Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσίδωρος ὁ Πηλουσιώτης – Ἐπιστολαὶ περὶ τῆς ἑρμηνείας τῆς θείας γραφῆς

Ἰσίδωρος ὁ Πηλουσιώτης

Βιβλίο Β΄, Επιστολές 201-250

Ποιμαντικές νουθεσίες για την αξία της ταπεινοφροσύνης, την καθαρότητα των κληρικών και τις ευθύνες των ποιμένων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσίδωρος ὁ Πηλουσιώτης

—

Κεφάλαιο 15 από 24

ΣΑʹ. ΩΦΕΛΙῼ ΣΧΟΛΑΣΤΙΚῼ. Περὶ τῆς ἐκλογῆς τῶν ἀποστόλων. Οὔτε τοὺς λεξίθηρας, οὔτε τοὺς ῥήτορας, οὔτε τοὺς διαλεκτικούς, οὔτε τοὺς ἐπὶ τῇ τῶν λόγων δεινότητι ἐναβρυνομένους, σοφοὺς κλητέον, ἀλλὰ τοὺς ἐπὶ τῇ πρακτικῇ φιλοσοφίᾳ διαλάμποντας. Εἰ δὲ κοσμοίη τούτους καὶ ἡ λογική, σοφωτέρους ὀνομαστέον.

Εἰ δὲ καὶ ἡ θεωρητικὴ (φημὶ δὴ ἡ εὐσέβεια, ἣν μόνην κυρίως σοφίαν εἶναι ὁριζόμεθα), σοφωτάτους προσαγορευτέον. Τὴν μὲν ὥσπερ θεμέλιον καὶ οἰκοδομὴν εἶναι, τὴν δὲ ὡς ἐγκαλλώπισμα, τὴν δὲ ὡς κορωνίδα. Ὥσπερ οὖν θεμελίου μὴ ὑπάρχοντος, μηδ’ οἰκοδομίας, οὔτε τὰ κοσμοῦντα, οὔτε τὰ στεφανοῦντα χώραν ἔχει· οὔτω καὶ ἀρετῆς μὴ ὑπαρχούσης, ἡ λογικὴ καὶ ἡ θεωρητικὴ οὐχ ἕξει.

ΣΒʹ. ΕΥΛΟΓΙῼ. Εὐκταῖον μὴ ἡγοῦ τὸ συγγνώμης τυχεῖν, τὸν δι’ ἀρετῆς λαμπρύνεσθαι δίκαιον ὄντα. Τὸ μὲν γὰρ τοῖς φαυλοτάτοις, τὸ δὲ τοῖς ἐπιεικεστάτοις ἁρμόττει. Τὸ μὲν δι’ οἶκτον γίγνεται, τὸ δὲ δι’ ἀμοιβὴν τίκτεται.

Ὁ μὲν γὰρ διὰ μικροψυχίαν ἐλεεῖται, ὁ δὲ διὰ μεγαλοψυχίαν στεφανοῦται.

ΣΓʹ. ΗΣΑΙᾼ ΣΤΡΑΤΙΩΤῌ. Ὅτι ἀθάνατος ἡ ψυχή. Συγγνώμην οὔτε ἔχεις, οὔτε ἕξεις, εἰ τοῖς αὐτοῖς ἐπιμένοις. Εἰ δὲ μεταβάλοις, καὶ τῆς μανίας καὶ τῆς λύττης ἀποπαύσοιο, ἀπολαύσειας ταύτης. Τὸ γὰρ ἀκριβὲς ἡ θεία ἀγαθότης νικήσει. Εἰ δ’ οὐκ οἴει κρίσιν εἶναι, ἄκουε Πλάτωνος λέγοντος· «Εἰ μὲν γὰρ ὁ θάνατος τοῦ παντὸς ἀπαλλαγή, ἕρμαιον ἂν ἦν τοῖς κακοῖς ἀποθανοῦσι, τοῦ τε σώματος ἅμα ἀπηλλάχθαι καὶ τῆς αὐτῶν κακίας μετὰ τῆς ψυχῆς. Νῦν δ’ ἐπειδὴ ἀθάνατος φαίνεται οὖσα, οὐδεμία ἂν αὐτῇ ἄλλη ἀποφυγὴ εἴη κακῶν καὶ σωτηρία, πλὴν τοῦ ὡς βελτίστην τε καὶ φρονιμωτάτην γενέσθαι.»

ΣΔʹ. ΔΙΟΝΥΣΙῼ. Κινδυνεύεις ἀγνοεῖν, ἃ καὶ οἱ κομιδῇ νήπιοι γινώσκουσιν. Ἔφης γὰρ θαυμάζειν, πῶς οἱ τὰ τέρποντα φράζοντες, τῶν τὰ λυσιτελοῦντα παραινούντων μᾶλλον ῥᾷον ἐπάγονται τοὺς ἀκροωμένους, ἀγνοῶν, ὅτι ἐκ τοῦ τοὺς μὲν χαρίζεσθαι ταῖς ἐπιθυμίαις, τοὺς δὲ μάχεσθαι, τοὺς μὲν θαυμάζεσθαι συμβαίνει, τοὺς δὲ μισεῖσθαι. Ἡττᾶται γὰρ ἡδονῆς τὸ συμφέρον.

ΣΕʹ. ΖΩΣΙΜῼ ΠΡΕΣΒΥΤΕΡῼ. Οὐ μόνον ὁ ἱερωμένος, ἀλλὰ καὶ ὁ εὐδόκιμος (τοσοῦτον γὰρ ὀφείλει εἶναι τὸ μέσον τοῦ ἱερωμένου καὶ τοῦ εὐδοκίμου, ὅσον οὐρανοῦ καὶ γῆς τὸ διάφορον), οὐδὲν ἀκόλαστον, οὐδὲ μειρακιῶδες δίκαιος ἂν εἴη διαπράττεσθαι, ἀλλὰ σώφρονα καὶ κεκολασμένην πανταχοῦ τὴν δίαιταν ἐπιδείκνυσθαι. Σὺ δέ, ὤς φασιν, οὔτε νέος ὢν περὶ τὰς λαγνείας ἐμετρίαζες διὰ τὴν πενίαν· οὔτε γηράσας διὰ τὴν ἡλικίαν. Εἰ τοίνυν ταῦθ’ οὔτως ἔχει, εἶργε σαυτὸν τοῦ σεπτοῦ θυσιαστηρίου.

Σϛʹ. ΛΑΜΠΕΤΙῼ ΕΠΙΣΚΟΠῼ. Οἱ μὲν εἰς ὠφέλειαν βλέποντες, ἡσυχάζεσθαι δικαιοῦντες, οὐ τὸ μέγεθος τῶν κατορθουμένων, ὡς ἀφωνίας αἴτιον, προβάλλονται, ἀλλ’ ἐγκωμιάζειν ἐπιχειροῦσι τὴν ἀλήθειαν, πρὸς ἢν καὶ οἱ δεινότατοι λέγειν ἀποδύσασθαι ὀκνοῦσιν. Εἰ γὰρ καὶ μὴ ἐπαξίως, ἀλλά γε ἀποχρώντως τὰ καλὰ ἐπαινέσαντες, τεκμήριον τῆς ἑαυτῶν γνώμης τῆς ἐπὶ τὰ ἀξιαφήγητα ῥεπούσης, καὶ τοῖς μετὰ ταῦτα ἀνθρώποις ἐγκαταλείπουσι.

