Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσίδωρος ὁ Πηλουσιώτης – Ἐπιστολαί

Ἰσίδωρος ὁ Πηλουσιώτης

Επιστολές περί θείας πρόνοιας, άρχουσας τάξης και πνευματικής φιλίας

Αλληλογραφία που αφορά τον σεβασμό προς τους αγίους, τα καθήκοντα των πολιτικών αρχόντων, την προτεραιότητα της ψυχικής ωραιότητας έναντι του σώματος και τον έλεγχο των συκοφαντιών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσίδωρος ὁ Πηλουσιώτης

—

Κεφάλαιο 8 από 14

ΙΑΚΩΒΩΙ ΑΝΑΓΝΩΣΤΗΙ Τὸ Ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου, μισθὸν προφήτου λήψεται ὡς ἐν βραχέσι τοιοῦτόν ἐστιν· οὐκ εἴ τις, ὦ βέλτιστε, καθ’ ἑτέραν τινὰ χρείαν ἢ πρόφασιν τιμῆς ἀξιοῖ τὸ καλόν, ἤδη καὶ τῆς τοῦ καλοῦ μεθέξει δόξης, ἀλλ’ ἐκεῖνος τῷ ἀγαθῷ συνδοξασθήσεται, ὁ αὐτὸ τὸ ἀγαθὸν δι’ αὐτὸ τιμήσας. Πολλοὶ γὰρ προφήτας ἢ δικαίους τιμῶσιν ἢ διὰ δόξαν ἀνθρωπίνην ἢ διὰ κέρδος βιωτικόν. Εἰσὶ γὰρ οἳ τοῖς τὰ τοιαῦτα ἐπιτηδεύουσι καὶ χρήματα παρέχοντες, οὓς οὐκ ἄν τις φαίη μισθὸν προφήτου λαμβάνειν. Εἰ δέ τις ἄνευ τῶν τοιούτων ἐπικαλυμμάτων γυμνῇ τῇ ψυχῇ πρὸς τὸ ἀγαθὸν βλέπων τιμήσειε τοὺς ἁγίους, ὁ τοιοῦτος μετὰ τῶν ἁγίων εἰκότως συνδοξασθήσεται.

ΩΡΙΩΝΙ Ἴσθι ὅτι ἐρρωμένης τῆς νόσου καὶ τὴν δύναμιν καταπαλαιούσης καὶ εἰς τελευτὴν ἐλαυνούσης καὶ ἀπειλούσης τὴν μὲν ψυχὴν χωρίσαι, τὸ δὲ σῶμα νεκρῶσαι, ὀλίγα φροντίσαντες τὰ γραφέντα παρὰ σοῦ ἑρμηνεῦσαι προεθυμήθημεν νῦν. Τὸ τοίνυν Εἰ δὲ καὶ ἔστι γεῦμα ἐν ῥήμασι κενοῖς οἶμαι δύο μηνύειν· ἢ ὅτι τὸ ψευδὲς ὄνειδος οὐ περαιτέρω τῆς ἀκοῆς ἀφικνεῖται (οὐ γὰρ ἅπτεται τῆς τοῦ ἀκούοντος διανοίας) ἢ ὅτι χρὴ μετρίοις ἁλσὶ τὸν λόγον ἠρτύσθαι, ἵνα καὶ ἡδὺς ᾖ τοῖς εὐγνώμοσι καὶ τρόφιμος, καὶ καθάπτηται τῆς τῶν ἀκουόντων διανοίας. Ἅλες δὲ τῷ παραινετικῷ λόγῳ ἡ τῶν θείων λόγων μαρτυρία, ὅ τε τῆς κρίσεως φόβος καὶ τῆς βασιλείας πόθος, ἰσχυροτέραν καὶ δραστικωτέραν καὶ τροφιμωτέραν δημιουργοῦντες τὴν παραίνεσιν, καὶ οὐ μόνον τοῖς εὐστομάχοις ἀλλὰ καὶ τοῖς κακοσίτοις πρόσφορον καὶ κατάλληλον τροφὴν ὀρέγοντες.

ΑΘΑΝΑΣΙΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ Κοινὸν μὲν πάθος εἶναι δοκεῖ, οὐ μόνον τὸ τυφλώττειν μὲν περὶ τὰ ἴδια, ὀξέως δ’ ὁρᾶν τὰ τῶν πέλας πταίσματα, ἀλλὰ καὶ τὸ ἑαυτοῖς μὲν καὶ τὰς οὐκ οὔσας ἀπολογίας πορίζεσθαι, τῶν δ’ ἀλλοτρίων πικροὶ καὶ ἀπαραίτητοι καθῆσθαι δικασταί. Οἱ δὲ τῷ ὄντι φιλαυτίας ἀπηλλαγμένοι, καὶ τὸ δίκαιον οἰόμενοι δεῖν κρατεῖν, τὴν αὐτὴν φέρουσι καθ’ ἑαυτῶν ἁμαρτάνοντες ψῆφον, ἥνπερ ἂν καὶ κατὰ τῶν πέλας ἐνέγκοιεν, καὶ μᾶλλον ἑαυτοὺς διὰ τῆς μετανοίας κολάζουσι, τὸ ἀκόλαστον ὀλέθριον εἰδότες. Εἰς ταύτην γὰρ ἡμᾶς τὴν ἀκριβῆ βάσανον ἐμβάλλων ὁ Χριστὸς ἔφη·

Τί βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς; Οὐ γὰρ προσήκει τῶν πέλας εἶναι πικρὸν δικαστὴν τὸν τὰ οἰκεῖα παρορῶντα.

