Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσίδωρος ὁ Πηλουσιώτης – Ἐπιστολαί

Ἰσίδωρος ὁ Πηλουσιώτης

Επιστολές περί αληθούς φιλοσοφίας, άσκησης και εκκλησιαστικής ειρήνης

Συμβουλές προς διάφορα πρόσωπα για τη σημασία του εσωτερικού φρονήματος, την ειρήνευση της Εκκλησίας, τη ματαιότητα της κοσμικής δόξας και τη μελέτη των θείων Γραφών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσίδωρος ὁ Πηλουσιώτης

—

Κεφάλαιο 13 από 14

ΑΣΚΛΗΠΙΩΙ ΣΟΦΙΣΤΗΙ Θαυμάζω πῶς Ὅμηρος μὲν καὶ Πίνδαρος ἀξιοῦσιν ἀλκίμους εἶναι τοὺς οὐ μέλλοντας λήσειν εἴποτε ἐγένοντο, Θουκυδίδης δὲ σαφῶς ἱκετεύει «μὴ φεύγειν τοὺς πόνους ἢ μηδὲ τὰς τιμὰς διώκειν», Σοφοκλῆς δὲ φάσκει «Πόνου τοι χωρὶς οὐδὲν εὐτυχεῖ», διὰ πόνων τὴν τούτου βίου ἀείμνηστον δόξαν ὠνεῖσθαι τοὺς πειθομένους διδάσκοντες, οἱ δὲ δόξης ἀμαράντου τυχεῖν γλιχόμενοι καὶ βασιλείας οὐρανῶν ὀρεγόμενοι, οὐκ οἶδ’ ὅπως νομίζουσι διὰ ῥᾳστώνης φιλεῖν τοῖς ἀνθρώποις τὰ χρηστὰ παραγίνεσθαι.

ΤΩΙ ΑΥΤΩΙ Ἐπειδὴ οὐχ ὁ λέγων τοσοῦτον, εἰ καὶ πᾶσαν κινήσει δεινότητα καὶ τέχνην ῥητορικήν, τεκταίνει τὴν πειθὼ ὅσον ὁ ἀκούων, οὐ θέμις τὸν λέγοντα μὲν τὰ ἄριστα, μὴ πείθοντα δέ, ψέγειν, ἀλλ’ ἐκεῖνον τὸν τοῖς κρατίστοις πεισθῆναι μὴ ἐθελήσαντα.

ΤΩΙ ΑΥΤΩΙ Ὥσπερ ἀκρόπολις ἀπορθήτοις τείχεσι πεπυργωμένη καταγελᾷ τῶν πολιορκούντων αὐτήν, οὕτω καὶ ψυχή, εἰ πάσαις ταῖς ἀρεταῖς ἑαυτὴν περιφράξειε καὶ τῇ θείᾳ συμμαχίᾳ πυργώσειεν, εἰς αἰσχύνην καὶ γέλωτα παρασκευάζει τελευτῆσαι τοῖς πολιορκοῦσιν αὐτὴν τὰ μηχανήματα.

ΗΣΑΙΑΙ Μὴ ἡ θεία μακροθυμία ἐπιτριβέτω σε εἰς κακίαν, ἀλλ’ εἰς ἀρετὴν παρακαλείτω· ἀτοπώτατον γὰρ τὸ διὰ τῶν ἀγαθῶν βλάπτεσθαι, ἀγαθὸν δὲ ἡ μακροθυμία, ἔλεον μὲν τοῖς μετανοοῦσι, κρίσιν δὲ τοῖς ἀμετανοήτοις ὠδίνουσα.

ΠΑΛΛΑΔΙΩΙ ΔΙΑΚΟΝΩΙ Πυνθάνομαι ὅτι τὸ νόσημα τῆς σῆς ψυχῆς ἀπὸ μικρῶν καὶ φαύλων ὁρμηθὲν κατὰ τῶν καιρίων ἐχώρησεν ἰατρικῆς τέχνης κρεῖττον γενόμενον. Εἰ τοίνυν ταῦθ’ οὕτως ἔχει, ἐπίτρεψον σαυτὸν τῇ ἐπιστημονικῇ καὶ θείᾳ χειρὶ ᾗ οὔτε νόσημα οὔτε χρόνος οὔτε φύσις ἐστὶν ἀντίπαλος, καὶ ῥᾳδίως εἰς ὑγίειαν ἀναστοιχειωθήσῃ.

