Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσίδωρος ὁ Πηλουσιώτης – Ἐπιστολαί

Ἰσίδωρος ὁ Πηλουσιώτης

Επιστολές περί αρετής, υπομονής και πνευματικού κάλλους

Αλληλογραφία με κληρικούς και λαϊκούς που πραγματεύεται τη σωφροσύνη, την αποφυγή της κατάκρισης, τα γνωρίσματα του αληθινού άρχοντα και την καρτερία στις δοκιμασίες του βίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσίδωρος ὁ Πηλουσιώτης

—

Κεφάλαιο 2 από 14

ΗΛΙΑΙ ΔΙΑΚΟΝΩΙ Οἶδα ἐγὼ τινὰς μὲν ἀκολασίας ἑτέρας ἐπιθυμίᾳ μελετῶντας σωφρονεῖν, τινὰς δὲ αὐτοφυῶς πρὸς τὴν τούτου ῥοπὴν τοὺς λογισμοὺς ἐπικλίνοντας· καὶ τινὰς μὲν εὐημερίας χάριν ἱλεουμένους τὸ θεῖον, τινὰς δὲ εὐσεβείας μόνης ἕνεκα τὸ ὅσιον μετερχομένους· καί τινας μὲν εἰς παρανομίας βλέποντας, προκάλυμμα τῆς ἀδικίας τὴν δικαιοσύνην ἐπανῃρημένους, τινὰς δὲ τῆς ἐπὶ τὸ δίκαιον φορᾶς ἡγεμόνα τὴν γνώμην ἔχοντας.

Εἰ τοίνυν ἐγώ, ἄνθρωπος ὢν εὐτελὴς καὶ πρὸς σύνεσιν βραδύς, ἐδυνήθην καταλαβεῖν ὅτι πολλοὶ τοῦ καλοῦ τὰς ῥίζας οὐκ ἀπὸ ἀρετῆς ἐπήξαντο, ἀλλὰ πρός τι βλέποντες ἕτερον τὸ καλὸν ἐτίμησαν, ἡ ἄρρητος σοφία, ἡ ἄφραστος σύνεσις, ἡ ἐπισταμένη πάντα πρὶν γενέσεως, ἀνέξεται ἀπὸ τῶν κλάδων ἐνέγκαι τὰς ψήφους, τῆς ῥίζης ἐναντίως διακειμένης; Οὐκ ἔγωγε οἶμαι, ἀλλὰ καὶ τὰς ῥίζας καὶ τὰς ἀπαρχὰς καὶ τὰς ῥοπὰς καὶ τὰς ὁρμὰς τῆς ψυχῆς εἰς ἀκριβῆ βάσανον παράγουσα, ἐκ τῆς οἰκείας κρίσεως τῆς ἀδεκάστου τὴν ψῆφον οἴσει.

Εἰ δὴ ταῦθ’ οὕτως ἔχει, οἶμαι σεσαφηνίσθαι τὸ παρὰ σοῦ προβληθὲν ἀποστολικὸν χωρίον· Ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε. Δῆλον δὲ ὅτι ἢ περὶ τῶν ἀδήλων καὶ μὴ ῥᾳδίως ἀνιχνευομένων, ἢ περὶ τῶν ἀδιαφόρων βρωμάτων, περὶ ὧν καὶ Ῥωμαίοις ἐπιστέλλων πολὺν ἀνάλωσε λόγον. Περὶ γὰρ τῶν δήλων, καὶ ἔκρινε καὶ κρίνειν προσέταξε, καὶ ἐξέβαλε καὶ ἐκβάλλειν τῆς ἐκκλησίας ἐκέλευσε· περὶ δὲ τῶν ἀδήλων ἀναμένειν παρεκελεύσατο, ἕως ἂν ἔλθῃ ὁ Κύριος· ἄτοπον γὰρ ἁρπάζειν τοῦ κριτοῦ τὴν ἀξίαν καὶ τὴν ψῆφον ἀκρίτως φέρειν, καὶ μὴ ἐπιτρέπειν ταύτην «τῷ κανόνι τῆς ἀληθείας».