ΕΥΤΟΝΙΩΙ ΔΙΑΚΟΝΩΙ Οὐ ταυτόν, ὦ θαυμάσιε, τὸ ὑποπτευθῆναι τῷ ἁλῶναι· τὸ μὲν γὰρ καὶ κατὰ τοῦ μὴ δράσαντος λέγεται, τὸ δὲ κατὰ τοῦ φωραθέντος. Εἰ δὲ Εὐσέβιος, ὡς φής, τοὺς μὲν μάτην ὑπονοουμένους καὶ διαβαλλομένους ἐξοστρακίζει, τοὺς δὲ ἁλόντας μείζονος ἀξιοῖ βαθμοῦ, πῆ μὲν κολακείαις πειθόμενος, πῆ δὲ χρημάτων ὀρεγόμενος, μὴ θαυμάσῃς, Εἰ μὲν γὰρ τ’ ἄλλα πάντα κατὰ λόγον αὐτῷ ἐπράττετο, ἴσως ἂν καὶ τοῦτο διορθώσεως ἠξίωσεν, εἰ δὲ πάντα δρᾷ ἃ δρᾶν οὐ θέμις, καὶ τοῦτο ἄξιον ὂν τῶν αὐτοῦ τρόπων μηδένα ξενιζέτω.

ΠΑΥΛΩΙ ΔΙΑΚΟΝΩΙ Ὅταν ἡ θεία δύναμις ἐνεργῇ, τὸ «πῶς» μὴ ἐχέτω χώραν. Εἰ γὰρ πολλὰ ὑπὲρ φύσιν καὶ λογισμῶν ἀκολουθίαν καὶ γέγονε καὶ γίνεται, ἀλλ’ οὐδέν ἐστιν ὑπὲρ Θεὸν τὸν εὐμαρῶς καὶ τὰ ὑπὲρ ἐλπίδα δημιουργοῦντα.

ΠΑΥΛΩΙ Οὐ πάντως ὁ πολλὰς ἐπιστήμας ἢ τέχνας μεμαθηκώς, οὐδ’ ἂν πάντων ἀνθρώπων εὐφυέστατος ᾖ, ἑκάστην αὐτῶν εἰς ἄκρον ἀκριβοῖ, τοῦ χρόνου τοῦ ὀφείλοντος εἰς τὴν ἄσκησιν καὶ τὴν μελέτην τῆς πρώτης τέχνης ἀναλωθῆναι εἰς ἄλλης τέχνης ἀνάληψιν δαπανωμένου· ἀλλὰ πλεονεκτεῖ μὲν τῷ πολλὰς εἰδέναι, ἀντιπλεονεκτεῖται δὲ παρ’ ἑκάστου τῶν μίαν τέχνην εἰς ἄκρον ἠσκηκότων. Μὴ τοίνυν μηδ’ αὐτὸς πάντα εἰδέναι θέλε—ἐκ γὰρ τούτου τὸ μηδὲν ἀκριβῶς εἰδέναι περιγίγνεται—ἀλλὰ πρὸς ἕνα βλέπων σκοπόν, ἐκεῖ τεῖνον τὸ ὄμμα τῆς διανοίας· οὕτω γὰρ περιέσῃ τοῦ πράγματος.

ΤΩΙ ΑΥΤΩΙ Εὔφημον μὲν ἔχειν χρὴ καὶ σεμνὴν τὴν γλῶτταν, ἐπειδὴ δὲ τοὺς εἰς αὐτὸν τῆς κακίας τὸν πυθμένα νεναυαγηκότας ἀνιμᾶσθαι χρή, ἀτοπώτατον δὲ δοκεῖ τὸν ἄλλους ἀναστῆσαι βουλόμενον αὐτὸν καταπίπτειν, ὡς ἂν οἷός τε τυγχάνει, δίκαιος ἂν εἴη περιστέλλειν τὴν τῶν πραγμάτων αἰσχρότητα τῇ τῶν λέξεων σεμνότητι, ἵνα μὴ ἐπιστύψαι ἐκείνους βουλόμενος τὴν ἑαυτοῦ γλῶτταν καταρρυπαίνοι, μηδὲ ἀπαλλάξαι μολυσμοῦ ἐθέλων αὐτὸς μολύνοιτο. Εἰ δὲ φαίης ὅτι οὐ δυνατόν ἐστι καὶ σεμνῶς εἰπεῖν καὶ καθάψασθαι τοῦ ἀκούοντος, φαίην ὅτι ὁ τοῦ μετρίου ἐλέγχου καταφρονῶν, οὗτος καὶ τοῦ ἀμέτρου καὶ γυμνοῦ πλέον ὀλιγωρήσειεν· εἰ γὰρ ἡ πρᾳότης τοῦ λέγοντος καὶ ἡ τῆς λέξεως σεμνότης οὐκ ὠφελεῖ, σχολῇ γε γυμνὴ τῶν πεπραγμένων αὐτῷ ἡ προφορὰ ὠφελήσει.

