Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσίδωρος ὁ Πηλουσιώτης – Ἐπιστολαί

Ἰσίδωρος ὁ Πηλουσιώτης

Επιστολές περί εκκλησιαστικής ευταξίας, παρθενίας και αντιμετώπισης της κακίας

Παραινέσεις για την καταπολέμηση της σιμωνίας, την υπεροχή της παρθενίας έναντι του γάμου και την αναγκαιότητα της ταπεινώσεως, με αυστηρούς ελέγχους προς αναξίους ποιμένες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσίδωρος ὁ Πηλουσιώτης

—

Κεφάλαιο 4 από 14

ΑΘΑΝΑΣΙΩΙ ΚΑΙ ΘΕΟΓΝΩΣΤΩΙ ΠΡΕΣΒΥΤΕΡΟΙΣ Ὅτι μὲν ὁ μακάριος Τιμόθεος μιμητικώτατος ἐγένετο καὶ θαυμασιώτατος ἅπασαν ἐκμάξασθαι παραδείγματος ἀρετήν, ἵστε κἂν μὴ γράφω. Ὅτι δὲ πάντων μάλιστα ἡμῖν προσανέκειτο, καὶ ἐξ ἡμῶν ἡγεῖτο—εἰ καὶ μὴ οὕτως εἶχε τὸ πρᾶγμα—τὴν ἀρχὴν αὐτῷ γεγενῆσθαι τῆς ἐπὶ τὸ ἄμεινον προκοπῆς, πολλὰ ἔχων εἰπεῖν, παραλείψω, φυλαττόμενος τὸ λυπῆσαί τινας ἐφ’ οἷς σεμνύνομαι. Ἓν δὲ φράσω, οὗ πάντες καὶ φίλοι καὶ ἐχθροὶ τυγχάνουσι μάρτυρες· ὅτι τοσοῦτον ἥττητο, καὶ τοσαύτην περὶ ἡμᾶς εἶχεν αἰδώ, ὡς εἰ αἵρεσις αὐτῷ προετέθη ποῖ βούλεται, ἐν τοῖς βασιλείοις διατρίψαι ἢ παρ’ ἐμοί, τοῦτο ἂν ἀσυγκρίτως ἑλέσθαι. Δυοῖν τοίνυν ἕνεκεν βαρέως ἐνεγκὼν τὴν τούτου τελευτήν, ἐνὸς μέν, διὰ τὴν ἀνυπέρβλητον ἀρετήν, ἑτέρου δὲ διὰ τὴν ἀσύγκριτον φιλίαν, ὑπὸ δυοῖν ἐθεραπεύθην, τοῦ τε εὐκλεῶς ἐντεῦθεν ἀποπεφοιτηκέναι, τοῦ τε παρὰ Θεοῦ ἐστεφανῶσθαι.

ΘΕΟΔΟΣΙΩΙ ΑΝΑΧΩΡΗΤΗΙ Ἀρκεῖ τοῦτο, τὸ μαρτυρῆσαί μοι τὴν σὴν ἁγιωσύνην ὅτι οὐκ ἦν δυσκολία τρόπων ἐπὶ μικροῖς ποιουμένη τὴν ὀργήν, ἀλλ’ ἐμπειρία πραγμάτων διεφθαρμένων καὶ ἐπί γε τὸ χεῖρον ἡξόντων, εἰ μή τις ἀνάγκη κωλύσειεν· ἔδειξε γάρ, ὡς ἔφης, τὸ πρᾶγμα πῶς Εὐσταθίῳ καὶ Ζωσίμῳ καὶ Μάρωνι ἐπηυξήθησαν αἱ περὶ τὴν τρυφὴν καὶ τὴν ἀσέλγειαν μανίαι. Οἰστρῶντες γὰρ καὶ λυττῶντες μικροῦ τοὺς κενταύρους ἀπέκρυψαν. Λείπεται οὖν οὐδὲν ἢ τὸ καταθρηνεῖν αὐτούς· εἰ δὲ καὶ χαρίσαιο αὐτοῖς τὰς σαυτοῦ εὐχάς, εὖ γε ποιήσειας.

ΠΑΥΛΩΙ Οἶδά τινας, ἴσως δὲ καὶ αὐτός, τὰ διδόμενα γέρα μὴ προσιεμένους, οὐ τῷ κρείττους εἶναι κερδῶν (πάσης γὰρ ἂν ἧσαν ἀναρρήσεως ἄξιοι), ἀλλὰ τῷ μειζόνων ἐφίεσθαι. οἵτινες καὶ δόξαν σκαιότητος κερδαίνουσι, τῆς ὄντως εὐκλείας γυμνούμενοι. Χρὴ τοίνυν μάλιστα μὲν κρείττονας εἶναι κερδῶν· εἰ δὲ μή, ἀγαπᾶν τὸ μέτριον, ἵνα μὴ τὸ ὑπὲρ τὴν ἀξίαν ζητοῦντες καὶ τοῦ κατ’ ἀξίαν ἐκπέσωμεν, καὶ σκαιότητος δόξαν σχοίημεν, οὐκ ἐπὶ τῷ λαβεῖν τι ἀγαθὸν ἐγκωμιαζόμενοι, ἀλλ’ ἐπὶ τῷ προσλαβεῖν τι κακὸν κωμῳδούμενοι.

