Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσίδωρος ὁ Πηλουσιώτης – Ἐπιστολαί

Ἰσίδωρος ὁ Πηλουσιώτης

Επιστολές περί φυσικής θεολογίας, ποιμαντικής διάκρισης και ανατροφής των νέων

Επιστολές που πραγματεύονται την τάξη της δημιουργίας ως απόδειξη της ύπαρξης του Θεού, τον ορθό τρόπο ποιμαντικής καθοδήγησης, την αποφυγή των θεαμάτων και τον έλεγχο των παθών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσίδωρος ὁ Πηλουσιώτης

—

Κεφάλαιο 11 από 14

ΠΕΤΡΩΙ Θαυμάζω σου τὴν κεχρεωστημένην ἀφροσύνην. Οὐ γὰρ οἶμαί σε εἰς τοσαύτην ἄνοιαν ἐληλακέναι, ὡς νομίσαι τοὺς ἐλεοῦντας μέν, ἐπιδεικνυμένους δέ, τῶν μὴ ἐλεούντων χείρους εἶναι. Ἐγὼ δὲ ὡς ἔχω γνώμης περὶ τούτων φράσω· ὅτι ἐλεήμων μέν ἐστι κυρίως ἐκεῖνος, ὁ εὐεργετῶν μέν, μὴ ἐκπομπεύων δὲ τὰς τῶν εὖ πασχόντων συμφοράς. Εἰ μὲν γὰρ δι’ αὐτὸ τὸ καλόν τις πράξειε, μείζονα ἔχει τὸν μισθὸν τοῦ διὰ μισθὸν αὐτὸ ποιοῦντος· εἰ δὲ διὰ μισθὸν θεῖον, ἐν δευτέρᾳ τάξει τετάξεται· εἰ δὲ δι’ ἔπαινον τοῦτο ποιεῖ, ἕξει τοῦτο δι’ ὃ καὶ πεποίηκεν. Ὁ δὲ μήτε δι’ αὐτὸ τὸ καλόν, μήτε διὰ θεῖον μισθόν, μήτε δι’ ἀνθρώπινον ἔπαινον ποιῶν τὸ δέον, οὐδὲ ἄνθρωπος εἶναί μοι δοκεῖ, ἀλλ’ ἀλιτήριος δαίμων. Δι’ ἣν τοίνυν αἰτίαν σύ, τῶν θείων χρησμῶν ἀκούσας παρακελευομένων μὴ ποιεῖν τὴν ἐλεημοσύνην ἔμπροσθεν τῶν ἀνθρώπων, οὐδὲ διὰ φιλοδοξίαν ἀνεχόμενός τι ποιεῖν χρηστόν, τοὺς διὰ φιλοτιμίαν ποιοῦντας αἰτιᾷ; Ὅσῳ γὰρ κρείττων ὁ διὰ τὴν τῶν ἀνθρώπων δόξαν σωφροσύνην ἀσκῶν τοῦ μηδὲ διὰ ταύτην σωφρονοῦντος, τοσοῦτον ὁ διὰ φιλοδοξίαν εὖ ποιῶν τοῦ μηδόλως εὖ ποιοῦντος ἀμείνων. Ὁ μὲν γὰρ τοὺς ἀνθρώπους, ὁ δὲ οὔτε τοὺς ἀνθρώπους οὔτε τὸν Θεὸν ᾐδέσθη.

ΠΕΤΡΩΙ Μέγα καὶ νεανικὸν φρόνημα οὐχ οἷόν τε τεχθῆναι τῷ μικρὰ καὶ φαῦλα πράττοντι. Τοῖς γὰρ ἔργοις καὶ τὰ φρονήματα ἕπεσθαι φιλεῖ· ὁ μὲν γὰρ τὰ βιωτικὰ μεταχειριζόμενος οὐδὲν οὐράνιον, οὐδὲν ἀγγελικὸν φαντασθήσεται, ὁ δὲ τὴν οὐρανῷ πρέπουσαν πολιτείαν πολιτευόμενος λήρους καὶ φλυαρίας, σκιάς τε καὶ ὀνείρατα τὰ βιωτικὰ ἡγήσεται πράγματα. Διὸ καὶ ὁ μὲν «μικρόψυχος» εἰκότως ἂν κληθείη ἐπὶ μικροῖς ἐναβρυνόμενος, ὁ δὲ «μεγαλόψυχος» τὰ ὄντως μεγάλα τῶν δοκούντων προκρίνων.

