄντως ἀξιάγαστος ὁ θεῖος χρησμὸς ὃν ἑρμηνευθῆναί σοι παρεκελεύσω. Τὸ γὰρ μὴ δῶτε τὰ ἅγια τοῖς κυσί, μηδὲ ῥίψητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε καταπατήσωσιν αὐτοὺς τοῖς ποσὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς τοιοῦτόν τινα ὠδίνει νοῦν. Ἐπειδὴ ἅγιος καὶ μαργαρίτης ὄντως τιμαλφέστατος ὁ θεῖος λόγος, κύνες δὲ καὶ χοῖροι οὐ μόνον οἱ περὶ τὰ δόγματα, ἀλλὰ καὶ οἱ περὶ τὰς πράξεις πταίοντες, «καταπάτησις» δὲ ἡ περὶ αὐτῶν ἔρις καὶ ζυγομαχία, τῶν μὲν τὴν ὀρθότητα τῶν δογμάτων ἀνατρέπειν πειρωμένων, τῶν δὲ τὴν ἀρίστην πολιτείαν ἐξυβριζόντων, «ῥῆξις» δὲ τῶν τὸν θεῖον λόγον πρεσβευόντων καὶ τῶν τὰ ἄριστα συμβουλευόντων, ἡ τῶν οὐκ ὀρθῶς δοξαζόντων οὐδὲ βιούντων καταφρόνησις καὶ ἀτιμία, διὰ τοῦτο ἔφη· «Μὴ ὡς εὔωνον καὶ εὐπόριστον ῥίπτετε τὸν Λόγον, ἵνα μὴ καὶ αὐτὸς παροινηθείη καὶ ὑμεῖς κωμῳδηθεῖτε παρὰ τῶν ὀρθὸν μηδὲν μήτε λεγόντων μήτε πραττόντων.» Τινὲς δέ φασιν οὐκ ἀπὸ σκοποῦ ὅτι καὶ τὴν ἱερωσύνην διαγορεύει μὴ δοθῆναι τοῖς ἀσελγέσι καὶ ἀκαθάρτοις, ἵνα μὴ καὶ αὐτὴν ὑβρίσοιεν καὶ κατὰ τῶν χειροτονησάντων ὁρμήσοιεν, ἣν εἶχον πρὸ τούτου σεμνὴν δόξαν διαρρηγνύντες. Εἰ δὲ καὶ τοῖς ἁμαρτάνουσι λαϊκοῖς τὰ θεῖα μὴ δίδοσθαι μυστήρια, ἐπίστησον.

Εἰ δὲ καὶ τοῖς προσποιουμένοις μὲν προσιέναι τῇ πίστει, μὴ ἀφισταμένοις δὲ τῶν παρανόμων ἐπιτηδευμάτων, ὑπαγορεύει τὸ θεῖον μὴ δίδοσθαι βάπτισμα, ἐπίσκεψαι.

ΑΡΠΟΚΡΑΙ ΣΟΦΙΣΤΗΙ Ἤστην ποτὲ δυὸ ὁμογνησίω ἀδελφώ, διενεχθέντε πρὸς ἑαυτὼ τοσοῦτον ὡς καὶ τοὺς εἰς συμβατηρίους λόγους τολμῶντας ἐλθεῖν ἐχθροὺς ἡγεῖσθαι. Ἐγὼ δὲ (δεῖ γὰρ τἀληθῆ λέγειν) τὴν ἀποτυχίαν δεδιὼς ὤκνουν αὐτὼ παρὰ τὴν πρώτην διαλεχθῆναι, ὕστερον δὲ ἀγεννὲς εἶναι τοῦτο νομίσας καὶ παρακελευσάμενος ἐμαυτῷ τοῦτο πάντως χρῆναι γενέσθαι, κἂν διαμάρτοιμι τοῦ σκοποῦ, ἧκον ἐπὶ τοὖργον, νομίσας μὲν αὐτὸ ἐργῶδες εἶναι, ὅμως δὲ καὶ τοῖς ἀδοκήτοις ἐγχειρῶν.