ΣΖʹ. ΠΑΥΛῼ. Ἐκεῖνος, ὡς ἔγωγε οἶμαι, δικαιότατός ἐστι τῶν ἀμφισβητουμένων κριτής, ὁ μὴ τὰ μέγιστα ἀξιώματα ἐκπληττόμενος, ἀλλὰ τοῖς ἀσθενεστέροις τὸ ἐνδέον ἐξ εὐνομίας χορηγῶν, καὶ νέμων ἐν ταῖς τιμαῖς ἑκάστῳ τὸ πρὸς ἀξίαν, ἐν ταῖς διαγνώσεσι φυλάττει τὸ ἴσον ἅπασι, τῷ δικαίῳ πανταχοῦ μέτρῳ χρώμενος.

ΣΗʹ. ΕΡΜΟΓΕΝΕΙ ΕΠΙΣΚΟΠῼ. Περὶ τοῦ προστεταγμένου τοῖς ὀλοθρευταῖς ἀγγέλοις, «Καὶ ἀπὸ τῶν ἁγίων μου ἄρξασθε.» Εἰ μὲν ἔχοιεν ἡμῖν τῆς ἱερωσύνης ἁγιστείαν ἐστεμμένοι χρησμὸν ἀναγινώσκειν, ὡς οὐ χρὴ πονεῖν αὐτοὺς καὶ τὰς ἀρετὰς ἀσκεῖν, ἀλλὰ λόγῳ διδάσκειν μόνῳ, φρονείτωσαν ὡς φρονοῦσιν. Εἰ γὰρ πανταχοῦ οἱ χρησμοὶ ἀνακηρύττουσι μὲν τοὺς λόγῳ μόνον παιδεύειν ἐπιχειροῦντας· τί παρέντες τὰ διὰ τῶν θείων θεσμῶν διηγορευμένα τῇ ἱερωσύνῃ μόνῃ ὥσπερ τυραννίδι ἐναβρύνονται; Τὰ μὲν γὰρ θεῖα θεσπίσματα, τοὺς τὴν ἱερωσύνην λαχόντας μάλιστα πάντων ἐν πόνοις καὶ ἀσκήσεσιν εἶναι παρακελεύεται· ἵν’ οἱ ἀρχόμενοι, οὓς ἐπιτάττειν ἔξεστι, τούτους πονοῦντας θεώμενοι, εἰς ἀνδραγαθίας ὑπ’ αἰσχύνης παροξύνωνται. Οὐ τοσοῦτον γὰρ ὁ λόγος, ὅσον ὁ τρόπος τῶν διδασκόντων, παραθήγειν πέφυκεν. Οἱ δ’ ὥσπερ τὸ λέγειν μόνον ἐμπιστευθέντες, τοῦ πράττειν ἀπέχονται· οὓς καὶ στηλιτεύων ὁ μὲν θεῖος Ἀπόστολος ἔφη· «Ὁ κηρύττων μὴ κλέπτειν, κλέπτεις.» Ἡ δὲ θεία ψῆφος ἐν τῷ Ἰεζεκιήλ, τοῦθ’ ὅπερ μαθεῖν ἐξῄτησας, παρεκελεύσατο τοῖς τὴν τιμωρίαν μέλλουσιν ἐπιφέρειν τῇ Ἱερουσαλὴμ ἀγγέλοις, «Ἀπὸ τῶν ἁγίων μου ἄρξασθε.» Ὅπερ καὶ ὁ κορυφαῖος τῶν ἀποστόλων μετέφρασεν εἰπών· «Καιρὸς τοῦ ἄρξασθαι τὸ κρῖμα ἀπὸ τοῦ· οἴκου τοῦ Θεοῦ.» Εἰ δὲ πρῶτον ἀφ’ ἡμῶν, τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ Θεοῦ Εὐαγγελίῳ;

Δίκαιον γὰρ τοὺς τιμῇ καὶ τῇ ἀξίᾳ ὑπερέχοντας, τούτους, εἰ ἁμάρτοιεν, καὶ ἐν ταῖς τιμωρίαις πλεονεκτεῖν.

ΣΘʹ. Τῼ ΑΥΤῼ. Πρὸς ἱερεῖς. Ὅταν νόθος τῆς καί τις ἱερωσύνης ἀνάξιος εἰς τὴν ἀρχὴν εἰσβιάσηται, τότε δὴ ὁ τῆς ἀρχῆς κόσμος εἰς ἀκοσμίαν μεθίσταται. Τῷ γὰρ ἄρχοντι ἐξομοιοῦσθαι πέφυκε καὶ τὸ ἀρχόμενον. Ὃ δὴ καὶ ἐπὶ Εὐσεβίου, ὡς γέγραφας, συνέβη. Τοσοῦτος γὰρ καὶ τοῖς ὑπ’ αὐτὸν ἱερεῦσι, καὶ τοῖς ὑπηκόοις ἐξήφθη κακίας ἔρως, ὡς τοὺς ἀλλαχόθεν ἥκοντας, δακρύων ὑπόθεσιν ἀεινάων ἔχειν, τὴν τῶν τοσούτων κακῶν θέαν.

ΣΙʹ. Τῼ ΑΥΤῼ. Ἄπληστος εἶ φιλῶν, ὡς ἔοικε, τούτους, οἷς [ἡ] τῆς ἀρετῆς ἐναστράπτει φαιδρότης. Ἀκορέστως γοῦν, ὥς γε πυνθάνομαι, ψάλλεις ἐκεῖνο τὸ τοῦ Μελῳδοῦ ᾆσμα· «Ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ Θεός.» Τοσοῦτος γὰρ περίεστί σοι ὁ πρὸς αὐτοὺς πόθος, ὡς καὶ τοὺς οἷς οὐδὲν ἴχνος ἀρετῆς περίεστιν (οὐ γάρ ἐσμεν κατ’ ἐκείνους· ἵσως δὲ δοκοῦμεν), πολλοῖς καὶ ποικίλοις ἐγκωμίοις στεφανοῦν. Σοὶ μὲν οὖν, εἰ καὶ ἡμεῖς μή ἐσμεν τοιοῦτοι, ἀποκείσεται ὁ μισθός.

Ἡμεῖς δὲ εἰ μηδ’ ἐγκωμίων τοιούτων ἀπολαύοντες, ἀμείνους γενοίμεθα, μείζονα δίκην ὑφέξομεν. Ἵν’ οὖν μὴ τοῦτο ὑποσταίημεν, πέπαυσο ὑπερβαλλόντως ἐπαινῶν.

ΣΙΑʹ. ΛΑΜΠΕΤΙῼ ΕΠΙΣΚΟΠῼ. Παραφυλάττου μέν, ὦ ἄριστε, τοὺς ἀμυήτους, καὶ τῶν θείων λόγων ἀναξίους, οἵτινες καὶ γελῶσι πολλάκις τὰ πάσης εὐφημίας κρείττονα· φθέγγου δὲ οἷς θέμις. Οὐ γὰρ κυσίν, οὐδὲ χοίροις ἀνθρωπομόρφοις, ἀλλὰ τοῖς ἀγγελικὸν βιοῦσι βίον, δοτέον τὰ ἄγια, κατὰ τὸν θεῖον χρησμόν.