ΝΕΙΛΩΙ Οἱ μὲν μετρίως λυπούμενοι καὶ δακρύειν ἰσχύουσιν, οἱ δὲ καταπληττόμενοι ἐπὶ ταῖς μεγίσταις συμφοραῖς οὐδὲ δακρύσαι δύνανται, τῇ τοῦ πάθους ὑπερβολῇ ἑαλωκότες καὶ πᾶν ὅσον εἶχον ὑγρὸν τῇ τοῦ πυρὸς ἀκμῇ δαπανήσαντες.

Ἀχανεῖς γοῦν καὶ κατηφεῖς εἰσι, μήτε λόγον μήτε δάκρυα προϊέμενοι, τῇ δὲ τοῦ προσώπου στυγνότητι ἐμφαίνοντες τῆς ψυχῆς τὴν κατάστασιν. Τοῦτο δὲ αὐτοῖς τίκτει τὸ ἀδόκητον· τὸ γὰρ μὴ πάλαι μελετηθὲν τῷ λογισμῷ τῷ ἀθρόως συμβαίνειν ἐξίστησιν.

ΕΥΛΟΓΙΩΙ Οὐχ ἱστορίαν ἁπλῶς ψυχαγωγῆσαι δυναμένην ὁ ἱεροφάντης ἔγραψε Μωσῆς· ἀλλ’ ἐπειδὴ νομοθετεῖν ἔμελλε, τὸν δημιουργὸν καὶ κριτὴν τοῦ παντὸς προτάττει, καὶ τὴν τοῦ κόσμου δημιουργίαν, ἵνα μὴ τοῖς μέρεσι τοῦ κόσμου τὸ σέβας ἀπονέμοιεν· εἶτα τῶν ὁσίων τὰ γέρα καὶ τῶν ἁμαρτωλῶν τὰς κολάσεις προθείς, οὕτως ἐπὶ τὸ νομοθετεῖν ὥρμησεν ἵν’ ἀπὸ τῶν γεγενημένων καὶ τὰ μέλλοντα πιστωσάμενος εἰς εὐσέβειαν καὶ δικαιοσύνην τοὺς ὑπηκόους προτρέψειεν.

ΕΥΤΟΝΙΩΙ ΔΙΑΚΟΝΩΙ Εἰ καὶ πολλὴ καὶ πολύπλοκος τῆς κακίας ἡ σκαιωρία, ἀλλὰ σὺ τῇ ἀρετῇ ταύτην καταγωνίζου. Ἐπειδὴ γὰρ ἀρετῆς μὲν λαμπρότερον οὐδέν, κακίας δὲ οὐδὲν ζοφωδέστερον, πολλοὶ πολλάκις τῶν μήτε εἰπεῖν μήτε πρᾶξαί τι λαμπρὸν βουλομένων, ὁρῶντες ἑαυτῶν μὲν τὴν αἰσχρότητα, τῶν δὲ φιλαρέτων τὴν λαμπρότητα, ἐκλεξάμενοί τινα τῶν μηδὲν ἀγαθὸν μήτε εἰπεῖν μήτε ποιῆσαι προῃρημένων, ἐπαίρουσι καὶ θαυμάζουσιν ὑπὲρ τὴν ἀξίαν, οἱ μὲν ἀμαθίᾳ, οἱ δὲ βασκανίᾳ τοῦτο δρῶντες, ἵνα τὴν δόξαν καθέλωσι τῶν φιλοπόνων, οὐχ ἵνα δείξωσι θαυμαστὸν ὄντα τὸν μὴ ὄντα τοιοῦτον.

Ἀλλὰ τὸν σπουδαῖον μάλιστα μὲν καὶ ἐπαίνων εἶναι κρείττονα χρή, εἰ δὲ καὶ διψῴη τούτων, συνορᾶν τὸν δόλον (ὅτι ἐκεῖνοι ἢ ἐκκόψαι αὐτῷ τὸν εἰς τὴν ἀρετὴν δρόμον βουλόμενοι ἢ λυπῆσαι, ἐπῄνεσαν τὸν κακηγορίας ἄξιον) καὶ τοὺς μὲν δι’ ἀμαθίαν τοῦτο ποιοῦντας συγγνώμης ἀξιοῦν, τοὺς δὲ διὰ φθόνον θρηνεῖν· ὅτι τοσοῦτον ἀπέχουσι τοῦ πρᾶξαί τι καλόν, ὅτι οὐδὲ πρὸς τὸν ἐνάρετον σπένδονται.