ΕΥΛΟΓΙΩΙ Τὰ μὲν ἐφικτὰ ῥᾴδιον θηρᾶται, ἅτε οὐ πολλῆς δεόμενα πραγματείας· τὰ δὲ δυσέφικτα, εἰ καὶ ἐργωδέστερα, ἀλλ’ ὅμως ἁλωτὰ καθέστηκε· τὰ δὲ ἀνέφικτα, οὐδαμῶς ἁλώσιμα ὄντα, πόνον μὲν προξενεῖ τοῖς τολμῶσιν ἐπὶ τὴν θήραν ἐξελθεῖν, κέρδος δὲ οὐδέν· πρᾶγμα πάσης θήρας κρεῖττον θηρᾶν ἐπιχειροῦντες, τοῦ τέλους διαμαρτάνουσιν.

ΕΥΤΟΝΙΩΙ ΔΙΑΚΟΝΩΙ Χρὴ οὐ τοῖς σπενδομένοις ἄσπονδον εἶναι, ἀλλὰ μᾶλλον σπένδεσθαι, τόγε ἡμέτερον μέρος, καὶ τοῖς ἀσπόνδοις, εἴγε μηδὲν ἡ εὐσέβεια παραβλάπτοιτο. Καὶ τοῦτ’ ἔστιν ἄρα ὅπερ ὁ θεσπέσιος Παῦλος παρεκελεύσατο φράζων· Εἰ δυνατὸν τὸ ἐξ ὑμῶν μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες.

Ἅτε γὰρ ἀκριβῶς ἐπισκεψάμενος τῶν πραγμάτων τὴν φύσιν, καὶ εἰδὼς ὅτι τοῖς φιλαρέτοις πολλοὶ διὰ μάχης ἀεὶ ἐλθεῖν οὐ παραιτοῦνται, τόγε ἧκον εἰς ἡμᾶς ἀπῄτησεν, εἰ δὲ ἡμῶν πάντα ποιούντων, ἄλλοι πόλεμον ἀκήρυκτον ἢ τῇ εὐσεβείᾳ ἀντιστρατευόμενοι ἢ τῇ ἀρετῇ ἀντιπολιτευόμενοι ἐπαγγέλλοιντο, τό γε ἡμέτερον ἔξω αἰτίας.

ΑΓΑΘΟΔΑΙΜΟΝΙ ΓΡΑΜΜΑΤΙΚΩΙ Πολλάκις ὃ ἐπινοεῖ τις εἰς ἀσφάλειαν ἑαυτοῦ, τοῦτο εὑρίσκεται χαλεπωτάτων αἴτιον συμφορῶν. Καὶ ἵνα τὰ ἄλλα παρῶ, ἓν δι’ οὗ πάντα μηνύσω λέξω. Μιθριδάτης, ὥς φασιν, ὁ Παρθυαίων καὶ ἄλλων πολλῶν ἐθνῶν βασιλεύσας ἐπὶ μέγα δυνάμεως προελθὼν καὶ πλούτῳ κομῶν καὶ συμμαχίᾳ καὶ εἰς αὐτὸν ἐλάσας τῆς ἀνθρωπίνης εὐημερίας τὸν ὅρον, φοβηθεὶς μὴ δηλητηρίῳ ἀναιρεθείη ἀλεξιφάρμακον ἑαυτῷ κατεσκεύασε. Μεταβαλούσης οὖν αὐτῷ τῆς εὐημερίας, εἰς τοσαύτην ἦλθεν ἀνάγκην, ὡς εἰς φαρμακοποσίαν τραπῆναι.

Ὡς δὲ οὐδὲν ἤνυεν—ἔτυχε γάρ, ὡς ἔφην, πρόπομα πρὸς πᾶν φάρμακον ἀνδροφόνον ἀλεξιφάρμακον προπιών, ὥστε μὴ τὰ δηλητήρια αὐτὸν βλάψαι, οὗ προκατειληφυῖα ἡ δύναμις, τὸν ἐκ τοῦ δηλητηρίου ἰὸν οὐκ εἴασε κρατῆσαι—τί οὖν τοὐντεῦθεν; Τινὰ τῶν δορυφόρων ἑαυτοῦ καὶ σκηπτούχων ἐφελκυσάμενος κελεύει πατάξαι καιρίαν εἰς τὸ στέρνον τῷ ἀκινάκῃ· ὁ δὲ πατάξας ἀνεῖλεν.