ΣΙΒʹ. ΘΕΟΓΝΩΣΤῼ ΠΡΕΣΒΥΤΕΡῼ. Περὶ τῶν τριῶν ἡμερονυκτίων τῆς ταφῆς τοῦ Κυρίου. Λίαν θαυμάζω καὶ ἐκπλήττομαι τὴν ἄνοιαν τῶν ζητούντων, δι’ ἣν αἰτίαν ὁ Χριστὸς πρὸ τῶν τριῶν ἡμερῶν ἀνέστη. Εἰ μὲν γάρ φασιν αὐτὸν μηδ’ ὄλως ἐγηγέρθαι, τίνος ἕνεκεν περὶ χρόνου ἀκριβολογοῦνται;

Εἰ δ’ ἐγηγέρθαι μέν, θᾶττον δὲ ἢ ἐπηγγείλατο, ἀπὸ τοῦ ἐγηγέρθαι, καὶ τὸ πάντως ἠληθευκέναι αὐτὸν συναποδεδεῖχθαι νομιζέτωσαν. Τὸ γὰρ ἀδύνατον καὶ ὂν καὶ δοκοῦν, ὅσον πρὸς τὴν τῶν ἀνθρώπων ἀσθένειαν, φημί, κατορθώσας, οὐκ ἂν περὶ τὸ δυνατὸν ἐξησθένησεν, εἰ καὶ ὅτι μάλιστα τὸ μὲν βραδέως ἀναστῆναι, ἀσθενείας, τὸ δὲ ταχέως, δυνάμεως μεγίστης τεκμήριον καθέστηκεν. Ἐχρῆν μὲν αὐτοὺς καὶ ἐκ τοῦ τοὺς μυρίους τῶν Ἑλληνικῶν θεῶν καταλόγους ἀφανίσαι, τά τε εἰδωλεῖα πάντα καταστρέψαι, καὶ τοὺς ἀνοσίους βωμοὺς τοὺς ὑπ’ ἀνθρωπίνων αἱμάτων φοινισσομένους σβέσαι, καὶ τὸν μὲν διάβολον ἐκνευρίσαι, τοὺς δὲ δαίμονας φυγαδεῦσαι, καὶ τὰ μὲν ἀνήμερα φῦλα τιθασσεῦσαι, τοὺς δὲ Ἰουδαίους μεγίσταις συμφοραῖς περιβαλεῖν, καὶ τοὺς πιστεύσαντας αὐτῷ ὑπὲρ τὸν οὐρανὸν ἀναγαγεῖν, προσκυνῆσαι τὴν θείαν αὐτῷ καὶ ἀήττητον δύναμιν, καὶ μὴ περὶ ὡρῶν διαφέρεσθαι. Τὰ γὰρ μέγιστα καὶ κρείττονα λόγου οὐκ ἂν ὑπὸ μικρῶν ἀνατραπείη. Πλὴν ἀλλ’ ἐπειδὴ τῆς ἀληθείας ἡ περιουσία πολλή, καὶ εἰς αὐτὸ χωρῆσαι τὸ πρᾶγμα πειράσομαι. Ἀκροβολισμοῦ τοίνυν ἕνεκεν εἰρήσεται πρὸς αὐτούς· Ἆρα εἰ χρεώστην τινὰ ἐπαγγειλάμενον τῷ οἰκείῳ δανειστῇ μετὰ τρεῖς ἡμέρας πληρώσειν τὸ χρέος, πρὸ τῆς προθεσμίας πληρώσαντα θεασοίμεθα, ὡς ψευσάμενον κρινοῦμεν, ἢ ὡς πλέον ἀληθεύσαντα θαυμασόμεθα;

Ἐγὼ μὲν οἶμαι τοῦτο, πάντως δὲ καὶ αὐτοί. Τί τοίνυν ἄτοπον, εἰ καὶ ὁ Χριστὸς ἔφησε μὲν τῇ τρίτῃ ἀναστήσεσθαι, θᾶττον δὲ ἀνέστη, ἵν’ ἑαυτοῦ μὲν δείξῃ τὴν δύναμιν, τοὺς δὲ φυλάττοντας νεκρώσῃ, καὶ τοὺς Ἰουδαίους ἐπιστομίσῃ. Τὸ μὲν γὰρ θᾶττον ἀναστῆναι, ἔγκλημα οὐκ εἶχε· τὸ δὲ βράδιον, ὑποψίας ἔγεμεν.

Ἐχρῆν γὰρ παρακαθημένων αὐτῶν καὶ φυλαττόντων γενέσθαι τὴν ἀνάστασιν, ὡς εἴγε παρελθουσῶν τῶν ἡμερῶν, καὶ ἀναχωρησάντων τῶν φυλαττόντων ἐγένετο, ὕποπτον τὸ πρᾶγμα ἔμελλεν εἶναι. Εἰ δὲ μὴ ἀνέστη, πῶς ἐν τῷ ὀνόματι αὐτοῦ τοιαῦτα σημεῖα ἐπετέλεσαν οἱ ἀπόστολοι; Πῶς δ’ οὐκ ἂν εἶεν ἀξιόχρεοι μάρτυρες, οἱ διὰ μυρίων κινδύνων καὶ θανάτων τὴν ἀλήθειαν τῆς ἀναστάσεως πιστωσάμενοι, καὶ οὐ μέλανι, ἀλλ’ οἰκείῳ αἵματι τὴν μαρτυρίαν σφραγίσαντες; Εἰ δὲ καὶ εἰς αὐτὴν τὴν ἀκρίβειαν καταγενέσθαι χρή, ἐκεῖνο ἂν εἴποιμι· Τῇ τρίτῃ εἶπεν ἀναστήσεσθαι. Ἔχεις τὴν Παρασκευήν, ἔχεις τὸ Σάββατον, ἕως δυσμῶν ἡλίου, καὶ μετὰ τὸ Σάββατον ἀνέστη, ἑκατέρων μὲν ἁψάμενος, τὴν δὲ μέσην πληρώσας.

Ἐν τρισὶ γὰρ εἶπεν ἀναστήσεσθαι, οὐ μετὰ τρεῖς ἡμέρας. «Λύσατε γάρ, φησί, τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.» Καὶ ὁ προφήτης δὲ προχρησμῳδῶν, «Τότε ὁ θάνατος πενθήσει ἰσχυροτέρῳ θανάτῳ δεθείς, ἔλεγεν. Ὑγιάσει ἡμᾶς μετὰ δύο ἠμέρας, ἐν τῇ τρίτῃ ἀναστησόμεθα, καὶ [ζησόμεθα] ἐν αὐτῷ.» Εἰ δὲ τὸ τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας προβάλοιτο, εἴποιμι, ὅτι τῷ ἅψασθαι αὐτῶν, πεπλήρωκε τὴν ἐπαγγελίαν. Μία γὰρ ἡμέρα λέγεται, τὸ τῶν τεσσάρων καὶ εἴκοσι ὡρῶν διάστημα. Καὶ εἴτε ἐν τῇ πρώτῃ, εἴτε ἐν τῇ τελευταίᾳ τούτων τις τεχθείη, ἢ ἂν θάνῃ, αὕτη αὐτῷ ἡμέρα λογίζεται. Οἷον εἰ μέλλοντος ἡλίου δύνειν τεχθείη τις, εἴη δὲ ἐκείνη ἡμέρα πρώτη τοῦ μηνός, αὔτη αὐτῷ λογίζεται. Εἰ δὲ καταδύντος ἕτερος τεχθείη, ἡ δευτέρα. Πῶς οὖν μιᾶς μόνης, τάχα δὲ οὐδὲ μιᾶς ὤρας μεταξὺ γενομένης, ὁ μὲν λέγεται τῇ πρώτῃ, ὁ δὲ τῇ δευτέρᾳ ἡμέρᾳ τετέχθαι; Ὅτι πᾶσι δῆλον καθέστηκε καὶ σαφές, ὅτι τῷ ἄψασθαι μόνον ὁ μὲν τὸ παρεληλυθός, ὁ δὲ τὸ ἐπιόν, ἡμερονύκτιον ἐπληρώσατο, τὸ διὰ εἰκοσιτεσσάρων ὡρῶν συμπληρούμενον.

