Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσίδωρος ὁ Πηλουσιώτης – Ἐπιστολαί

Ἰσίδωρος ὁ Πηλουσιώτης

Επιστολές περί ιερατικής αναξιότητας, βιβλικής τυπολογίας και αναίρεσης της προΰπαρξης των ψυχών

Το τελευταίο τμήμα περιλαμβάνει ερμηνείες των συμβόλων της Παλαιάς Διαθήκης, διευκρινίσεις για το κύρος των μυστηρίων ανεξαρτήτως της ηθικής του λειτουργού και συστηματική ανασκευή της πλατωνικής θεωρίας περί προΰπαρξης των ψυχών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσίδωρος ὁ Πηλουσιώτης

—

Κεφάλαιο 14 από 14

Οἱ μὲν γὰρ τῆς ἀληθείας μηδὲν φροντίζοντες πρὸς χάριν τῶν λεγόντων κροτοῦσιν, ὥσπερ ἡνιόχων ἢ ὀρχηστῶν τυγχάνοντες ἐρασταί, οἱ δὲ πρὸς ἔχθραν συρίττουσι, καὶ ταῦτα πολλάκις μηδ’ ἀκριβῶς ἐπακούσαντες τῶν λελεγμένων, μή τί γε νοήσαντες· καὶ ἐκ τούτων πολλάκις τῶν οὐ σοφῶς οὐδὲ καλῶς λεγόντων τινές, τυχὸν δὲ καὶ κακῶς φραζόντων, οὐ τὴν τῶν ἀκουόντων ἀνοίαν, οὐ τὴν πρὸς αὐτοὺς φιλίαν, οὐ τὴν τῶν ἐναντίων ἔχθραν δι’ ἣν ἐκροτήθησαν ἐννοήσαντες, οὐ μόνον ὑπὸ τῶν κρότων πτερωθέντες, ἀλλὰ καὶ ὑπὸ φιλαυτίας μεθύοντες, οὐ μὴν δὲ ἀλλὰ καὶ ὑπὸ προλήψεως κεχειρωμένοι, δογματίζουσι πολλάκις ἄδοξά τινα καὶ καταγέλαστα δόγματα· ἔπειτα, δέον μηδὲ διὰ γλώττης προφέρεσθαι, κρατύνειν πειρῶνται.

Χρὴ τοιγαροῦν τοὺς ἐν τοῖς τοιοῖσδε λόγοις φοιτῶντας, γινώσκοντας ὅτι περὶ ψυχῆς ἐστιν ὁ κίνδυνος καὶ ὅτι τῆς ἀληθείας οὐδὲν προὐργιαίτερον, οὐ μὴν δὲ ἀλλὰ καὶ ἐννοοῦντας τὰ κακὰ τὰ ἐκ τῆς ἔχθρας καὶ τῆς προλήψεως τικτόμενα, κοινοὺς μὲν ἑαυτοὺς παρέχειν τοῖν λεγόντοιν ἀκροατάς, οὐ μὴν ἴσους (ἔστι δ’ οὐ ταὐτόν, ὡς οἴονταί τινες)· κοινῇ μὲν γὰρ χρὴ ἀκροᾶσθαι ἀμφοτέρων, οὐ μὴν ἴσον ἑκατέρῳ νέμειν, ἀλλὰ τῷ μὲν συνετωτέρῳ μᾶλλον, τῷ δὲ ἀμαθεστέρῳ ἧττον· καὶ τῷ μὲν σοφῷ ἐπαίνους, τῷ δὲ ἀπαιδεύτῳ, εἰ μὲν ὑπὸ ψόγων οἷός τε εἴη σωφρονισθῆναι, ψόγους, εἰ δὲ μὴ σιγήν. Ταῦτα μὲν οὖν περὶ τῶν ἀκροωμένων εἰρήσθω.

Τοὺς δὲ λέγοντας πρεπωδέστατον εἶναί φημι ἀμφισβητεῖν μέν, μὴ ἐρίζειν δέ· ἀμφισβητοῦσι μὲν γὰρ πολλάκις δι’ εὔνοιαν καὶ φίλοι πρὸς φίλους, φιλονεικοῦσι δὲ οἱ δυσμενεῖς· οὕτω γὰρ καλλίστη καὶ ὠφελιμωτάτη ἡ συνουσία τοῖς τε φράζουσι τοῖς τ’ ἀκούουσι γενήσεται. Οἵ τε γὰρ λέγοντες μάλιστα ἂν οὕτως ἐν τοῖς ἀκροωμένοις εὐδόκιμοι ἦσαν μέν, οὐκ ἐπαινοῖντο δέ. Εὐδοκιμεῖν μὲν γάρ ἐστι κυρίως τὸ ἀποδοχῆς ἀξιοῦσθαι ἐν ταῖς ψυχαῖς τῶν ἀκουόντων ταῖς ἄνευ ἀπάτης ἀδεκάστως τὰς ψήφους φερούσαις, ἐγκωμιάζεσθαι δὲ ἐν λόγῳ πολλάκις κολακείας πνέοντι καὶ μηδὲν ἀληθὲς ἔχοντι.

Οἵ τε ἀκούοντες μάλιστα ἂν εὐφραίνοιντο μέν, οὐχ ἥδοιντο δέ· εὐφραίνεσθαι μὲν γάρ ἐστι τὸ μαθεῖν τι τῶν καλλίστων καὶ τὴν φρόνησιν ἐπὶ τὸ ἄμεινον ἀκονῆσαι, ἥδεσθαι δὲ ἐσθίοντα ἤ τι τοιοῦτο διαπραττόμενον διὰ τοῦ σώματος.