ΤΩΙ ΑΥΤΩΙ Οὐ χρή, ὦ σοφώτατε, τοὺς πρὸς χάριν ἐπαινοῦντας καὶ πρὸς ἀπέχθειαν ψέγοντας εἰς ἀνθρώπους ἀριθμεῖν, ἀλλ’ ἐκείνους τοὺς κρίσει καὶ φιλοῦντας καὶ ἐλέγχοντας. Διὸ καὶ ὁ μελῳδὸς τὸν δίκαιον ἀνακηρύττων μετὰ τῶν ἄλλων πλεονεκτημάτων καὶ τοῦτο προσέθηκεν· Οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει. Κρίσεως γὰρ ὑγιοῦς ἴσον οὐδέν.

Οἱ γὰρ ταύτης ἄμοιροι καὶ ταῖς οἰκείαις ἐπιθυμίαις ἑπόμενοι καὶ τοὺς μὲν ἐλέγχεσθαι ὀφείλοντας κολακεύοντες, τοὺς δὲ ἐγκωμιάζεσθαι δικαίους κακίζοντες, οὗτοι ἀνδραποδωδέστατοί εἰσι, μᾶλλον δὲ εἰς τὴν τῶν ἀλόγων δικαίως ἂν καταχθεῖεν φύσιν.

ΑΣΚΛΗΠΙΩΙ ΣΟΦΙΣΤΗΙ Οἶδά ποτε διαλεγόμενον πρὸς ἐμὲ δεινὸν Ἕλληνα καὶ παρὰ πολλοῖς ἐπὶ δυνάμει λόγων μεγίστην δόξαν ἔχοντα, ἐν βραχέσιν ἐπιστομίσας. Προφέροντος γὰρ αὐτοῦ τὰ πάθη καὶ τὸν σταυρὸν καὶ πλατὺν καταχέοντος γέλωτα, ἀπεκρίθην ἐγὼ πρᾴως· «Πόθεν γὰρ ἔχεις δεῖξαι ὅτι ἐσταυρώθη;» Πάντων δὲ τῶν ἀκροωμένων καταπλαγέντων καὶ ἐννοούντων τί ἄρα βουλόμενος κατασκευάσαι τοῦτ’ ἔφην, ἀπεκρίνατο ἐκεῖνος, ὡς δὴ τὴν νίκην ἀκονιτὶ ἀναιρησόμενος· «Ἐν τοῖς εὐαγγελίοις γέγραπται.» Ὧι εὐθὺς ἀντεπήγαγον· «Οὐκοῦν ἐν αὐτοῖς καὶ ὅτι ἀνέστη καὶ εἰς οὐρανοὺς ἀνῆλθε γέγραπται. Εἰ μὲν οὖν πιστεύεις τοῖς εὐαγγελίοις, καὶ τοῦτο κἀκεῖνο λέγουσι πίστευσον, εἰ δὲ μή, ἀτοπώτατον ποιεῖς τὸ μὲν ἐγκρίνων, τὸ δὲ ἐκβάλλων. Μὴ γὰρ δὴ περὶ τὰς ὕβρεις ἀναπεπετασμένας καὶ ὀξυτάτας ἔχε τὰς ἀκοάς, περὶ δὲ τὰ λαμπρὰ καὶ θεῖα πεφραγμένας, καὶ μάλιστα ἐπειδὴ πάντες οἱ λεγόμενοί σου θεοὶ ὑπὸ τοῦ σταυρωθέντος ἡττήθησαν. Εἰ μὲν οὖν ἐσταυρώθη, δῆλον ὅτι καὶ ἀνέστη καὶ εἰς οὐρανοὺς ἀνῆλθεν, εἰ δὲ τὰ λαμπρὰ παραγράφῃ, μηδὲ τὰ ἐπονείδιστα πρόφερε. Θάτερον γὰρ θατέρου ἤρτηται, καὶ διαζευχθῆναι οὐκ ἀνέχεται.» Τούτων τοιγαροῦν εἰρημένων, τοσοῦτος ἐξερράγη κρότος ὡς κἀμὲ κἀκεῖνον ἐρυθριᾶσαι· ἐμὲ μέν, ὅτι ὑπὲρ τὴν ἐμὴν ἀξίαν ὁ ἔπαινος ἦν· ἐκεῖνον δέ, ὅτι ταῖς οἰκείαις συνεδέθη φωναῖς.

