Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσίδωρος ὁ Πηλουσιώτης – Ἐπιστολαί

Ἰσίδωρος ὁ Πηλουσιώτης

Επιστολές περί σιμωνίας, εγκράτειας και της αξίας των καλών έργων

Παραινέσεις γύρω από τη σωματική και πνευματική υγεία, αναλύσεις βιβλικών παραδειγμάτων όπως η απώλεια των πρωτοτοκίων από τον Ησαύ, και καταδίκη της ιερατικής διαφθοράς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσίδωρος ὁ Πηλουσιώτης

—

Κεφάλαιο 12 από 14

ΔΟΜΙΤΙΩΙ ΚΟΜΗΤΙ Ὅπερ ἐπὶ τῶν γυμνασίων τῶν τὴν ὑγίειαν διατηρούντων Ἰσοκράτης παρῄνεσεν· «Ἄσκει γυμνασίων μὴ τὰ πρὸς ῥώμην, ἀλλὰ <τὰ> πρὸς ὑγίειαν συμφέροντα.» Τούτου δ’ ἂν ἐπιτύχοις, εἰ λήγοις τῶν πόνων ἔτι πονεῖν δυνάμενος.

Τοῦτο καὶ ἐπὶ βρώσεως καὶ πόσεως καὶ ἐπὶ τῶν ἄλλων ὧν ἄνευ ζῆν οὐκ ἔστιν, εἰ μετενέγκοις, κομιδῇ ὠφεληθήσῃ· χρῶ τοῖς σιτίοις καὶ πότοις, μὴ τοῖς πρὸς ῥώμην, ἀλλὰ τοῖς πρὸς ὑγίειαν βλέπουσι. Τούτου δ’ ἂν ἐπιτύχοις, εἰ λήγοις ἐσθίων καὶ πίνων, ἔτι φαγεῖν καὶ πιεῖν δυνάμενος.

Εἰ δὲ φαίης· «Διατί δὲ μὴ τὰ πρὸς ῥώμην;», φαίην ὅτι μάλιστα μὲν οὐκ ἀθλητῇ, ἀλλὰ φιλολόγῳ παρῄνει· ἔπειθ’ ὅτι καὶ κατ’ αὐτὸν τὸν ῥήτορα ῥώμη μετὰ μὲν φρονήσεως ὠφελεῖ, ἄνευ δὲ ταύτης τοὺς ἔχοντας βλάπτει. Καὶ τὰ μὲν σώματα τῶν ἀσκούντων κοσμεῖν δοκεῖ, ταῖς δὲ τῆς ψυχῆς ἐπιμελείαις ἐπισκοτεῖ.

Εἰ δὲ νομίζεις τὸν σοφιστὴν ἰατρικῆς ὄντα ἄπειρον καὶ τὸ ἀκριβὲς μὴ ἐπιστάμενον, ἀλλοτρίᾳ τέχνῃ οὐ δεόντως ἐναβρύνεσθαι, ἴσθι ὅτι καὶ Ἱπποκράτης ὁ Κῷος, ᾧ πάντες εἴκουσιν, ἔφη «τὴν ὑγίειαν διατηρεῖσθαι τῇ ἀκορίῃ». Διὸ καὶ ἡ ἔνδεια μήτηρ ὑγιείας εἰκότως εἴρηται. Σοφὼ δὲ ἄνδρε εἰπάτην ὁ μὲν «Μηδὲν ἄγαν», ὁ δὲ «Μέτρον ἄριστον». Εἰ τοίνυν καὶ ἐπὶ τροφῶν καὶ ἐπὶ τῶν γυμνασίων τὸ «παρὰ μικρὸν οὐκ ἔστι μικρὸν» (εἰς ὑγίειαν γὰρ βλέπει), φυλάξωμεν μήποτε τῷ κόρῳ τὴν ὑγίειαν ἐξορίσωμεν.