Τοσοῦτον δ’ εὗρον ῥᾴδιον τοῦτο ὡς μηδὲ ἀκροβολισμῶν δεηθῆναι· ἤρκεσε γὰρ ἐκείνω τὸ ἐμὲ τῶν λόγων ἅψασθαι. Οὐκοῦν καὶ αὐτὸς μὴ τῇ τοῦ πράγματος δυσκολίᾳ πρόσεχε, ἀλλ’ ἅψαι τῶν ἄθλων· ἴσως γὰρ οὐδὲ πόνων δεήσῃ.

ΤΩΙ ΑΥΤΩΙ Ὅταν φάλαγξ σωφροσύνης καὶ πειθοῦς καὶ τάξεως καὶ στρατηγικῆς ἀρετῆς μετέχῃ, τότε τοῖς ἐναντίοις δεινὴ καταφαίνεται καὶ πρὸ τῆς εὐτολμίας τὰ τρόπαια πολλάκις ἵστησι, τῶν ἐχθρῶν πρὸς ἱκεσίαν χωρούντων καὶ πρεσβευομένων.

Ἐπεὶ τοίνυν ταῦτα πάντα παρ’ ἡμῶν ὀφείλοντα γενέσθαι κατὰ τῶν δαιμόνων, οὐ γίνεται (οὐ γὰρ μετ’ ἀλλήλων κατ’ ἐκείνων, ἀλλὰ κατ’ ἀλλήλων μετ’ ἐκείνων στρατευόμεθα), οὐ θαυμαστὸν εἰ ἡττώμεθα· ἀλλὰ μᾶλλον ἐκεῖνο, εἰ μηδὲν ποιοῦντες ὧν τοῖς νικῶσι προσῆκεν, νικᾶν ἀξιοῦμεν.

ΤΟΙΣ ΑΡΧΟΝΤΙΟΥ ΠΑΙΣΙΝ Ἔπεμψα τὸν πανάριστον Εὐτόνιον, λόγων συμβατηρίων ὑμῖν καθηγησόμενον. Αἰδέσθητε τοίνυν πρῶτον μὲν τὸ πρέπον, δεύτερον δὲ ἑαυτούς, τρίτον ἐμὲ τὸν ἐν οἷς ἔξεστιν ἐπιτάττειν συμβουλεύοντα, τέταρτον τὸν καταδεξάμενον τοσοῦτον ὑπομεῖναι διὰ τὴν ὑμετέραν εἰρήνην κάματον. Καὶ πᾶσαν ἀπέχθειαν ἐξορίσαντες ἄσμενοι τὴν πρὸς ἑαυτοὺς φιλίαν ἀσπάσασθε.

ΩΡΙΩΝΙ ΜΟΝΑΖΟΝΤΙ Τὰ παραδείγματα οὐχ ἅπαντα λαμβάνεται, ἐπεὶ οὐκ ἂν εἴη παραδείγματα, ἀλλὰ ταυτότης. Εἰ γὰρ καὶ τὸ ἀκέραιον καὶ ἀκακόηθες προσέταξε μιμεῖσθαι τῆς περιστερᾶς, ἀλλὰ τὸ ἀνόητον ἐκκλίνειν χρή, ὅπερ ἐστὶ τὸ εἰς ἐκείνους καταφεύγειν τοὺς θηρᾶν σπουδάζοντας. Εἰ γὰρ καὶ μὴ βλάπτειν χρή, ἀλλ’ οὐδὲ εἰς τὰ καίρια βλάπτεσθαι προσήκει, οὐδὲ πρὸς ἐκείνους τρέχειν ὧν κέρδος μέγιστον ἡ ἀπαλλαγή. Εἰ δὲ καὶ μαρτυρίαν θέλεις ἐναργῆ λαβεῖν τῶν λεγομένων, ἄκουε τοῦ προφήτου λέγοντος Καὶ ἦν Ἐφραῒμ ὡς περιστερὰ ἄνους, οὐκ ἔχουσα καρδίαν. Εἰ δὲ καὶ τὴν αἰτίαν ζητεῖς, αὐτὸς εὐθὺς ἐπάγει· Αἴγυπτον ἐπεκαλεῖτο καὶ εἰς Ἀσσυρίους ἐπορεύετο. Δύο, φησίν, ἐθνῶν τυραννίδα καὶ μῖσος καὶ ἀρχαίαν νοσούντων πλεονεξίαν, τὸ μὲν ἐπεκαλεῖτο εἰς βοήθειαν, πρὸς δὲ τὸ <ἕτερον> κατέφευγεν ὡς σωτηρίας τευξόμενος. Τίς οὖν τούτου, φησί, ἀνοητότερος γένοιτ’ ἄν, τοῦ πρὸς ἐκείνους ὁρμῶντος τοὺς τὴν αἰχμαλωσίαν αὐτοῦ καὶ τὴν δουλείαν ὀνειροπολοῦντας;