ΕΥΤΟΝΙΩΙ ΔΙΑΚΟΝΩΙ Οὐδὲν οὕτως εὐκολώτατόν ἐστιν, ὄντων πολλῶν εὐκόλων, ὡς τὸ ἕκαστον ἑαυτὸν ἐξαπατῆσαι. Μέγα γὰρ ἑκάστῳ τὸ βούλημα. Ἐπειδὴ γὰρ οὐ τὰ πράγματα ὅπως πέφυκε σκοπεῖ, ἀλλὰ τὴν ἑαυτοῦ γνώμην παντὶ σθένει κυρῶσαι προαιρεῖται, ὃ βούλεται, τοῦτο καὶ οἴεται, καίτοι τῶν πραγμάτων πολλάκις ἀντιφθεγγομένων.

ΟΥΡΣΕΝΟΥΦΙΩΙ Τοὺς μὲν ἀνδρείους κολακεία χειροῦται, τοὺς δὲ ἀνάνδρους φόβος· τοῖς μὲν γὰρ ἡ πειθὼ δοκεῖ ἀβίαστος εἶναι, τοῖς δὲ ὁ φόβος ἀπαραίτητος δεσπότης· καὶ οἱ μὲν τῷ καθυφεῖναι τοὺς ἀντιπάλους ἡττῶνται, οἱ δὲ τῷ μὴ ἐνδιδόναι ἐνδιδόασι. Μὴ τοίνυν πάντας ἑνὶ βοηθήματι θεραπεύειν οἴου, ἀλλὰ τοῖς πάθεσι καὶ ταῖς δυνάμεσι τῶν πασχόντων κατάλληλα προσφέρων τὰ παιώνια, ἔλπιζε αὐτῶν κρατήσειν.

ΠΑΛΛΑΔΙΩΙ ΔΙΑΚΟΝΩΙ Εἰ μὲν ὄντως τῶν βιωτικῶν κατέγνως πραγμάτων, μηδέν σοι κοινὸν πρὸς αὐτά· εἰ δὲ δόξαν θηρώμενος, διαβάλλεις μὲν αὐτά, περιέχῃ δὲ ὡς ἀϊδίων, μὴ ἔλπιζε ἀπατᾶν τοὺς διὰ τῶν πραγμάτων τἀναντία παρὰ σοῦ παιδευομένους.

ΣΕΡΗΝΩΙ ΔΙΑΚΟΝΩΙ Εἰ δόξης ἐρᾷς, καταφρόνει δόξης, καὶ τότε αὐτῆς ἀπολαύσειας. Φιλόνεικον γάρ πως τὸ τῶν ἀνθρώπων γένος ἐστί, καὶ πρὸς μὲν τὸ ὑπεραυχοῦν διακινδυνεύειν φιλεῖ, πρὸς δὲ τὸ ταπεινὸν μεθ’ ἡδονῆς σπένδεσθαι πέφυκε. Νικᾶν μὲν γὰρ σπουδάζει τὸν νίκης ἐφιέμενον, ἡττᾶσθαι δὲ φιλεῖ μεθ’ ἡδονῆς τῷ νίκης μὴ ἐφιεμένῳ.

ΖΩΣΙΜΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ Ὁ μὲν τῆς ἀρετῆς γνήσιος ἐραστὴς καὶ τὸ θεῖον εἰς τὸ ἀγαγεῖν εἰς πέρας τὸ ποθούμενον δίκαιος ἂν εἴη καλεῖν· ὁ δὲ ἄσπονδος ἐχθρὸς οὐδ’ ἂν καλέσῃ ἐπήκοον ἕξει τὸ θεῖον. Τί τοιγαροῦν τὴν σάρκα τὴν σαυτοῦ κραιπάλαις καὶ μέθαις καταπιαίνων, καὶ πῦρ ἐπὶ πῦρ ὀχετεύων, καὶ πᾶσαν καινοτομῶν ὁδὸν ἡδονῆς, καὶ τὸ ἀκόλαστον καὶ κοιμώμενον διεγείρων τε καὶ παρακαλῶν, ἐν ταῖς εὐχαῖς λέγεις· Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου;

Τῷ μὲν γὰρ νηστείαις καὶ χαμευνίαις καὶ παννυχίσι τὴν οἰκείαν κατατήκοντι σάρκα καὶ εὐήνιον αὐτὴν τῷ πνεύματι κατασκευάζοντι, πρεπωδεστάτη αὕτη ἡ εὐχή· τῷ δέ, ὥσπερ σύ, σκιρτᾶν παρασκευάζοντι τὴν σάρκα καὶ τὰς ἀσώτους συνεστιάσεις καὶ τὰς κραιπάλας διώκοντι ἐξ ὧν αἱ ἡδοναὶ βρύουσιν, οὐ μόνον ἀπρεπὴς αὕτη ἡ εὐχή, ἀλλὰ καὶ εἰρωνείας, μᾶλλον δὲ κινδύνου μεστή. Ὅταν γὰρ τὸν ἀκήρατον νοῦν ταῦτα αἰτῇ ἃ ποιεῖν οὐ θέλει, οὐ μόνον ἀνθρώπους ἀλλὰ καὶ αὐτὸν παρακρούεσθαι νομίζει τὸν κριτήν.

ΟΛΥΜΠΙΟΔΩΡΩΙ Ὅπου τάξις, ἐκεῖ ἀναγκαίως καὶ ὁ ταξίαρχος· καὶ ὅπου ἱππικὸν τεταγμένον, ἐκεῖ ὁ ἵππαρχος· καὶ ὅπου ναῦς, δῆλος ὁ τεχνίτης· καὶ ἔνθα μουσικὰ ὄργανα, δῆλος καὶ ὁ ἁρμονικός. Οὐκοῦν καὶ ἐπὶ τοῦ κόσμου χρὴ τὸν ἀόρατον καθορᾶν λογισμῷ, οὐκ ὀφθαλμοῖς, νῷ, οὐ βλέμματι.

ΤΟΙΣ ΚΛΗΡΙΚΟΙΣ ΤΟΥ ΠΗΛΟΥΣΙΟΥ Ἐοίκατε ἀγνοεῖν τὸ τῆς «βοηθείας» ὄνομα, ὅπερ εἴρηται παρὰ τὸ «μετὰ βοῆς θέειν», καὶ διὰ τοῦτο βραδύτερον ἀφικόμενοι καὶ σχολαίτερον βαδίζοντες ἀποτετυχήκατε τῆς. θήρας. Ὁ γὰρ δεηθεὶς τῆς παρ’ ὑμῶν ἐπικουρίας θήραμα καὶ ἔργον τῆς τῶν ἐπιβουλευσάντων ὠμότητος γέγονεν.

ΑΛΥΠΙΩΙ Τοῖς παισὶν ἔτι νηπίοις τυγχάνουσι, πρῶτον μὲν τὸν περὶ τῆς ὑπεροχῆς τε τοῦ Θεοῦ καὶ προνοίας, ἔπειτα δὲ καὶ τὸν περὶ ἀρετῆς χρὴ κατασπείρεσθαι λόγον, ἵνα συναυξανόμενος καὶ συνανδρούμενος θεοφιλεῖς καὶ ἐναρέτους ἄνδρας ἀποτελέσειεν.

ΖΩΣΙΜΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ Ἐχρῆν καὶ νεανικώτερον ἐκτραγῳδηθῆναι τὰς σὰς πράξεις, τάχα κἂν οὕτως ἐρυθριάσεις· ἀλλ’ ἐπειδὴ οὐ χρὴ τοὺς σεμνότητος ἀντιποιουμένους μολύνειν ἑαυτῶν τὰς γλώττας, τάχιστα καὶ εὐπρεπέστατα λελέξεται ὅτι μεγάλων κακῶν αἴτιαί εἰσιν αἱ μετὰ γαστέρα ἡδοναί.

ΘΕΟΠΕΜΠΤΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ Οὔτε λόγος οὔτε σκῆψις ὑπολείπεται τοῖς διδάσκειν μὲν τολμῶσι, τἀναντία δὲ ὧν λέγουσι πράττουσι. Τοὺς μὲν γὰρ μήτε πράττοντας μήτε διδάσκειν ἐπιχειροῦντας, εἰκὸς μετριωτέραν ἀπαιτηθῆναι τιμωρίαν, τοὺς δὲ ἐναβρυνομένους μὲν ἐπὶ τῷ διδασκαλικῷ λόγῳ, μὴ ποιοῦντας δὲ ἅ φασιν, ἀπαραίτητον καὶ ἀσύγγνωστον.

ΤΩΙ ΑΥΤΩΙ Εἰ καὶ περὶ τῶν σωματικῶν πολέμων, οὐ χρὴ τοὺς μείζω δύναμιν ἔχοντας ὡς φανερᾶς οὔσης τῆς νίκης διαβεβαιοῦσθαι· πολλὰ γὰρ παράδοξα πολλάκις ἐγένετο, καὶ τὸ μὲν εἶξαν εὐθὺς ἀνέλπιστον, τῷ δὲ ἀντιδρᾶν ἐθέλοντι ἐλπὶς ἀγαθὴ ἀκολουθεῖ· πολλῷ μᾶλλον τοὺς περὶ τῆς ψυχῆς ἀγωνιζομένους οὐ τὴν τῶν ἀντιπάλων χρὴ καταπτήσσειν δύναμιν, ἀλλὰ τὴν τῶν νικησάντων ἐνθυμουμένους πληθύν, τῇ θείᾳ συμμαχίᾳ θαρροῦντας ἐπὶ τὸν ἀγῶνα χωρεῖν.

ΖΩΣΙΜΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ Εἰς τοσαύτην ὠμότητα καὶ ἀπανθρωπίαν τινὲς ἐληλυθέναι σέ φασιν, ὡς καὶ τὴν ἐναντίαν τῶν θείων χρησμῶν ἀνατέμνειν ὁδόν. Ἐκείνων γὰρ παρακελευομένων μὴ κενοδοξεῖν ἐπὶ τῷ ποιεῖν ἐλεημοσύνην, σὲ οὐδὲ διὰ κενοδοξίαν ἐπικλᾶσθαι πρὸς τὰς δεήσεις ἰσχυρίζονται. Εἰδὼς τοίνυν ὡς ἄμεινον μὲν τὸ κρύπτειν, τὸ δὲ μηδ’ ὅλως παρέχειν ἀπάνθρωπον, κἂν τὴν ἀμφοῖν μέσην βάδισον ὁδόν. Βέλτιον γὰρ τοῦ μηδ’ ὅλως ποιεῖν τὸ ὅπως δήποτε ποιεῖν· τὸ μὲν γὰρ εἰς ἐσχάτην τελευτᾷ τιμωρίαν, τὸ δὲ κἂν τὸν παρὰ τῶν θεωμένων ἔπαινον κερδαίνει.