Εἰ τοίνυν καὶ ἡ ἀκριβὴς τῶν χρόνων κατανόησις τοῦτο βοᾷ, τί μάτην κόπτουσιν ἑαυτοὺς οἱ τὴν ἀλήθειαν μὴ ἠληθευκέναι ἰσχυριζόμενοι;

ΣΙΓʹ. ΠΕΤΡῼ. Πῶς εἴρηται τό· «Φάσκοντες εἶναι σοφοί, ἐμωράνθησαν.» Τό, «Φάσκοντες εἶναι σοφοί, ἐμωράνθησαν,» καὶ διὰ τοῦτο, ὦ σοφέ, εἴρηται, ἐπειδὴ παρ’ αὐτοῖς μὲν ὄγκος ἦν πολὺς ἀληθείας χηρεύων, παρὰ δὲ ταῖς Γραφαῖς ἀλήθεια κόμπου καθαρεύουσα. Τότε μὲν οὖν ἀνδρείας ἕδει καὶ συνέσεως πολλῆς, πᾶσαν πιθανότητα κεκομψευμένην, καὶ ἐντρεχῶς τὸ ψεῦδος ὡς ἀληθὲς παριστῶσαν ἀπογυμνούσης. Νῦν δὲ καὶ αὐτοῖς τοῖς ἀγροίκοις ἡ πλάνη αὐτῶν εὐφώρατος γέγονεν.

ΣΙΔʹ. ΑΠΟΛΛΩΝΙῼ. Περὶ ἐλεημοσύνης. Τὴν ἐλεημοσύνην χρὴ καθαρὰν ὕβρεως καὶ ὀνείδους εἶναι. Οἱ γὰρ ἐκείνῃ ταῦτα μιγνύντες, εὐώδει μύρῳ δυσώδη κιρνῶσι βόρβορον, καὶ τὰς τῶν λαμβανόντων πλήττουσι ψυχάς. Τὰ γὰρ μετ’ ὀνείδους παρεχόμενα, κἂν μέγιστα ᾗ, οὐχ ἥδιστα τοῖς λαμβάνουσι, κἂν διὰ τὴν ἀνάγκην σιγῇ στέργωσι τὰς ὕβρεις. Ὅταν δὲ καὶ ἐλάχιστα ᾖ, καὶ μεθ’ ὕβρεως παρέχηται, ἀφόρητόν τινα χειμῶνα ταῖς ψυχαῖς τῶν πενομένων τίκτει. Περὶ γὰρ τῶν μήτε παρεχόντων, ἀλλὰ καὶ λοιδορούντων, οὐδὲ μεμνῆσθαι χρή· πᾶσαν γὰρ ὑπερβεβήκασι θηριωδείας ἀγριότητα. Τοὺς γὰρ πρὸς αὐτούς, ὡς πρὸς λιμένα, καταίροντας καταδύουσι, μήτε τὴν ἀναγκαίαν πληροῦντες χρείαν, ἀλλὰ καὶ ὕβρεις προστιθέντες. Χρὴ τοιγαροῦν πράως ἀποκρίνασθαι τοῖς δεομένοις, καὶ κατὰ δύναμιν παρέχειν, κρύπτειν τε ἐλεημοσύνην, ὥσπερ ἐλευθέραν τινὰ καὶ εὐγενῆ καὶ σώφρονα παρθένον, καὶ μὴ πᾶσιν αὐτὴν ἐκπομπεύειν. Εἰ δὲ μὴ ἔχοι τις δι’ ὧν παραμυθήσεται τὸν ἱκέτην, ἀποκρινάσθω αὐτῷ εἰρηνικὰ ἐν πραΰτητι. Ἰδοὺ γὰρ λόγος ὑπὲρ δόμα ἀγαθόν, καὶ ἀμφότερα παρὰ ἀνδρὶ κεχαριτωμένῳ.

ΣΙΕʹ. ΕΥΟΠΤΙῼ ΕΠΙΣΚΟΠῼ. Αὐτὸς μὲν τῇ τῶν πολλῶν διανοίᾳ ἴσως ἑπόμενος χαλεπώτερον ἔφης τὸν βιασάμενον παρθένον τοῦ πείσαντος. Ἐγὼ δ’ αὐτῇ τοῦ πράγματος προσέχων τῇ φύσει, ἡγοῦμαι· εἰ γὰρ καὶ παράδοξον εἶναι δόξει τὸ λεχθησόμενον, ἀλλ’ ὅμως ἀληθὲς ὂν λελέξεται· ὅτι ὁ πείσας τοῦ βιασαμένου ἐναγέστερος τυγχάνει.

Ἐνταῦθα γὰρ ἡ πειθὼ τῆς βίας ἀργαλεωτέρα ἐστί, τῷ τὴν μὲν κολάσεως, τὴν δὲ συγγνώμης ἀπολαύειν. Ὁ μὲν γὰρ τὸ σῶμα ὑβρίσας, τὴν γνώμην καθαρὰν διετήρησεν· ὁ δὲ τὴν ψυχὴν προδιαφθείρας, οὕτως ἐπὶ τὴν τοῦ σώματος ὕβριν ἐχώρησε· καὶ ὁ μὲν ἀνεύθυνον, ὁ δὲ ὑπεύθυνον τῇ δίκῃ πεποίηκε. Τῆς μὲν γὰρ ἡ ὕβρις μέχρι τοῦ σώματος ἔστη· τῆς δὲ καὶ εἰς ψυχὴν ἀνέδραμε. Καὶ ἡ μὲν βιασθεῖσα ἀπολογίαν, ἡ δὲ πεισθεῖσα ἀπαραίτητον ἔχει τὴν δίκην. Ἡ μὲν γὰρ καὶ δίκας εἰσπράξασθαι δύναται τὸν ὑβριστήν, ἡ δὲ τῷ διεφθάρθαι τῇ γνώμῃ ἀναπολόγητος οὖσα συνδιαφθείρεται καὶ τῇ τιμωρίᾳ. Ἡ μὲν γὰρ μέμψεως ἕξω, ἡ δὲ εἴσω καθίσταται. Κἀκείνῃ μὲν ἐλεεῖται, αὕτη δὲ μισεῖται δικαίως. Τῆς μὲν γὰρ ἡ ὕβρις, τοῦ μὲν σώματος ἥψατο, τῆς δὲ γνώμης οὐχ ὕψατο τῆς δὲ καὶ τὸ σῶμα καὶ τὴν ψυχὴν μεμίανται.

