Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσίδωρος ὁ Πηλουσιώτης – Ἐπιστολαί

Ἰσίδωρος ὁ Πηλουσιώτης

Επιστολές περί ανεξικακίας, αγάπης προς τους εχθρούς και πνευματικής ταπεινώσεως

Προτροπές για καρτερία, ελεημοσύνη, συγχώρηση των εχθρών και ερμηνεία ευαγγελικών παραβολών, με διαρκή καταδίκη της φιλοδοξίας και της υποκρισίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσίδωρος ὁ Πηλουσιώτης

—

Κεφάλαιο 10 από 14

ΕΥΤΟΝΙΩΙ ΔΙΑΚΟΝΩΙ Πόσους οἴει τῶν ἀνθρώπων ἀνωνύμους καὶ ἀδόξους εἶναι πολλῷ σπουδαιοτέρους γεγενημένους τῶν ᾀδομένων, τῷ τοὺς μὲν ποιητῶν τυχεῖν καὶ λογοποιῶν τῶν πᾶν τὸ πραττόμενον μὴ πρὸς τὴν ἀλήθειαν κρινόντων, ἀλλὰ πρὸς ἣν εἶχον εὔνοιαν ὑπολαμβανόντων καὶ τὸ κατορθωθὲν οὐρανόμηκες ποιούντων, τοὺς δὲ μὴ ἐσχηκέναι τοὺς ὑμνήσαντας διὰ φθόνον, ὅπερ ταῖς λαμπραῖς πράξεσιν ἀκολουθεῖν εἴωθεν; Ἐνταῦθα μὲν οὖν εἰ καὶ ἔδοξαν οἱ μὲν ἀνακεκηρύχθαι, οἱ δὲ σεσιωπῆσθαι, τοῦ κόσμου λοιπὸν εἰς τέλος ἐπειγομένου, ἐκεῖσε τοὺς ὄντως λαμπροὺς καὶ ἐνδόξους ὀψόμεθα, τῆς θείας δίκης οὐκ ἀνεξομένης ἐκ τῆς τῶν ἀνθρώπων δόξης ἐνεγκεῖν τὴν ψῆφον, ἀλλ’ ἐκ τῆς οἰκείας, τῆς εἰλικρινοῦς καὶ ἀδιαπτώτου. Μὴ οὖν ὀλιγώρει, εἰ οὐρανοπολίτης ὢν τὰς τῶν φθονούντων σοι γλώττας αἰχμῆς νεηκόνου ὀξυτέρας αἰσθάνῃ κατὰ σαυτοῦ φερομένας, ἀλλὰ διὰ τοῦτο μάλιστα λαμπρότερος ἔσεσθαι προσδόκησον.

ΤΩΙ ΑΥΤΩΙ Ἴσθι ὅτι τοῖς τῆς ἀρετῆς πόνοις ἐκ πρώτης μέχρι τελευτῆς ἐγκαρτερῆσαι οὐχ οἷόν τε, μὴ τῆς προσδοκίας τῶν γερῶν κιρναμένης ἠρέμα τῷ ἱδρῶτι, καὶ κατὰ βραχὺ ἀλύπως τε καὶ κούφως καὶ τρόπον τινὰ μετ’ εὐφροσύνης παραπεμπούσης ἐπὶ τὸ τῶν ἀγώνων τέλος. Εἰ τοίνυν θεάσοιο ἄνθρωπον τοὺς πόνους τῆς ἀρετῆς τοὺς τῆς τρυφῆς τοῖς ἐχέφροσιν ἡδίονας φεύγοντα, ἴσθι ὅτι ἐλπὶς αὐτῷ χρηστὴ οὐκ ἀνθεῖ.

ΤΩΙ ΑΥΤΩΙ Φοβερόν ἐστι καὶ λίαν φοβερὸν τὸ εἰς ἱερωσύνην νυνὶ τελέσαι. Δυοῖν γὰρ αὐτῷ θάτερον συμβήσεται, ἢ κατὰ τοὺς ἀρχαίους καὶ ἀποστολικοὺς κανόνας ζῶντα μισηθῆναι καὶ ἐπιβουλευθῆναι παρὰ τῶν τὴν νυνὶ ἐπιπολάσασαν ἐπιβλαβῆ καὶ παράνομον συνήθειαν ὡς νόμον θεῖον φυλαττόντων καὶ τοὺς ὀρθῶς βιοῦντας ἐξοστρακιζόντων, ἢ ὑποκατακλίναντα ἑαυτὸν καὶ τῆς ἑαυτοῦ ἀφειδῆσαι σωτηρίας καὶ ἄλλους πολλοὺς σκανδαλίσαι, ὑπὲρ ὧν καὶ δίκας σφοδροτάτας δώσει. Μακάριον μὲν οὖν τὸ μηδὲ ἁλῶναί ποτε τῷ τοιούτῳ ἔρωτι, εἰ δὲ μὴ ἁλοὺς χειροτονηθείη, ἐχέσθω τοῦ προτέρου σκοποῦ, καὶ μετὰ παρρησίας τὰ ἀρχαῖα καὶ ἀποστολικὰ πράγματα ἀνανεούτω, μὴ τοῖς νῦν προπίνουσι τὴν ἱερωσύνην καὶ πάντα καὶ λέγειν καὶ πράττειν ἐξεῖναι αὐτοῖς νομίζουσιν εἰς τὰ πταίσματα συμπράττων. Κρεῖττον γὰρ τὸ ἐπιβουλευθῆναι καὶ ἀποχειροτονηθῆναι τοῦ μετὰ τοιούτων ἀνδρῶν τετάχθαι.