ΘΕΟΦΑΝΙΩΙ Τοῦ παραυτίκα δεινοῦ τὸν λογισμὸν θᾶττον, ὦ φίλε, ἀπαγαγών, ὅλος γενοῦ τῆς μελλούσης ἐλπίδος, ἐπειδὴ καὶ ἡμεῖς, ὅτε ἡ φήμη τὸ δεινὸν ἀπήγγειλεν, οὐ μικρῶς λυπηθέντες ἀνενεγκεῖν ἑαυτοὺς πεπείκαμεν.

ΘΕΟΓΝΩΣΤΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ Τοὺς ἐπιτιμητὰς τῶν κακιῶν οἱ μοχθηροὶ πλείους ὄντες καὶ διηχοῦντες κακῶς ἀποναρκῆσαι πολλάκις πεποιήκασι, πρὸς τὸ μὴ τῇ παρρησίᾳ ἀναστέλλειν τὰ πταίσματα. Χρὴ τοίνυν μιγνύναι τῇ παρρησίᾳ τὴν προσήνειαν, καὶ τῷ ἐλέγχῳ κιρνᾶν τὴν ἀγάπην, καὶ οὕτω νουθετεῖν. Εἰ δὲ μηδ’ οὕτως ὠφελοῖντο ἐκεῖνοι, ἀλλὰ καὶ κακῶς ἀπαγορεύσειαν τοὺς μεγίστων στεφάνων ἀξίους καὶ πάντως καὶ παρὰ Θεοῦ κηρυχθησομένους καὶ παρὰ τοῖς συνετοῖς ἀποδοχῆς ἀξιωθησομένους, γενναίως φερέτωσαν οἱ σωφρονισταὶ τῶν κακῶν καὶ λυπείσθωσαν μὴ τὰ καθ’ ἑαυτοὺς (ἐννοοῦντες ὅτι οὐδὲν ἕτερον ἢ τὸ δοκεῖν μιαροὺς περιγέγονεν), ἀλλ’ ὑπὲρ τῆς ἐκείνων διαστροφῆς καὶ μιαρίας, ὅτι ἀνίατα οὕτω νοσοῦσιν, ὡς καὶ τοὺς ἰατροὺς κακηγορεῖν.

ΔΟΜΙΤΙΩΙ ΚΟΜΗΤΙ Ἐνέτυχόν ποτε ἱστορίᾳ Περσικῇ τοιαῦτά τινα περιεχούσῃ, ὅτι οἱ παῖδες ἐμάνθανον μὲν μηδὲν ψεῦδος μήτε ἀκούειν μήτε λέγειν, μηδὲ τὸ συμφέρον δίκαιον, ἀλλὰ τὸ δίκαιον ἡγεῖσθαι συμφέρον, καὶ τὸ διδόναι τοῦ λαμβάνειν εἶναι λυσιτελέστερον. Ὅτε δ’ ἤμελλον εἰς ἄνδρας τελέσειν, ὤμνυον ὅρκον ὀλίγα μὲν κομιδῇ περιέχοντα ῥημάτια, μεγίστην δὲ δύναμιν ἔχοντα ῥημάτια καὶ ὑπὲρ πάσας τὰς τῶν Ἑλλήνων φιλοσοφίας. Ὤμνυε γὰρ ἕκαστος ὡς «ἐγὼ καταφρονήσω μὲν ἀεὶ παντὸς κέρδους πονηροῦ, καταφρονήσω δὲ ἡδονῆς σώματος, καταφρονήσω δὲ δόξης κενῆς, ζηλώσω δὲ ἀρετὴν καὶ τιμήσω τὸ θεῖον καὶ γονεῖς, ἀληθῆ λέγων, ἀγαθὰ πράσσων, οὐδέ τι τούτων ὑπερβήσομαι εἰδὼς οὐδ’ ἑκών.» Εἰ τοίνυν τὸ σέλας μὴ φέρων τῶν θείων γραφῶν, ὥσπερ οἱ ὀφθαλμιῶντες τὸν ἥλιον, οὔτ’ αὐτὸς ἀναγινώσκεις οὔτε τοὺς σαυτοῦ υἱεῖς συγχωρεῖς, κἂν ταῦτα καὶ σαυτὸν καὶ τοὺς σαυτοῦ παῖδας φέρειν ἐπὶ μνήμης ἔθιζε. Πιστεύω γὰρ ὅτι κινήσουσιν ὑμᾶς καὶ τοῖς θείοις λόγοις ἐντυχεῖν.