Εἰ δὲ λογισμοὺς οἴει ταῦτα εἶναι ἀνθρωπίνους, τὸν νόμον τοῦτον ἐκ τῶν οὐρανῶν ἀναγνωσόμεθα. Τί οὖν φησιν; «Ἐάν τις βιάσηται παρθένον ἐν ἐρήμῳ, τὸν μὲν ἀποκτείνατε, τὴν δὲ περιποιήσασθε· ἐβόησε γὰρ ἡ νεᾶνις, καὶ οὐκ ἦν ὁ βοηθῶν.» Τῇ δ’ ἐν πόλει τοῦτο παθούσῃ, καὶ μὴ βοησάσῃ, ἀπαραίτητος ἡ τιμωρία. Καὶ μάλα εἰκότως. Ἐν μὲν γὰρ ἐρημίᾳ ὁ βοηθήσων οὐκ ἦν· καὶ διὰ τοῦτο ἡ παροινηθεῖσα συγγνώμης ἀξία εἶναι κέκριται. Ἡ δ’ ἐν πόλει τοῦτο παθοῦσα, καὶ τῇ σιγῇ συγκαταθεμένη, καὶ μὴ βοήσασα, μηδὲ καλέσασα τοὺς ἀναστεῖλαι τὴν βίαν δυναμένους, θανάτῳ εἰκότως κατακέκριται. Οὐκοῦν παντὶ σθένει χρὴ τὴν γνώμην καθαρὰν διατηρεῖν καὶ ἀμόλυντον, μηδεμιᾷ ὁρμῇ, μηδὲ συγκαταθέσει τοιαύτῃ μεμιασμένην, ἵνα κἄν, ὃ μὴ γένοιτο, γένοιτό τι τοιοῦτον, ἀκέραιον ἔχωσι τὴν ἀπολογίαν παρὰ τῷ ἀδεκάστῳ κριτῇ, τῷ καὶ τὰς καρδίας ἐμβατεύοντι, καὶ μαρτύρων μὴ δεομένῳ.

ΣΙϛʹ. ΔΙΟΝΥΣΙῼ. Εἰς τό· «Οὐ γάρ ἐστιν ἐξουσία, εἰ μὴ ἀπὸ Θεοῦ.» Ἐπειδὴ γέγραφας, τί ἐστιν, «Οὐ γάρ ἐστιν ἐξουσία εἰ μὴ ὑπὸ Θεοῦ,» καὶ ἔφης· Τί οὖν; Πᾶς ἅρχων ὑπὸ Θεοῦ κεχειροτόνηται; Φήσαιμι, ὅτι δοκεῖς μοι (καί μοι μηδὲν ὀργισθῇς· οὐδὲν γὰρ φλύαρον ἐρῶ) ἢ μὴ ἀνεγνωκέναι τὰς ἀποστολικὰς ῥήσεις, ἢ μὴ νενοηκέναι.

Ὁ γὰρ Παῦλος οὐκ εἶπεν, Οὐ γάρ ἐστιν ἅρχων εἰ μὴ ὑπὸ Θεοῦ· ἀλλὰ περὶ τοῦ πράγματος αὐτοῦ διαλέγεται, λέγων· «Οὐ γάρ ἐστιν ἐξουσία, εἰ μὴ ὑπὸ Θεοῦ.» Τὸ γὰρ εἶναι ἀρχὰς ἐν ἀνθρώποις, καὶ τοὺς μὲν ἄρχειν, τοὺς δ’ ἄρχεσθαι, καὶ μὴ ἁπλῶς, μηδ’ ἀνέδην ἅπαντα φέρεσθαι, ὥσπερ κυμάτων τῇδε κἀκεῖσε τῶν δήμων, περιαγομένων, τῆς τοῦ Θεοῦ σοφίας ἔργον εἶναί φησιν. Ἐπειδὴ γὰρ τὸ ὁμότιμον οἶδε πολλάκις πόλεμον ἀναῤῥιπίζειν, οὐκ ἀφῆκε δημοκρατίαν εἶναι, ἀλλὰ βασιλείαν. Εἶτα μετὰ ταύτην πολλὰς ἐποίησε τὰς ἀρχάς. Ποίας φησίν; Ἄρχοντος καὶ ἀρχομένου, ἀνδρὸς καὶ γυναικός, πατρὸς καὶ παιδός, πρεσβύτου καὶ νέου, δεσπότου καὶ δούλου, διδασκάλου καὶ φοιτητοῦ. Κἀν τοῖς ἀλόγοις δὲ ζώοις τὸ παραπλήσιον ἴδοι τις ἄν. Καὶ τοῦτ’ ἐγγυῶνται αἱ μέλισσαι ὑπὸ βασιλεῖ ταττόμεναι, καὶ αἱ γέρανοι, καὶ αἱ ἀγέλαι τῶν ἀγρίων προβάτων. Εἰ δὲ καὶ τὴν θάλατταν σκοποίης, οὐδ’ αὐτὴ ταύτης ἔρημος εὑρεθήσεται τῆς εὐταξίας· πολλὰ γὰρ κἀκεῖ τῶν γενῶν ὑφ’ ἑνὶ τάττεται τῶν ἰχθύων καὶ στρατηγεῖται. Διὸ καὶ μακρὰς ἀποδημίας στέλλεται. Καὶ γὰρ πανταχοῦ ἡ ἀναρχία ἀργαλεώτατον, καὶ συγχύσεως καὶ ἀκοσμίας αἴτιον. Διὸ καὶ τῷ σώματι ἑνὶ ὄντι οὐ πάντα ὁμότιμα, ἀλλὰ τὰ μὲν ἄρχει τῶν μελῶν, τὰ δὲ ἄρχεται.

Αὐτὸ δὴ οὖν τὸ πρᾶγμα, τὴν ἐξουσίαν φημί, τουτέστι τὴν ἀρχήν, καὶ τὴν βασιλείαν ὑπὸ τοῦ Θεοῦ τετυπῶσθαι λέγειν θέμις, ἵνα μὴ ὁ κόσμος εἰς ἀκοσμίαν ἐμπέσῃ. Εἰ δέ τις ἀλιτήριος παρανόμως εἰς ταύτην εἰσεκώμασεν, οὐ δήπου τοῦτον παρὰ Θεοῦ κεχειροτονῆσθαί φαμεν· ἀλλὰ συγκεχωρῆσθαι, ἢ πρὸς τὸ πᾶσαν τὴν [οἰκείαν] πονηρίαν ὥσπερ ὁ Φαραὼ ἐξεμέσαι, καὶ οὕτως δίκην δοῦναι τὴν ἐσχάτην, ἢ πρὸς τὸ σωφρονίσαι τοὺς ὠμότητος δεομένους, ὥσπερ ὁ Βαβυλώνιος τοὺς Ἰουδαίους.

ΣΙΖʹ. ΗΣΑΙᾼ. Περὶ Προνοίας. Δίκη, ὤ τί σε καλέσας ἀξίως προσείπω; τὰ θνητῶν πράγματα ἐποπτεύει, τιμωρὸς τῶν ἄδικα πραττόντων. Καὶ οὐκ ἔστιν ἀνεπιτρόπευτα τὰ τῇδε. Τοῦτο οὖν γνούς, φεῦγε τὸ ἀδικεῖν, ἵνα καὶ τὴν τιμωρίαν διαφύγοις.

ΣΙΗʹ. ΕΡΜΟΓΕΝΕΙ ΕΠΙΣΚΟΠῼ. Ἐπειδὴ γέγραφας, ὡς εὖ ποιῶ πάντα τρόπον ἑστιῶν σε, καὶ ἀπὸ τῆς ἐμαυτοῦ γλώττης ἐπὶ τὰς σὰς ἀκοάς, [διὰ] διδασκαλίαν ἀξιαφήγητον μετοχετεύων· ἀντεπιστέλλω, ὅτι εἴ τι ἐπιστέλλεται παρ’ ἡμῶν δεξιόν, τοῦτο τῆς ἄνωθεν εἶναι νόμιζε χάριτος, τῆς καὶ ἰδιώτας σοφιζούσης.