Οὕτως οὐδὲν ἐκεῖνον ὠφέλησεν ἡ δόξασα αὐτῷ ἀσφάλεια· παρ’ ἐχθρῶν γὰρ τοῦτο πείσεσθαι προσδοκήσας, καὶ διὰ τοῦτο τῷ ἀλεξιφαρμάκῳ χρησάμενος, οὐδὲ βουλόμενος ἀποθανεῖν ἠδυνήθη, ἕως ἂν τὸ ξίφος κατὰ τοῦ στέρνου διηλάθη. Χρὴ οὖν μηδὲν τοιοῦτον ἐννοεῖν, ἀλλὰ ζῆν ἁπλότητι μᾶλλον προσκείμενον καὶ τῇ θείᾳ προνοίᾳ ἐπιτρέποντα τὰ καθ’ ἑαυτό.

ΑΜΠΕΛΙΩΙ ΚΟΜΗΤΙ Οὐδὲν οὕτω ποιεῖ νομίμως ἄρχειν, ὡς τὸ νομίμως ἦρχθαι. Ὁ γὰρ ἀγαθὸς ἐν ὑπηκόοις, ἀγαθὸς ἔσται καὶ ἐν ἡγεμόσιν. Οἱ δ’ ἐν τῷ ἰδιωτεύειν καὶ πρωτοστατεῖν πρόχειροι καὶ πρὸς τὸ ἄρχεσθαι ἀνεπιτήδειοι, οὗτοι καὶ εἰς ἀρχὴν ἀνεπιτηδειότατοι.

ΔΗΜΩΙ ΠΗΛΟΥΣΙΩΙ Ἀσμένως ἐδέξατο τὴν πρεσβείαν ὁ τὴν ἀρχὴν ὑμῶν λαχών. Καὶ πάλαι γὰρ ὡρμημένος ἥκειν, καὶ τὰ καθ’ ὑμᾶς ἐν ἀμείνονι ὄψει καταστῆσαι, τὴν ὑμετέραν ἀνέμενε γνώμην· ἧς λαβόμενος, ὡς αὐτόκλητος μᾶλλον ἢ ὡς κεκλημένος ἀφίξεται.

ΘΕΟΔΟΣΙΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ Ὁ τῇ σῇ θεοσεβείᾳ προσφέρων τουτὶ τὸ γράμμα, αὐτάρκως οἴκαδε καὶ καθ’ ἑαυτὸν ὥσπερ ἐν παιδοτρίβου ἀσκηθείς, καὶ ῥώμην καὶ τέχνην ἐν τοῖς τῆς ἀρετῆς ἀγῶσιν οὐ μικρὰν συλλεξάμενος, ὥρμησεν ἐπὶ τὴν ἔρημον, τοῖς κηρύγμασιν ἑαυτὸν ὑποθήσων τοῖς Ὀλυμπικοῖς καὶ τὰ περὶ ψυχῆς Ὀλύμπια ἀγωνισόμενος. Δείκνυε τοίνυν αὐτῷ δι’ ὧν πράττεις τοὺς τῶν παλαισμάτων νόμους, ἵνα μήτε ἐξαγώνιος γενόμενος διαμάρτοι τοῦ σκοποῦ, μήτε εἰς τοὺς ἀγῶνας καταστὰς ἡττηθείη, ἀλλ’ εὐδόκιμος ἀποφανθείς, στεφάνων καὶ ἀναρρήσεων ἀξιωθείη.

ΑΣΚΛΗΠΙΩΙ ΣΟΦΙΣΤΗΙ Ἁρποκρᾶς ὁ τρόπων μᾶλλον ἢ λόγων παιδευτής, ὁ τῇ θείᾳ θρησκείᾳ διαφερόντως ἀνακείμενος, ᾧ ὄνομα μὲν ἦν σοφιστής, ὁ δὲ βίος ἐκ φιλοσοφίας ἀκιβδήλου, ὁ μὴ πλῆθος νέων περιιὼν καὶ θηρεύων, ἀλλ’ οὓς ἑώρα δεικνύντας ἀρετῆς σύμβολα ἐγκαταλέγων τῷ χορῷ, ὁ μὴ ἀφ’ ὧν μισθοὺς λήψοιτο τούτους ἀγαπῶν, ἀλλ’ οὓς ᾔδει σπουδαίους ἐσομένους, τούτων ἐπιμελούμενος, τὸν βίον κατέστρεψεν. Ἐπεὶ τοίνυν παιδευτοῦ χρῄζει ἡ πόλις, μήνυσόν τινα, καὶ ἀλύουσα οὐκ ἂν διαμάρτοι.