ΔΑΝΙΗΛ Ἔξεστιν, ὦ θαυμάσιε, ἄλλων ὑβριζόντων μὴ ὑβρίζεσθαι καὶ ἀδικούντων μὴ ἀδικεῖσθαι. Εἰ δ’ αἴνιγμά σοι τοῦτ’ εἶναι δοκεῖ, ταχέως αὐτὸ λῦσαι πειράσομαι. Ὁ γὰρ φιλοσοφῶν καὶ πρᾴως τὰς παρὰ τῶν ἐχθρῶν φέρων ὕβρεις καὶ ἀδικίας, οὔθ’ ὑβριζόντων ὑβρίζεται, οὔτ’ ἀδικούντων ἀδικεῖται. Ἀλλ’ εἰ χρὴ τἀληθὲς εἰπεῖν, ἐκεῖνοί εἰσιν οἱ ἀδικούμενοι καὶ ὑβριζόμενοι οἱ καὶ παρὰ ἀνθρώπων καταγινωσκόμενοι καὶ καταβοώμενοι καὶ παρὰ θεοῦ κατακρινόμενοι, ὁ δ’ ὑψηλότερος ὢν καὶ ὕβρεως καὶ ἀδικίας κἀνταῦθα τοῖς ἐγκωμίοις παρὰ πάντων στεφθήσεται, μὴ μόνον τοῦ ἐχθροῦ, ἀλλὰ καὶ τοῦ θυμοῦ κεκρατηκώς, κἀκεῖσε παρὰ τοῦ Θεοῦ μεγίστας ἕξει τὰς ἀμοιβάς. Εἰ δὲ φαίης πολὺν ἔχειν ἱδρῶτα καὶ πόνον τὸ ὑβριζόμενον φέρειν, οὐδ’ αὐτὸς ἀρνησαίμην· ἀλλ’ ἐκεῖνο λέξαιμι ὅτι οἱ μέγιστοι πόνοι τοὺς στεφάνους τίκτουσιν. Εἰ δὲ καὶ παραδείγματι ἀπαραβλήτῳ καταπραΰναι βούλει τὴν φλεγμονὴν τῆς ψυχῆς, ἐκεῖνο ἐννόει ὅτι τῆς μιαρᾶς ἐκείνης χειρὸς τὸ ἱερὸν ἐκεῖνο ῥαπισάσης πρόσωπον, τὰ πάσης φιλοσοφίας καὶ κρείττονα καὶ ὑψηλότερα ἐφθέγξατο ῥήματα· Εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; Καὶ ταύτῃ τῇ ἐπῳδῇ μὴ παύσαιο τὴν ψυχὴν ἰώμενος.

ΗΛΙΑΙ ΔΙΑΚΟΝΩΙ Εἰ καὶ μηδεμία σοι πρόσεστιν ἀπολογία, ἐμοὶ πρέπει συγγνώμην νεῖμαι τῷ δι’ ὧν αἰσχύνεται ἀπολογήσασθαι πεπλημμεληκέναι ὁμολογοῦντι. Μὴ τοίνυν ἀπόνοιάν σοι τικτέτω τὸ ἐμὲ μὴ ἀναμεμενηκέναι τὴν σὴν ἀπολογίαν, ἀλλὰ μᾶλλον εἰς ἀγάπην χειραγωγείτω, ὅτι τοσαύτη μοι πρὸς εἰρήνην βλέπουσα πρόσεστι ῥοπή, ὡς καὶ τοῖς ἐρυθριῶσιν ἀπολογήσασθαι συγγνώμην νέμειν.