Ταῦτα μηνύσας ἀποκεκρίσθαι οἶμαι σαφῶς πρὸς τὰ παρὰ τῆς σῆς συνέσεως ἐπισταλέντα.

ΚΑΣΣΙΑΝΩΙ Πολλοὶ κατὰ τὴν τοῦ σώματος λάμψαντες ὥραν, καὶ κατὰ τὴν τῆς ψυχῆς διέλαμψαν. Εἰ δὲ ἀπιστεῖς, θέα τὸν σωφρονέστατον Ἰωσήφ. Καλὸς γὰρ ὢν τῷ εἴδει καὶ ὡραῖος τῇ ὄψει σφόδρα, ὡς μαρτυρεῖ περὶ αὐτοῦ ἡ γραφὴ καὶ ἡ Αἰγυπτία αὐτῷ ἐπιλυττήσασα, τῇ τῆς σωφροσύνης ἀρετῇ πλέον διήστραψε· καὶ γὰρ τὴν ἀπὸ τῆς ἡλικίας ἔσβεσε φλόγα (οὐδὲ γὰρ λίθινος ἦν) καὶ τὴν ἀπὸ τῆς κολακείας κατεπάτησε τυραννίδα. Φόβου δὲ κολακεία, παρ’ ἐμοὶ κριτῇ, δυνατωτέρα.

Ἐννοεῖν δὲ χρὴ ὅτι καὶ δέσποινα ἦν ἡ κολακεύουσα, καλλωπιζομένη, καὶ τὸν χειμῶνα τῆς ἡδονῆς ἀναρριπίζουσα, καὶ γυνή, δεινὸς καταγοητεῦσαι ῥήτωρ τοὺς μὴ προσέχοντας, καὶ παλαιὸν τοῦ διαβόλου ὅπλον, δι’ οὗ πολλοὺς ἀνδρείους κατέβαλεν. Ἀλλ’ ὅμως τούτων ἁπάντων τῶν μηχανημάτων ὑψηλότερος ὤφθη. Εἰ δὲ καὶ τὴν γυναικωνίτιδα ἐθέλεις ἰδεῖν ἐν τούτῳ στεφανουμένην, θέα τὴν εὐγενεστάτην Σουσάνναν, τὴν ἐν νέῳ σώματι καὶ ἀφράστῳ κάλλει ἐλέγξασαν τῶν πρεσβυτέρων τὴν ἀσέλγειαν καὶ τὸ τῆς σωφροσύνης μὴ ἀπολέσασαν κειμήλιον.

Εἰ δὲ πολλοὶ διασύρουσι τοὺς καλοὺς καὶ ἀγαθούς, μὴ θαυμάσῃς. Πρῶτον μὲν γὰρ διὰ τοὺς μὴ καλῶς κεχρημένους τῇ ὥρᾳ δοκοῦσι διασύρειν. Δεύτερον δέ, ὅτι πολλοὶ ἔργον τίθενται τὸ κακηγορεῖν. Τρίτον, ὅτι πολλοὶ τῶν ἀνθρώπων, ἐπειδὴ αὐτῆς τῆς ψυχῆς καθικέσθαι οὐκ ἠδυνήθησαν, τὸν γοῦν ἔξωθεν αὐτῆς περικείμενον κόσμον τρῶσαι ἐπιχειροῦσι.