ΗΡΩΝΙ ΠΡΕΣΒΥΤΕΡΩΙ Οὐκ ἄν, ὦ σοφέ, εἰ τὸ τυπτηθῆναι καὶ ἀδικηθῆναι ἧττα ἦν, καὶ ὁ Χριστὸς καὶ ὁ Παῦλος τἀναντία ἔφησαν. Ὁ μὲν γὰρ δεσπότης τῷ τύπτοντι εἰς τὴν δεξίαν σιαγόνα καὶ τὴν ἄλλην παρέχειν ἐθέσπισεν, ὁ δὲ ἀπόστολος· Διὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε παρῄνεσε. Καινὸς γὰρ οὗτος τῶν παλαισμάτων ὁ νόμος, ἐπειδὴ καὶ καινότερος τῶν ἐπάθλων ὁ τρόπος· οὐ γὰρ κότινος καὶ σίτησις ἐν πρυτανείῳ, οὐδὲ χαλκαῖ εἰκόνες χρυσῷ ἀπαστράπτουσαι—τὰ οἰκτρὰ ταῦτα καὶ εὐτελῆ ἔπαθλά εἰσιν—ἀλλὰ βασιλεία οὐρανῶν καὶ ζωὴ τέλος μὴ ἐπισταμένη.

Μὴ τοίνυν, εἰ ὑποχωρήσεις καὶ φιλοσοφήσεις, νόμιζε ἡττᾶσθαι· ἀλλὰ δίωκε τὴν νίκην ἐν τῇ δοκούσῃ ἥττῃ κειμένην. Εἰ δὲ θαυμάζεις τὸ εἰρημένον, παραδείγματι ὃ λέγω ποιήσω σαφές. Λέγεταί τις βασιλεὺς μέλλων ναυμαχεῖν πρὸς τοὺς ἐναντίους καὶ ἰδὼν πολλῷ πλείους τὰς τῶν πολεμίων ναῦς καὶ ὑποχωρήσας τοῖς πολεμίοις ἐπερχομένοις εἰρηκέναι· «Οὐ φεύγω, ἀλλὰ διώκω τὸ συμφέρον ὀπίσω κείμενον.» Εἰ τοίνυν κἀνταῦθα ἐν τῇ δοκούσῃ ἥττῃ καὶ ὑποχωρήσει τὸ συμφέρον καὶ ἡ νίκη κεῖται, μὴ ὁμόσε τοῖς τύπτουσιν ἢ ἀδικοῦσι χωρῶμεν, ἀλλὰ παραχωρῶμεν αὐτοῖς· οὗτος γὰρ καὶ τῶν οὐρανίων ἄθλων ὁ νόμος.

ΙΩΑΝΝΗΙ ΔΙΑΚΟΝΩΙ Τὸ τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ· ἐπὶ χειρῶν ἀροῦσί σε, μή ποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου καὶ περὶ δικαίου ἀνδρὸς εἰρημένον καὶ τῷ διαβόλῳ κακῶς νενοημένον (ἢ γὰρ παραλογίσασθαι ἠβουλήθη νενοηκὼς ἢ κακῶς ἐνόησε) σαφέστατα καὶ συντομώτατα ἤλεγξεν ὁ Χριστός, φράσας· «γέγραπται· Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου.» Κινδυνεύοντι γάρ, οὐκ ἐκπειράζοντι Θεὸς ἐπηγγείλατο τὴν βοήθειαν, ἐν χρείᾳ καθεστῶτι, οὐκ ἐπιδεικνυμένῳ καὶ κενὴν θηρωμένῳ δόξαν. Οὔπω γὰρ λέγω ὅτι οὐ περὶ ἐμοῦ, οὗ καὶ οἱ ἄγγελοι χρῄζουσιν, ἀλλὰ περὶ δικαίου ἀνδρὸς εἴρηται τῷ Μελῳδῷ τὸ ῥηθέν.

ΠΑΥΛΩΙ Πολλῶν προβλημάτων ἐσμὸν συντόμως ἐπιλῦσαι πειράσομαι. Φημὶ τοίνυν ὅτι ἡ θήρα τῆς γνώσεως τῶν μελλόντων ἡμῖν κατὰ τόνδε τὸν βίον ἣ πράττεσθαι ἢ συμβαίνειν, κἂν ἦ, ὡς ἔφης, ἐφικτὴ καὶ ἁλώσιμος, παντελῶς καὶ ἀνωφελὴς καὶ σφαλερὰ τυγχάνει. Εἰ μὲν γὰρ οὐκ ἔστι φυλάξασθαι, ἀφαιρεῖται ἡμῶν τὴν πρὸς τὰ συμπίπτοντα παρασκευασθῆναι ὀφείλουσαν ἀρετήν. Τοῦ γὰρ προσπίπτοντος ἀδοκήτως, οὐδὲν οὕτως τὴν εὐθημοσύνην πορίζειν εἴωθεν, ὡς ἡ τῆς ἀρετῆς ἄσκησις. Οἱ γὰρ πᾶσαν ἐλπίδα ἀγαθὴν ἐκ τῆς ἑαυτῶν ἐξορίσαντες ψυχῆς οὐδὲν τῶν δεόντων πρᾶξαι ἐκ τοῦ προμαθεῖν προθυμηθήσονται.

ΖΩΣΙΜΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ Δῆλος μὲν ἦς ἔκπαλαι τὴν ἱερωσύνην οὐκ εὐαγῶς κτώμενος· οὐ γὰρ διὰ πολιτείας ἀρίστης κτήσασθαι ἐδικαίους, ἀλλὰ χρήμασιν ὠνήσασθαι ὠνειροπόλεις. Δῆλος δὲ εἶ καὶ νῦν τὴν ἐπιθυμίαν εἰς ἔργον ἀγαγών, καίτοι εἰς δυσμὰς ὢν λοιπὸν τοῦ βίου. Τίς οὖν σοι συγγνώμη λελείψεται, τῇ κακίᾳ συναποθανεῖν προῃρημένῳ;

ΙΣΙΔΩΡΩΙ Εἰ θεασοίμην, ὦ ὁμώνυμε, ἄνδρα δεινὸν μὲν ἐκ τῶν φαινομένων τὸ εἰκὸς συμβαλεῖν, δεινότερον δὲ ἐκ τῶν ἀφανῶν τὸ δέον συνιδεῖν, ἔν τε τοῖς πειρασμοῖς καὶ τοῖς κινδύνοις τὸ δεῖμα τῶν συνόντων λόγοις τε παρακλητικοῖς καὶ τῷ καθ’ ἑαυτὸν ἀδεεῖ δυνάμενον ἐκβαλεῖν, τοῦτον καὶ συνετώτατον καὶ ἀνδρειότατον ὁρισαίμην.

ΑΠΟΛΛΩΝΙΩΙ ΕΠΙΣΚΟΠΩΙ Ἐκεῖνον μόνον ἔγωγε βασιλέα καὶ ἡγεμόνα εἶναι ἡγοῦμαι, ὃς ἄρξας ἑαυτοῦ τὸ ὑπήκοον ἐπιεικείᾳ καὶ φιλανθρωπίᾳ ἀνηρτήσατο. Τοὺς δὲ ἄλλους τυράννους κλητέον, τοὺς τοῖς ἑτέρων πόνοις ἑαυτοῖς ἡδονὰς ἀθεμίτους πορίζοντας.

ΤΩΙ ΑΥΤΩΙ Οἱ Φαρισαῖοι ἐπελάβοντο τοῦ Σωτῆρος ὡς μετὰ τελωνῶν καὶ ἁμαρτωλῶν ἑστιωμένου, ἐπειδήπερ ὁ νόμος διέστελλεν ἀνὰ μέσον ἁγίου καὶ βεβήλου, ἀγνοοῦντες ὅτι ὁ Χριστὸς ὑπὲρ τὴν νομικὴν κρίσιν παρεῖχε τὴν φιλάνθρωπον χάριν. Ἡ μὲν γὰρ ἐξέκοπτεν, ἡ δὲ μετέβαλλε τὸ κακόν· καὶ μαρτυροῦσι Ζακχαῖός τε καὶ Ματθαῖος καὶ ὅσοι ἀνεμαχέσαντο τὰς ἥττας.

ΑΘΑΝΑΣΙΩΙ ΔΙΑΚΟΝΩΙ Εἰ πᾶς ἄνθρωπος θανάτου ὄφλημα τυγχάνει, καὶ ἀδύνατον τοῦτο μὴ ἀποδοθῆναι τὸ χρέος, ὃ μήτε βασιλεῖς μήτε τύραννοι μήτε σατράπαι μήτε σοφοὶ μήτε δίκαιοι ἀκυρῶσαι ἠδυνήθησαν—θεία γάρ ἐστιν ἀπόφασις ἡ τοῦτ’ ἀπαιτοῦσα —τοὺς μὲν ἄλλους ἐλεητέον καὶ θρηνητέον, οἷς ἡ τελευτὴ ἀρχὴ γίνεται τιμωριῶν, ἐκείνους δὲ εὐφημητέον καὶ ἀνακηρυκτέον, ὧν ἡ τελευτὴ τῶν ἀγώνων εἰς τὴν ἀρχὴν τῶν στεφάνων περιέστη. Τῆς γὰρ ἄκρας μακαριότητος εὑρηκότες τὸν ὅρον, τῶν ἄλλων ἁπάντων ἀμελήσαντες, μόνην τὴν ψυχὴν ἐκόσμησαν, ἧς καὶ τὸ σῶμα ἀνάκτορον ἁγνείας ἀπέφηναν, ὃ καὶ ἐν τῇ ἀναστάσει ἐπὶ τὸ κρεῖττον μετακοσμηθέν, τῇ ψυχῇ τὴν ἀθάνατον συζήσει ζωήν.