ΑΛΥΠΙΩΙ Ἐγὼ τὴν γνώμην πρὸ τῆς γλώττης ἀξιῶ πεπαιδεῦσθαι τοὺς ἐμοὶ πλησιάζοντας· εἰ δὲ καὶ ἄμφω ἔχοιεν καὶ λυπεῖ τινας, τἀληθὲς μετὰ παρρησίας λελέξεται. Ὥσπερ ἀγάλματα περιέπω, καὶ πᾶσιν ἐπιδείκνυμι μέγα φρονῶν ἐπὶ τῷ τοιούτους ἔχειν φίλους.

ΠΕΤΡΩΙ ΣΧΟΛΑΣΤΙΚΩΙ Οἱ μὲν τὴν τῶν πραγμάτων κρίσιν ἔχοντες ὀρθήν, ὑπὸ ῥᾳθυμίας δὲ καταπαλαιόμενοι, ἴσως καὶ ἀναμαχέσονται καὶ στήσουσι κατ’ αὐτῆς τρόπαια· οἱ δὲ μηδ’ αὐτὸ τοῦτο εἰδότες ὅτι ἡττῶνται, πότε νίκης ἀντιποιήσονται;

ΠΕΤΡΩΙ ΑΝΑΓΝΩΣΤΗΙ Ἐπειδὴ δεινὸν μὲν καὶ ἀμήχανον τῆς ψυχῆς ἐστι τὸ κάλλος ὅταν τῇ συμμετρίᾳ τῶν ἀρετῶν λαμπρύνηται, ἀργαλέον δὲ καὶ θηριόμορφον γίγνεται αὐτῆς τὸ εἶδος ὅταν τὸ τῆς κακίας αἶσχος ἀπομάττηται, σπουδάσωμεν ἐκεῖνο μὲν κτήσασθαι, τοῦτο δὲ ἀποτρίψασθαι.

ΑΠΟΛΛΟΝΙΩΙ Οἶδα μὲν ὅτι τινὲς μὲν τὸ ταχέως, τινὲς δὲ τὸ βραδέως θεραπεύεσθαι ἐπὶ ταῖς ὕβρεσι, σύμβολον ποιοῦνται τοῦ μηδὲν ἑαυτοῖς συνειδέναι τῶν εἰρημένων. Ὅπως γὰρ ἂν ἕκαστοι διακέωνται, τοῦτ’ οἴονται χρῆναι ποιεῖν. Οἱ μὲν γὰρ ἀνδρειότεροι καὶ γενναιότεροι τὸ ταχέως ἐνδιδόναι τεκμήριον ποιοῦνται ἀρετῆς, οὐ τὰ πράγματα σκοποῦντες, ἀλλὰ τὰς οἰκείας προλήψεις κυροῦντες. Εἰ δὲ ἔροιο τί χρὴ ποιεῖν, φαίην ὅτι, ἐπειδὴ παντὶ τρόπῳ χρὴ θεραπεύεσθαι, ἄμεινον μὲν ταχέως, εἰ δὲ μὴ κἂν βραδέως· τὸ γὰρ ἀθάνατον λυττᾶν οὐκ ἀνθρώπινον.

ΙΣΙΔΩΡΩΙ ΕΠΙΣΚΟΠΩΙ Διήκει μὲν καὶ διαφοιτᾷ πανταχοῦ λόγος, τὰς σὰς ἀριστείας εὐαγγελιζόμενος· ὃν δίκαιος ἂν εἴης νευροῦν τοῖς ὁσημέραι κατορθώμασι· φυλλορροεῖν γὰρ εἴωθε τῶν ὕστερον ῥᾳθυμούντων τὸ κλέος.