Ταῦτα κεκρίσθω· ταῦτα ὡρίσθω· ταῦτα πεφυλάχθω· καὶ πολλὴ ἐπίδοσις ἔσται οὐ μόνον τοῖς ἀκροωμένοις εἰς ἀρετήν, ἀλλὰ καὶ τοῖς λέγειν πειρωμένοις εἰς σοφίαν.

ΠΕΤΡΩΙ Ἰσχυρὸν μὲν τἀληθὲς καὶ ἀσίγητον, καὶ πολλάκις καὶ τοὺς κρύπτειν θέλοντας τὰ ἀπόρρητα κατήφεια προδίδωσι καὶ στεναγμὸς οὐχ ἑκούσιος, ἀλλ’ οὐ λανθάνουσι τοὺς σοφοὺς οἵτινές σε καὶ ἐπιρρῶσαι δίκαιον ἡγούμενοι ἡμᾶς ἐπὶ τὸ γράψαι παρώρμησαν. Οὐκοῦν, ὦ φίλε, ἐννοῶν τὸ ἐπίκηρον τῶν βιωτικῶν πραγμάτων, μὴ λυποῦ ἀποστὰς αὐτῶν, μηδὲ ἐντύγχανε συνεχῶς τοῖς εἰς αὐτὰ ἐγκαλινδουμένοις καὶ πολλὰ τῶν ἰδίων παθῶν ταῖς ὁμιλίαις ἀναμιγνύουσιν, ἀλλὰ τοῖς ἀρετῇ μηδενὶ τῶν καθ’ ἑαυτοὺς ὑφιεμένοις.

ΜΑΡΩΝΙ Τὸ πρότερόν σου παρανόμημα πρόφασις εὐπρόσωπος ἐδόκει συγγνωστὸν ποιεῖν, ὁ θεῖος ὁ σὸς ἐκδεδικῆσθαι νομιζόμενος· τοῦ δὲ νυνὶ παρανομήματος οὐδὲν τοιοῦτον ἔσχες παρακάλυμμα· ἐκ γὰρ πλεονεξίας εἰς τοῦτο ὡρμῆσθαι ἔδοξας, καὶ τὴν ἐπὶ τῇ προτέρᾳ ὠμότητι αἰτίαν ἀπημφιάσω, γυμνὴν σαυτοῦ τὴν πονηρὰν προαίρεσιν ἐπιδειξάμενος.

ΑΜΜΩΝΙΩΙ Διὰ τί, ἔφης, εἶπεν ὁ Παῦλος· Δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν, Ἰουδαίῳ τε πρῶτον, καὶ Ἕλληνι, καὶ οὐδαμοῦ τοῦ Χριστιανοῦ ἐμνημόνευσεν; Ἴσθι τοίνυν ὅτι περὶ τῶν πρὸ τῆς ἐνσάρκου τοῦ Χριστοῦ παρουσίας ἦν τῷ Παύλῳ ὁ λόγος. Οὐδέπω γὰρ εἰς τοὺς τῆς χάριτος χρόνους ἐφθάκει, ἀλλ’ ἔτι τοῖς ἀνωτέρω χρόνοις ἐνδιατρίβων ἐτύγχανεν. «Ἕλληνας» δὲ ἐνταῦθά φησιν, οὐ τοὺς εἰδωλολάτρας, ἀλλὰ τοὺς θεοσεβεῖς τοὺς τῷ ἐμφύτῳ πολιτευομένους νόμῳ, τοὺς ἄνευ τῶν Ἰουδαϊκῶν παρατηρήσεων πάντα τὰ πρὸς εὐσέβειαν βλέποντα παραφυλάττοντας· οἷοι ἦσαν Μελχισεδέκ, Ἰώβ, Κορνήλιος.

ΔΩΡΟΘΕΩΙ ΛΑΜΠΡΟΤΑΤΩΙ Εἰ ὁ μὲν σύμβουλος τοῦ παραινεῖν ἐστι κύριος, ὁ δὲ συμβουλευόμενος τοῦ πεισθῆναι, καὶ ὁ μὲν τὸ αὐτοῦ πεποίηκεν, ὁ δὲ οὐ κεκύρωκε τὴν γνώμην τῷ εἰς πρᾶξιν αὐτὴν ἀγαγεῖν, τί πρὸς τὸν παραινέσαντα; Ὅμοιον γὰρ ποιεῖς, ὥσπερ ἂν καὶ ἐπὶ δικαστηρίου τοὺς μὲν δικαστὰς λόγον ἀπῄτεις, τὸν δὲ ῥήτορα ψῆφον. Ὃ δὲ λέγω, τοιοῦτόν ἐστι· Δέχεται τὸ δικαστήριον καὶ τοὺς δικαστὰς καὶ τὸν ῥήτορα, τοὺς μὲν ψῆφον ἔχοντας, τὸν δὲ λόγον. Οὐκοῦν ὁ μὲν εἰπεῖν κύριος, οἱ δὲ ψηφίσασθαι, τίθενται δὲ τὴν ψῆφον πρὸς τὸ δοκοῦν, ῥήτωρ δὲ οὐδεὶς ἑαυτῷ τὴν ψῆφον ἤνεγκεν. Εἰ μὲν οὖν εἰσελθὼν ὁ ῥήτωρ σιωπᾷ, πλημμελεῖ, εἰ δὲ λέγων καὶ δικαίως καὶ μετὰ παντὸς τοῦ προσήκοντος οὐ πείθει, τῶν κριτῶν ἐστι τὸ ἁμάρτημα. Ὥσπερ οὖν ἄτοπον λόγον παρὰ τῶν κρινόντων ἀπαιτεῖν, οὕτω καὶ παρὰ τοῦ συνηγόρου ψῆφον· εἰ δὲ οἱ δικάζοντες καὶ δεινῶς καὶ δικαίως λέγοντος τοῦ ῥήτορος ἀποψηφίσαιντο, τῆς μὲν νίκης ἀπεστέρησαν τὸν ῥήτορα, τῆς δὲ ἀρετῆς οὐδαμῶς. Τοιοῦτό τι νοείσθω καὶ περὶ τοῦ παραινέσαντος μέν, μὴ πείσαντος δέ.