ΙΣΧΥΡΙΩΝΙ ΠΡΕΣΒΥΤΕΡΩΙ Φεύγειν χρή, ὦ βέλτιστε, τοὺς πονηροὺς καὶ διώκοντας, εἰ μὴ βούλοιντο γνωσιμαχεῖν, καὶ διώκειν τοὺς ἀγαθοὺς καὶ φεύγοντας, εἰ μὴ καὶ βούλοιντο ἠρεμεῖν.

ΘΕΟΔΟΣΙΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ Ὅτι μὲν τὸ τὰς ὕβρεις καὶ τὰς ἀδικίας φέρειν κἀνταῦθα μὲν φέρει δόξαν, κἀκεῖσε δὲ κλέος οἴσει μέγιστον, μάλα ἀκριβῶς οἶδα· ὅτι δὲ τὸ εἰδέναι χάριν τῷ ἀδικοῦντι καὶ ὑβρίζοντι, ὡς εἰς μείζονα φιλοσοφίαν συνελαύνοντι, καὶ μάλιστα ὅταν πολλάκις τοῦτο ποιῶν καὶ ἐναβρύνοιτο (ἵνα μὴ λέγω ὅτι τοὺς ἡμετέρους στεφάνους βούλομαι ἐκ τῶν ἀλλοτρίων ὑφαίνεσθαι συμφορῶν) μέγιστόν ἐστι καὶ τῆς ἐμῆς δυνάμεως μεῖζον, τῆς φέρειν μὲν τὸ ὑβρίζεσθαι καὶ ἀδικεῖσθαι δυναμένης, μηδέπω δὲ κατορθωσάσης τὸ χάριν εἰδέναι τοῖς ἀδικοῦσι καὶ ὑπερεύχεσθαι καθαρῶς τῶν διὰ παντὸς ἐπηρεαζόντων, καὶ μάλιστα ὅταν μηδὲ μεταγινώσκειν ἐθέλωσιν, ἀλλὰ καὶ τοὺς ὑπὲρ αὐτῶν εὐχομένους γελῶσι. Τοῦτο παρ’ ἐμοῦ μάνθανε.

Εἰ δὲ αὐτὸς καὶ τοῦτο κατώρθωσας, λίαν σε ἐπαινῶ καὶ κροτῶ τῆς μεγαλοψυχίας· ἐγὼ γὰρ (οὐ γὰρ ἀποκρυψαίμην ἐμαυτοῦ τὸ ἐλάττωμα) πολλάκις καθαρῶς εὐξάμενος ὑπὲρ τῶν κατὰ περίστασίν τινα γεγονότων ἐχθρῶν, θελήσας δὲ εὔξασθαι καὶ ὑπὲρ τῶν κατὰ μελέτην καὶ σπουδήν, διὰ τοῦ στόματος μόνου τοῦτο πεποιηκὼς ἑάλων. Οὐ μὴν ἀπιστῶ τοῖς εἰς τοσοῦτον ἀρετῆς ἀναβεβηκόσιν, ἀλλὰ καὶ χαίρω καὶ συγχαίρω, καὶ εὐξαίμην εἰς τοῦτο φθάσαι τὸ μέτρον.

Οὐ γὰρ πάθοιμι τὸ τῶν πολλῶν πάθος, οἳ ὅταν τινὸς μὴ δυνηθῶσιν ἐπιλαβέσθαι ἀρετῆς, ἄτοπόν τι δρῶσιν· ἢ γὰρ ἀπιστοῦσι τοῖς κατορθωκόσιν, ἐξ ὧν πράττουσι καὶ περὶ τῶν ἄλλων ψηφιζόμενοι (πεφύκασι γὰρ σχεδὸν ἅπαντες ἐκ τῶν καθ’ ἑαυτοὺς καὶ τὰς περὶ τῶν πέλας φέρειν ψήφους), ἢ αἰσχυνόμενοι τὸ ἐπὶ μικροψυχίᾳ ἁλῶναι ἐναβρύνονται ὡς κατορθώσαντες, καὶ μάλιστα ὅταν περὶ ἀδήλου πράγματος ὁ λόγος ᾖ· ἢ εἰς θεωρίας καταφεύγουσι τὸ πρᾶγμα ἀποδιδράσκοντες, ἵνα δόξοιεν μὴ ἐκ ῥᾳθυμίας ἀλλ’ ἀπὸ κρίσεως ὑγιοῦς μὴ κατορθωκέναι. Ὅπερ τινὰς οἶδα παθόντας ἐγὼ τῶν μὴ δυνηθέντων κατορθῶσαι, μηδὲ δύο χιτῶνας. Ἐχρῆν γὰρ μὴ εἰπεῖν ὅτι θεωρηθῆναι χρή, ἀλλὰ θαυμάσαι μὲν τοὺς κατορθώσαντας, ὁμολογῆσαι δὲ τούτου τοῦ ἄθλου ἀπολελεῖφθαι.