ΤΩΙ ΑΥΤΩΙ Ἡ μὲν ὀλιγόδεια καὶ τὴν ψυχὴν ὠφελεῖ καὶ τὸ σῶμα ὑγιὲς καθίστησιν, ἡ δὲ πολυτέλεια ἄμφω λυμαίνεται, τῆς μὲν τὴν φρόνησιν, τοῦ δὲ τὴν ὑγίειαν ἐξοστρακίζουσα· καὶ ἡ μὲν καὶ τὰς ἐμφύτους ἐπιθυμίας κατευνάζει, ἡ δὲ καὶ τὰς παρὰ φύσιν διεγείρει (τρυφὴ γὰρ γαστέρα πληρώσασα καὶ τὰς ὑπογαστρίους ἀναστομοῖ ἡδονάς). Οὐκοῦν ἐκείνῃ μὲν χρηστέον, ταύτην δ’ ἀτιμαστέον.

ΜΑΡΩΝΙ Ὅτι μὲν μυρίοι χειμῶνες κατασκηνοῦσιν εἰς τὴν τοῦ ἐρασιχρημάτου ψυχήν, οὐδεὶς ἀγνοεῖ· ὅτι δὲ ἐν τοῖς τοιούτοις χειμῶσιν οὔτε ἀναπαύλης οὔτε κόρου οὔτε ἐλευθερίας οὔτε ἄλλου τινὸς αἰσθάνεται, ἅτε ὑπὸ τοσούτων πνευμάτων διακοπτομένη, καὶ τοῦτο δῆλον. Τίς οὖν τοιοῦτον ἕλοιτ’ ἂν βίον, ἐν ᾧ πάντα μὲν σκόπελοι καὶ θηρία καὶ καταιγίδες καὶ κύματα, εὐφροσύνη δὲ καὶ εἰρήνη ἐκποδών;

ΗΣΑΙΑΙ Εἰ καὶ πλουτεῖν δοκεῖς, μὴ καταφρόνει τῶν πενήτων ὡς εὐαλώτων, μάλιστα μὲν διὰ τὴν δίκην τὴν τοῖς ἀδικήμασι παρεπομένην, εἰ δὲ ταύτης καταφρονεῖς, καὶ οὕτως ἀπέχου τῆς κατ’ αὐτῶν ἀδικίας, εἰδὼς ὅτι κἂν ἀδικῆσαί σε οὐ δύνανται, ἀλλὰ συναπολέσθαι σοι δυνήσονται. Πολλοὶ γὰρ εἰς κατηγορίαν ἐτράπησαν, καὶ οὐ μόνον εἰς ἔδαφος κατήνεγκαν τὰς τῶν ἀδικησάντων ἑστίας, ἀλλὰ καὶ τῆς ψυχῆς αὐτῆς στερηθῆναι παρεσκεύασαν.

ΤΩΙ ΑΥΤΩΙ Μεγίστων ἐγκωμίων καὶ στεφάνων ἀξίους εἶναί φημι τοὺς ἄνευ ἐγγράφων ὑποθηκῶν τὸ δέον πράξαντας καὶ τὰς ἐμφύτους ἀφορμὰς εἰς καλοκἀγαθίαν γεωργήσαντας, ἐλευθέρως τε ταῖς πρὸς τὴν ἀρετὴν ὁρμαῖς χρησαμένους.

Εἰ δὲ ταῦθ’ οὕτως ἔχει, οἱ μετὰ νόμον καὶ χάριν πταίοντες, καὶ μηδὲ τὴν αὐτὴν ὁδεῦσαι ἐθέλοντες ὁδὸν ἥνπερ οἱ παλαιοὶ ὥδευσαν, τίνος τύχοιεν ἐλέου;

ΑΝΑΤΟΛΙΩΙ Λίαν σέ τινες αἰτιῶνται, ὅτι οὓς μὲν οὐδ’ ὁρᾶν θέμις, τούτοις ὡς ἥδιστα λαλεῖς, οἷς δὲ λαλεῖν αἴσχιστον, τούτους συνήθεις πεποίησαι, οὓς δὲ παρόντας τιμᾶν ἀτιμίας ἄξιον, τούτους καὶ ἀπόντας ἀγαπᾷς. Εἰ τοίνυν ἀληθεύουσι, γνωσιμάχει· εἰ δὲ μή, δήλου, ἵνα ἐπιστομίσωμεν τοὺς ἐπὶ ταῖς σαῖς διαβολαῖς ἀγαλλομένους.