ΩΦΕΛΙΩΙ ΓΡΑΜΜΑΤΙΚΩΙ Οἱ μὲν ἄλλοι φιλόσοφοι «τέχνην τεχνῶν καὶ ἐπιστήμην ἐπιστημῶν» ὡρίσαντο εἶναι τὴν φιλοσοφίαν, Πυθαγόρας δὲ «ζῆλον σοφίας», Πλάτων δὲ «κτῆσιν ἐπιστημῶν», Χρύσιππος δὲ «ἐπιτήδευσιν λόγου ὀρθότητος». Καὶ αὐτῶν οὖν τῶν δοκούντων ἄκρων εἶναι οὐχ ὁμοίως ὁριζομένων, ἡμεῖς ἀληθῆ φιλοσοφίαν ὁριζόμεθα τὴν μηδὲν τῶν ἡκόντων εἰς εὐσέβειαν καὶ ἀρετὴν παρορῶσαν.

ΕΥΤΟΝΙΩΙ ΔΙΑΚΟΝΩΙ Εἰ καὶ ἦλθεν ἐπὶ σὲ ὁ δὴ καὶ πάντων σχεδὸν τῶν εὐδοκίμων ἁψάμενος φθόνος παρὰ τῶν οἰκείας τιθεμένων συμφορὰς τὰς ἑτέρων ἀρετάς, μᾶλλον δὲ πλέον ἀχθομένων τοῖς ἑτέρων ἀγαθοῖς ἢ τοῖς ἑαυτῶν κακοῖς, μὴ ταράττου· ἀλλ’ αὐτὸ τοῦτο μάλιστα ἡγησάμενος ἀρετῆς εἶναι τεκμήριον, τῇ σαυτοῦ καλοκἀγαθίᾳ προστίθει. Οὕτω γὰρ σὺ μὲν ἀοίδιμος εἴης, ἐκεῖνοι δὲ δίκας εἰσπραχθήσονται ὧν μείζους οὐκ ἂν δυνηθεῖεν δοῦναι.

ΠΕΤΡΩΙ Ἐγὼ κανόνα φιλίας εὐθύτατον ἡγοῦμαι τὸν ἀπροφασίστως μὲν τοῖς ἀδελφοῖς συμπνέοντα, μήτε δὲ κολακείᾳ τὰς φιλίας προσαγόμενον, μήτε λάθρα μεταχειριζόμενον τὰς ἔχθρας, ἀλλὰ πρὸς ἄπαντα τὴν ψυχὴν γυμνοῦν, ἁπλοῦν μὲν τυγχάνοντα τὴν γνώμην, ἁπλοῦν δὲ τὴν γλῶτταν, ἁπλούστερον δὲ ἔτι μᾶλλον τὸν βίον.

ΔΙΔΥΜΩΙ ΣΧΟΛΑΣΤΙΚΩΙ Τῷ ὄντι μακρόθυμος ἀνὴρ πολὺς ἐν φρονήσει. Εἴρηται γὰρ παρὰ τὸ μακράν τινα καὶ μεγάλην ἔχειν ψυχὴν καὶ ὑπὸ μηδενὸς ἐλεγχομένην, ἀλλὰ καὶ τὸν θυμὸν τὸν πάντων παθῶν ὀξύτερον, τὸν καὶ τὰς ἐννοίας λανθάνοντα καὶ τοὺς λογισμοὺς προπηδῶντα, χαλινοῦν καὶ εἴσω τῶν οἰκείων ὅρων συγκλείειν· οὗ μεγαλοψύχου κατὰ ἀντιδιαστολὴν καὶ τὸν μικρόψυχον ἔταξεν, εἰπών· Ὁ δὲ ὀλιγόψυχος ἰσχυρῶς ἄφρων. Ὁ γὰρ ὑπὸ πάντων διὰ μικροψυχίαν σαλευόμενος τῶν παθῶν κομιδῇ ἐστιν ἄνους.

ΝΕΙΛΑΜΜΩΝΙ ΣΧΟΛΑΣΤΙΚΩΙ Ὥσπερ οἱ ψοφοδεεῖς καὶ πρὸς μόνην τὴν ἀκοὴν τῶν δεινῶν καταπλήττονται καὶ οὐδὲ φύλλου φέρουσι κίνησιν, τοῦ δέους κατὰ τῶν τυχόντων μεγάλας ἐμποιοῦντος τὰς ὑποψίας, οὕτω καὶ οἱ πταίοντες ἐλέγχοις πανταχόθεν βάλλονται, τοῦ συνειδότος καὶ ἐκ τῶν ἐπαινούντων καὶ ἐκ τῶν ψεγόντων καὶ ἐκ τῶν συνειδότων καὶ ἐκ τῶν μὴ συνειδότων κατατοξεύοντος τοὺς ἐργασαμένους.

ΖΩΣΙΜΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ. Ὅτι οὐδὲν ἀκόλαστον οὐδὲ μειρακιῶδες χρὴ διαπράττεσθαι, ἀλλὰ σώφρονα καὶ κεκολασμένην ἔχειν ἐν παντὶ τῷ βίῳ τὴν δίαιταν, παντί που δῆλον τῷ νοῦ καὶ φρονήσεως οὐκ ἀμοιροῦντι. Τί τοίνυν τοιαύτην κωμῳδίαν περιορᾷς κατὰ σαυτοῦ ᾀδομένην, λεγόντων τῶν σοφῶν ὅτι οὔτε νέος ὢν περὶ τὰς ἐπιθυμίας ἐμετρίαζες διὰ τὴν πενίαν, οὔτε γεγηρακὼς διὰ τὴν ἡλικίαν; Τί τοσοῦτον λυττᾷς; Τί τοὺς τῶν ἐπιθυμιῶν ὑπερβαίνεις ὅρους; Ἢ πέπαυσο τοίνυν τοιαῦτα δρῶν, ἢ εἶργε σαυτὸν τοῦ θυσιαστηρίου.

ΛΕΟΝΤΙΩΙ ΕΠΙΣΚΟΠΩΙ Τὸ τὴν ἀνάγνωσιν κατερραθυμῆσθαι τῶν θείων γραφῶν καὶ τὸ ἕκαστον τὰ οἰκεῖα πάθη τῶν ἱερῶν προκρίνειν χρησμῶν τῶν τοσούτων τραγῳδιῶν αἴτιον γέγονε. Πόλεμος μὲν γὰρ ἄσπονδος καὶ ἀκήρυκτος ἐμπέπτωκε τοῖς τῆς εἰρήνης βραβευταῖς· ἥδιστ’ ἂν ἀλλήλων, εἰ δύναιντο, γεύσοιντο· περὶ παντὸς δὲ ποιήσαιντο, ζῶντας μὲν ἀποκτεῖναι, ταφέντας δὲ ἀνορύξαι, τὰς δ’ οἰκίας κατασκάψαι, μνημεῖον δὲ ἅπαν ἀφανίσαι. Οὕτω κατ’ ἀλλήλων ὁπλίζονται καὶ μηχανὰς πλέκουσιν οἱ μεμαθηκότες ὅτι οὐκ ἀπὸ τῶν σημείων ὁ Χριστός, ἀλλ’ ἀπὸ τῆς ἀγάπης τοὺς οἰκείους ἐχαρακτήρισε φοιτητάς. Διὰ τοῦτ’ οὖν, οἶμαι, καὶ τὰ περὶ τῶν ὑπηκόων οὐχ ἕπεται. Οὐκ ἔτι γὰρ ὡς πρὸς ὑφηγητὰς φοιτηταί, ἀλλ’ ὡς πρὸς κατακρίτους δικασταὶ διάκεινται, ἀπολογίαν τῶν οἰκείων πταισμάτων τὴν τῶν διδασκάλων ῥᾳθυμίαν, ἀθλίως μὲν καὶ ταλαιπώρως, ὅμως δ’ οὖν ἔχειν οἰόμενοι. Τί οὖν ποιητέον; φῄς. Εἰ μὲν δυνατόν, διορθωτέον· εἰ δὲ μή, ἡσυχαστέον.