ΙΣΙΔΩΡΩΙ ΕΠΙΣΚΟΠΩΙ Ὁ μὲν ἀρετὴν ἀσκῶν δίκαιος ἂν εἴη καὶ τὴν θείαν εἰς βοήθειαν ἐπικαλεῖσθαι ῥοπήν, ὁ δὲ μηδόλως φροντίζων ἀρετῆς οὐδ’ ἂν καλοίη ἐπήκοον ἕξει τὸ θεῖον· τῷ γὰρ πάντα τὰ παρ’ ἑαυτοῦ πληροῦντι εὐμενῶς ἐπινεύει. Ἵνα δὲ καὶ διὰ παραδειγμάτων βαδίσας ὁ λόγος σαφέστερον τοῦτο ποιήσῃ, παρεὶς τὸ φάναι «Εἰ ἡ πόρνη βούλεται μὲν σωθῆναι, οὐ βούλεται δὲ σωφρονῆσαι, πῶς σωθήσεται;», ἐκεῖνο φράσω· ἔστω τις γράμματα μὲν ἐπιθυμῶν μαθεῖν, εἰς διδασκάλου δὲ μὴ φοιτῶν· εἶτα τῷ γραμματιστῇ ἀγοράζοντι ἐντυχὼν λέξοι· «Ποίησόν με μαθεῖν γράμματα»· ἆρ’ οὐχ ἡγῇ ἐκεῖνον λαμπρῶς ἀποκρίνεσθαι λέγοντα· «Ἐμβρόντητε, καὶ πῶς ἂν δύναιο μαθεῖν μήτε εἰς διδασκάλου φοιτῶν μήτε γραφίδα καὶ δέλτον κεκτημένος μήτε πονεῖν βουλόμενος;

Τῇ μὲν γὰρ ἐπιθυμίᾳ τῇ σῇ εἰ ὁ πόνος συναφθείη καὶ ἡ ἐμὴ σπουδή, ἔσται τι πλέον. Εἰ δὲ λέγοις μὲν ἐπιθυμεῖν, μηδὲν δὲ ποιεῖς ὧν οἱ ἐπιθυμοῦντες ποιοῦσι, πῶς μαθεῖν δυνήσῃ;» Τοιοῦτοί εἰσι καὶ οἱ ἀρετῆς λέγοντες μὲν ἐπιθυμεῖν, τὴν δὲ εἰς αὐτὴν φέρουσαν ὁδὸν ἀποδιδράσκοντες.

ΗΡΩΝΙ ΠΡΕΣΒΥΤΕΡΩΙ Μηδὲν τίμιον εἶναι νόμιζε, ὃ μὴ πρὸς ἀρετὴν φέρει, μηδὲ ποιεῖ ἀμείνους τοὺς περὶ αὐτὸ σπουδάζοντας. Φέρει δὲ εἰς ἀρετὴν τὸ τοῖς φιλαρέτοις ἀκολουθεῖν καὶ ὁμιλεῖν τοῖς σωφρονεστάτοις, ἀλλὰ μὴ τοῖς ἀσελγεστάτοις, τοῖς εἰρηνικωτάτοις καὶ οἷς συνδιατρίβειν λυσιτελές, ἀλλὰ μὴ τοῖς μαχιμωτάτοις. Εὖ γὰρ εἰδέναι χρὴ ὅτι κακίας τις ῥᾷον μεταλαμβάνει ἢ ἀρετῆς· εἰ γὰρ ἦν ῥᾷον τὸ ἀρετῆς μετασχεῖν, ἐχρῆν καὶ τοῖς κακίστοις συνεῖναι τοὺς δυναμένους ταύτην χαρίσασθαι. Ἐπειδὴ δὲ τοῦτο δύσκολον, ἄμεινον ἐν ἀσφαλείᾳ εἶναι καὶ φεύγειν τοὺς πονηρούς· εἰ γὰρ ἐκεῖνοι οὐκ ὠφελοῦνται, δι’ ἣν αἰτίαν αὐτὸς ζημιοῦσαι;