Καὶ μαρτυροῦσιν (οὐδὲν γὰρ κωλύει τοῖς αὐτοῖς παραδείγμασι πάλιν χρήσασθαι) αὐτός τε ὁ Ἰωσὴφ ὁ καὶ ὑπὸ τῶν ἀδελφῶν καὶ τῆς δεσποίνης συκοφαντηθείς, αὐτή τε ἡ Σουσάννα ἡ ὑπὸ τῶν πρεσβυτέρων κατακριθεῖσα. Ἀλλ’ ὁ ἀδέκαστος κριτὴς κἀκεῖνον καὶ ταύτην ἐστεφάνωσε, Μὴ τοίνυν τὸ κάλλος αἰτιῶ, ἀλλὰ τὴν αἰσχρὰν ψυχήν, τὴν ἐν καλλίστῳ σώματι οἰκοῦσαν καὶ τοῦτο ἐνυβρίζουσαν.

ΝΕΙΛΩΙ Οὐδένα οἶμαι τοιαῦτα πεπαρῳνῆσθαι, οἷαπερ ὁ τῶν οὐρανῶν βασιλεύς, δεῦρο ἐπιφοιτήσας, ἐπαροινήθη παρ’ ἐκείνων οὓς ἀφῖκτο σώσων, ὅς γε οὐδὲ λῃστοῦ καὶ ἀνδροφόνου προεκρίθη, ἀλλὰ καὶ ἐκωμῳδήθη καὶ ἐκολαφίσθη. Εἰ δὲ καί τις τὰ ὅμοια πέπονθε—δεδόσθω γάρ—ἀλλὰ τὸ μὴ ἀπὸ τῆς ἴσης ἀξίας ὁρμᾶσθαι τοὺς πεπονθότας ἄνισα πάλιν δείκνυσι τὰ πάθη. Οὐ γὰρ ταὐτὸν βασιλέα ὑβρισθῆναι καὶ ἰδιώτην, οὐδὲ δεσπότην καὶ δοῦλον, ἀλλὰ τὰ μὲν κατὰ τοῦ βασιλέως, κἂν μικρὰ ᾖ, μεγάλα τῇ ἀξίᾳ τοῦ πεπονθότος κρίνεται, τὰ δὲ κατὰ τοῦ ἰδιώτου, κἂν μέγιστα ᾖ, ὑποτέμνεται τὴν ὀργὴν καὶ εἰς συγγνώμην πολλάκις ὁρᾷ.

Ταῦτα δ’ ἔφην, ἐπειδὴ γέγραφάς τί ἐστι τὸ παρὰ τοῦ Χριστοῦ λεχθέν· «Εἰς ἐμὲ βλέπετε.» Ὃ γὰρ λέγει, συντόμως τοιοῦτόν ἐστιν. Ἐπειδὴ γὰρ οἱ πάντολμοι Ἰουδαῖοι ἐπιλυττήσαντες ἐδραματούργησαν τραγῳδίαν κατὰ Θεοῦ μὲν τολμηθεῖσαν, σαρκὸς δὲ ἁψαμένην—ἀπαθὲς γὰρ κυρίως τὸ θεῖον—οἱ δὲ μετὰ ταῦτα μέλλοντες ὑβρίζεσθαι ἴσως ἀγανακτεῖν ἔμελλον, ὡς παρὰ τὴν αὐτῶν ἀξίαν τοιούτοις περιπεπτωκότες πάθεσιν, ἔφη· «Εἰς ἐμὲ βλέπετε.» Μάλιστα μὲν γάρ, φησί, καὶ τὰ παρὰ τῶν ἀλιτηρίων Ἰουδαίων τολμηθέντα ἀφόρητα ἦν· πλὴν δεδόσθω φορητὰ εἶναι· τί ἄν τις φαίη καὶ περὶ τοῦ προδότου, ὅς γε τῆς ἐμῆς ὑπερεμπλησθεὶς ἀνεξικακίας, κατ’ ἐμοῦ τὸν κόρον ἤνεγκε; Ταύταις ταῖς ἐπῳδαῖς καταπραΰνετε τὰς ὕβρεις καὶ τιθασσεύετε· εἴξουσι γὰρ ῥᾳδίως τοῖς ταῦτα κατεπᾴδουσιν.