ΝΕΙΛΩΙ, ΠΕΤΡΩΙ, ΠΑΥΛΩΙ Ἡ ἐπὶ ταῖς ὕβρεσιν ἀνεξικακία λίαν τὴν ψυχὴν ὠφελεῖ· ἣν εἰ μὴ συμφέρουσαν μὲν ᾔδειν, χαλεπὴν δὲ γενέσθαι, κομιδῇ ἂν ἠχθέσθην μὴ τὸ τὴν προσοῦσαν πραγματείαν φεύγειν τὸ λυσιτελὲς προέσθαι, εἰ δὲ καὶ ῥᾳδία καὶ βελτίστη τυγχάνει (τὸ γὰρ ἐπεξιέναι καὶ δύσκολον καὶ ἐργωδέστερον, καὶ χειμῶνος τὴν ψυχὴν πληροῖ), ἄμεινον τὸ φιλοσοφεῖν.

ΩΦΕΛΙΩΙ ΓΡΑΜΜΑΤΙΚΩΙ Εἰ ἐν μὲν τῇ σκηνῇ γελῶσιν οἱ φιλοθεάμονες ἁπαλώτερον τοῦ δέοντος, ἐν δὲ τῷ ἱπποδρόμῳ θυμοῦνται πλέον ἢ προσῆκεν, ἐκεῖ μὲν ὑπὸ τῶν αἰσχρῶν δραμάτων ἐκθηλυνόμενοι, ἐνταῦθα δὲ ταῖς τῶν ἵππων ἁμίλλαις πρὸς μανίαν ἐκβακχευόμενοι (μικροῦ γὰρ τὰ τῶν κενταύρων μιμοῦνται), πότε ἐν τῇ προσηκούσῃ καταστάσει ὀφθήσονται, ἢ πότε τὰ ἀνδράσι πρέποντα πράξειαν; Οὐκοῦν χρὴ εἴτε πειθοῖ εἴτε ἀνάγκῃ εἴργειν τοὺς τοιούτους ἀπὸ τῆς τοιαύτης ἀκοσμίας.

ΛΑΜΠΕΤΙΩΙ ΔΙΑΚΟΝΩΙ Ὅταν τις, ὦ σοφίας αὐτοφυὲς ἄγαλμα, ἄνευ μὲν προπετείας παρέχηται τὸ ἀνδρεῖον, ἄνευ δὲ ὕβρεως τὸ βλοσυρόν, καὶ τὸ μὲν ἐμβριθὲς καθαρεῦον στυγνότητος, τὸ δὲ σῶφρον οὐκ ἀπάνθρωπον ἀλλ’ ἀρρήτῳ κεκραμένον φαιδρότητι, τότε καθαρὰς τῶν κακιῶν τῶν παραπεπηγυιῶν ταῖς ἀρεταῖς αὐτὰς τὰς ἀρετὰς ἐπιδεικνύμενος, ἀοίδιμος ἔσται καὶ εὐκλεής.

ΣΤΡΑΤΗΓΙΩΙ ΜΟΝΑΖΟΝΤΙ Εἰ καί εἰσί τινες δεινοὶ μὲν ἀπατῶντες λαθεῖν, δεινοὶ δὲ φωραθέντες παραλογίσασθαι, ἀλλ’ ὁ θεοφιλὴς κρείττων τούτων εὑρίσκεται, σοφὸς μὲν ὢν συνιδεῖν τὴν ἀπάτην, σοφώτερος δὲ διελέγξαι τὴν ἐν τοῖς λόγοις κρυπτομένην δεινότητα.