ΥΠΑΤΙΩΙ Κἀνταῦθα, ὦ βέλτιστε, ἐπειδὴ τοῖς μέλλουσι διαπιστεῖς, ἡ ἀρετὴ λαμπροτέρους ἀποφαίνει τοὺς ἑαυτῆς ἐραστάς, εἴτε εὐημερίᾳ εἴτε δυσημερίᾳ χορεύσειαν. Εὖ πράττοντας γὰρ λαμπροτέρους καὶ δυσκολίας συμβάσης οὐκ ἀφίησι καταπεσεῖν εἰς ἀγεννῆ δυσθυμίαν, τοῖς μὲν κόσμος τοῖς δὲ ἁρμὸς γιγνομένη.

ΑΘΑΝΑΣΙΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ Πάντες, ὡς ἔπος εἰπεῖν, ἄνθρωποι ἐκ τῶν καθ’ ἑαυτοὺς καὶ περὶ τῶν ἄλλων τὰς ψήφους ἐκφέρουσιν. Ὁ γοῦν δίκαιος δικαίους εἶναι πιστεύει πολλούς, καὶ ὁ σώφρων σώφρονας, καὶ ὁ λῃστὴς λῃστάς, καὶ ὁ ἀνδροφόνος ἀνδροφόνους.

Μὴ τοίνυν θαύμαζε εἰ καὶ Ζώσιμος, ὁ πάντας τοὺς ἐπὶ παρανομίαις βεβοημένους ἀποκρύψας, ἐκ τῶν καθ’ ἑαυτὸν πάντας πονηροὺς εἶναι ψηφίζεται.

ΖΩΣΙΜΩΙ Εἰ καὶ ἀνηκέστῳ σοι μανίᾳ κεχειρωμένῳ μαίνεσθαί σοι δοκοῦσιν οἱ σωφρονοῦντες καὶ παραπαίειν οἱ νουθετοῦντες, ἀλλ’ εἰ ὀλίγον ἀνενέγκοις, παλινῳδίαν ᾄσεις καὶ τὴν ἐναντίαν ψῆφον οἴσεις.

ΤΩΙ ΑΥΤΩΙ Εἰ καὶ αὐτὸς καὶ ὁ προπιών σοι τὴν ἱερωσύνην, ὁ μὲν ὑπὸ φιλαρχίας, ὁ δὲ ὑπὸ φιλαργυρίας μεθύων, ὁ μὲν ἐπώλησεν, ὁ δὲ ἠγόρασε «τοὔνομα» (οὐ γὰρ ἂν φαίην «τὸ πρᾶγμα»), ἀλλὰ δὸς σαυτὸν ταῖς ἱεραῖς γραφαῖς καί σε ποιήσουσιν ἱερέα. Ἐὰν γὰρ τοῖς νόμοις αὐτῶν πεισθείης, ὅπερ οὐ δεόντως ἐδέξω, δεόντως μεταχειρίσῃ.

ΕΡΜΙΝΩΙ ΚΟΜΗΤΙ Ἐπειδὴ γέγραφας «Πῶς οἷόν τε μὴ θεαθῆναι τὸν ἐλεήμονα;», φημὶ ὅτι τὴν γνώμην νυνὶ ἐξετάζει τοῦ ἐλεοῦντος. Ἐπειδὴ γὰρ οἷς τις ἀρέσκειν ἐθέλει, παρὰ τούτων θηρᾶται τὸν ἔπαινον, ὁ δὲ Θεῷ ἀρέσαι βουλόμενος παρ’ αὐτοῦ κομίσασθαι βούλεται τὸν ἔπαινον, τοῦτ’ ἔφη. Οὐ γὰρ ὁ θεαθεὶς πάντως πρὸς τὸ θεαθῆναι ποιεῖ, ἀλλ’ ὁ θεωρεῖσθαι βουλόμενος καὶ διὰ τοῦτο δημοσιεύων τὸ μυστήριον. Εἰ γὰρ καὶ τὸ πρᾶγμα οὐκ ἀνέχεται κρύπτεσθαι, ἀλλ’ ὁ ἐλεῶν οὐκ ὀφείλει ἐπιδείκνυσθαι· ὁ γὰρ τοῦτο δρῶν καὶ τοὺς λαμβάνοντας ἐκπομπεύει καὶ ἑαυτοῦ τὸν μισθὸν καὶ τὸν ἔπαινον κηρύττει.