ΠΑΛΛΑΔΙΩΙ ΔΙΑΚΟΝΩΙ Οὐ μέλλειν, ὦ σοφέ, ἀλλὰ πράττειν χρὴ τὰ βέλτιστα· οὔτε γὰρ τὸν τῆς τελευτῆς ἴσμεν καιρόν, οὔτε τὴν τοῦ διαβόλου κακουργίαν ἣν καθ’ ἡμῶν μηχανᾶται, ἐκκρούων μὲν ἀεὶ τοῦ παρόντος, τὸ δὲ μέλλον ὀνειροπολεῖν παρασκευάζων.

Ἐπειδὴ γὰρ οἶδεν ὅτι κατὰ τὸ παρὸν ζῶμεν οἱ ἄνθρωποι, τὸ δὲ μέλλον ἀμφίβολον, καταστρατηγεῖ καὶ τὸ μὲν παρὸν ἀπατῶν, τὸ δὲ μέλλον ὑποτιθέμενος, ἐκτραχηλίζει τοὺς πειθομένους, τὸ σήμερον ἀεὶ παρὸν λογιζομένους. Διὸ καὶ τὸν τοῦ πράττειν καιρὸν εἰς τὸ μηδὲν παρασκευάζεσθαι ἀναλίσκοντες, διαμαρτάνουσι τῆς εὐκαιρίας. Ὁ γὰρ χρόνος τὸ βράδος οὐ περιμένει, ἀλλὰ καὶ ἃς ἐν τῷ μεταξὺ χρόνῳ ὕλας ἀπατῶμεν ἑαυτοὺς παρασκευάζειν, οὐδὲν οἷόν τε ποιεῖν ἐξελέγχονται.

ΠΑΝΕΛΛΗΝΙΩΙ ΠΟΛΙΤΕΥΟΜΕΝΩΙ Καὶ αὐτὸ ὃ φὴς προβεβλῆσθαι τὸν πρὸς σὲ διενεχθέντα, δικαιοσύνης ἀκροτάτης πνεῖ. Ἐπειδὴ γὰρ οἱ Αἰγύπτιοι μακρὸν δουλεύσασι τοῖς Ἑβραίοις χρόνον τὸν μισθὸν οὐκ ἀπέδοσαν, ἄκοντας αὐτοὺς εἰσπραχθῆναι παρεσκεύασεν ἡ τῆς δικαιοσύνης πηγή. Διὰ τοῦτ’ ἔφη· Χρησάσθω ἕκαστος παρὰ τῆς γείτονος αὐτοῦ καὶ συσκήνου σκεύη ἀργυρᾶ καὶ χρυσᾶ. Εἰ μὲν γὰρ μὴ δουλεύσασι τοῦτο προσέταξεν, ἴσως ἄν τις ἄδικον τοῦτ’ ἐνόμισεν εἶναι, εἰ δὲ τοὺς τὴν ἐλευθερίαν ἀφελομένους χρήμασιν ἀμύνασθαι ἐκέλευσεν, οὐ μόνον μὴ ἠδικῆσθαι ἐκείνους ἂν ἔγωγε φαίην, ἀλλὰ μηδὲ τὴν ἴσην τιμωρίαν ἀπαιτεῖσθαι· ποῦ γὰρ ἴσον χρημάτων στέρησις καὶ ἐλευθερίας, ὑπὲρ ἧς οὐ μόνον τὰς οὐσίας προΐεσθαι, ἀλλὰ καὶ ἀποθνῄσκειν οἱ νοῦν ἔχοντες ἐθέλουσιν;

ΑΠΟΛΛΩΝΙΩΙ ΕΠΙΣΚΟΠΩΙ Εἰ καὶ δειναὶ ἐν τοῖς πράγμασι συμβαίνουσαι ἀπορίαι τὸ εἰκὸς ἀνελεῖν καὶ πρὸ τοῦ πρέποντος ἀναγκάζουσι τὸ παρεμπίπτον ἑλέσθαι, ἀλλ’ οὖν οἱ φρονήσεως οὐκ ἀμοιροῦντες καὶ τῇ θείᾳ δεξίᾳ τὰ καθ’ ἑαυτοὺς ἐπιτρέποντες τὸ πρέπον μᾶλλον τοῦ παραυτίκα δοκοῦντος αἱρούμενοι, οὐ τῷ δόξαι ἡττῆσθαι δυσχεραίνουσιν, ἀλλὰ τῷ ὄντως νενικηκέναι ἀγάλλονται, Νίκη γὰρ ἀληθῶς οὐ τὸ δοκεῖν παραχρῆμα νενικηκέναι, ἀλλὰ τὸ ἀρετῆς καὶ εὐσεβείας μὴ ἐκπεπτωκέναι.