ΛΑΜΠΕΤΙΩΙ ΕΠΙΣΚΟΠΩΙ Οὐ κωμῳδεῖν ἀλλὰ καταθρηνεῖν ὀφείλεις Εὐσέβιόν τε καὶ Χαιρήμονα καὶ Ζώσιμον, τούς, ὡς γέγραφας, κορυφαιοτάτους τῶν κακῶν καὶ μηδενὶ ὑπερβολὴν καταλείψαντας. Εἰ δὲ καὶ Εὐστάθιος καὶ Μάρων τοῖς ἴχνεσιν αὐτῶν ἀκολουθοῦντες οὐδέπω μὲν ἁμιλληθῆναι δεδύνηνται, δῆλοι δέ εἰσι καὶ ὑπερβαλούμενοι, εἰς εὐχὴν τρεψοίμην ὥστε κἀκείνοις καὶ τούτοις μετάγνωσιν ὥσπερ ἐκ μηχανῆς τινος ἐπιφανῆναι.

Τάχα πως εἰ καὶ μὴ ἀναμαχέσασθαι δυνηθεῖεν τὰς τοσαύτας καὶ τηλικαύτας ἥττας, ἀλλὰ κἂν παραμυθία τις αὐτοῖς ἐν τοῖς δεινοῖς ἐκείνοις βασανιστηρίοις τεχθείη.

ΘΕΟΔΩΡΩΙ ΣΧΟΛΑΣΤΙΚΩΙ Οὐκ αἰσχρὸν τῶν μεγίστων ἐγκωμίων ἡττᾶσθαι οἷς ἐξισῶσαι τοὺς λόγους οὐχ οἷόν τε· οὔτε μὴν δίκαιον, τῆς ἀξίας ὑστεροῦσιν, ἤδη καὶ τὸ κατὰ δύναμιν ἐλλείπειν. Ὁ γὰρ ἐπαινέσαι φιλονεικήσας μέν, ἡττηθεὶς δέ, τῇ τῆς προαιρέσεως δόξῃ κεκόσμηται· οὐκοῦν εἴγε σκαιότητος ἀδοξίαν ἀπορρίψασθαι βουλόμεθα, πειρώμεθα κἀκείνους ἐπαινεῖν οἷς ὑπὲρ λόγους ὁ ἔπαινος. Ἄμεινον γὰρ ἐν τοῖς λόγοις ἡττωμένους τῇ τῆς προαιρέσεως καλλωπίζεσθαι εὐγνωμοσύνῃ.

ΤΩΙ ΑΥΤΩΙ Πολλῷ ἀσφαλέστερον τὸ μὴ πολεμεῖσθαι τοῦ συμμαχεῖσθαι. Τὸ μὲν γὰρ ἡσυχίαν ἔχει ἀπράγμονα, τὸ δὲ ἀναγκάζει συμπολεμεῖν πολλάκις τοῖς βοηθήσασι, καὶ εἰ ἀδίκως πολεμοῖεν, καὶ χάριν ἄδικον ἀντὶ δικαίας ἐκτίνειν.

ΑΔΑΜΑΝΤΙΩΙ Ἀγνοεῖς, ὡς ἔοικεν, ὅτι ἡ νέα φιλοσοφία τῆς ὡς νηπίοις διαγορευθείσης παλαιᾶς παραινέσεώς ἐστιν πολλῷ ὑψηλοτέρα. Τὸ γὰρ θαυμασθὲν παρὰ σοῦ, ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν· ἐὰν διψᾷ πότιζε αὐτόν, οὐ λίαν μέγα καὶ νεανικόν, ἀλλ’ εὐχῆς ἔργον ἐστί. Τὸ γὰρ εἰς τοσαύτην ἐμπεσεῖν ἐκεῖνον ἀνάγκην ὡς τῶν ἀναγκαίων δεηθῆναι καὶ παρὰ τοῦ ἐχθροῦ ἐλεηθῆναι, πάσης συμφορᾶς ἔγωγε ὁρίζομαι εἶναι βαρύτερον καὶ πάσης τιμωρίας χαλεπώτερον.