ΑΜΜΟΝΙΩΙ ΑΝΑΓΝΩΣΤΗΙ Λέληθας τούτων ἕνεκα δυσχεραίνων ἐφ’ οἷς ἥδεσθαι προσῆκον ἦν. Τὸ μὲν γὰρ ῥᾴθυμον ἄπονον, καὶ οὐ μόνον ἀστεφάνωτον, ἀλλὰ καὶ κολάσεως πνεῖ. Τὸ δὲ μετὰ πόνων καὶ ἱδρώτων βιοῦν ἀναρρήσεων καὶ στεφάνων αἴτιον.

Τίσιν οὖν ἀσμένως καταριθμῇ, τοῖς τρυφῶσι μὲν ἐνταῦθα, κολασθησομένοις δὲ μετὰ ταῦτα, ἢ τοῖς ἀθλοῦσι τῇδε, ἐκεῖσε δὲ στεφθησομένοις; Ἐγὼ μὲν οἶμαι τούτοις. Εἰ δὲ καὶ αὐτὸς τούτους ζηλοῖς, μὴ φεῦγε τοὺς πόνους, ἀλλὰ τὴν εὔκλειαν δίωκε.

ΝΕΙΛΩΙ Ἐπὶ μὲν τῶν βιωτικῶν πραγμάτων οὐ πάντως τοῖς βουλομένοις ἕπεται τὸ δύνασθαι (τὰς γὰρ ἰδιωτικὰς δυνάμεις ὑπερβαίνουσιν αἱ μεγαλουργίαι), ἐπὶ δὲ τῶν πνευματικῶν ἕπεται τοῖς βουλομένοις ἡ δύναμις· τὸ γὰρ κατὰ δύναμιν κατορθωθὲν οὐρανομῆκες δείκνυται. Δύο γοῦν λεπτὰ εἰς τὸ ἱερὸν γαζοφυλάκιον βαλοῦσα χήρα γυνή, ὡς πάντας τοὺς βασιλέας καὶ πάσας τὰς βασιλίδας ὑπερακοντίσασα ᾄδεται· οὐ γὰρ τὸ τεθὲν ἔκρινεν, ἀλλὰ τὴν προαίρεσιν αὐτῇς τὴν πᾶσαν τὴν περιουσίαν ἀφιερώσασαν ἐστεφάνωσεν ὁ κριτής.

ΔΙΔΥΜΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ Μὴ μέμφου τοὺς τὸ ἀμείλικτον ἐκεῖνο θηρίον προτροπάδην φεύγοντας, τὸ ἐν μὲν τοῖς ἐλεεινοῖς ὠμότατον, ἐν δὲ τοῖς αἰσχίστοις ἀναιδέστατον, τὸ ἐχθροὺς ἡγούμενον τοὺς μήτε κατὰ γνώμην βλάπτοντας τοὺς πέλας, μήτε ἐξ ἐπιτάγματος.

ΟΥΑΛΕΝΤΙ ΠΡΕΣΒΥΤΕΡΩΙ Τοὺς παρ’ ἀξίαν τυχόντας ἱερατικῆς τιμῆς ὑπακούειν ἀνάγκη τοῖς οὐ δεόντως δεδωκόσι, κἂν εἰς αὐτὸ τὸ θεῖον τὰ δρώμενα βλέπῃ· διὸ καὶ ἀλλήλοις τὴν ἄδικον ταύτην ἀντίδοσιν παρέχοντες, δύναμιν οὐ μικρὰν εἰς τὸ κατὰ τῶν εὖ βιούντων ὁπλίζεσθαι προσλαμβάνουσιν. Εἰ δέ τις ἢ τούτους ἢ ἐκείνους αἰτιάσοιτο, παρακινῶσι τοῖς δρωμένοις καὶ εἰρωνείαν, ὃ τῶν δρωμένων ἀλγεινότερον, τῷ συγχωρεῖν γίγνεσθαι ταῦτα βούλεσθαι τὸ θεῖον καταψευδόμενοι.

ΑΘΑΝΑΣΙΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ Μῖσός σοι ἀνεφύη παρὰ πᾶσι διὰ τὴν ἀσέβειαν τὴν τῷ Ζωσίμῳ φίλῳ τῷ σῷ τετολμημένην. Οἱ μὲν γὰρ ἀφειδέστεροί φασι μὴ ἄμοιρόν σε εἶναι τῆς δραματουργίας, οἱ δὲ ἐπιεικέστεροι, ἄμοιρον μὲν εἶναι, δυνάμενον δὲ κωλῦσαι, μὴ βεβουλῆσθαι (διὸ καὶ δίκαιος ἂν εἴης παρὰ πάντων ταῖς κατηγορίαις βάλλεσθαι), οἱ δὲ βεβουλῆσθαι μέν, μὴ δεδυνῆσθαι δέ, ἀλλ’ οὐδὲ οὗτοι τὴν ἀφιεῖσαν περὶ σοῦ φέρουσι ψῆφον, ἀλλὰ φράζουσιν· «Εἰ καὶ μὴ κεκοινώνηκε τοῦ σκέμματος, ὅτι τοιούτου ἀνδρὸς φίλος γεγένηται, μεμόλυται.» Αὐτὸς οὖν δίκαιος εἶ βουλεύσασθαι ὅπως ταύτην ἀποτρίψαιο τὴν ἀδοξίαν.

ΕΥΔΑΙΜΟΝΙ ΦΙΛΙΠΠΟΥ Ἐπειδὴ οὐκ ἐξ ἴσου τῶν διδασκάλων τὴν ἀκρόασιν ποιούμεθα, ἀλλὰ τοῖς μὲν ἐπὶ τὰ βιωτικὰ παρακαλοῦσι προσέχομεν τὸν νοῦν, τῶν δὲ ἐπὶ τὴν οὐράνιον φιλοσοφίαν καλούντων οὐδὲ τὴν φωνὴν ἀνεχόμεθα, διὰ τοῦτο τὰ μὲν ἔργα, τὰ δὲ ἡγούμεθα πάρεργα.

ΗΡΩΝΙ ΠΡΕΣΒΥΤΕΡΩΙ Χρὴ κἀν τῷ λέγειν κἀν τῷ γράφειν τιμᾶν τὸ μέτριον καὶ μὴ ἔξω τῶν καιρῶν φέρεσθαι, εἰ μή γε ἡ τῶν ἀκροατῶν βραδυτὴς ἀναγκάσειεν ἄκοντα τὸν λέγοντα, καὶ ἐπὶ τὸ μακρηγορεῖν ἐκβιάσοιτο.

ΖΩΣΙΜΩΙ, ΜΑΡΩΝΙ ΚΑΙ ΧΑΙΡΗΜΟΝΙ Εἰ καὶ μέγιστα καὶ συγγνώμης μείζονα ἐπλημμελήσατε, ἀλλά γε συγγνώμης ταῦτα ἀξιώσει ὁ κριτής, εἴγε εἰλικρινεῖ μετανοίᾳ θεραπευθείη.

ΙΕΡΑΚΙ ΠΡΕΣΒΥΤΕΡΩΙ Οἱ πρὸ τῶν κινδύνων τῷ φόβῳ δεδουλωμένοι, καὶ μὴ ἐνεγκεῖν τὴν προσδοκίαν δυνηθέντες, ἀλλὰ πρὸ τῶν πραγμάτων τοῦ καιροῦ τὴν μεταβολὴν θεραπεύσαντες, πῶς οὐκ ἔμελλον ἐν αὐτοῖς τοῖς δεινοῖς ἐμβεβηκότες ἄνανδροι ὀφθήσεσθαι; Οὐκοῦν εἰ παρόντες οὐδὲν ἂν ὤνησαν τοὺς συναγωνιστάς, ἀπόντες τὰ μέγιστα ὠφέλησαν καὶ τὴν λύπην τὴν ἐκ τῆς προδοσίας ἠμαύρωσαν.