Ἐγὼ γὰρ ἐκείνους μάλιστα ἀνακηρύττω τοὺς ἀνύσαντας ἅπερ τέως ἀνύσαι οὐκ ἠδυνήθην.

ΜΑΡΤΥΡΙΩΙ Ἄριστόν ἐστιν, ὦ φίλτατε, τὸ χρόνου φείδεσθαι· οὐκ ἀνέχεται γὰρ αὖθις ἐπιφοιτᾶν, οὔτε μάτην ἀναλωθεὶς τὴν αὐτὴν ὑποστρέφειν ὁδόν· νόμῳ δὲ φύσεως ἀλύτῳ πειθόμενος (ὠκύτατος γάρ ἐστι καὶ ταχύτατος) θέει μὲν ἀκίχητον δρόμον, λαβέσθαι δὲ τοῖς βουλομένοις οὐ δίδωσιν.

Οὐκοῦν χρὴ ἔχεσθαι αὐτοῦ πλησιάζοντος· οἷόν τε γὰρ τότε ἑλεῖν καὶ κατασχεῖν. Παριππεύσαντος γὰρ καὶ τὸ μεταδιώκειν ἀνήνυτον καὶ τὸ καταλαμβάνειν ἀμήχανον.

ΕΡΜΙΝΩΙ ΚΟΜΗΤΙ Μὴ θαύμαζε, εἰ τοσούτων ποιμένων λεγομένων τὰ πρόβατα λυκοῦται. Τοσοῦτον γὰρ ἀπέχουσί τινες ἐξ αὐτῶν—οὐ γὰρ πάντας αἰτιατέον—τοῦ φυλάττειν καὶ ἐπιμελεῖσθαι, ὅτι οὐδὲ κυνῶν μιμοῦνται τρόπον φυλαττόντων, ἀλλὰ τὰ λύκων δρῶσι, τὰ πρόβατα κατεσθίοντες. Οὐ γὰρ ἤρκεσεν αὐτοῖς τὰ ἔρια καὶ τὸ γάλα, ἀλλὰ καὶ αὐτῶν ἥψαντο, οὐχὶ τῶν σωμάτων—ἧττον γὰρ ἂν ἦν—ἀλλὰ τῶν ψυχῶν· πᾶν μὲν λιπαρὸν κατασφάζοντες, πᾶν δὲ ἀσθενὲς παρορῶντες, πᾶν δὲ τετραυματισμένον οὐ θεραπεύοντες, τὸ δὲ ἰσχυρὸν καὶ μὴ εἶκον τῇ ἀσωτίᾳ αὐτῶν, δόλοις καὶ ἐπιβουλαῖς κατεργαζόμενοι.

ΤΩΙ ΑΥΤΩΙ Διὰ τί, ἔφης, πάντα τὰ θεῖα τῷ τοῦ πυρὸς ὀνόματι σχεδὸν χαρακτηρίζεται; Πῦρ γὰρ εἴρηται ὁ Θεός, καὶ οἱ ἄγγελοι πῦρ φλέγον, καὶ ὤφθησαν τοῖς ἀποστόλοις γλῶσσαι ὠσεὶ πυρὸς καὶ τῷ Πνεύματι ζέοντες. Οἶμαι τοίνυν ὅτι διὰ τὸ ἄφθονον εἶναι καὶ πλούσιον, ἐπειδὴ ἀπὸ ἑνὸς λύχνου μυρίας ἀνάπτει λαμπάδας καὶ οὐ μειοῦται, ἀλλὰ πάλιν ἑτέρας τοσαύτας καὶ πλείους ἀνάψαι δύναται· τὴν δὲ ἐπὶ τὰ σώματα φέρουσαν ὁδὸν ἀνακεχώρηκε, τῷ τὰ ἄνω μόνον τὸ πῦρ τῶν ἐπιγείων διώκειν. Τὰ μὲν γὰρ τὴν γῆν, τὸ δὲ τὸν οὐρανὸν ποθεῖ· καὶ τὰ μὲν τὴν κάτω φοράν, τὸ δὲ τὴν ἄνω οἶδεν ὁδόν. Ὥσπερ γὰρ ὁ λίθος καὶ τὸ ὕδωρ τὴν ἄνω ὁρμὴν ἀγνοεῖ, οὕτω καὶ τὸ πῦρ τῆς κάτω οὐκ ἀνέχεται.

ΔΩΡΟΘΕΩΙ ΛΑΜΠΡΟΤΑΤΩΙ Ἡδέως ἂν καὶ ἀσμένως τὴν ἀλήθειαν τιμῶν ἡττῆσθαι δοκῶ ἢ ψευδόμενος νικῶ. Ἀληθεύων μὲν γάρ, κἂν ἡττῆσθαι δόξω, νενίκηκα· ἀπάτῃ δὲ κρατήσας, κἂν νενικηκέναι δόξω, ἥττημαι.