ΕΡΜΙΝΩΙ ΚΑΙ ΙΕΡΑΚΙ ΛΑΜΠΡΟΤΕΡΟΙΣ Ἡ ἀκήρατος καὶ θεία δύναμις μόνη μὲν ἐθέλει κατ’ ἀξίαν τιμᾶν, μόνη δὲ καὶ ἔχει δι’ ὧν τιμήσει, τῇ βουλήσει τῆς δυνάμεως ἁμιλλωμένης. Οὐκοῦν ἀγαπήσωμεν αὐτήν, τὴν μόνην καὶ ἐθέλουσαν ἡμᾶς τιμῆσαι καὶ ἔχουσαν δι’ ὧν οὐ μόνον κατ’ ἀξίαν, ἀλλὰ καὶ ὑπὲρ τὴν ἀξίαν τιμήσει· Οὐκ ἄξια γάρ, φησί, τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι.

ΙΕΡΑΚΙ ΛΑΜΠΡΟΤΕΡΩΙ Τὸ περὶ παρθενίας ῥηθὲν Οὐ πάντες χωροῦσι τὸν λόγον τοῦτον, ἀλλ’ οἷς δέδοται εἴρηται, οὐχ ὅτι κατὰ ἀποκλήρωσίν τινά τισιν ἐδόθη—οὐ γὰρ ἂν αὐτοῖς τὴν βασιλείαν τῶν οὐρανῶν ἔπαθλον προὐτίθει—ἀλλ’ ἵνα δείξῃ, πρῶτον μὲν τῆς θείας ῥοπῆς χρῄζοντας τοὺς πρὸς τοῦτον ἀγωνισαμένους τὸν ἀγῶνα τὸν ὑπερφυῆ, ἔπειθ’ ὅτι οὐρανόθεν αὕτη κάτεισιν ἡ συμβουλή, οὐ νόμῳ θεσπίζουσα, ἀλλὰ παραινέσει χρωμένη, τρίτον ὅτι δέδοται τοῖς κρείττοσιν ἀκρασίας τοῖς τὴν ἄνωθεν καλοῦσι συμμαχίαν καὶ νηστείαις καὶ ἀγρυπνίαις φυλάττουσι τὸ κειμήλιον, καὶ μὴ ἑαυτοὺς τῷ θηρίῳ διὰ τρυφῆς καὶ ῥᾳθυμίας προϊεμένους. Εἰ μὲν γὰρ κατὰ ἀποκλήρωσιν δέδοται, περιττὸν τὸ γέρας, εἰ δὲ οὐ περιττὸν τὸ γέρας, οὐ κατὰ χάριν ἐδόθη, ἀλλὰ δέδοται τοῖς λαβεῖν ἐθέλουσι. Τοῖς γὰρ μὴ βουλομένοις οὐδεὶς ὁ δώσων.

ΗΡΩΝΙ ΣΧΟΛΑΣΤΙΚΩΙ Ἀποδοτέον, ὦ ἐλλογιμώτατε, καὶ τῷ τιμῆς ἀξίῳ τὴν τιμὴν οὐ θωπείαν δουλοπρεπῆ ἐπιδεικνύμενον οὐδὲ τὴν ἐκείνου εὐμένειαν θηρώμενον—δέος γὰρ διὰ ταῦτα εἰς εὐτέλειαν ἐκπεσεῖν καί τινα κολακείαν βωμολόχον ἐξασκήσαντα καταισχύνειν ἑαυτόν—ἀλλὰ σὺν κόσμῳ προσήκοντι τὸ πρέπον ἀπονεμητέον· οἷόν τε γὰρ μετὰ τοῦ προσήκοντος τὸ χρέος ἀποδοθῆναι.