ΠΑΥΛΩΙ Εἰ νικῶμεν αἱρετικοὺς Ἕλληνάς τε καὶ Ἰουδαίους διὰ τὴν τῶν δογμάτων ὀρθότητα, δίκαιοι ἂν εἴημεν καὶ ἐν τοῖς ἔργοις αὐτοὺς νικῆσαι, ἵνα μὴ ἡττώμενοι ἐν ἐκείνῳ, ἐν τούτῳ νικᾶν νομίσωσι, μηδὲ προφέρωσιν ἡμῖν τὸν βίον οἱ τὴν πίστιν ἀρνησάμενοι, μηδὲ λέγειν ἔχοιεν· «Οἱ περὶ τὰ δῆλα πταίοντες, πῶς ἀξιοῦτε περὶ τῶν ἀδήλων νικᾶν;» Εἰ γὰρ καὶ προηγούμενόν ἐστι καὶ κεφαλαιωδέστερον ἡ εὐσέβεια, ἀλλ’ οὖν γε χρείαν ἔχει καὶ τῆς ὀρθῆς πολιτείας, ἵνα τελειοτάτη καὶ ἀκροτάτη ἡ εὐδοκίμησις ἀποφανθείη.

Καὶ τούτοις ἐπιψηφίζεται ἡ θεία γραφὴ φάσκουσα· Ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστι. Παντὶ τοίνυν σθένει εἰς τὴν τῆς πολιτείας ἀκρίβειαν ἑαυτοὺς συνελάσωμεν, ἵνα κατὰ πάντα νικῶντες, καὶ σιγῶντες τοὺς ἀντιλέγειν τολμῶντας ἐπιστομίσωμεν.

ΑΘΑΝΑΣΙΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ Εἰ μὲν τὸ μὴ δοκεῖν φιλοσοφεῖν, ὡς φῄς, φιλοσοφίαν ἀρίστην εἶναι νενόμικας, εὖ ἂν ἔχοι· εἰ δὲ ἀρχὴν ῥᾳθυμίας καὶ μεταβολὴν πολιτείας φαντασθεὶς τοῦτο κατεκομψεύσω, κακίστῃ γνώμῃ ἐχρήσω. Χρὴ μὲν γὰρ ὀρθῶς καὶ μὴ πρὸς ἐπίδειξιν βιοῦν, εἰ δέ τις ἁλοὺς ῥᾳθυμίᾳ αὐτὸ τοῦτο ἐρυθριῶν εἰπεῖν, ἀπὸ τοῦ μὴ δόξαι φιλοσοφεῖν ἀρξάμενος εἰς τὸ μηδόλως φιλοσοφεῖν τελευτήσειεν, ἀμείνονα ἂν ἐπιδείξειε τὸν αὐτὸ τοῦτο σπουδάσαντα ἐπιδεῖξαι ὅτι φιλοσοφεῖν προῄρηται.

ΔΑΝΙΗΛ ΠΡΕΣΒΥΤΕΡΩΙ Οὐ χρὴ λυμαίνεσθαι τὰς χάριτας τῷ ἐν ἀδίκοις πράγμασιν ἀνταποδιδόναι τὰς ἀμοιβάς. Ὁ γὰρ δικαίως μὲν βοηθηθείς, ἐν ἀδίκοις δὲ πράγμασι τῷ βοηθήσαντι ἐπαμύνων, οὐ δικαίως δικαίαν χάριν διαφθείρει καί μοι δοκεῖ ὁ μὴ οὕτω ἀμειψάμενος εὐγνώμων εἶναι. Ὁ γὰρ δικαίας ἐπικουρίας τυχὼν δικαίως καὶ τὴν ἀμοιβὴν ἀποδοῦναι ὀφείλει, ἵνα σωθείη τῆς «χάριτος» ἡ προσηγορία. Ἀλλὰ μηδὲ οἱ ἐν οἷς θέμις εὐεργετήσαντες ἐν οἷς μὴ θέμις ἀπαιτείτωσαν τὰς ἀμοιβάς, μηδὲ ἀχαρίστους καλείτωσαν τοὺς ἐν οἷς μὴ ἔξεστι μὴ ἀμειψαμένους.