ΘΕΟΔΩΡΩΙ ΣΧΟΛΑΣΤΙΚΩΙ Οὐδὲν οὗ φημι λαμπρότερον, ἀλλ’ οὐδὲ ἴσον ἔχοις εἰπεῖν τρόπαιον οὗ ἔστησεν ὁ πατριάρχης Ἀβραάμ· οὐ γὰρ κατὰ τυράννου, ἀλλὰ κατὰ τῆς τυραννικωτάτης φύσεως τοῦτ’ ἤγειρε. Πάντων γὰρ τῶν λογισμῶν οὐ δόρασιν, ἀλλὰ τῇ ἐμφύτῳ συνηθείᾳ ὡπλισμένων κἀκεῖνον κατατιτρωσκόντων, αὐτὸς ἔμενεν ἄτρωτος· καὶ ἦν τὴν μὲν φύσιν ἰδεῖν αὐτὴν χαμαὶ ἐρριμένην μετὰ τῶν ὅπλων καὶ τῶν στρατοπέδων, αὐτὸν δὲ ἑστηκότα καὶ τὴν χεῖρα ἀνατείνοντα οὐχὶ στέφανον ἔχουσαν, ἀλλὰ μάχαιραν παντὸς στεφάνου λαμπροτέραν.

Διὸ καὶ πάντες μὲν οἱ λογισμοὶ καταπτήξαντες τὸ παράστημα τἀνδρός, ἑστήκεσαν αὐτῷ ὑποτεταγμένοι, καὶ τρέμοντες μᾶλλον ἢ βασιλέα οἱ δορυφόροι· βλέμματι γὰρ βλοσυρῷ μόνῳ πάντας κατέστειλεν. Ὁ δὲ τῶν ἀγγέλων ἄνωθεν ἐπεκρότει δῆμος καὶ ὁ Θεὸς ἀνεκήρυττεν.

Εἰ δὲ βούλει καὶ τοῦτ’ ἀκριβῶς σκοπῆσαι, ἀπὸ τῶν ἔξωθεν τοῦτο θεάσαι πραγμάτων. Εἰ γὰρ ἀθλητοῦ νικήσαντος μὴ κήρυξ κάτωθεν ἑστώς, ἀλλὰ ἄνω καθήμενος αὐτὸς ὁ βασιλεὺς ἀναστὰς ἀνακηρύξειε τὸν Ὀλυμπιονίκην, οὐχὶ τῶν στεφάνων αὐτῷ τοῦτο λαμπρότερον εἶναι δόξει;

Δῆλόν ἐστιν ἅπασιν. Ὅταν οὖν μὴ βασιλεὺς θνητός, ἀλλ’ αὐτὸς ὁ ἀΐδιος, οὐκ ἐν θεάτρῳ ἀνθρωπίνῳ μόνον, ἀλλὰ καὶ ἀγγέλων καὶ ἀρχαγγέλων καὶ τῶν ἄνω δυνάμεων ἀνακηρύττῃ λαμπρᾷ τῇ φωνῇ βοῶν οὐρανόθεν, οὐχὶ πάντας ὑπερβάλλει τοῦτο λαμπρότητος καὶ μακαριότητος ὅρους;

Κομιδῇ ἔγωγε ἰσχυρισαίμην. Οὐκοῦν εἰ καὶ ἡμεῖς βουλοίμεθα ἀνακηρυχθῆναι καὶ στεφανωθῆναι, ἀφιερώσωμεν ἑαυτοὺς καὶ μηδὲν θνητὸν μηδὲ βιωτικὸν χορευέτω ἐν ἡμῖν πάθος, ἀλλὰ πᾶσι χαίρειν φράσαντες, τὰ τῶν οὐρανῶν ἄξια καὶ φράζωμεν καὶ πράττωμεν.

ΖΩΣΙΜΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ Πολλοὶ τῶν ἐν τέλει διαφερόντως τῇ θειοτάτῃ θρησκείᾳ ἀνακείμενοι συνεχῶς ἡμῖν ἐπιφύονται τὸν βίον τὸν σὸν προφέροντες, καὶ τοῦ χειροτονήσαντός σε καταβοῶντες, καὶ τὰ ἄχραντα ἀνάκτορα μολύνεσθαι λέγοντες, καὶ τὴν ἱερωσύνην παροινεῖσθαι φράζοντες, καὶ τοὺς βαπτιζομένους διὰ τῶν μιαρῶν σου χειρῶν εἰς τὰ σωτηριώδη ἀδικεῖσθαι σύμβολα φάσκοντες. Οὓς οὐχ ἁπλῶς, ἀλλὰ καὶ σφόδρα μετὰ κατασκευῆς ἱκανῆς, ὡς ἔγωγε ἡγοῦμαι, ἀποκρινάμενος ἐτρεψάμην, οὐ τοῦ σοῦ βίου (χρὴ γὰρ τἀληθῆ λέγειν) ὑπερασπίζων (ἦ γὰρ ἂν κατεγνώσθην), ἀλλὰ τοῦτο δεικνὺς ὡς οὐδὲν ὁ λαϊκὸς παραβλάπτεται τοῦ ἱερέως μὴ εὖ βιοῦντος. Ὡς δὲ οὕτως αὐτοὺς ἐπεστόμισα, γεγωνότερον ἔφησαν ὅτι· «Ἡμᾶς μὲν ἱκανῶς ἔπεισας, τοὺς δὲ ἄλλους πάντας, τούς τε ἐλλογίμους τούς τε ἀγελαίους τίς πείσει, τοὺς καθ’ ἑκάστην ταῦτα κωμῳδοῦντας τὴν ἡμέραν καὶ τοσοῦτον ἐκπτύοντας ἃ σιγᾶσθαι ἔπρεπεν, ὡς καὶ σκηνοβατεῖσθαι λοιπὸν τὰ παρ’ αὐτοῦ δρώμενα;

Ἵνα δὲ ἐκείνων ἀφέμενοι εἰς τὴν ῥίζαν τῶν κακῶν καταγενοίμεθα, δι’ ἣν αἰτίαν αὐτὸν τὸν κακῶν ἀρχιτέκτονα οὐ πείθεις ἀνενεγκεῖν ἐκ τῆς τοσαύτης μέθης; Δυοῖν γὰρ θάτερον ἀναγκαζόμεθα ἐννοεῖν, ἢ μὴ βούλεσθαι πεῖσαι καὶ σφόδρα δυνάμενον, ἣ μὴ δύνασθαι καὶ σφόδρα βουλόμενον.

Ἀλλὰ μὴν εἰ τὸ πρότερον οὐκ ἔστι πιστεῦσαι κατὰ σοῦ, ὡς ἐξὸν ἐκείνου λῦσαι τὴν κακίαν οὐ βούλει, λείπεται τό, ὡς ἀδύνατος εἶναι νομίζων, τὴν ἡσυχίαν ἀγαγεῖν.» Ἐγὼ δὲ εἰ καὶ ταῦθ’ οὕτως ἔχει, τοῦτο μὲν οὐχ ὡμολόγησα ἐρυθριῶν, τοσοῦτον δὲ ἔφην ὅτι· «Ὑμεῖς μὲν ταῦτα σεμνολογεῖσθε οὐκ εἰδότες ἴσως ὅτι ἀνάγκῃ ποιῆσαί τινα ἀγαθὸν οὐκ ἔστιν, ἐγὼ δὲ τὰ παρ’ ἐμαυτοῦ πάλιν ποιήσω.» Οὕτως ἀποπέμψας ἐκείνους καὶ δάκρυσι σχεδὸν κεράσας τὸ μέλαν, καὶ τοῦτο χαράξαι διέγνων τὸ γράμμα. Ὅτι γὰρ πολλάκις σοι γέγραφα ἃ καὶ τὴν ἄψυχον φύσιν κάμψαι ἠδύνατο, αὐτόν σε καλῶ «μάρτυρα» τὸν μὴ βουλόμενον ἀποστῆναι τῆς λαγνείας, ἵνα καὶ σαυτὸν καὶ ἡμᾶς ἐγκλημάτων ἀπαλλάξῃς καὶ τοὺς ἐγκαλοῦντας ἐπιστομίσῃς. Ὅτι δὲ οὐδὲ νῦν σοι ἀποτάττομαι, ἀλλὰ κεκρατημένῳ ἐγχειρῶ καὶ τὸ δοκοῦν ἀχείρωτον εἶναι πάθος χειρώσασθαι πειρῶμαι, ταῦτα μαρτυρήσει τὰ γράμματα δριμύτερα ὄντα τῶν πρώην σοι ἐπισταλέντων. Ἐπειδὴ γὰρ τῆς πρᾳοτέρας ἀγωγῆς κατεφρόνησας, ἀνάγκη καὶ τῇ δραστικωτέρᾳ χρήσασθαι.