ΤΩΙ ΑΥΤΩΙ Οὐ ταῦτα χρὴ μανθάνειν μόνον, δι’ ὧν ὁ μὲν ὀξὺς ἄκρος εἰπεῖν, ὁ δὲ βραδὺς ἀμείνων πως καθίσταται, ἀλλὰ καὶ τὰ δι’ ὧν αἱ ψυχαὶ βελτιοῦνται, ἵνα μὴ μόνον τῷ τὴν γλῶτταν ἐκκαθάρθαι, ἀλλὰ καὶ τῷ τὴν γνώμην κεκοσμῆσθαι εὐδοκιμῶσιν.

ΑΛΦΙΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ Ἄτοπον τὰς αἰτίας τῶν οὐ πεισθέντων τοῖς καλοῖς ἐπὶ τοὺς μὴ πεπεικότας μεταφέρειν, καὶ μάλιστα ὅταν φαίνωνται διὰ πάντων τῶν ἐνδεχομένων ἐλθόντες, δι’ ὧν ἡ πειθὼ δημιουργεῖται.

ΤΩΙ ΑΥΤΩΙ Οὐδὲν τοῦ δόξης ἐρῶντος ταπεινότερον, οὐδὲ τοῦ καταφρονοῦντος ὑψηλότερον. Ὁ μὲν γὰρ οἴκοθεν μηδὲν ἔχων μέγα, ἐφ’ ᾧ ἐγκαλλωπισθείη, διὰ τῆς ἔξωθεν φαντασίας λαμπρότερος οἴεται δεῖν εἶναι. Ὁ δὲ ὥσπερ ἐξ οἰκείας πηγῆς σεμνυνόμενος, οὐδὲν τῆς ἔξωθεν δεῖται προσθήκης.

Διὸ καὶ τοῦ μὲν οὐδὲν ἀθλιώτερον, τοῦ δὲ οὐδὲν εὐκλεέστερον γένοιτ’ ἄν.

ΑΛΕΞΑΝΔΡΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ Ὅσῳ τοῦ διαπτύειν τὸ θαυμάζειν κρεῖττόν ἐστι, τοσοῦτόν μοι διαλλάττειν δοκοῦσιν οἱ μηδ’ ἀρετὴν τὴν †ἀρετὴν† εἶναι νομίζοντες τῶν ἀρετὴν μὲν εἶναι αὐτὴν φασκόντων, μὴ ἀσπαζομένων δέ. Οἱ μὲν γὰρ κρίσεως διεφθαρμένης καὶ τοῦ μὴ ὑγιαίνειν τὸν λογισμὸν καθ’ ἑαυτῶν ψῆφον ἐκφέρουσιν, οἱ δὲ τῷ ἐπαινεῖν αὐτήν, κἂν μὴ πράττοιεν, δεικνύουσι μεγίστην περὶ αὐτὴν ἔχοντες δόξαν.

ΜΑΡΩΝΙ Οὐ θέμις τοῖς διὰ μοχθηρίαν κακηγορουμένοις ἐκεῖνα λέγειν, ἃ τοῖς φθονουμένοις δι’ ἀρετὴν καὶ τοῦτο πάσχουσι λέγειν θέμις. Ἢ πέπαυσο τοίνυν τοιαῦτα δρῶν ἢ μὴ παυόμενος ἐκεῖνα μὴ φράζε ἃ τοῖς εὐδοκίμοις πρέπει. Ἄτοπον γὰρ τὰ αὐτὰ λέγειν, τῆς ὑποθέσεως ἀφ’ ἧς ἑκατέροις γίγνεται διαλλαττούσης.