ΙΣΙΔΩΡΩΙ ΕΠΙΣΚΟΠΩΙ Τί ἐστιν, ἔφης, τὸ ἐν τοῖς εὐαγγελίοις εἰρημένον περὶ τοῦ νομικοῦ· Ὁ δὲ θέλων ἑαυτὸν δικαιῶσαι εἶπεν· «Καὶ τίς ἐστί μου πλησίον;» Ἄκουσον τοίνυν. Ὁ νομικὸς πλησίον μόνον ἐνόμιζεν εἶναι τὸν δίκαιον τῷ δικαίῳ, τὸν ὑψηλὸν τῷ ὑψηλῷ, κατ’ ἀρετήν φημι. Οὐ γὰρ τῇ οὐσίᾳ μίᾳ οὔσῃ, τὸν πλησίον ἔκρινεν, ἀλλ’ ἢ τοῖς ἀξιώμασιν, ἢ ταῖς πράξεσι. Διὸ καὶ θέλων ἑαυτὸν δικαιῶσαι, τουτέστι δίκαιον ἀποδεῖξαι, ὡς ὑψηλὸς εἴη κατὰ τὴν ἀρετὴν ἢ μέγας κατὰ τὸ διδάσκαλος εἶναι φησί· «Καὶ τίς ἐστί μου πλησίον; Δεῖξόν μοι τὸν οὕτω μέγαν.» Ὁ δὲ Σωτήρ, ἅτε δὴ ποιητὴς (μικρὸν γὰρ καὶ μέγαν αὐτὸς ἐποίησεν) οὐ ταῖς πράξεσιν, οὐδὲ τοῖς ἀξιώμασιν, ἀλλὰ τῇ φύσει ὡρίσατο τὸν πλησίον, μονονουχὶ λέγων· «Οὔπω σοι τέως λέγω ὅτι οὐδὲν τῶν ἄλλων διενήνοχας, ἵνα μὴ οἱ ὄντως φιλάρετοι νομίσοιεν μὴ χρεωστεῖν τοῖς πέλας τὴν ἀγάπην, δόγμα τὸν σὸν ἔλεγχον νομίσαντες εἶναι· ἀλλ’ εἰ καὶ οὕτως ἔχει—δεδόσθω γάρ—σὺ σπούδασον τοῦ δεομένου γενέσθαι πλησίον, οὐ τῷ τόπῳ μόνον, ἀλλὰ καὶ τῇ διαθέσει καὶ τῇ εἰς αὐτὸν ἐπιμελείᾳ. Διὰ γὰρ τοῦτο καὶ τὸν Σαμαρείτην σοι ἐχαρακτήρισα. Τὸ γὰρ πλησίον τῇ φύσει κρίνεται, οὐ τῇ ἀρετῇ· τῇ οὐσίᾳ, οὐ τῷ ἀξιώματι· τῇ συμπαθείᾳ, οὐ τῷ τόπῳ· τῷ τῆς θεραπείας τρόπῳ, καὶ οὐ τῇ τοῦ τόπου ἐγγύτητι. Ἐκεῖνον μάλιστα ἡγοῦ εἶναι πλησίον τὸν δεόμενον, καὶ αὐτεπάγγελτος ἐπὶ τὴν βοήθειαν βάδιζε.»