Τί τοιγαροῦν τοσοῦτον (ἀναγκάζομαι γὰρ ἃ μὴ βούλομαι φράσαι) κατὰ σαυτοῦ ἐμάνης; Τί τῆς κακίας ἀπρὶξ ἔχῃ; Τί ὑβρίζεις τόγε σαυτοῦ μέρος τὴν ἀρετήν; Τί χραίνεις τὰ ἀνάκτορα; Τί τὴν θείαν τελετὴν ἐξορχούμενος οὐ φρίττεις;

Τί παρασκευάζεις τοὺς ἀνθρώπους τῷ σῷ βίῳ προσέχοντας παραβλάπτεσθαι νομίζειν καὶ εἰς τὰ σωτηριώδη σύμβολα; Τί καὶ τοὺς ἀπὸ τῶν ἐθνῶν ἑτοιμοτάτους ὄντας εἰς τὴν ἐκκλησίαν μεταφοιτῆσαι ἀδικεῖς ἀποσοβῶν τὴν θύραν;

Τί τὴν σκηνὴν νεωτέρων δραμάτων ἐνέπλησας; Τί καινὰ τῷ βίῳ εἰσφέρεις τὰ δράματα; Τί τὰς παλαιὰς ἀπέκρυψας τραγῳδίας; Εἰ τὸ θεῖον οὐ φοβῇ, ἐπειδήπερ τέως μακροθυμεῖ, κἂν τοὺς ἀνθρώπους αἰδέσθητι· εἰ κρίσιν μὴ δέδιας, κἂν χρηστῆς ὑπολήψεως ἀντιποίησαι· εἰ μηδὲν εἶναι ἡγῇ μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν (τοῦτο γὰρ αἱ σεμναί σου πράξεις λαμπρῶς βοῶσι), κἂν τὴν τῶν ἀνθρώπων κωμῳδίαν εὐλαβήθητι· εἰ δὲ μηδὲ ταύτης λόγον ποιῇ, κἂν τὸ καθαιρεθῆναι φοβήθητι (εἰκὸς γάρ σε τοῦτο παθεῖν)· εἰ γὰρ καὶ νῦν ταῦτα δρῶν οὐκ ἐξοστρακίζῃ, ἔοικεν γὰρ ὁ χειροτονήσας σε τῇ κακίᾳ χαίρειν, ἀλλ’ ἴσως ὁ μετ’ αὐτὸν τοῦτο ποιήσει, καὶ τῷ θείῳ καὶ τῷ θυσιαστηρίῳ καὶ τοῖς ἀχράντοις μυστηρίοις καὶ τοῖς ἀνθρώποις ἀπολογησόμενος.

Πολλοί, ὦ ἄθλιε Ζώσιμε—ἀναγκάζομαι καὶ εἰς θρήνους ἐξελθεῖν—πρὸ σοῦ γεγόνασιν ἀσεβεῖς τε καὶ ἁμαρτωλοὶ μήτε τὸ θεῖον φοβηθέντες μήτε βίου χρηστοῦ ἐπιμεληθέντες, ἀλλὰ πάντας σὺ παρήλασας πάντων ἐκείνων ἐγένου κορυφαῖος, ἄπιστον καὶ ἀμίμητον παράδειγμα γέγονας.

Ἔσχον γὰρ ἐκεῖνοί τινας ἀρετάς, σὺ δὲ τῇ μὲν κακίᾳ καὶ ταῖς ἡδοναῖς ἐσπείσω, πρὸς δὲ τὴν ἀρετὴν ἀκήρυκτον ἐπανείλου τὸν πόλεμον· πάντων γέγονας κωμῳδία καὶ γέλως καὶ σκάνδαλον· θεώμενοι γάρ σε ταῖς μιαραῖς χερσὶ τῶν ἱερῶν ἁπτόμενον μυστηρίων ἀποπηδῶσιν, ἀμύητοι μᾶλλον αἱρούμενοι εἶναι ἢ παρὰ ἀκαθάρτων καὶ μιαρῶν χειρῶν τὰ ἄχραντα δέξασθαι δῶρα, καίτοι πολλὰ πολλάκις παρ’ ἐμοῦ ἀκούοντες ὡς οὐδὲν ταύτῃ παραβλάπτονται, τινὲς μὲν αὐτῶν οὐ πείθονται, τινὲς δὲ οὐδὲ τὰς ἀκοὰς ὑπέχουσι, ῥαψῳδεῖν περὶ τούτου νομίζοντες. Καὶ τὸν Βαλαὰμ καὶ τὸν Καϊάφαν προεβαλόμην, ἀσεβεστάτους μὲν καὶ ἀδικωτάτους γεγονότας, εἶτα τὸν μὲν τὰς εὐλογίας ἀποφθεγξάμενον, τὸν δὲ προφητεύσαντα. Καὶ τοῦ κόρακος δὲ τοῦ ἀκαθάρτου καὶ μισοτέκνου πτηνοῦ ἐμνημόνευσα δι’ οὗ ὁ Ἠλίας ἐτράφη, ἀλλὰ καίτοι ἐν πᾶσι τοῖς ἄλλοις πειθόμενοι καὶ ἐκθειάζοντες οὐκ ἐθέλουσι πείθεσθαι ἐν τοῖς περὶ σοῦ λεγομένοις. Ἐκ γὰρ τῆς ὑπερβολῆς τῶν πεπλημμελημένων σοι καὶ πλημμελουμένων τὴν ἐναντίαν φέρουσι ψῆφον, οὐ τοῖς λεγομένοις παρ’ ἐμοῦ, ἀλλὰ τοῖς πραττομένοις παρὰ σοῦ προσέχοντες καὶ τὰς παραινέσεις ἀποσειόμενοι. Ἀλλ’ ὦ, τί σε καλέσας προσάψωμαι τῆς ἀληθείας; Τί δὲ εἰπὼν ἀπαλλάξω σε τῆς μανίας; Τί δὲ γράψας παύσω σε τῆς ἀσελγείας;

Ἢ πέπαυσο τοιαῦτα δρῶν, ἢ τῆς ἱερᾶς τραπέζης σαυτὸν χώρισον, ἵν’ ἀδεῶς λοιπὸν οἱ τῆς ἐκκλησίας τρόφιμοι τοῖς θείοις προσέρχωνται μυστηρίοις, ὧν ἄνευ σωθῆναι οὐχ οἷόν τε.

ΕΥΣΕΒΙΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ Ἡ μὲν κιβωτὸς καὶ τὸ ἱλαστήριον, ὅπερ ἦν τῆς κιβωτοῦ ἐπίθεμα, ὡσανεὶ πῶμα, ἀνθρώπου φυλάττοντος τὰ θεῖα λόγια καὶ ἵλεω ἔχοντος τὸν Θεὸν καὶ φυλαττομένου ὑπὸ τῶν θείων δυνάμεων (καθώς φησιν ὁ Μελῳδός· Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, διὸ καὶ ἔλεγεν· Ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με, οἷον τῶν θείων δυνάμεων· τὰ γὰρ χερουβὶμ ταῖς πτέρυξι καὶ τὴν κιβωτὸν ἐκάλυπτον καὶ τὸ ἱλαστήριον), φυσικώτερον δὲ τοῦ τὸν νόμον πληρώσαντος Χριστοῦ, τοῦ γενομένου ἱλασμοῦ περὶ τῶν ἁμαρτιῶν ἡμῶν, ἐδήλου ἐναργῆ τεκμήρια (ὅτι τὸν νόμον πληρῶν, οὗτος ἱλάσεται τοῦ κόσμου τὴν ἁμαρτίαν). Προέθετο γὰρ αὐτὸν ὁ Θεός, ὥς φησιν τῶν δεσποτικῶν χρησμῶν ὁ ταμίας ἱλαστήριον, ὥστε ἐν τῷ αὐτοῦ αἵματι ἐνδείξασθαι τὴν οἰκείαν δικαιοσύνην. Ἀντεισήγαγε γὰρ λύτρον τὸν μονογενῆ, ἵνα ἔχῃ λόγον ἡ χάρις· ἓν γὰρ ὑπὲρ πάντων καὶ ὑπὲρ τὴν πάντων ἀξίαν ἱερεῖον δεξάμενος καὶ τὴν ἔχθραν ἔλυσε καὶ τὴν καταδίκην ἀφῆκε καὶ εἰς υἱοθεσίαν ἀνήγαγε καὶ μυρίοις ἀγαθοῖς ἐκόσμησε. Τὰ δὲ χερουβίμ, θρόνος ὢν καὶ ἅρμα τοῦ Θεοῦ (Ὁ καθήμενος γὰρ ἐπὶ τῶν χερουβίμ, ἐμφάνηθι), ἐδήλου τὸν ᾧ κατεσκεύασται ὁ ναὸς ὅτι ἀχώρητός ἐστι καὶ ἀσχημάτιστος, τῆς δὲ βασιλείας αὐτοῦ σύμβολον ἔκειτο ταῦτα.

Ἐπειδὴ γὰρ ναοῦ λόγος οὐδεὶς ὃν μὴ στέφει ἄγαλμα, ὁ δὲ τῶν πάντων ἡγεμὼν καὶ ποιητὴς ἐπέκεινα πάσης φύσεώς ἐστι καὶ ἀνθρωπίνης ἐπινοίας, διὰ τοῦ θρόνου τὴν τοῦ παμβασιλέως δεσποτείαν ἐχαρακτήρισε.

Τὸ δὲ μάννα, καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα μηνύει, τὸ μὲν ὅτι θείας ἀπολαύσεται τροφῆς ὁ τῶν θείων χρησμῶν φύλαξ, ἡ δὲ ὅτι οἱ παραβαίνοντες αὐτοὺς καὶ οἱ τῇ ἱερωσύνῃ οὐ δεόντως ἐπιπηδῶντες σωφρονισθήσονται.

ΕΥΛΟΓΙΩΙ Τὸν περὶ τῆς τῶν ψυχῶν ἐκπτώσεως λόγον ἀληθῆ μέν, ὡς οἶμαι, οὐκ ὄντα, πιθανὸν δὲ δοκοῦντα, πολλὰ μὲν καὶ ἄλλα, δύο δὲ μάλιστα κατά γε τὸν ἡμέτερον λογισμὸν ἀνατρέπειν δοκεῖ· ἓν μὲν τὸ μὴ σαφῶς κεκηρύχθαι ἐν ταῖς γραφαῖς, δεύτερον δὲ ἡ ἄκρατος λήθη· οὐ συνορῶ γὰρ ποῖον ἔμελλε τίκτεσθαι σκάνδαλον ἐκ τοῦ διαρρήδην κηρυχθῆναι (ῥᾷον γὰρ ἐπὶ τὴν ἐξ ἀρχῆς ἐπαλινδρόμει κατάστασιν ἡ καταπεσοῦσα ψυχὴ τοῦτο μαθοῦσα), τίς δὲ ἡ ἄκρατος αὕτη καὶ βαθεῖα λήθη ὡς μηδὲν αὐτὴν τῶν ἐκεῖσε μεμνῆσθαι;