ΤΩΙ ΑΥΤΩΙ Τὸ Οἱ ἐρόμενοι ἐκ κοιλίας καὶ παιδευόμενοι ἕως γήρως συνᾴδει τῷ Πάντοτε μανθάνοντες καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάμενοι· οἱ ἐρόμενοι γάρ, τοῦτ’ ἔστιν οἱ ἐρωτῶντες ὥστε μαθεῖν καὶ ἀκούοντες μέν, τῇ δὲ ἀμαθίᾳ συγκαταγηράσκοντες, οὐχ ὅτι δι’ ὅλου τοῦ βίου φιλομαθεῖς ἦσαν (ἦ γὰρ ἂν αὐτοὺς ἀπεδέξατο) οὐδ’ ὅτι ὀψιμαθεῖς (καὶ γὰρ καὶ τοῦτο δευτέρα ἀρετή· κρεῖττον γὰρ ὀψιμαθεῖς ἢ ἀμαθεῖς εἶναι), ἀλλ’ ὅτι ἀεὶ μανθάνειν προσποιούμενοι, τὴν δ’ ἐπιθυμίαν τῆς σοφίας ἀπωθούμενοι, ἀπαιδευσίας ἑάλωσαν εἶναι γνήσια θρέμματα.

ΖΩΣΙΜΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ Εἰ καὶ ἐνταῦθα, ὦ πάντα μικρὰ πρὸς τὴν σὴν ἀναλγησίαν φθέγξασθαι, χῶρος εἰσδέχεται τοὺς οὐκ ἀπὸ τῶν αὐτῶν ἥκοντας, ἀλλ’ ἐκεῖσε διάκρισις ἔσται ἀκριβής. Πρώην μὲν οὖν ἡνίκα οἱ τῆς ἐκκλησίας παιδευταὶ καὶ δι’ ἀρίστην πολιτείαν τῷ θείῳ ἐλαμπρύνοντο Πνεύματι, κἀνταῦθα ἐχωρίζοντο οἱ πταίοντες καὶ γνωσιμαχοῦντες κατηριθμοῦντο πάλιν εἰς τὸν ἱερὸν τῆς ἐκκλησίας σύλλογον. Νῦν δέ—ἀλλ’ οὐδὲν βούλομαι δυσχερὲς εἰπεῖν—πάντα ἀναίδην τολμᾶται καὶ οὐδεὶς ὁ ἐπεξιών, ἀλλὰ τοῖς μὲν φιλαρέτοις εἰσὶ βαρεῖς, τοῖς δὲ φιλαμαρτήμοσι προσηνεῖς. Τοὺς μὲν γὰρ ἀποναρκῆσαι παρασκευάζουσι, τοὺς δὲ εἰς κακίαν μείζονα παιδοτριβοῦσι, μάλιστα ὅταν καὶ πλοῦτος αὐτοῖς περιρρέῃ. Μὴ τοίνυν, ἐπειδὴ καὶ Εὐσέβιος—ὁ οὐκ οἷδ’ ὅπως σε χειροτονήσας, τῇ ἀρετῇ πολέμιος τυγχάνων—σὲ εἰς ἐσχάτην κακίαν ἐλάσαντα οὐκ ἀπελαύνει τοῦ πληρώματος τῆς ἐκκλησίας, ἤδη νόμιζε κἀκεῖσε μηδὲν πείσεσθαι δεινόν. Τοσοῦτον γὰρ κἀκεῖνον καὶ σὲ μετελεύσεται ἡ δίκη ὅσον ἐνταῦθα μακροθυμήσασα οὐδὲν ὤνησεν, ἀλλὰ καὶ βλασφημηθῆναι δι’ ὑμᾶς κατεδέξατο.