ΣΕΡΗΝΩΙ ΤΡΙΒΟΥΝΩΙ Ὅτι ἡμεροκαλλές ἐστιν ἄνθος, τουτέστιν πρὸς μίαν μόνην σχεδὸν ἡμέραν ἀκμάζον, τὸ δοξάριον τοῦ κόσμου τούτου, ἡ δὲ τῆς ἀρετῆς εὔκλεια ἀμάραντός τε καὶ ἀτελεύτητος, πᾶς τις τῶν νοῦ καὶ φρονήσεως οὐκ ἀμοιρούντων ἰσχυρίσαιτο. εἰ δὲ πολλοὶ ἐκείνου μὲν ἀντιποιοῦνται, ταύτης δὲ καταφρονοῦσι, θαυμαστὸν οὐδέν· ἐπεὶ καὶ οἱ νοσοῦντες τὰς μὲν ὑγιεινὰς παραιτοῦνται τροφάς, ταῖς δὲ νοσώδεσιν ἥδονται· καὶ οἱ ἀκρατεῖς τὴν ἑταίραν ἀντὶ τῆς σώφρονος αἱροῦνται γυναικός. Ἀλλὰ χρὴ τοὺς ἐχέφρονας μὴ ἀπὸ τῶν ἀρρωστούντων, ἀλλ’ ἀπὸ τῶν ὑγιαινόντων λαμβάνειν τὰς ψήφους.

ΤΩΙ ΑΥΤΩΙ Καὶ ἀσεβὲς εἶναι καὶ ἄνανδρον νενόμικα τοὺς μὴ εὖ βιοῦντας μέν, δυναστείαν δὲ περιβεβλημένους περιέπειν· τῶν δὲ ἀρετῇ κεκοσμημένων, εἰ ἰδιωτεύοιεν, καταφρονεῖν· κἀκείνους ἐπαινεῖν, τούτους δὲ διασύρειν. Μὴ τοίνυν θαύμαζε εἰ τὸ δίκαιον πρὸ τοῦ συμφέροντος τίθεμαι, καὶ τὸ πρέπον πρὸ τοῦ κέρδους, καὶ τὴν ἀρετὴν πρὸ τῆς δυναστείας. Εἰ γὰρ μὴ τοῦτ’ ἐποίουν, ἔδοξα ἂν Εὐτόνιον μέν, ὅτι ἐπιβουλεύεται, παρεωρακέναι, Εὐσέβιον δὲ ὅτι τυραννεῖ τεθεραπευκέναι· Εὐτονίῳ γὰρ πολεμεῖ μὲν ἅπας ὁ κλῆρος, ὁ μὲν ἑκών, ὁ δὲ καὶ πρὸς τὸ τοῦ κρατοῦντος σύνθημα. Ἔγκλημα δὲ τοῦ πολέμου τούτου, ἐγὼ μὲν οὐκ οἶδα οὐδέν, φασὶ δὲ λεγόντων ἀκούειν ὅτι ἀρετῆς ἐστι θρέμμα περίβλεπτον· τὸν δὲ τὸ σύνθημα τοῦ πολέμου δόντα εἰ καὶ πολλοὶ μισοῦντες καὶ κακηγοροῦντες κολακεύουσιν, ἐγὼ ἅτε ἐχθρὸν τῆς ἀρετῆς καὶ τῷ διαβόλῳ συμπράττοντα τῷ κατὰ τῶν ἀνθρωπίνων ψυχῶν σπείροντι τὰ ζιζάνια, οὐδ’ ἰδεῖν δύναμαι, οὐδ’ ἂν μυρίους ἀπειλήσῃ θανάτους.

ΠΑΥΛΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ Εἰ καί τις, ὡς γέγραφας, τὴν ψυχὴν ἐπιθυμίᾳ τῶν ἀλλοτρίων εἰς ἀπόνοιαν ἐρεθίζων, οὐ μόνον ἀδικεῖν, ἀλλὰ καὶ φλυαρεῖν διεγνωκώς, ἔφη· γέγραπται Διὰ τί οὐ μᾶλλον ἀδικεῖσθε; Ἀλλὰ ἀκουέτω, εἴ γε ὦτα ἔχει καὶ μὴ ταῦτα ἡ φιλοχρηματία ἀπέφραξεν, ὅτι εἰ καὶ τοῦτο ἐμοὶ γέγραπται, σοὶ οὐ γέγραπται ἀποστερεῖν. Μὴ τοίνυν γιγνέσθω σοι πλεονεξίας πρόφασις ἡ ἀποστολικὴ παραίνεσις, μηδὲ ἐπεὶ παρῄνεσεν ἐμοὶ ἀποστερεῖσθαι, σοὶ χώραν νόμιζε δεδόσθαι τοῦ ἀδικεῖν· ἐμοὶ γὰρ σωτηρίαν τὸ ἀδικεῖσθαι, σοὶ δὲ τιμωρίαν τὸ ἀποστερεῖν φέρει.