ΣΙΘʹ. ΕΡΜΙΝῼ ΚΟΜΗΤΙ. Πρὸς ἄρχοντας. Νυνὶ μᾶλλον ὅτε ἀρχῆς ἐπέβης, ἀοίδιμος ἂν γένοιο καὶ ζηλωτός, εἰ τοὺς ἀδικήσαντας μὴ ἀμύνῃ, ἀλλὰ [καὶ] νῦν μάλιστα πάντων τῶν λυπηρῶν λήθην ποιήσῃ, ὅτε μάλιστα τὸ δύνασθαί σε αὐτοὺς τιμωρῆσαι παρέσχεν ἡ τῆς ἀρχῆς ἐξουσία.

ΣΚʹ. ΗΡΑΚΛΕΙΔῌ ΕΠΙΣΚΟΠῼ. Ὁ τῇ πείρᾳ τὴν φήμην ὑπερβαίνων, καὶ κρείττων ἀκοῆς εἰς θέαν ἐρχόμενος, οὖτος εἰκότως καὶ ἐγκωμίων κρείττων ἐστίν, ἐλέγχων τοὺς λόγους, ὡς τῆς ἑαυτοῦ ἀξίας καταδεεστέρους. Ἀλλ’ ἐπειδὴ εἰ καὶ ἡττῶνται οἱ λόγοι, χρὴ τὴν γνώμην νικᾷν [τολμᾷν], χρὴ καὶ τὰ προσόντα ἐγκώμια τοῖς φιλαρέτοις λέγειν τε καὶ γράφειν. Τρία γὰρ ἐκ τούτου συμβαίνει καλά· τό τε γνησίως ἔχειν πρὸς τὴν ἀρετήν· οὐδεὶς γὰρ φαῦλος τοὺς σπουδαίους ἐπαινεῖν ὑπομένει· τό τε φθόνου καθαροὺς εἶναι, μὴ κρύπτοντας τῶν ὑπὲρ ἡμᾶς τὰ πλεονεκτήματα· τό τε πονηροὺς ἢ καταισχύνεσθαι, ἢ σωφρονίζεσθαι, ὧν ἑκάτερον αὐτοῖς λυσιτελεῖ.

ΣΚΑʹ. ΛΑΜΠΕΤΙῼ ΕΠΙΣΚΟΠῼ. Μὴ ἀγανάκτει, ὦ μισοπονηρίας περίβλεπτον θρέμμα, εἰ Εὐσέβιος ὁ ἀσεβείας, ὡς γέγραφας, ἀνάπλεως, ἄσπονδον ἔχων καὶ ἀκήρυκτον πρὸς τοὺς ἀρετῇ συζῶντας πόλεμον, πρὸς τοὺς κακίαν ἀσπαζομένους σπένδεται· μηδ’ ὅτι ἢ πολεμεῖ τοὺς ἔχοντας, εἰ μὴ λάβῃ χρήματα, ἢ ἵνα μὴ πολεμήσῃ λαμβάνει, ὅσα πολεμῶν ληίσασθαι ἠδύνατο, ἀλλὰ τὴν θείαν ἀνάμενε ψῆφον.

ΣΚΒʹ. Τῼ ΑΥΤῼ. Ἐπειδὴ πλείονα ἡ θεία πρόνοια ποιεῖται τὴν φειδὼ τῶν ἁμαρτανόντων, ἢ ὅσον ἐκείνους ὁρᾷ ἑαυτῶν ἀφειδοῦντας, διὰ τοῦτο βασιλικῷ καὶ φιλανθρώπῳ μακροθυμίας χρωμένη κηρύγματι βοᾷ· «Μετανοεῖτε, ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν.» Εἰ δ’ οἱ ἁμαρτάνοντες παρ’ οὐδὲν θέμενοι τὴν παραίνεσιν, τῆς μακροθυμίας, ὡς ἀμελείας καταψηφίσονται, ἴσως μὲν καὶ νῦν, πάντως δ’ ὅτε ὁ καιρὸς ἐπιστῇ τῆς δίκης, οὐκ ἔτι φείσεται τῶν ἑαυτοὺς φειδοῦς μὴ ἀξιωσάντων, ἀλλὰ δίκας σφοδροτάτας εἰσπράξεται τοὺς τῆς μακροθυμίας καταφρονήσαντας. Διὸ καὶ τοῦτ’ ἐῤῥήθη, ὅπερ ἠθέλησας μαθεῖν· «Ἐσιώπησα, μὴ καὶ ἀεὶ σιωπήσομαι, καὶ ἀνέξομαι; Καὶ ἐκστήσω καὶ ξηρανῶ ἄμα.» Δίκαιον γὰρ τοὺς τῇ τοσαύτῃ μακροθυμίᾳ μὴ ὠφεληθέντας, ἀλλ’ ἐφόδιον αὐτὴν μειζόνων ἁμαρτημάτων πεποιημένους, ταῖς τῆς δίκης ἐναλῶναι τιμωρίαις.

ΣΚΓʹ. ΑΛΥΠΙῼ ΕΠΙΣΚΟΠῼ. Εἰ τὰς τιμωρίας μεγίστας εἶναι τῷ πλήθει τῶν συνειδότων εἰκότως κρίνομεν (αἱ γὰρ λανθάνουσαι κουφότεραί πως εἶναι πεφύκασιν), ὁποίαν εἰκὸς εἶναι τὴν κόλασιν, ὅταν παρόντων τῶν οὐρανίων δήμων, καὶ πάσης τῆς ἀνθρωπότητος ὁρισθείη;

ΣΚΔʹ. ΙΣΙΔΩΡῼ ΕΠΙΣΚΟΠῼ. Περὶ φθόνου. Οὐδὲ ἐπ’ ἄλλῳ μὲν οὐδενί, [ὦ] ὁμώνυμε, τῶν ὄντων ἢ δοκούντων καλῶν, πραῢς ὁ φθόνος, ἀλλ’ ἄγριος καὶ ἀργαλέος· ἐπὶ δ’ ἀρετῇ, ἥτις κυρίως τὴν τοῦ καλοῦ κεκλήρωται φύσιν, καὶ πάμπαν ἀπαραμύθητος.

Τὸ μὲν οὖν μὴ φθονεῖσθαι, ἄλυπον μὲν ἵσως, οὐ μὴν εὐκλεές. Φθόνου γὰρ ἂν ἀξίως πράττειν, μήτ’ ἐμοί ποτε μήτε φίλοις ἐμοῖς συμβαίη. Χρὴ δὲ φθονούμενον, σώφρονι λογισμῶ τὰς τοῦ φθόνου κακοηθείας φέρειν.

ΣΚΕʹ. Τῼ ΑΥΤῼ. Περὶ τῆς εἰς Θεὸν ἀγάπης. Ἐγώ φημι τοῖς οἷς οὐδὲν ἐλλείπεται τῶν ὀφειλόντων πρὸς ἀρετὴν πραχθῆναι· πολλοὶ γὰρ μέγιστον ἀγαθόν, ὥσπερ οὖν καὶ ἔστιν, ὁριζόμενοι τὴν ἀρετήν, οὐ πάνυ φροντίζουσιν αὐτῆς· τούτους, εἰ μὴ τῇ οἰκείᾳ δυνάμει θαῤῥοῖεν, ἀλλ’ ἀναφέροιεν πρὸς τὴν θείαν ῥοπὴν τὰ κατορθούμενα, καὶ τῶν παθῶν περιέσεσθαι, καὶ εἰς τέλος πάντως ἥξειν ἀρετῆς. Εἰ γὰρ καὶ τὸ κρατεῖν δίδωσι τῶν ἀντιπάλων τὸ ἀνθρωπίνης ῥώμης κρεῖττον, ὡς μηδὲν ἐμποδὼν εἶναι τῇ τοῦ ἀθλητοῦ προθυμίᾳ, ἀλλ’ οὖν γε ᾧ τὸ θεῖον ἐπικουρεῖ, ἀναφέροντι δῆλον ὅτι πρὸς αὐτὸ τὴν νίκην, τούτῳ οὐδὲν κρεῖττον, εἰ ἐμποδὼν εἵη πρὸς τὴν νίκην.