ΙΕΡΑΚΙ ΔΙΑΚΟΝΩΙ Ἡ φύσις ἀνάγκῃ καὶ ὅροις δέδεται, ἡ δὲ προαίρεσις ἐλευθερίᾳ καὶ ἐξουσίᾳ τετίμηται. Τί τοιγαροῦν τὸ σῶμα καλλωπίζων, τῆς ψυχῆς ἀμελεῖς; Μυρία μὲν γὰρ ἐὰν μηχανήσῃ, τὸ εἰδεχθὲς σῶμα εὔμορφον οὐ ποιήσεις, ῥᾷον δὲ τὴν ψυχὴν εἰς αὐτὴν τοῦ κάλλους ἀναγάγοις, εἰ βούλοιο, τὴν κορυφήν· καὶ τὸ μέν, εἰ καὶ δυνατὸν ἦν, ἀνωφελὲς ἦν καὶ ἐπίφθονον· τὸ δὲ καὶ ὠφέλιμον, καὶ φθόνου κρεῖττον, καὶ βασκανίας ἀνώτερον. Εἰ δὲ νομίζεις δύσκολον εἶναι τὸ ἀναβῆναι ἐπὶ τὴν κορυφὴν τῆς ἀρετῆς, μάλιστα μὲν εἰσὶν οἳ καὶ τοῦτο ἀνύσαντες, καὶ ἐκ τοῦ βυθοῦ τῆς κακίας πρὸς ἄκρον ἀναβεβηκότες ἀρετῆς· εἰ δέ σοι δύσκολον εἶναι τοῦτο δοκεῖ, καὶ ἀπόστηθι τῆς κακίας, καὶ ἅψαι τῆς ἐπὶ τὴν ἀρετὴν φερούσης ὁδοῦ· τὸ γὰρ ἔτι μικρὸν ἑαυτοῦ διαφέρειν οὐ δεῖ μικρὸν ἡγεῖσθαι. Τοῦτο δὲ ἔσται εἰ τοῖς μὲν πονηροῖς ἐπιτηδεύμασι μήτε αὐτὸς χρῆσθαι βουληθείης, μήτε τοῖς χρωμένοις χρῆσθαι, τοῖς δὲ ἀγαθοῖς καὶ πράγμασι καὶ ἀνδράσι συνάψειας σαυτόν. Τοὺς μὲν γὰρ ἀγαθοὺς οὐδὲ μισούμενον φεύγειν χρή, τοὺς δὲ πονηροὺς καὶ φιλούμενον.

ΗΡΩΝΙ ΣΧΟΛΑΣΤΙΚΩΙ Ἡ μὲν παράλογος εὐπραγία ὡς τὰ πολλὰ εἰς ὕβριν χωρεῖ· ἡ δὲ κατὰ λόγον πολλάκις ἀγαθὸν ὠδίνει πέρας. Πλήν τινες καὶ τῶν παραλόγως δυναστευσάντων τὴν τῆς εὐπραγίας αὖραν μετρίως ἐνεγκόντες ἐπαίνων τετυχήκασι, καὶ τῶν εὐπατριδῶν καὶ ἐκ προγόνων ὄντων λαμπρῶν εἰς ὕβριν τὴν τιμὴν ἔτρεψαν. Διὸ χρὴ τὴν προαίρεσιν μᾶλλον αἰτιᾶσθαι τῶν πέρα τοῦ μετρίου ταῖς δυναστείαις χρωμένων.

ΘΕΟΔΩΡΩΙ ΑΥΓΟΥΣΤΑΛΙΩΙ Οὐ τὸ ἀλαζονικὸν καὶ ὑπέρογκον δεῖγμα ἀρχοντικοῦ ἐστιν, ὡς ἡγῇ, φρονήματος, ἀλλὰ τὸ ἥμερον καὶ εὐπρόσιτον, καὶ τὸ πᾶσι μετ’ ἐπιεικείας προσφέρεσθαι. Ἐκεῖνο μὲν γὰρ θηριοπρεπὲς καὶ ὀφιῶδες, τοῦτο δὲ ἀρχικὸν καὶ τοῖς ὑπηκόοις λυσιτελέστατον. Οὐ γὰρ ἀπὸ φρονήματος, ἀλλ’ ἀπὸ φρονήσεως τῶν ἡγεμόνων τὰ τῶν ὑπηκόων κατορθοῦται πράγματα. Τὸ μὲν γὰρ καὶ αὐτοῖς καὶ τοῖς ἀρχομένοις σφαλερόν, ἡ δὲ ἑκατέροις ἀσφαλής· τοῖς μὲν γάρ, εἰ τὸ ἀρχικὸν ἐπὶ τὸ δημοτικώτερον νεύειν ἀναπείθοιεν· τοῖς δέ, εἰ τὴν ἐπιείκειαν τὴν ἡγεμονικὴν εἰς ἀγάπην μείζονα τοῦ φόβου τυγχάνουσαν τρέψοιεν.

ΑΛΥΠΙΩΙ Ὁ θεατρομανής, ὦ βέλτιστε, ἐρωτομανὴς γίνεται, Φεῦγε τοίνυν ἐκεῖνο, ἵνα μηδὲ τοῦτο τεχθείη. Ἄμεινον γὰρ μὴ ῥιζωθῆναι τὴν νόσον, ἢ ῥιζωθεῖσαν ἀνασπασθῆναι, ὅπερ τισὶ μὲν δύσκολον, τισὶ δὲ ἀδύνατον εἶναι δοκεῖ.