Οὕτω γοῦν οἱ πολλοὶ τοῦθ’ ὅρκον μέγιστον εἶναι νενομίκασι λέγοντες· «Μὴ λάβω παρ’ ἐχθρῶν μου ἔρανον.» Εἰ τοίνυν τοῖς μὲν εὖ ποιοῦσι κατ’ εὐχήν, τοῖς δὲ εὖ πάσχουσι κατὰ τιμωρίαν γίνεται, τί θαυμάζεις; Καὶ μάλιστα ὅταν μηδὲ ἁπλῆ ἡ εὐεργεσία, ἀλλὰ τιμωρίας μείζονος ποιητική· τοῦτο γὰρ ποιῶν, φησίν, ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Εἰ τοίνυν αὐτὸ καθ’ ἑαυτὸ τὸ πρᾶγμα ἐν τιμωρίας γίνεται μέρει, καὶ ἡ αἰτία δι’ ἣν γίνεται διὰ κόλασιν ἄλλην γίνεται. Τοῖς γὰρ λέγουσιν ὅτι θερμανεῖς αὐτοῦ τὸ ἡγεμονικὸν καὶ ἀνανῆψαι ποιήσεις, οὐ πάνυ προσεκτέον.

Ἦ γὰρ ἂν οὐ τὴν ἀνάγκην τοῦ λιμοῦ προσέθηκεν, ἀλλ’ ἐν παντὶ καιρῷ καλῶς χρῆσθαι προσέταξεν. Οὐ θαυμάζω ἔγωγε τοὺς τοῦτο ποιοῦντας, ἀλλὰ τοὺς ἐν εὐημερίᾳ ὁρῶντας τοὺς ἐχθροὺς καὶ μὴ μόνον μὴ δυσχεραίνοντας, ἀλλὰ καὶ ἐπαινοῦντας καὶ εὐχομένους ὑπὲρ αὐτῶν, ὅπερ ἡ νέα φιλοσοφία προστάττουσά φησιν· Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν· καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς καὶ διωκώντων.

Ἐκεῖ μὲν γὰρ ἡ ἀνάγκη ἐπικλᾶν οἶδεν, ἐνταῦθα δὲ γυμνή ἐστι τῆς διανοίας ἡ βάσανος. Εἰ δὲ καὶ ὁ ἀπόστολος τῇ παλαιᾷ κατεχρήσατο παραινέσει, ἀλλὰ πᾶσι δῆλόν ἐστιν ὅτι πρὸς ἀτελεστέρους ἦν ὁ λόγος αὐτῷ.

ΙΣΧΥΡΙΩΝΙ Ἔοικας ἀγνοεῖν τῆς βιωτικῆς φαντασίας τὸν ζόφον καὶ τῆς θείας φιλοσοφίας τὸ φῶς. Οὐκοῦν ἕνα σοι τῶν ἑκατέρου πράγματος πεῖραν εἰληφότων χρὴ μάρτυρα ἀξιόπιστον παραγαγεῖν· ἡμῖν γὰρ ἴσως οὐ πεισθήσῃ. Τίνα οὖν ἡγῇ ἀξιόχρεω; Βούλει τὸν Σολομῶνα εἰς μέσον ἀγάγωμεν;

Οὗτος γὰρ ἡνίκα μὲν τῷ τῶν βιωτικῶν πραγμάτων ἔρωτι κεκράτητο, μέγιστά τε αὐτὰ ἡγεῖτο καὶ θαύματος κρείττονα, καὶ πᾶσαν περὶ αὐτὰ τὴν φροντίδα ἔστρεφε, λαμπρὰς μὲν οἰκοδομούμενος οἰκίας, χρυσίον δὲ συνάγων, καὶ μουσικοὺς μὲν χοροὺς συγκροτῶν, τραπεζοποιῶν δὲ γένη καὶ μαγείρων κτώμενος καὶ τὴν ἀπὸ τῆς ἐσθῆτος τρυφὴν καὶ τὴν ἀπὸ τῶν παραδείσων τέρψιν καὶ τὴν ἀπὸ τῶν λαμπρῶν σωμάτων ἡδονὴν δαψιλῶς ἑαυτῷ παρασκευάζων, καὶ πᾶσαν ὡς εἰπεῖν λεωφόρον ψυχαγωγίας καὶ τέρψεως ἀνατέμνων. Ἐπειδὴ δὲ μικρὸν ἐκεῖθεν ὥσπερ ἀπὸ μανίας ἀνήνεγκε, καὶ καθάπερ ἐκ λαβυρίνθου τινὸς ζοφεροῦ πρὸς τὸ ὑπέρλαμπρον τῆς ὑπερκοσμίου φιλοσοφίας ἀναβλέψαι ἠδυνήθη φῶς, τὸ τηνικαῦτα τὴν ὑψηλὴν ἐκείνην καὶ τῶν οὐρανῶν ἀξίαν ἔρρηξε φωνήν·

Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης. Εἰ τοίνυν ὁ μηδ’ ἐν χρόνοις γεγενημένος πολλὴν ἀπαιτοῦσι φιλοσοφίας ἀκρίβειαν ἠδυνήθη συνιδεῖν τὸ τῶν πραγμάτων ἀνόητον καὶ πολλὴν αὐτῶν καταγνῶναι ματαιότητα, ποίαν ἕξομεν συγγνώμην οἱ πρὸς ὑψηλοτέραν κελευσθέντες ἀναβῆναι φιλοσοφίας κορυφήν, καὶ μηδὲ τὴν αὐτὴν ἐκείνῳ δυνάμενοι ῥῆξαι φωνήν, ἀλλ’ οὕτω περιεχόμενοι τῶν σκιῶν καὶ τῶν ὀνείρων, ὡς καὶ σωτηρίας ὑπεριδεῖν;

ΠΑΜΠΡΕΠΕΙΩΙ, ΣΤΡΑΤΗΓΙΩΙ, ΚΑΣΙΩΙ Ἆρα μὴ χρόνῳ φανὲν τόδε γράμμα γραφῇ παραδοῦναι, τῷ πόθῳ κεκμηκότες, ἐσκέψασθε; Πείθομαι μέν· οὐ μὴν ἐρήμην ἁλώσεται τῇ σιγῇ τὴν κατηγορίαν καθ’ ἑαυτοῦ βεβαιώσαντι, ἀλλὰ καὶ ῥᾷον καὶ θᾶττον ἀπολογήσεται ὅτι σωματικὴ ἀρρωστία τὴν σιγὴν ἐγέννησεν.

ΝΕΙΛΩΙ Ὅτι Ἀντίπατρος ὀρφανῷ σοι γεγενημένῳ ἀντὶ πατρὸς γέγονεν, οἶσθα. Ἐπεὶ τοίνυν ἐκεῖνος μὲν ἐξ ἀνθρώπων ᾤχετο, οἱ δὲ τούτου υἱεῖς δέονται τοῦ χεῖρα ὀρέξοντος καὶ τὴν ὀρφανίαν παραμυθησομένου, εὖ ποιήσεις εἰ καὶ αὐτὸς ἀντὶ πατρὸς αὐτοῖς γένοιο, τὴν πατρῴαν εὐεργεσίαν εἰς τοὺς υἱοὺς κατατιθέμενος.

ΜΑΡΩΝΙ Εἰ καὶ καταφρονεῖ ἡ φιλοχρηματία πάσης κολάσεως καὶ διὰ πάντων τῶν δεινῶν χωρεῖ, κόρον ἀκορέστῳ πάθει μηχανωμένη· ἀλλὰ τῷ μηδὲ ἐν τῷ κτᾶσθαι, κἂν τὰ πάντων λάβῃ, τυγχάνειν ἀνακωχῆς τινος, ἀλλ’ ἀεὶ κορυφοῦσθαι τὸ νόσημα καὶ εἰς τὸ ἀνίατον τελευτᾶν, παύσασθαι ἂν εἴη δικαία, ὡς διὰ τούτου μόνου θηρῶσα ὃ θηρᾶσαι διὰ πολλῶν κινδύνων καὶ κολάσεων οὐκ ἠδυνήθη. Τῷ μὲν γὰρ παύσασθαι ὁ κόρος ἀκολουθεῖ, τῷ δὲ ἐπιζητεῖν τὸ πάθος ἐπιτρίβεται· καὶ τῷ μὲν ὀλίγοις ἀρκεῖσθαι ὁ πλοῦτος ὁρίζεται, τῷ δὲ πλειόνων ἐφίεσθαι ἡ πενία γνωρίζεται. Εἰ τοίνυν τοὐναντίον φιλεῖ συμβαίνειν τῷ τῶν χρημάτων ἐραστῇ (οὗ γὰρ ἐφίεται τυχεῖν οὐ δύναται), αὐτὸ τὸ πάθος προτροπάδην φεύγων καὶ κόρου <καὶ> πλούτου καὶ ἀνέσεως καὶ τιμῆς ἀπολαύσεις.