ΣΚϛʹ. Τῼ ΑΥΤῼ. Συντόμως φράσαι βούλομαι, ὃ φράσαι σαφῶς οὐ βούλομαι. Εἰ κακὸς ἦν ὁ παρὰ τῶν ἐπιβουλευόντων παροινούμενος· οἶσθα δ’ ὃν λέγω· τοὺς νῦν λέγοντας κακῶς εἶχεν ἂν ἄκρους.

ΣΚΖʹ. Τῼ ΑΥΤῼ. Πᾶς ὅτῳ μέτεστι καλοκαγαθίας, ἀσμενίσει τῆς ἀρετῆς τιμωμένης. Ὥσπερ γὰρ εἴ τις νομοθέτης μεγίστας κολάσεις τῶν παρανομιῶν τάττοι, οὐκ ἂν αὐτός γε παρασκευάζεσθαι παρανομεῖν νομισθείη· οὔτως ὅταν τις ὑπερφυεῖς τὰς τῆς ἀρετῆς ἀμοιβὰς ἀκούων ἡσθείη, πρὸς πᾶσαν ἀρετὴν ἕτοιμος εἶναι δόξει· καὶ ἀγαθῶν μὲν πάντων ἔμπλεως, κακοῦ δὲ οὐδενός. Καὶ θαυμάζεσθαι γὰρ καὶ φιλεῖσθαι τὴν ἀρετὴν παρὰ τῶν σπουδαίων οὐκ ἀπεικός.

ΣΚΗʹ. ΑΡΠΟΚΡᾼ ΣΧΟΛΑΣΤΙΚῼ. Περὶ μαντικῆς. Ὅτι ἡ μαντικὴ ὕθλος ἦν παρ’ Ἕλλησι, καὶ μάτην ἐθρυλλεῖτο, δέδεικται μέν μοι ἐν τῷ Πρὸς Ἕλληνας λόγῳ. Ἐπειδὴ δ’ Ὅμηρον ὡς σοφώτατον μάρτυρα προβάλλῃ, τὸν αὐτὸν ἀντιπροβαλοῦμαι. Σεμνὴ γὰρ καὶ ἡ παρὰ τῶν ἐχθρῶν μαρτυρία. Ὅταν γὰρ ποιῇ τὸν Ἕλενον μάντιν ὄντα, Ἀλεξάνδρῳ τ’ ἀδελφῷ παρακελευόμενον, τῆς μὲν μάχης ἀποπτῆναι, εὔξασθαι δὲ τῇ Ἀθηνᾷ μετὰ τῶν γυναικῶν ἐν ἄστει γενόμενον· εἶτα τὰς μὲν εὐχομένας, τὴν δὲ ἀνανεύουσαν· αὖθις δὲ τὸν μὲν μάντιν παρακελευόμενον εἰς μάχην προκαλεῖσθαι τὸν ἄριστον τῶν Ἑλλήνων, τὸν δὲ πειθόμενον, καὶ προκαλούμενον, ἡττώμενον δὲ καὶ τιτρωσκόμενον, καὶ διαλυθῆναι δεόμενον, ἆρ’ οὐ δῆλός ἐστι καὶ τοῖς κομιδῇ νηπίοις, τὴν μαντικὴν οἶον ἐπὶ κόῤῥης ῥαπίζων, ἢ καὶ καταγελῶν τῆς ἀβελτηρίας αὐτῆς καὶ ἀλαζονείας, ὡς θρασυνομένης μὲν ἐν τῷ προαγορεύειν καὶ ἐλπίδας χρηστὰς ὑποτίθεσθαι, ἐνδὲ τοῖς πέρασιν ἐλεγχομένης καὶ διαμαρτανούσης παντί που δῆλόν ἐστιν. Εἰ δὲ πολλαχοῦ μάντεις φάσκει, καὶ θυοσκόπους, καὶ ὀνειροπόλους, θαυμαστὸν οὐδέν, Ἡ γὰρ ποιητική, ἔστιν ὅπου τὸ μυθῶδες ἐπιποθοῦσα, ὕλην ἔχει τὸ ψεῦδος, ὑφ’ ἡδονῆς ἀκρίτου θρασυνομένη ἐξυβρίζει καὶ ὑλομανεῖ τὸ μυθῶδες καὶ θεατρικὸν ἐπιδεικνυμένη. Τοσοῦτον γὰρ αὐτῇ οὐ μέλει τῆς ἀληθείας, ὡς καὶ τοὺς παῖδας Ἁλῶνος εἰσάγουσαν ματαιοπονοῦντας μᾶλλον ἢ μεγαλουργοῦντας, φάναι·

Ὅσσαν ἐπ’ Οὐλύμπῳ μέμασαν θέμεν. Αὐτὰρ ἐπ’ Ὄσσῃ Πήλιον εἰνοσίφυλλον, ἵν’ οὐρανὸς ἄμβατος εἴη. Εἶτα πιστεύουσα αὐτοὺς κρατήσειν εἰ ἡβήσειαν, γνώμην ἀποφαίνεται ἀπαίδευτον καὶ ἀφιλόσοφον, φράζουσα, Καί νύ κεν ἐξετέλεσσαν, εἰ ἥβης μέτρον ἵκοντο.

Οὔ φημι γὰρ τρία ὅρη, ἀλλ’ οὐδ’ εἰ πᾶσα ἡ γῆ πλασθείη καὶ μετεωρισθείη τρόπον κίονος, ἐφάψεται τῆς οὐρανίου ἀψίδος· καὶ μάλιστα κατὰ τοὺς λέγοντας, τὴν γῆν κέντρον εἶναι τοῦ οὐρανοῦ. Κέντρον γὰρ περιφερείας οὐκ ἄν ποτε ἅψοιτο.

ΣΚΘʹ. ΘΕΟΔΟΣΙῼ ΣΧΟΛΑΣΤΙΚῼ. Περὶ ἀληθείας. Ὁ ἐν ἀρχῇ τῆς ἀληθείας ἐκπίπτων, πάντως ἐκκυλισθήσεται τοῦ προκειμένου, καὶ εἰς αἰσχρὸν καταστρέψει τέλος.

ΣΑʹ. ΖΩΣΙΜῼ. ΜΑΡΩΝΙ. Φασί τινες, ὡς οὐδὲ Μητρόδωρος ὁ Ἐπικούρειος, οὕτως διὰ πραγμάτων ἐβεβαίωσεν Ἐπικούρου, τοῦ παρὰ πάντων τῶν σοφῶν ἀποκηρυχθέντος, τὰ δόγματα, ὡς ἡ ἀθλία ὑμῶν τριττύς. Εἰ τοίνυν ἀληθεύουσι, παύσασθε τῆς λαγνείας. Εἰ δὲ μή, ἔχεσθε τῆς σωφροσύνης.