ΜΑΡΤΙΝΙΑΝΩΙ, ΖΩΣΙΜΩΙ, ΜΑΡΩΝΙ, ΕΥΣΤΑΘΙΩΙ Ἐπειδὴ ἀγνοεῖν προσποιεῖσθε ὅτι ἡ κακία πάσης τιμωρίας ἐστὶ χαλεπωτέρα, ἐδικαίωσα αὐτὸ τοῦτο μηνῦσαι. Εἰ δὲ ἑαυτοὺς παραλογίζεσθε ὑπὸ τῶν ἡδονῶν κολακευόμενοι, ἐννοήσατε καὶ τὰς κολάσεις τὰς τῇ ἀκολασίᾳ χρεωστουμένας καὶ πάντως ἀποδοθησομένας, καὶ ἀπόστητε ταύτης.

ΣΕΡΗΝΩΙ Ἔστιν ὅτε χαρὰ ἄμετρος λύπης πλέον τὴν ψυχὴν ἀδικεῖ. Ἡ μὲν γὰρ ἀναπτεροῖ καὶ παράφρονα αὐτὴν ἐργάζεται, καὶ τῆς φύσεως λήθην ἐμποιεῖ. Ἡ δὲ τὸ φρόνημα αὐτῆς ταπεινοῖ καὶ τὸ φύσημα κενοῖ καὶ τῆς φύσεως ὑπομιμνῄσκει καὶ εἰς ἀρετὴν συνελαύνει. Χρὴ οὖν καὶ χαρᾶς καὶ λύπης ὑψηλότερον εἶναι, καὶ μετρίως καὶ ἐπιστημόνως τὴν ἑκατέρας φέρειν ἔφοδον.

ΙΕΡΑΚΙ ΔΙΑΚΟΝΩΙ Καὶ τοῦ ἰατροῦ κἂν ἄριστος εἴη, καὶ τῶν βοηθημάτων κἂν πολλὰ εἴη καὶ πολυτελῆ, καὶ τοῦ νοσήματος κἂν εὐΐατον εἴη, μᾶλλον δύναται ἡ τοῦ νοσοῦντος προαίρεσις, εἰ πείσειεν ἑαυτὸν ὅτι νοσεῖ καὶ εἰς θεραπείαν ὁδεῦσαι σπουδάσειεν. Εἰ γὰρ καὶ ἐκεῖνα πάντα συνδράμοι, καὶ μηδὲν παραλειφθείη τῶν φερόντων εἰς ὑγιείαν, οὐδὲν τοσοῦτον δυνήσονται τῆς προαιρέσεως τοῦ κάμνοντος ἀντιπραττούσης καὶ τούτοις ἅπασι πολεμούσης. Εἰ τοίνυν καὶ αὐτὸς οἶδας ὅτι νοσεῖς —οὐ μικρὸν δὲ καὶ τοῦτο· πολλοὶ γὰρ νοσοῦντες οὐδὲ ὅτι νοσοῦσιν ἴσασι—σπούδασον καὶ ἰατρείας τυχεῖν. Τύχοις δέ, εἰ σαυτὸν συντείνοις καὶ τὴν θείαν καλέσειας ἐπὶ σαυτὸν ἐπιστήμην, τὴν καὶ φύσεως καὶ νοσημάτων καὶ πάσης περιγινομένην κακίας.

ΠΑΛΛΑΔΙΩΙ ΔΙΑΚΟΝΩΙ Εἰ καὶ ὁ λοιδορηθεὶς παρὰ σοῦ δῆλός ἐστιν ἐξωργισμένος, ὑποφαίνων τε ὡς οὐκ εἰς μακρὰν δίκας ἀπαιτήσει τοῦ τολμήματος, ἅτε ὑβριστὴν ὄντα καὶ ἀτάσθαλον· ἀλλὰ πιστεύω ὡς εἴξει τῇ παραινέσει, καὶ οὐκ ἀμυνεῖται. Εἰ τοίνυν διαφύγοις νυνὶ τὴν παρὰ ἀνθρώποις δίκην—διαφεύξῃ δέ, ὡς οἶμαι—σαυτὸν σωφρόνισον καὶ δίκην ἀπαίτησον, τῇ μὲν μετανοίᾳ σαυτὸν μαστίζων, τῇ δὲ ἀπολογίᾳ τὸν ὑβρισθέντα θεραπεύων, καὶ τῷ μηκέτι τὰ αὐτὰ δρᾶν τὴν ἀσφάλειαν ποριζόμενος. Εἰ γὰρ τοῖς αὐτοῖς ἐπιμείνοις, εἰ καὶ τὴν παρὰ ἀνθρώποις λάθοις δίκην, τὴν θείαν οὐ λήσει.