ΤΩΙ ΑΥΤΩΙ Αὐτὸς μὲν θαυμάζειν ἔφης πῶς ὁ Παῦλος τὴν μετάνοιαν, ἣν καὶ αὐτὸς ἐκήρυττε καὶ ὁ Θεὸς στεφανοῖ, μηδὲν δεδυνῆσθαι ἐπὶ τοῦ Ἡσαῦ διισχυρίσατο λέγων· Μετανοίας γὰρ τόπον οὐχ εὗρε, καίπερ μετὰ δακρύων ἐκζητήσας αὐτήν.

Ἐγὼ δὲ θαυμάζω πῶς τοῦτό σε διέλαθεν. Οὐ γὰρ ὡς τὴν μετάνοιαν ἀτιμάσαντος τοῦ κριτοῦ τοῦτ’ ἔφη, ἀλλ’ ὡς τὸν μισθόν, τουτέστι τὴν εὐλογίαν τὴν τῇ ἀρετῇ μᾶλλον ἢ τῇ πρεσβυγενείᾳ χρεωστουμένην, τῷ διαπωλήσαντι αὐτὴν μὴ δεδωκότος. Οὐ γὰρ δίκαιον ἦν ἐκεῖνον, ἵνα καὶ δοίημεν τῇ πρεσβυγενείᾳ τὸ γέρας χρεωστεῖσθαι, τὸ κτῆμα ὅπερ ἐπώλησεν ἀνακομίσασθαι· εἰ μὲν γὰρ ἀποσπασθὲν ἦν, ἔδει ἀποδοθῆναι· εἰ δὲ πραθὲν καὶ ὑπὸ τὴν νομὴν τοῦ ἀγοράσαντος, οὐ δίκαιον αὐτὸ ἀποσπασθῆναι. Κλαύσαντος γοῦν πικρῶς οὐ μόνον αὐτοῦ, ἀλλὰ καὶ τοῦ γεννήτορος, τὸ δίκαιον ἴσχυσεν.

Ὅτι δὲ οὕτως ἔχει, ἄκουε τῶν παρ’ αὐτοῦ εἰρημένων· Μή τις πόρνος ἢ βέβηλος ὡς Ἡσαῦ, ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια αὐτοῦ. Ἴστε γὰρ ὅτι καὶ μετέπειτα θέλων κληρονομῆσαι τὴν εὐλογίαν, ἀπεδοκιμάσθη. Ὁρᾷς, ἵνα παρῶ τέως τὸ πεπράσθαι τὰ πρεσβεῖα, ὅτι οὐδὲ ἀρετὴν ἦν ἀσκήσας, ἀλλ’ οἷς πέπρακε πρεσβείοις ἐπερειδόμενος, τὴν εὐλογίαν τὴν τῇ ἀρετῇ, ὡς ἔφην, χρεωστουμένην κληρονομῆσαι ἐβούλετο—ὅπερ ἀδύνατον ἦν· εἰ γὰρ καὶ μετὰ τῆς τοῦ τεκόντος εὐνοίας καὶ τὴν τῶν πρεσβείων εἶχε τιμήν, οὐκ ἂν ἔτυχε τῶν θείων εὐλογιῶν· ἀρετὴ γάρ ἐστιν ἡ παρὰ τοῦ Θεοῦ στεφανουμένη. Ἐπειδὴ δὲ καὶ πέπρακεν ἐννόμως τὰ πρωτοτόκια, ἀναμφισβήτητος τοῦ Ἰακὼβ ἡ νίκη. Εἰ γάρ τις ἀγρὸν πωλήσας καὶ τὸ τίμημα εἰληφὼς καὶ εἰς νομὴν τοῦ κτήματος τὸν ἀγοράσαντα εἰσκομίσας, ὕστερον χωρὶς τοῦ ἀποδοῦναι τὸ τίμημα—τί λέγω ἀποδοῦναι οὐδ’ ἀποδιδόντος μὲν οὖν συγχωροῦσιν οἱ νόμοι ἄκοντος τοῦ ἀγοράσαντος ἀποσπασθῆναι τὸ κτῆμα;