Καίτοι μνημονεύουσα ἀνέδραμεν ἂν τὴν ταχίστην ὅθεν ἐξέπεσε, καὶ εἰ μυρίους ἐχρῆν ὑποστῆναι πόνους. Καὶ γὰρ εἰ βασιλέως υἱὸς ἀπορραθυμήσας τῆς βασιλικῆς μὲν δόξης ἐκπέσοι, μετὰ λῃστῶν δὲ καὶ ἀνδροφόνων συνδιατρίβειν ἕλοιτο, ἡ μνήμη τῆς πρώτης εὐημερίας δυνήσεται αὐτὸν ὡς τάχιστα ἐπαναγαγεῖν ἐπὶ τὴν πατρῴαν ἀξίαν. Εἰ δὲ παντελῶς ἀποσβεσθείη ἀπὸ τῆς ψυχῆς αὐτοῦ ἡ προτέρα μνήμη, οὔτε βαρεῖαν ἡγήσεται τὴν μετὰ τῶν λῃστῶν συνδιαγωγήν, ἀλλὰ καὶ ἥδιστα αὐτοῖς συνδιατρίψει, οὔτε τι πράξει τῶν ἐπαναγαγεῖν αὐτὸν δυναμένων ἐφ’ ἣν μηδὲ οἶδεν βασιλείαν· μὴ πράττων δὲ τὰ φέροντα αὐτὸν ἐκεῖσε, οὐκ ἂν ἐπανέλθοι ποτέ. Ὁ μὲν οὖν τῆς μνήμης λόγος, εἴγε ἀληθὴς ἦν ἡ ἔκπτωσις, πάντας ἀνθρώπους συνήλασεν εἰς τὴν ἐπάνοδον, ἡ δὲ σαφὴς τῶν γραφῶν διδασκαλία πλέον ἂν ἐβεβαίωσε. Πιστεύομεν γὰρ ἄλλα τινὰ μείζονα ἡμῶν ὄντα τῆς ἀξίας ἀποκεκρύφθαι, ἀλλ’ αὕτη, ὥς γέ μοι φαίνεται, ὠφελιμωτάτη ἦν.

Τὸ δὲ ὁπότερον γεγενῆσθαι, πολλὰ δόγματα εἰς τὸν βίον εἰσεκώμασε τὸν ἡμέτερον. Οἱ μὲν γὰρ οἴονται σβέννυσθαι μετὰ τοῦ σώματος τὴν ψυχήν, οἱ δὲ ὅτι ἀπολαύσοντες μόνον τῶν ἐν τῷδε τῷ βίῳ δοκούντων εἶναι καλῶν παρήχθησαν εἰς τὸν βίον· καὶ οἱ μὲν αὐτοματισμὸν ἐφαντάσθησαν, οἱ δὲ εἱμαρμένῃ καὶ γενέσει καὶ τύχῃ τὰ καθ’ ἑαυτοὺς ἐπέτρεψαν· καὶ οἱ μὲν ἀπρονόητον εἶναι τὸν κόσμον ἀπεφήναντο, οἱ δὲ τὸν μὲν οὐρανὸν προνοίας ἠξιῶσθαι, τὴν δὲ γῆν οὐχί· οἱ δὲ ὑπὸ τῆς κακίας τὸ σῶμα πεπλᾶσθαι καὶ μὴ δύνασθαι ἀρετῆς ὄργανον εἶναι· καὶ ἄλλα μυρία ἅπερ, ἵνα μὴ τὸ λογίδιον μηκύνωμεν, παραλείψομεν. Ταῦτα δὲ πάντα ἐσβέσθη ἂν εἰ ἡ μνήμη τῆς προτέρας καταστάσεως ἐνυπῆρχε τῇ ψυχῇ καὶ εἰ ἀληθὴς ἦν ὁ τῆς ἐκπτώσεως λόγος καὶ εἰ ἐν τοῖς ἱεροῖς χρησμοῖς σαφέστατα ἐκηρύχθη αὐτῆς ἡ ἔκπτωσις, καλοῦσα ἐπὶ τὴν ἐπάνοδον.

Διὰ μὲν γὰρ τοῦ πρώτου καὶ Ἕλληνες καὶ βάρβαροι, διὰ δὲ τοῦ δευτέρου Ἰουδαῖοί τε καὶ Χριστιανοὶ καὶ ὅσοι ταῖς ἱεραῖς γραφαῖς πείθονται ἔγνωσαν ὅπερ ἀναγκαῖον ἦν γνῶναι· καὶ τὸ δεσμωτήριον δὲ ὁρῶ οὐ κωλυτικόν, ἀλλ’ αὐξητικὸν τῶν ἁμαρτημάτων· πῶς γὰρ τιμωρεῖται ἡ μείζονα ἄνεσιν δεξαμένη εἰς τὸ πλημμελῆσαι; Τί δὲ πεπλημμέληται ἄρα τῇ ψυχῇ μεῖζον φόνου ἢ μοιχείας ἢ φαρμακείας; Εἰ μὲν οὖν κατείργετο ἡ ψυχὴ ὡς καὶ ἄκουσα σωφρονισθῆναι, λόγον εἶχεν ὁ τοιοῦτος λόγος· εἰ δὲ μείζονα ἢ πρότερον ἁμαρτάνει, ἄλογος ὡς οἶμαι. Ποίαν δὲ τιμωρίαν ὑπέχει ἡ ἡδομένη ψυχὴ τὸ σῶμα πορνείαις καὶ τρυφαῖς καὶ ταῖς ἄλλαις παρὰ φύσιν παραδοῦσα ἡδοναῖς, ἡ μηδὲ τὸ δεσμωτήριον ἔτι καταλεῖψαι βουλομένη, ἡ εὐχομένη γῆρας βαθύ, ἡ πάντα ποιοῦσα ὅπως μηδὲν κωλύσῃ τὴν ἡδονήν, ἡ καὶ κοιμώμενον διεγείρουσα πολλάκις καὶ πορείαν δοῦσα καὶ παρακαλοῦσα τὸ ἀκόλαστον; Οὐδεὶς δὲ βουλόμενος κολάσαι τὸν ἁμαρτήσαντα ἀφορμὰς μείζους ἀκολασίας αὐτῷ δίδωσι.