ΤΩΙ ΑΥΤΩΙ Τοῖς μὲν μηδὲν χρηστὸν περὶ τῶν χρηστῶν λέγουσι τὸ μηδὲν ἀγαθὸν λαβεῖν· τοῖς δὲ καὶ κακηγοροῦσι τὸ κακόν τι προσλαβεῖν ἀκολουθεῖ.

ΘΕΟΔΟΣΙΩΙ, ΕΠΙΜΑΧΩΙ, ΠΑΥΛΩΙ ΜΟΝΑΖΟΥΣΙΝ Ἡ μὲν ἐγκρατής, ὦ βέλτιστοι, μετὰ τὴν ἧτταν ἐνίκησεν· ἡ δὲ παρθένος καθαρὰν ἥττης ἁπάσης ἔχει τὴν νίκην.

ΖΩΣΙΜΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ Οἱ ζῶντες βάλλονται τῷ φθόνῳ καὶ βάλλουσι, πρὸς δὲ τοὺς τεθνεῶτας καὶ οἱ πολέμιοι σπένδονται. Τί τοίνυν καὶ τοὺς τῆς φύσεως θεσμοὺς καὶ τοὺς τῆς ἔχθρας ὑπερβαίνεις ὅρους, τὸν τεθνεῶτα κακηγορῶν; Οὐ γὰρ πρὸς κόνιν καὶ τέφραν ἀκονᾷς τὴν γλῶτταν, ὡς ἡγῇ, ἀλλὰ πρῶτον μὲν τὴν ὁσίαν αὐτὴν ὑβρίζεις, ἧς πάντες ἄνθρωποι ἀντιποιοῦνται, ἔπειτα ψυχὴν ἀθάνατον ἔχει, ἧς ἔκδικός ἐστιν ὁ ἀκοίμητος ὀφθαλμός.

ΗΡΩΝΙ ΠΡΕΣΒΥΤΕΡΩΙ Ἡ περὶ τὴν ἑρμηνείαν δεινότης ἐμφάσεσι τρανοτέραις παρίστησι τὸ λεγόμενον, καὶ οἷον ὑπ’ ὄψιν ἄγει τὸ λανθάνον· δι’ ἣν καὶ οἱ ἀκροαταὶ ὥσπερ ὑπὸ λύρας ἄγονται, καὶ μάλιστα ὅταν μηδὲ περὶ τῶν συνήθων ἡ βάσανος ᾖ μηδὲ τῶν καθημαξευμένων, ἀλλὰ τῶν τοῖς πολλοῖς ἀδήλων, ἐφ’ ὧν καὶ ἡ σοφία τῶν φραζόντων σαφὴς καὶ ἡ ἐπιθυμία τῶν ἀκουόντων ἐναργής· ἑλκτικὸν γὰρ τὸ μὴ σφόδρα σύνηθες.

Ταῦτα δὲ ἔφην, ἐπειδήπερ μεμήνυκας· «Τί ἐστι τὸ ὁμοιῶσθαι τὴν βασιλείαν τῶν οὐρανῶν κόκκῳ σινάπεως;» Βραχὺς μὲν γάρ ἐστι σπειρόμενος ὁ τοῦ θείου κηρύγματος λόγος, καὶ τῶν πώποτε λεγομένων παρὰ τῶν δοξάντων σοφῶν δογμάτων ἐν βραχυτάτοις ἀπαγγέλλεται ῥήμασιν, οὐ μόνον διὰ τὴν συντομίαν, ἀλλὰ καὶ διὰ τὴν ἰδιωτικὴν λέξιν. Γεωργούμενος δ’ αὔξει καὶ πλατύνεται καὶ ὑπὲρ πάντας τοὺς πώποτε θαυμασθέντας λόγους εὑρίσκεται, ἅτε δὴ ἀλήθειαν ὠδίνων καὶ οὐ τὸ ψεῦδος κοσμῶν. Μεῖζον δὲ ἀληθείας οὐδέν.