ΟΥΑΛΕΝΤΙ ΠΡΕΣΒΥΤΕΡΩΙ Ἐπειδὴ θαυμάζειν ἔφης πῶς ὁ μὲν Σωτὴρ ἔφη· Μὴ μεριμνήσητε, πῶς ἢ τί λαλήσητε, εἷς δέ τις ἐκ τοῦ ἀποστολικοῦ χοροῦ παρῄνεσεν· Ἕτοιμοι ἀεὶ πρὸς ἀπολογίαν, ἴσθι ὅτι οὐκ ἔστιν ἐναντιολογία, ἀλλὰ τὸ μὲν περὶ μαρτυρίου εἴρηται, τὸ δὲ περὶ διδασκαλίας. Ὅταν μὲν γὰρ ἐν συλλόγῳ φίλων ὁ ἀγὼν ᾖ, κελευόμεθα καὶ ἡμεῖς μεριμνᾶν (ἄτοπον γὰρ μὴ εἰδέναι ἃ διδάσκειν ἐπαγγελλόμεθα), ὅταν δὲ δικαστήριον ᾖ φοβερόν, καὶ δῆμοι, καὶ δήμιοι λυττῶντες, καὶ δέος πανταχόθεν, τὴν οἰκείαν ἐπηγγείλατο παρέξειν ῥοπήν. Καὶ γὰρ μέγιστον ἦν ἀνθρώπους τῶν ἰχθύων ὀλίγον κατὰ τὴν ἀφωνίαν διαφέροντας, τυράννων καθεζομένων καὶ ὑπάρχων καὶ στρατηγῶν παρεστώτων, καὶ ξιφῶν γεγυμνωμένων, καὶ πάντων ἐκείνοις συμμαχούντων, εἰσελθόντας δεδεμένους καὶ εἰς γῆν κύπτοντας δυνηθῆναι ῥῆξαι φωνήν, ὥστε εἰκότως οἱ μὲν τῆς θείας ἀπολαύουσι ῥοπῆς, οἱ δὲ διδάσκονται μὴ τῷ τῇς ἀμαθίας ἐκδιδόναι ἑαυτοὺς ὕπνῳ.

Σοφοὶ γὰρ ὀφείλουσιν εἶναι οἱ τῆς Σοφίας φοιτηταί.

ΠΑΛΛΑΔΙΩΙ ΑΝΑΓΝΩΣΤΗΙ Μὴ πᾶσι σαυτὸν πίστευε, ὦ φιλότης, τοῖς διδάσκειν περὶ ἀρετῆς ἐπαγγελλομένοις· οὐδὲ γὰρ πάντες ἐφεξῆς ἄξιοι λόγου· ἀλλ’ ἐκείνοις οἷς ὄντως ἡ ἀρετὴ διὰ τῶν πραγμάτων ἐμπρέπει. Νῦν γὰρ ἀξιῶ πείθειν οὐχ ἑνὶ χρῆσθαι διδασκάλῳ, ἀλλὰ μὴ χρῆσθαι πᾶσι τοῖς βουλομένοις.

ΠΑΛΛΑΔΙΩΙ, ΣΕΡΗΝΩΙ, ΔΙΑΚΟΝΟΙΣ Ὡς μὴ ἀνεξομένης τῆς θείας δίκης εἰ μηδὲ μακροθυμίᾳ βελτιωθησόμεθα, ἀλλὰ πάντως δίκας πραξομένης πικροτέρας τοὺς μηδὲ τῇ ἀνοχῇ εἰς βελτίονα προθυμηθέντας πολιτείαν ἑαυτοὺς μεταρρυθμίσαι, οὕτω διακεώμεθα.

ΗΡΩΝΙ ΕΠΙΣΚΟΠΩΙ Τῷ λόγῳ μὲν τὴν ἀρετὴν κοσμοῦντι, ἔργῳ δὲ τὴν κακίαν πρεσβεύοντι, καὶ ἐοικότι τοῖς ἐπὶ σκηνῆς παίζουσι, καὶ λέγοντι μὲν ἃ μὴ γινώσκει, μηδὲ τοῖς ἔργοις βεβαιοῦντι ἃ λόγοις σεμνύνει, παραινῶ τοῦ μὲν ἐπαινεῖν τὴν ἀρετὴν μὴ λήγειν (οὐδὲ γὰρ δίκαιον), ἀλλὰ λήγειν τῆς κακίας, ἵνα κατ’ ἄμφω εὐδόκιμος εἴη.