Διὰ τί δὲ λέγει ὁ προφήτης· Ἐκ κοιλίας μητρός μου, Θεός μου εἶ σύ, εἴ γε καὶ πρὸ τούτου ἦν; Πῶς δ’ ἀνάστασις σωμάτων καταγγέλλεται, καὶ οὐκ ἀποκατάστασις ψυχῶν εἰς τὸ ἀσώματον; Πῶς δὲ ὁ Ἀβραὰμ καὶ ἡ Ἄννα τὴν ἀπαιδίαν ὠλοφύροντο; Πῶς δὲ ἐν εὐλογίας μέρει εἴρηται τὸ Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν;

Ἀγωνιούμενοι μὲν γὰρ παρήχθημεν, οὐ δίκας ὑπὲρ προτέρων πταισμάτων δώσοντες, εἰ δ’ ἐν τῷ ἀγῶνι διὰ ῥᾳθυμίαν ἀναπέσοιμεν καὶ τῶν μὲν στεφάνων ἧττον φροντίσαιμεν ἄνεσιν δὲ ζητήσωμεν, τότε δή, τότε δικαίως ἀστεφάνωτοι μενοῦμεν καὶ δίκας ὑφέξομεν.

Πλὴν ἀλλ’ ἐπειδὴ οἱ κἀκεῖνα δογματίσαντες ἀρετῆς ἀντέχεσθαι παρῄνεσαν (ταύτην γὰρ ἐνόμισαν εἶναι ἀρίστην χειραγωγὸν πρὸς τὴν ἐπάνοδον) καὶ ἡ ἐκκλησία ἡ εἰς ἀγῶνας τοὺς ἀνθρώπους τετάχθαι ἰσχυριζομένη εἰς ἀρετὴν παρακαλεῖ (διὰ γὰρ ταύτης τοὺς νενικηκότας ἐν οὐρανῷ ἀνακηρυχθῆναι καὶ στεφθῆναι ἐπαγγέλλεται), ἀφέμενοι τοίνυν τοῦ ζυγομαχεῖν περὶ τῶν ἀμφισβητησίμων εἰς τὸ ὁμολογούμενον ἑαυτοὺς συνελάσωμεν. Εἰ γὰρ κἀκεῖνοι καὶ ἡμεῖς παντὶ σθένει τὴν ἀρετὴν ἐκθειάζομεν, τίνος ἕνεκεν αὐτὴν οὐκ ἀσπαζόμεθα, ἀλλὰ ταύτην ἀτιμάσαντες τὴν ὑπὸ ἑκατέρων τῶν μερῶν θαυμαζομένην περὶ τοῦ δοκοῦντος ἀδήλου πράγματος ἑαυτοὺς παρέχομεν; Εἴτε γὰρ ἐκπέπτωκεν, ὡς ἐκεῖνοί φασιν, ἀρετῆς χρεία πρὸς τὴν ἐπάνοδον· εἴτ’ ἀγωνιουμένη παρήχθη, ὡς ἡμεῖς φαμεν, δι’ ἀρετῆς οἱ στέφανοι πλέκονται.

ΑΛΥΠΙΩΙ Ἴσθι, ὦ βέλτιστε, ὅτι οὐ λήσεται οὐδεὶς τὸν φανότατον καὶ ἀκοίμητον ὀφθαλμόν, οὐδὲ εἰ ἐν παραβύστῳ τι δράσειε. Γυμνὰ γὰρ αὐτῷ πάντα, κἂν ἀπόκρυφα εἶναι δοκῇ. Διὸ καὶ τοὺς ἁμαρτάνοντας καὶ μὴ μετανοοῦντας ποταμοί τινες ἀένναοι ὑποδέξονται πῦρ φοβερὸν ἀναζέοντες, ὧν τὰ ῥεῖθρα φλόγες εἰσὶν εἰς τιμωρίαν κυμαίνουσαι. Τοιγαροῦν ὀρρωδῶμεν τὸ θεῖον (φοβερὸν γὰρ) καὶ σέβωμεν (ὅτι δὴ ἀγαθόν), αἰτῶμεν δὲ τὰ αὐτῷ πρέποντα δοῦναι καὶ ἡμῖν συμφέροντα λαβεῖν (πρὸς γὰρ τοῦτο ἐπήκοον) καὶ γνωσιμαχῶμεν πταίοντες (εὐεργετικὸν γὰρ καὶ δεκτικὸν τῶν γνησίως μεταγιγνωσκόντων), μηδαμῶς δ’ ὀλιγωρῶμεν (ὅτι δὴ δυνατὸν καὶ ἀπαραλόγιστον), ἀλλ’ ἐκθύμως ἀγαπῶμεν (τοῖς γὰρ ποθοῦσιν φιλικὸν καὶ μειλίχιον).