Διὸ καὶ οἱ τῷ τῆς φιλοσοφίας ἐναβρυνόμενοι ὀνόματι, τοῖς οἰκείοις δόγμασι πολλὰ χαίρειν φράσαντες, ἐφίενται τῆς τοῦ θεοῦ σκιᾶς καὶ καταφεύγουσι πρὸς αὐτόν. Πόσοι τοιγαροῦν Πυθαγόρειοι τύφου καὶ ὑπεροψίας πεφηνότες διδάσκαλοι, φοιτηταὶ γεγόνασι τοῦ Λόγου, πόσοι δὲ Πλατωνικοί, τὴν ὀφρὺν τὴν ἀπὸ τῆς καλλιεπείας κατασπάσαντες, ὑπὸ τὴν σκιὰν αὐτοῦ ἱδρύνθησαν, πόσοι Ἀριστοτελικοὶ καὶ Στοϊκοί, τὴν ἐφ’ ᾗ ἐσεμνύνοντο σοφίαν ἀτιμάσαντες, ἠγάπησαν ἐν τοῖς ὑπηκόοις τετάχθαι;

ΝΕΙΛΩΙ Τὰ αὐτὰ ἁμαρτήματα καὶ παρὰ τὸν τόπον καὶ παρὰ τὸν καιρὸν ἀργαλεώτερα γίγνεται. Οἷον ὁ φόνος ἐστὶν ἐναγής· ἐὰν δὲ καὶ εἰς τόπον ἅγιον τολμηθῇ, ἐναγέστερος γίνεται· ἐὰν δὲ καὶ ἐν καιρῷ ἁγίῳ, ἐναγέστατος. Εἰ τοίνυν αὐτὸς καθ’ ἑαυτόν ἐστι χαλεπός, προσλάβοι δὲ καὶ τὴν ἀπὸ τοῦ τόπου καὶ τοῦ καιροῦ προσθήκην, μείζων καὶ ἀργαλεώτερος γίγνεται.

ΠΑΥΛΩΙ ΥΠΟΔΙΑΚΟΝΩΙ Μὴ τοῦτ’ ἐννόει, ὦ βέλτιστε, ὅπως μηδείς σοι ἐπηρεάσῃ, ἀλλ’ ὅπως κἂν βούληται μὴ δύνηται. Τοῦτο δὲ οὐδαμόθεν ἑτέρωθεν ἐντίκτεται, ἢ ἐκ τοῦ τῆς χρείας ἔχεσθαι καὶ μὴ πλειόνων ὀρέγεσθαι.

ΕΛΙΣΑΙΩΙ ΜΟΝΑΖΟΝΤΙ Εἰ καὶ τὴν συνουσίαν σοι τὴν πρὸς τὸν ἅγιον Θεοδόσιον μικρὰν ὁ χρόνος, ἀλλά γε τὴν ἀπ’ αὐτῆς ὄνησιν οἱ πόνοι καλὴν καὶ γενναίαν κατεσκεύασαν. Οὕτω γὰρ ταχέως καὶ πρὸς τὰ τῶν τρόπων ἤθη καὶ πρὸς τὴν τῶν θείων γραφῶν γνῶσιν ἐξετυπώθης, καὶ μιμητὴς ἀκριβέστερος τῶν ζωγράφων κατέστης, ὡς μήτε ἐκεῖνον ἄλλον πρὸ σοῦ, μήτε νομίζειν, μήτε ἔχειν ὁμιλητήν, σέ τε, κἂν εἰ μὴ φράζοις παρ’ ᾧ ἐφοίτησας, δῆλον εἶναι τοῖς δρωμένοις.

ΣΤΡΑΤΗΓΙΩΙ ΜΟΝΑΖΟΝΤΙ Ὁ φιλοσόφως ἐπισκεπτόμενος τῶν πραγμάτων τὴν φύσιν, ὅτι ποταμίων ῥευμάτων καὶ καπνοῦ εἰς ἀέρα διαλυομένου καὶ σκιᾶς θεούσης οὐδὲν ἄμεινον, ἀλλὰ καὶ χεῖρον διάκειται, οὔτε ὑπὸ τῶν χρηστῶν ἐπαρθείη ποτέ, οὔτε ὑπὸ τῶν λυπηρῶν ταπεινωθείη· ἀλλ’ ἐν τῇ τούτων μεταβολῇ ἀμετάβλητον τηρήσει τὴν γνώμην. Ὁ γὰρ παρόντων τῶν χρηστῶν μὴ ἀντεχόμενος οὐδὲ ἀπόντων ἀνιαθήσεται.

ΖΩΣΙΜΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ Εἰ, ὥς φασί τινες, φαύλως δι’ ἐσχάτην πενίαν ἤχθης, δι’ ἣν αἰτίαν νῦν τὸν ἁβροδίαιτον διώκεις βίον; Καὶ ταῦτα οὐκ οἶδ’ ὅθεν παρατιθέμενος τὴν τράπεζαν, ἀλλὰ τοῖς τὰς Σικελικὰς παρατιθεμένοις ἐπιρρίπτων, ὧν εἷς ταῦτα ἐξεβιάσατο χαράξαι τὰ γράμματα. Εἰ γὰρ πολλοὶ τῶν ἁβροδιαίτων καὶ τῶν εὗ γεγονότων διὰ φιλοσοφίαν εὐτελῶς ἐπαίδευσαν ἑαυτοὺς ζῆν, μεγίστην ὠφέλειαν καὶ δόξαν ἐκ τούτου θηρώμενοι, πῶς σύ, ἔχων καὶ τὴν σύντροφον συνήθειαν συναγωνιζομένην, εἰς τοὐναντίον μετέπεσας; Ἐπανάγαγε τοίνυν σαυτὸν ἐπὶ τὴν φίλην σου καὶ ὁμοτράπεζον εὐτέλειαν, ἵνα μὴ καὶ σαυτῷ χειμῶνας (ἡ γὰρ τρυφὴ ὕβρεώς ἐστι μήτηρ) καὶ τῇ θειοτάτῃ θρησκείᾳ ὄνειδος κατασκευάσῃς. Οἱ γὰρ διαφερόντως αὐτῇ ἀνακείμενοι κομιδῇ κατὰ σοῦ ἀγανακτοῦσιν, ὅτι διὰ τὴν σὴν λαιμαργίαν ἐκείνη κωμῳδεῖται.

ΘΕΟΓΝΩΣΤΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ Οἱ τὴν σοφίαν τὴν πάντα τὰ καλὰ ἐν ἑαυτῇ περιέχουσαν (ὡς καὶ τὸν πάντων δεσπότην τοῦτο μᾶλλον ἤ τι ἕτερον χαίρειν ἀκούοντα, ἐπειδὴ πολλοῖς ὀνόμασι καλεῖται [τοῦτο]) φαῦλον καὶ πεπατημένον πρᾶγμα ἡγούμενοι, πάντολμοι ἂν εἶεν παρ’ ἐμοὶ κριτῇ. Ἀλλ’ οἶμαι ἔχειν μὲν ἐπιθυμοῦντες, τοὺς δὲ πόνους ὑπομεῖναι μὴ ἀξιοῦντες οἷς ἡ θεία σοφία ἐπιφοιτᾷ, τῷ μὴ διὰ ῥᾳθυμίαν δοκεῖν αὐτοὺς ἀπολελεῖφθαι, φθονοῦντες τοῖς σοφοῖς διασύρουσι τὸ ἐκείνης ὄνομα. «Σοφοὺς» δέ φημι οὐ τοὺς τὸ Πλάτωνος ὕψος, καὶ τὴν Θουκυδίδου σεμνότητα, καὶ τὴν Δημοσθένους δεινότητα ζηλοῦντας, ἀλλὰ τοὺς λόγον ἀποδοῦναι δυναμένους ὑπὲρ τῶν θείων δογμάτων, καὶ μὴ διὰ τῆς οἰκείας ῥᾳθυμίας σιγῇ τὴν ἧτταν καταδεχομένους. Οἱ γὰρ ἀκούοντες οὐ τὴν τοῦ λέγοντος ἀπειρίαν, ἀλλὰ τὴν τοῦ δόγματος αἰτιῶνται σαθρότητα.

ΑΛΦΙΩΙ Ἐπειδὴ ἑκάστῳ τὸ οἰκεῖον κέρδος τοῦ κοινῇ καταστήσασθαί τι χρηστὸν προτιμότερον, διὰ τοῦτο τὰ τῆς ἐκκλησίας προπέποται πράγματα. Καὶ τοὐναντίον συνέβη τοῖς γεγενημένοις ἐπὶ τῶν τῆς πίστεως προγόνων. Τότε μὲν γὰρ τὰ ἴδια εἰς τὸ κοινὸν προὐτίθεσαν, νῦν δὲ τὰ κοινὰ οἴκαδέ τινες μετακομίζοντες, οὐκ αἰσχύνονται ἐξ ἀλλοτρίων κερδαίνοντες συμφορῶν.