ΔΙΟΓΕΝΕΙ ΔΙΑΚΟΝΩΙ Τῆς γνησίας καὶ εἰλικρινοῦς φιλίας τὸ ἀδεὲς ἐγγυωμένης, δι’ ἣν αἰτίαν αὐτὸς τοὺς ἐμπιστευθέντας σοι παρὰ τῶν φίλων εἰς προὖπτον ἔρριψας κίνδυνον; Ἀλλ’ ἴσως φιλίας εἰλικρινοῦς ἄγευστος ὢν καὶ ἀτέλεστος τοῦτο διεπράξω.

ΑΣΚΛΗΠΙΩΙ Ἐπειδὴ δεῖξαι ἴσως βουλόμενος τῆς σοφίας τῆς κοσμικῆς κρείττονα τὴν ἐν τοῖς πολέμοις ἀνδρείαν, ἀπετείχισας ἡμῖν τὸν ῥήτορα φάσκοντα· «Ὅσῳ τὸ φανερῶς τοῦ λάθρα κρεῖττον, καὶ τὸ νικῶντας ἢ παρακρουσαμένους πράττειν ὁτιοῦν ἐντιμότερον, τοσούτῳ κάλλιον Κόνωνα τὰ τείχη στῆσαι Θεμιστοκλέους. Ὁ μὲν γὰρ λαθών, ὁ δὲ νικήσας τοὺς κωλύσαντας ταῦτα ἐποίησεν.» Ἐκεῖνό φημι, ὅτι μάλιστα μὲν οὔτε ταύτην, οὔτε ἐκείνην ἀποδεχόμεθα· ἀλλὰ τὴν μέν, εἰ μὴ κοσμηθείη τῇ θείᾳ παιδεύσει, οὐδὲν εἶναι ἡγούμεθα, τὴν δὲ κακίζομεν· ἀδικεῖσθαι γάρ, οὐκ ἀδικεῖν μεμαθήκαμεν. Ἀνδρείαν δὲ ἡγούμεθα τὴν κατὰ τῶν δυσχερῶν ὑπεροψίαν καὶ τὸ γενναίως φέρειν τὰ συμβαίνοντα. Εἰ δὲ χρή τι καὶ πρὸς τὸν ῥήτορα εἰπεῖν, εἴποιμ’ ἄν· «Ἀλλ’ ὁ σοφίᾳ περιγενόμενος, ὦ ῥητόρων ἄριστε, δῆλος ἦν ὅτι καὶ νικήσας, εἰ συνέβη, πολεμῶν περιεγένετ’ ἂν μειζόνως· ὁ δ’ ἀνδρείᾳ κρατήσας ἄδηλος ἦν, εἰ σοφίᾳ περιεγένετο τοῖς ὅπλοις ἡττηθείς.»

ΖΗΝΩΝΙ Ἑρμογένης ὁ ἐπίσκοπος ἀγαθός, εἰ καί τις ἄλλος γέγονεν, ἀνήρ. Τραφεὶς γὰρ ἐν τοῖς τοῦ Χριστοῦ νόμοις, παιδευθεὶς δὲ ἐν τοῖς ἀποστολικοῖς παραδείγμασιν, ἐπισκοπῆς δὲ ἄξια καὶ φρονήσας καὶ πράξας, συνηβῶσαν καὶ συνακμάζουσαν τῷ χρόνῳ τὴν δόξαν καὶ τὴν τιμὴν κέκτηται. Ὁ γὰρ τοῖς ἄλλοις τοῖς τὴν ἀρετὴν ἀσκοῦσιν ἀντοφθαλμεῖν μεμελετηκὼς φθόνος, τούτῳ διὰ τὸ μέγεθος τῆς πρᾳότητος καὶ τῆς μετριοφροσύνης οὐδ’ ἀντιβλέψαι ἐτόλμησεν. Ἡ γὰρ πρὸς τὰ ἐνδοξότατα τῶν ἔργων σύντροφος ἀγρυπνία, κοσμηθεῖσα τῇ ταπεινοφροσύνῃ, καὶ τὸν τῶν καλλίστων λυμεῶνα φθόνον κατεδουλώσατο. Εἰ τοίνυν καὶ αὐτὸς κατ’ ἴχνος ἐκείνου βαδίσαι προῄρησαι, καθάπερ εἰς ἀρχέτυπόν τινα εἰκόνα ὁρῶν, σφράγιζε τὴν ἀρετὴν τῇ μετριοφροσύνῃ. Καλὴν γὰρ ἀσφάλειαν καὶ μέγιστον σήμαντρον τῷ ταμιείῳ τῶν κατορθωμάτων ἐπιθήσεις.

ΗΛΙΑΙ ΠΡΕΣΒΥΤΕΡΩΙ Ὁ διδάσκειν μὲν μὴ δυνάμενος, μαθεῖν δὲ βουλόμενος ἀποδοχῆς ἐστιν ἄξιος. Ὁ δὲ πρὸς τῷ μὴ εἰδέναι καὶ διδάσκειν ἐπαγγελλόμενος, ἐσχάτην ἀπαιδευσίαν νοσῶν, οὐδὲ μαθεῖν δυνήσεται, τοῦ δοκεῖν εἰδέναι χώραν μὴ παρέχοντος.