ΘΕΟΔΩΡΩΙ ΕΠΑΡΧΩΙ Ἄριστον δημαγωγὸν καὶ ἡγεμόνα ἐκεῖνον ἂν ἔγωγε ὁρισαίμην, οὐ τὸν μισθοδοσίαις στάσεις κινοῦντα καὶ τῶν ἑαυτοῦ ἴσων—οὐ γὰρ ἂν εἴποιμι χειρόνων—ὥσπερ δεσποτῶν τὰς φωνὰς ἐξωνούμενον, ἀλλὰ τὸν δι’ ἀρετῆς καὶ εὐσεβείας τοὺς δήμους ἐξαρτώμενον, καὶ οὐκ ἐν ταῖς φωναῖς μόνον ἀνακηρυττόμενον, ἀλλὰ καὶ ἐν ταῖς γνώμαις στεφανούμενον.

ΖΩΣΙΜΩΙ, ΜΑΡΩΝΙ, ΧΑΙΡΗΜΟΝΙ ΚΑΙ ΕΥΣΤΑΘΙΩΙ Ἐλλόγιμοι καὶ ἀληθεῖς ἄνδρες ἐκτόπως ὑμᾶς τῆς κακίας διαβεβαιοῦνται εἶναι ἐραστὰς καὶ τὰ κατ’ εἶδος πλημμελήματα ὑμῶν ἐκκωμῳδοῦντες πολλὴν καταχέουσι τοῖς μὴ ἀναλγήτοις τὴν ὀδύνην. Ἐγὼ δὲ αὐτὰ οὐ φράσω δυοῖν ἕνεκεν· οὔτε γὰρ βούλομαι μολῦναι τὴν γλῶτταν, οὔτε εἰ βουλοίμην, δυναίμην οὕτως ἅπαντα λόγον ὑπερβαίνει. Ὑμῶν οὖν ἐστι σκοπεῖν ὅπως παύσησθε τῶν τοιούτων δραμάτων, ἃ καὶ τοὺς λέγοντας ἐρυθριᾶν παρασκευάζει.

ΠΑΥΛΩΙ Τὰς ἀρετὰς τίμα, μὴ τὰς εὐημερίας θεράπευε αἱ μὲν γὰρ ἀθάνατόν εἰσι χρῆμα, αἱ δὲ ῥᾳδίως σβέννυνται.

ΝΙΛΑΜΜΩΝΙ ΣΧΟΛΑΣΤΙΚΩΙ Ἐπειδὴ γέγραφας· «Εἰ ἔδει παθεῖν τὸν Χριστόν, διὰ τί οἱ σταυρώσαντες ἀπῃτήθησαν δίκας;» Φημὶ ὅτι τὸ «ἔδει παθεῖν» τὴν ἑκουσίαν ὁρμὴν τὴν πρὸς τὸ πάθος καὶ τὴν θείαν οἰκονομίαν δείκνυσιν, οὐκ ἀπολογίαν τοῖς δεδρακόσι μνᾶται· οὐ γὰρ συνῇδε τῇ θείᾳ βουλήσει ἡ τῶν ἀλιτηρίων ἐπιβουλὴ οὐδὲ τοῦτ’ ἐσπούδαζεν ἀνῦσαι ὅπερ ᾠκονόμει ὁ Θεός. Ὥστε τοῖς μὲν ἀλάστορσιν ἐκείνοις τὸ δρᾶμα ἀσέβημα ἦν, Θεῷ δὲ σοφὴ οἰκονομία καὶ ἀνθρώποις ἐλευθερία, τῷ καὶ τὴν πονηρίαν ἐκείνων εἰς τὴν τοῦ γένους εὐεργεσίαν περιτρέψαι, καὶ χρήσασθαι σαρξὶν ἐχίδνης πρὸς ἀλεξιφαρμάκου βοηθήματος κατασκευήν.