ΔΑΝΙΗΛ ΠΡΕΣΒΥΤΕΡΩΙ Μάλιστα μὲν οὐ πᾶσαι αἱ ὕβρεις διὰ τὸν Χριστὸν γίνονται, ἀλλ’ ἔστιν ὅτε καὶ δι’ ἡμᾶς αὐτοὺς ἢ ἀδικοῦντας ἢ ἄλλο τί δρῶντας, ἔστι δὲ ὅτε καὶ δι’ αὐτὸν μὲν γίγνονται, ἀληθεῖς δέ εἰσι καὶ οὐ πεπλασμέναι. Δύο τοίνυν ζητεῖ ὁ ἀκρότατος τῆς εὐδοκιμήσεως ὅρος, καὶ τὸ ψευδεῖς εἶναι τὰς ὕβρεις, καὶ τὸ δι’ αὐτὸν γίγνεσθαι. Εἰ δὲ θάτερον ἀπολειφθείη, θάτερον οὐκ ἀναιρεθήσεται μέν, οὐδ’ ἀργήσει (ἄτοπον γὰρ τοῦτο), εἰς δὲ τὴν ἀκροτάτην μακαριότητα οὐ καταλήξει. Εἰ μὲν γὰρ διὰ τὸν Χριστὸν μὲν λοιδορούμεθα, ἀληθεῖς δέ εἰσιν αἱ ὕβρεις, ὑποτέμνεται ὁ μισθός, εἰ δὲ μὴ διὰ τὸν Χριστὸν μέν, ψευδεῖς δ’ εἰσί, πάλιν ὁ μισθὸς οὐ κορυφαιότατος· ἔχει μὲν γὰρ ἑκάτερον μισθόν, ἀλλ’ οὐ τοσοῦτον ὅσον εἰ συναφθείη ἀμφότερα. Τὸ δὲ ἕνεκεν ἐμοῦ λέγων οὐ ταπεινὰ περὶ αὐτοῦ παρίστησι νοεῖν, οὐδ’ ὅλως μέτρια καὶ κτίσεως ἀξίαν ἔχοντα· ὑπέροπτον γὰρ τοῖς τοιούτοις ἅπασι τὸ μὴ Θεὸν προτίθεσθαι σκοπόν, ἀλλ’ ἑαυτοὺς ὡς καὶ δι’ ἀγώνων μεγίστων καὶ ἐσχάτων κινδύνων ἀξιοσπουδάστους.

ΘΕΟΔΟΣΙΩΙ ΜΟΝΑΖΟΝΤΙ Ἐπειδὴ τὸ περὶ τῆς γῆς εἰρημένον Οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος παραβαλὼν τῷ ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν ἐνόμισας ἐναντίον τι μηνύειν, ἴσθι ὅτι σαλευθήσεται μέν, οὐ κλιθήσεται δέ. Σαλευθήσεται μὲν ἵνα δείξῃ τὸν φόβον, οὐ κλιθήσεται δὲ ἵνα δείξῃ τὸν νόμον. Τῷ μὲν γὰρ τρόμῳ τὴν δουλείαν ὁμολογεῖ, τῷ δὲ μὴ ἐξίστασθαι τῆς οἰκείας στάσεως τὸν θεῖον ὅρον μηνύει.

ΠΕΤΡΩΙ Ἐπειδὴ ἐνόμισας ἐναντιολογίαν τινὰ γεγράφθαι ἐν τῷ εὐαγγελίῳ, ἐμήνυσας δι’ ἣν αἰτίαν ψευδομαρτυρίαν ἐκάλεσε τὸ εἰρηκέναι περὶ τῆς λύσεως καὶ ἀναστάσεως τοῦ ναοῦ· εἴρηται γάρ· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Φημὶ ὅτι ἐκεῖνοι μὲν περὶ τοῦ ἱεροῦ ἔλεγον, αὐτὸς δὲ περὶ τοῦ σώματος. Εἰ δὲ φαίης ἀπίθανον τοῦτο (οὐ γὰρ ᾔδεσαν τοῦτο αὐτοί ποτε οὐδὲ οἱ μαθηταὶ αὐτοῦ, εἰ μὴ ἐκ νεκρῶν ἀνέστη), φήσαιμι ὅτι εἰ καὶ μὴ ᾔδεσαν, οὐχ οὕτω τἀληθῆ ἐμαρτύρησαν. Θάτερον γὰρ ἐπηγγείλατο ποιήσειν, οὐχ ἑκάτερον. Τὸ μὲν γὰρ «λῦσαι» ἐκείνοις ἔπρεπε, τὸ δὲ «ἀναστῆσαι» αὐτῷ· «Λύσατε γὰρ ὑμεῖς, κἀγὼ ἀναστήσω.» Τὸ μὲν γὰρ «λῦσαι» καὶ τοῦ τυχόντος ἦν, τὸ δὲ «ἀναστῆσαι» Θεοῦ.

ΝΕΙΛΩΙ Τὸ μὲν παρὰ τῶν σεμνῶν καὶ σωφρόνων γελᾶσθαι δεινόν, τὸ δὲ παρὰ τῶν ἀσελγῶν καὶ λάγνων οὐ δεινόν. Τῆς γὰρ ὀρθῆς τῶν πραγμάτων διαμαρτάνοντες κρίσεως, γελῶσι τὰ θαύματος κρείττονα.