ΗΡΑΚΛΕΙΩΙ Λίαν θαυμάζω πῶς τὸ μὲν κλέος τῶν συγγραμμάτων ὧν ἀπολέλοιπεν ὁ πάνσοφος Ἰωάννης, πανταχόσε φοιτῆσαν, ἄχρι τῶν γῆς τε καὶ θαλάττης τερμάτων ἔφθασε, τῆς δὲ σῆς οὐ καθήψατο ἀμαθίας. Θαυμάζων δὲ οὐκ ἐκεῖνον αἰτιῶμαι, ἀλλὰ τὴν σὴν μέμφομαι ἀνυπέρβλητον ῥᾳθυμίαν, τὴν ταὐτὸ πεπονθυῖαν τοῖς ἐν σταθερᾷ μεσημβρίᾳ καὶ λευκῇ γαλήνῃ τὸν ἥλιον μὴ καθορῶσι, διὰ τὸ τὴν ὀπτικὴν αὐτοῖς παντελῶς ἐσβέσθαι δύναμιν. Δι’ ὧν γὰρ λέγεις, σαυτοῦ κατηγορεῖς ὅτι ἀνέραστος εἶ τῶν καλῶν. Τίς γὰρ οὐχ ἑάλω ἐκείνοις; Τίς δὲ τῶν μετ’ αὐτὸν τεχθέντων ἀνθρώπων οὐ χάριν οἶδε τῇ θείᾳ προνοίᾳ, ὅτι μετ’ αὐτὸν ἐτέχθη; Καὶ οὐκ ἄπειρος ἀπῆλθε τῆς θείας λύρας, τῆς τὸν Ὀρφικὸν μῦθον (τὸν τῇ ὑπερβολῇ τῶν λεγομένων δικαίως ἀπιστούμενον) σφετερισαμένης· οὐ γὰρ τὰ θηρία ἁλῶναι τῇ οἰκείᾳ μουσικῇ πεποίηκεν, ἀλλὰ τοὺς θηριώδεις ἀνθρώπους ἐτιθάσσευσε, τὴν ἀγριότητα αὐτῶν ἐξημερῶν καὶ εἰς πρᾳότητα καὶ ἁρμονίαν καθιστῶν· λύκοι γὰρ καὶ ἄρνες οὐ μορφῇ ἀλλὰ τρόποις πρὸς ἀλλήλους σπεισάμενοι, ἐπὶ τὸ αὐτὸ συνῆψαν. Ἅψαι τοίνυν ἐκείνης τῆς λύρας, καὶ πᾶσα ἡ νῦν ἐν σοὶ χορεύουσα ἀκοσμία τέλεον οἰχήσεται, καὶ παραχωρήσει τῇ ἐνάρθρῳ ἐκείνῃ μουσικῇ.

ΘΕΟΔΩΡΩΙ ΣΧΟΛΑΣΤΙΚΩΙ Ὁ μὲν τίμιος γάμος ἐχέτω τὰ ἐγκώμια τὰ οἰκεῖα, ὑπὸ Θεοῦ τε δοθεὶς καὶ ὑπὸ τῶν ἀνθρώπων τιμηθείς, πρὸς δὲ τὴν παρθενίαν μὴ ἁμιλλάσθω, ἀλλ’ ἐν τοῖς οἰκείοις μενέτω ὅροις. Εἰ γὰρ καὶ θέλων αὐτὸν ὑπὲρ τὸ δέον σεμνῦναι ἔφης οὐρανὸν μὲν γῇ διὰ τῶν ὑετῶν ὁμιλεῖν, ἥλιον δὲ τὴν σελήνην φωτίζειν, ποταμούς τε θαλάτταις ἀνακιρνᾶσθαι, καὶ τὰ παντοῖα γένη τῶν χερσαίων καὶ ἀεροπόρων καὶ ἐναλίων ὑπὸ τούτου κυβερνώμενα ταῖς διαδοχαῖς διατηρεῖσθαι, ἀλλ’ ἡττᾶται πρὸς τὴν τῶν ἀγγέλων συγκρινόμενος πολιτείαν οἷς ἡ τοῦ γάμου χρεία περιττὴ καὶ ἀνέραστος.

Ἔχω μὲν οὖν δεῖξαι πολλὰ γένη καὶ ἐπὶ τῆς γῆς ἄνευ συνόδου τικτόμενα· πλὴν τοῦτο οὐ ποιήσω, ἀλλὰ καὶ χρειώδη καὶ ἀναγκαίαν ταύτην ὁρίζομαι, εἰ πρὸς παιδοποιΐαν καὶ μὴ πρὸς ἀσέλγειαν βλέπει. Ἐκεῖνο δὲ μᾶλλον εἴποιμι ὅτι πρὸς τὴν οὐράνιον ἀξίαν συγκρίνεσθαι οὐκ ἂν εἴη δίκαιος.