Ἀλλ’ ὅμως λελέχθω—, χωρὶς τοῦ ἀποδοῦναι τὸ τίμημα, εἰ ἀμφισβητοίη περὶ τῆς κτήσεως, ποῖος νόμος, ἢ τίς δικαστὴς ἀποκρίνεται αὐτῷ, κἂν μυρία ἐκεῖνος δακρύῃ καὶ ἐλεεινὰ φθέγγοιτο; Οὐδὲ εἷς δήπου. Εἰκότως οὖν οὐκ εἴληφε, πρῶτον μὲν ἀρετὴν μὴ ἀσκήσας, εὐλογίαν δὲ κληρονομῆσαι θελήσας, ἧς ἀνάξιον ἑαυτὸν ἀπέφηνε· δεύτερον δὲ καὶ πωλήσας τὸ γέρας· τρίτον ἐκκλεισθεὶς εἰκότως ὑπὸ τοῦ καιροῦ· εἰ γὰρ ὄντως ἦν μεταγνοὺς καὶ τὰς ἥττας πάσας ἀναμαχησάμενος, οὐκ ἂν παρώφθη παρὰ τοῦ Θεοῦ (πλούσιος γὰρ ὢν ὁ Θεὸς καὶ τοῦτον στεφάνοις ἄλλοις κοσμῆσαι ἐδύνατο)· εἰ γὰρ τὰς εὐλογίας ἃς πέπρακεν ἀνακομίσασθαι οὐχ οἷός τε ἦν, ἀλλ’ οὖν γε ἄλλοις ἂν στεφάνοις ἐκοσμήθη, καὶ πρώτῳ γε τῷ τὸν Θεὸν ἵλεω ἔχειν· ἐπειδὴ δὲ ἀρετῆς μὲν οὐκ ἐφρόντιζεν, εὐλογιῶν δ’ ἀντεποιεῖτο τῶν τῇ ἀρετῇ χρεωστουμένων, εἰκότως ἀπέτυχεν.

ΠΕΤΡΩΙ ΠΟΛΙΤΕΥΟΜΕΝΩΙ Ἐπέμφθης ἀνύσων, οὐ προξενήσων τοῖς πέμψασι πράγματα· πρεσβεύσων, οὐ παραπρεσβεύσων· κατορθώσων, οὐ καταστρέψων. Ἵνα οὖν μὴ παραπρεσβείας ὑποσταίης γραφήν, ἧκε τὴν ταχίστην ἀπολογησόμενος καὶ τὴν ἀδοξίαν ἀποτριψόμενος.

ΩΦΕΛΙΩΙ ΓΡΑΜΜΑΤΙΚΩΙ Μεγίστη, ὦ φίλε, ἱστορίας καὶ θεωρίας ἀρετή τε καὶ διάρθρωσις αἰτιολογία καὶ τὸ τὰς ὑποθέσεις τοῖς ἀγνοοῦσιν ἀπογυμνοῦν. Εἰ δέ τις ταύτης χηρεύσειε τῆς ἀρετῆς, καὶ τῆς ἀποδείξεως ἔρημος εἴη.

ΜΑΡΩΝΙ Μὴ παρ’ ἐμοῦ, ἀλλὰ παρ’ αὐτῆς τῆς φύσεως τοῦ πράγματος· μάνθανε ὅτι κἂν μυρίους χρημάτων πόρους ἐπινοήσῃς, κόρον οὐχ εὑρήσεις· τοῖς μὲν γὰρ πόροις ὁ κόρος ἀκατάλλακτός ἐστι, τῇ δὲ αὐταρκείᾳ καὶ ὀλιγοδείᾳ καὶ σπένδεται καὶ συγχορεύει καὶ συνοικεῖ. Πέπαυσο τοίνυν ἀκίχητα διώκων.

Διωκόμενος μὲν γὰρ οὐ καταλαμβάνεται, μὴ διωκόμενος δὲ αὐτεπάγγελτος ἐπιφοιτᾷ οὐ μόνον ἀνάπαυσιν, ἀλλὰ καὶ εὐφροσύνην ὠδίνων.