ΣΕΡΗΝΩΙ ΔΙΑΚΟΝΩΙ Εἰ ὧν ἠμφισβήτησας μὴ τυχών, ἀλλὰ λαμπρῶς ἡττηθείς, νῦν χάριν δοκεῖς αἰτεῖν, δῆλος εἶ τῷ τῆς «χάριτος» ὀνόματι λῦσαι τὰ κριθέντα πειρώμενος. Εἰ δὲ λέγοις καὶ παρὰ τοῦ δικάσαντος ἠδικῆσθαι, τὸ μὲν ὡς δικαίως ἡττήθης ἐάσω λέγειν, τὸ δὲ ὡς κέκριται λέξω· οὐδὲ γὰρ ἂν οὐδ’ οὕτω κεκριμένον ἦν, τοῦ δικάσαντος ἀδεκάστου τυγχάνοντος, εἰ μὴ τὸ δικαίως προσῆν. Πλὴν ἀλλὰ καὶ μετὰ τὸ νικῆσαι τὴν χάριν δίδωμι, ὅς γε οὐδ’ ἂν ἐξ ἀρχῆς ἠγωνισάμην, εἴγε καταγνοὺς σαυτοῦ συγγνώμην ᾔτησας. Χρὴ γὰρ τὸ φρόνημα τῶν σφαλλομένων μέν, μὴ οἰομένων δὲ ἐσφάλθαι καθαιρεῖν, γνωσιμαχοῦσι δὲ συγγνώμην νέμειν.

ΗΡΩΝΙ ΠΟΛΙΤΕΥΟΜΕΝΩΙ Μὴ ὥσπερ ταῦρος ἀγέρωχος καὶ ἀτιμαγέλης τὰς ἱερὰς συνόδους ἀτίμαζε· ἀλλὰ μέγιστον ἡγοῦ κόσμον τὸ τοῖς ἁγίοις συναγελάζεσθαι. Τοῦτο γὰρ οὐ μόνον κόσμον, ἀλλὰ καὶ ἀσφάλειάν σοι προξενήσει πρὸς τὸ μὴ θηριάλωτον γενέσθαι.

ΕΡΜΙΝΩΙ ΚΟΜΗΤΙ Ἡ δεινή, ὡς γέγραφας, καὶ ἀσέληνος νὺξ τὰ πράγματα ἐπὶ Εὐσεβίου κατέχει· ἕπονται γὰρ ταῖς διαβολαῖς αἱ τιμωρίαι οὐδεμίαν ἀνακωχὴν εἰς τὸ διαγνωσθῆναι τὴν ἀλήθειαν παρέχουσαι, καὶ ἀγνοουμένων ἔτι τῶν ἐγκλημάτων ἡ ἐπ’ ὀλέθρῳ τῶν συκοφαντουμένων ψῆφος ἐκφέρεται· αἱ δὲ πεπλασμέναι κατηγορίαι ἐλέγχων χηρεύουσαι ἀναρπάζουσι τοὺς ἀνευθύνους, τῶν θεσμῶν εἰς ἀκοσμίαν νεωτερισθέντων. Οἱ γὰρ περὶ αὐτὸν ὄντες πρὸς τοὺς αὐτοῦ βλέποντες τρόπους καὶ τὸν ἑαυτῶν ῥυθμίζοντες βίον, ἐκ τῶν ὑπευθύνων τὰς διαβολὰς εἰς τοὺς ἀνεγκλήτους μεταφέρειν οὐ παραιτοῦνται, τοὺς μὲν ὄντως πονηροὺς μισθοδοσίαις ἀφιέντες, τοὺς δὲ μὴ πριαμένους τὸν ἔχοντα τὴν ἐξουσίαν τῆς μηνύσεως ἐπὶ τοῖς αἰσχίστοις καταγγέλλοντες. Διὰ γὰρ τὸ συκοφαντεῖν ἐξεῖναι οἱ μὲν τοῖς ἀργαλεωτάτοις ὑπεύθυνοι χρυσῷ τῆς κολάσεως κρατοῦσιν, οἱ δὲ μὴ μόνον καθαρεύοντες, ἀλλὰ καὶ πλεονεκτήμασι κομῶντες ὡς πονηροὶ ἁλίσκονται, χρήμασι τὴν ἄδικον ἐπιβουλὴν ἢ μὴ δυνηθέντες ἢ μὴ ἀξιώσαντες καταπραῧναι. Ἐπὶ δὲ τὴν ἱερωσύνην οὐχ ὁ ἀρετῆς ἀνάπλεως ἕλκεται, ἀλλ’ ὅστις πλούτῳ κομῶν, χρυσῷ τὴν ἀξίαν ἀγοράσαι προῄρηται, κἂν τῆς ἐσχάτης ᾖ πονηρίας ἔμπλεως.