ΠΑΛΛΑΔΙΩΙ ΔΙΑΚΟΝΩΙ Τὸν ὥσπερ σὺ ἄγευστον τῶν πόνων, οὐ δίκαιον λέγειν ἀναπαύλης δεῖσθαι. Δευτέρα γὰρ τῶν πόνων ἡ ἀνάπαυλα, χωρὶς δὲ ἐκείνων, «τρυφὴ» δικαίως ἂν καλοῖτο. Τοὺς μὲν γὰρ πόνων λήγοντας ἀναπαύεσθαι χρή, τοὺς δ’ ὅλως ἀφεστηκότας τοῦ πονεῖν «ἀσώτους» κλητέον καὶ «ἀργούς», ὥστε ἕως ἂν σὺ μὴ παραδέξαιο τοὺς ἱδρῶτας, ἀφεκτέον καὶ τοῦ τῆς ἀναπαύσεως ὀνόματος.

ΑΥΣΟΝΙΩΙ ΚΟΡΡΗΚΤΩΡΙ Οἱ μὲν νόμοι τὸν εἰς σὲ παροινήσαντα συλλαβόντες παρέπεμψαν ὑπὸ τὰς σὰς χεῖρας δίκην ὑφέξοντα, σὺ δέ—κρείττων γὰρ εἶ καὶ ὕβρεως καὶ λοιδορίας, διὸ καὶ φιλοσοφίαν τῇ νομίμῳ ἀρχῇ ἐκέρασας—μικρὰ νουθετήσας τοῦτον, τῷ συγγνώμης ἀξιῶσαι βελτίω κατάστησον, τὸ μὲν γὰρ κολάσαι προχείρως καὶ τῶν τυχόντων ἐστί, τὸ δὲ συγγνώμην νεῖμαι τῶν οἷος αὐτὸς τυγχάνεις.

ΗΣΑΙΑΙ Ἔοικας ἐκ τοῦ συνεχῶς συγγνώμης ἐφ’ οἷς πταίεις τυγχάνειν, καὶ εἰς τὸ συγγνώμης μείζονα ἁμαρτάνειν πεπαιδοτριβῆσθαι. Τῷ χαλινῷ τοίνυν τῆς ἐγκρατείας χρησάμενος, ἀνείργειν σαυτὸν πειρῶ τοῦ κατὰ κρημνῶν φέρεσθαι· καὶ τὸ τῆς συγγνώμης φάρμακον μὴ ἀχρεῖον κατασκεύαζε, ἵνα μὴ ὡς ἀγνώμονά σε καὶ ἀνάλγητον ἡ θεία λοιπὸν μετέλθοι δίκη.

ΩΦΕΛΙΩΙ ΓΡΑΜΜΑΤΙΚΩΙ Ἐπειδὴ θαυμάζειν ἔφης, πῶς τινες τῶν ἀλιτηρίων δαιμόνων δίκαιον ἠξίουν εἶναι τὸν θεραπεύοντα, αὐτοὶ δὲ τὰ ἄδικα δρᾶν προσταττόμενοι ὑπέμενον, ἡγοῦμαι ὅτι δίκαιον μὲν ἠξίουν εἶναι τὸν θεραπεύοντα διότι θεοὶ εἶναι ὑπερκρίνοντο, ὑπηρέτουν δὲ τὰ ἄδικα διότι πονηροὶ γεγόνασιν ἐκ προαιρέσεως.

Ἐπειδὴ γὰρ ᾔδεσαν πολλοὺς τῶν ἀνθρώπων τὴν ἀρετὴν τιμῶντας, τοὺς φιλαρέτους ἀγαπᾶν προσποιούμενοι, ἵν’ ἀγαθοὶ εἶναι νομισθεῖεν, μετ’ οὐ πολὺ ταῖς ἐναγέσι πράξεσιν ἤλεγχον ἑαυτῶν τὴν ἐπὶ τὰ κακὰ ῥέπουσαν διάνοιαν.

ΤΩΙ ΑΥΤΩΙ Μεγίστης ἐστὶ συγγραφῆς καὶ διδασκαλίας ἀρετή, αἰτιολογία καὶ ἀπόδειξις. Οὐ γὰρ προσήκει μόνον διισχυρίζεσθαι, ὅτι τόδε ὄν ἐστιν, ἀλλὰ καὶ διότι ἐστίν, εἰ οἷόν τε, ἀποδεικνύναι. Τοῦτο γάρ ἐστιν ἀληθῶς εἰδέναι, τὸ μετὰ αἰτίας εἰδέναι.