ΙΩΑΝΝΗΙ ΣΧΟΛΑΣΤΙΚΩΙ Ἐπειδὴ ἡ μὲν κακία διὰ τῶν παραυτίκα δοκούντων εἶναι τερπνῶν πορεύεται καὶ τὴν ἡδονὴν ἔχει συμμετροῦσαν, ἡ δὲ ἀρετὴ πόνους προτείνεται καὶ ἀγῶνας, διὰ τοῦτο ἐκείνη μὲν πολλούς, αὐτὴ δὲ ὀλίγους ἐπεσπάσατο εἰς τὸν ἑαυτῆς ἔρωτα. Δέον γάρ, συνορῶντας ὅτι ἡ μὲν τῆς κακίας ἡδονὴ ῥᾳδίως σβέννυται, ἡ δὲ τῆς ἀρετῆς εὐφροσύνη ἀοίδιμός ἐστι καὶ ἀθάνατος· καὶ ὅτι ἡ μὲν ἀδοξίαν καὶ αἰσχύνην, ἡ δὲ ἐπαίνους καὶ δόξαν τίκτει· καὶ ὅτι ἡ μὲν πρὸς τιμωρίαν, ἡ δὲ πρὸς τιμὴν τελευτᾷ· καὶ ἡ μὲν τὸν διάβολον ἔχει συνήγορον, ἡ δὲ τὸν τῶν καλλίστων νομοθέτην Θεόν· καὶ ἡ μὲν ἀνατρέπει, ἡ δὲ συγκροτεῖ τὸν ἡμέτερον βίον· καὶ ὅτι ἡ μὲν καὶ παρὰ τῶν παρόντων πολλάκις διασύρεται, ἡ δὲ καὶ παρὰ τῶν μὴ μετιόντων αὐτὴν θαυμάζεται· καὶ τῇ μὲν πῦρ, τῇ δὲ βασιλεία ηὐτρέπισται, δέον τοίνυν ταῦτα πάντα ἐννοοῦντας τὴν μὲν ἀποστραφῆναι ὡς θηριόμορφον καὶ ὀφιώδη, τὴν δὲ ἀσπάσασθαι ὡς θείαν καὶ ὑπερκόσμιον. Τοὐναντίον ποιοῦσι, τὴν πόρνην ἀντὶ τῆς σώφρονος αἱρούμενοι γυναικός.

ΕΠΙΜΑΧΩΙ ΑΝΑΓΝΩΣΤΗΙ Ἐπειδὴ πῶς χωρὶς νόμου ἡ ἁμαρτία νεκρὰ ἠθέλησας μαθεῖν, φημὶ ὅτι τοῦτο βούλεται εἰπεῖν ὁ Παῦλος, ὅτι οὔπω ἦν γνώριμος. Οὐ γὰρ τοῦτο αἰνίττεται, ὅτι οὐκ ᾔδεσαν ἁμαρτάνοντες ἐπεὶ ἀλόγως εὑρεθεῖεν κολασθέντες οἱ πρὸ τοῦ νόμου· οἱ μὲν γὰρ ὕδατος, οἱ δὲ πυρὸς ἔργον ἐγένοντο, ἀλλ’ ὅτι ᾔδεσαν μέν, οὐχ οὕτω δὲ ἀκριβῶς, διὸ ἐκολάζοντο μέν, οὐχ οὕτω δὲ σφοδρῶς.

ΥΠΑΤΙΩΙ Πολλοὶ τῶν ἀνθρώπων, οὐ μόνον τῶν ἐν τοῖς ἔξωθεν ἀγῶσιν ἁμιλλωμένων, ἀλλὰ καὶ τῶν τὰς θείας ἑρμηνεύειν πειρωμένων γραφάς, οὐχ ὁμοίως ἀκροατὰς παρέχοντες ἑαυτούς, πολλῶν καὶ ποικίλων κακῶν αἴτιοι γίγνονται.