ΣΛΑʹ. ΘΕΟΔΟΣΙῼ ΕΠΙΣΚΟΠῼ. Ὀκνῶ μὲν εἰπεῖν, διὰ τὸ μὴ δόξαι κολακεύειν· πάντων γὰρ τῶν λεπτῶν παθῶν τὴν κολακείαν αἰσχροτέραν ἡγοῦμαι· φράσω δέ, ὑπὸ τῆς ἀληθείας ἀναγκαζόμενος, ὅτι οὐδείς, ὡς οἶμαι, μᾶλλον δὲ πέπεισμαι, τῶν σοι προσόντων πλεονεκτημάτων ἐφικέσθαι δυνηθείη, οὐδ’ εἰ δέκα μὲν γλώττας, δέκα δὲ στόματα ἔχοι, καὶ ψυχὰς ταῖς γλώσσαις ἰσαρίθμους.

ΣΛΒʹ. ΔΙΟΝΥΣΙῼ ΠΡΕΣΒΥΤΕΡῼ. Ὁ [μὲν] μηδὲν ἑαυτῷ, ὦ σοφέ, συνειδὼς ἀγαθόν, μετριολογῶν, συγγνώμων, μᾶλλον δὲ ἐπιγνώμων, οὐ ταπεινόφρων ἐστίν. Ὁ δὲ μετὰ πολλὰ κατορθώματα ταπεινοφρονῶν, οὖτός ἐστι κυρίως ὁ μετριάζειν εἰδώς.

ΣΛΓʹ. ΜΑΡΤΙΝΙΑΝῼ. Περὶ φιλαργυρίας. Τὸν μὲν τῶν σωμάτων ἔρωτα, ἅτε δριμὺν μὲν ὄντα, ταχέως δὲ σβεννύμενον, διὰ τοῦτο οἱ ζωγράφοι σὺν λαμπάσι καὶ πτέρυξι γράφουσιν, ὅτι ποτὲ μὲν ὑπεκκαίει τὰ πάθη καπνίζων, ποτὲ δὲ διὰ κόρον ἀφίπταται. Τὸν δὲ τῶν χρημάτων οὐδεὶς οὔτε πλάσαι, οὔτε γράψαι ἐτόλμησε, τάχα μὲν ἐπειδὴ οὐδὲ ἔρως ἐστίν, ἀλλὰ μανία ἀνήκεστος· τάχα δὲ ἐπειδὴ οὔτε πλασθῆναι, ἀλλ’ οὔτε γραφῆναι αὐτὸν οἷόν τε. Οὔτε γὰρ πεντήκοντα μόνον ἔχει κεφαλάς, κατὰ τὴν μυθευομένην ὕδραν, δι’ ὧν τῇ ἀπληρώτῳ γαστρὶ τὴν τροφὴν παραπέμπει. Οὐδὲ κατὰ τὸ ἀχόρταστον τέρας διάκειται, οὐδὲ κατὰ τὸν Βριαρέω ἑκατὸν χερσὶ μόναις ὥπλισται. Ἀλλ’ οὐδὲ πτερὰ ἔχει, κόρον γὰρ οὐκ οἶδε, πλησμονὴν οὐκ ἐπίσταται. Πῶς οὖν τις τοιοῦτο τέρας ἢ πλάσαι, ἢ γράψαι δυνηθῇ, ᾧ καὶ τὸ τῆς Σκύλλης παραβαλλόμενον ἐπιστεύθη ἄν, καίτοι ἄπιστον ὅν; Ἀλλ’ ἐπειδὴ ὁ λόγος παντὸς μὲν χρώματος ἐναργέστερός ἐστι, παντὸς δὲ κηροῦ εὐπλαστότερος, ὡς ἂν οἷός τε ᾗ, ὑπογράψαι τοῦτον πειράσεται· τῆς μὲν ἀκριβείας ἐφικέσθαι ἀδυνατῶν, τὴν δὲ θηριόμορφον αὐτοῦ καὶ ἀτερπῆ τοῖς ἑαλωκόσι στηλιτεύων μανίαν.

Ἐμοὶ γὰρ δοκεῖ οὐ παιδὶ ἐοικέναι· οὐ γὰρ ἔρως ἐστί, μανία δὲ σαφής· ἀλλὰ γυναικὶ (καὶ τοῦτο γὰρ τῆς τε ἀνοίας αὐτῆς καὶ τῆς μοχθηρίας ἔστω τεκμήριον) θηριομόρφῳ τινί, καὶ πῦρ πνεούσῃ, μυρίας μὲν ἔχεις ἀντὶ τριχῶν ἐπὶ τῆς κεφαλῆς ἐχούσῃ διὰ παντὸς συριττούσης, καὶ θανατηφόρον ἰὸν ἐρευγομένας· μυρίας δὲ χεῖρας ὄνυξι κομώσας, δι’ ὧν τοὺς μὲν σπαράττει, τοὺς δὲ κατατοξεύει, παρ’ ὧν δ’ ἀφαρπάζει χρήματα· μυρία δὲ στόματα. Οὐδὲ γὰρ ἀπειλεῖ μόνον, οὐδὲ συκοφαντεῖ, ἀλλὰ καὶ κολακεύει, καὶ δουλοπρεπῶς διαλέγεται, καὶ ἐπιορκεῖ, καὶ μυρίας ἐπινοεῖ προφάσεις, αἰσχρῶν κερδῶν ἕνεκα. Καὶ ὀφθαλμοὺς ἔχει οὐ κατὰ φύσιν ὁρῶντας, οὐδ’ αἰδουμένους τινά, οὐ φίλον, οὐκ ἀδελφόν, οὐ συγγενῆ, οὐκ εὐεργέτην, ἀλλὰ τραχύ, καὶ δριμύ, καὶ ὠμόν, καὶ ἀπάνθρωπον, καὶ πυρῶδες βλέποντας. Οὐ γὰρ τὴν τῶν πραγμάτων ὁρᾷ φύσιν, οὐδὲ συνίησιν, ὅτι πολλάκις μυρία κινήσασα, εἰς τὰς τῶν ἐχθρῶν τὰ χρήματα παρέπεμψε χεῖρας. Διὸ μυρίας προσετρίψατο τῷ ἁλόντι τὰς ἁμαρτίας, ἀκοὰς δὲ τοσοῦτον πεφραγμένας, ὡς μήθ’ ἱκεσιῶν, μήτε στεναγμῶν, μήτ’ ὀλοφυρμῶν, μήτε κακηγοριῶν ἐπακούειν. Τοσοῦτον δ’ ἀπέχει τοῦ πτερὰ ἔχειν, ἃ τὸν κόρον δηλοῖ, ὅτι οὐδὲ πόδας αὐτῇ σωφρονῶν ἄν τις ἀπονέμοι.

Οὐδὲ γὰρ οἶδε βαδίζειν, οὐδὲ μετακινεῖσθαι ἀπὸ τοῦ ἁλόντος, ἀλλὰ κατὰ πάντων τὰς χεῖρας πέμπουσα, σιδήρου παντὸς καὶ μολύβδου βαρυτέρα οὖσα ἐγκάθηται, πάντα μὲν δεχομένη, καὶ πάντας ληϊζομένη, οὐδέποτε δὲ πληρουμένη, ἀλλὰ τὸ πλῆθος τῶν λαμβανομένων, ὕλην ὑπεκκαύματος ἔχουσα, καὶ τὴν τελευτὴν τῶν ληφθέντων, ἀρχὴν τῶν ληφθησομένων ποιουμένη. Τίς οὖν τοιαύτῃ μανίᾳ δριμυτάτῃ καὶ ἀκορέστῳ, καὶ μυρίας ἁμαρτίας καὶ κακηγορίας, ἀδοξίας τε καὶ ἀκολασίας προστριβομένῃ ἁλοίη ἄν; τίς ἂν ἕλοιτο ἐνταῦθα μὲν ζῇν οὕτως ἀθλίως, μαστιζόμενος νύκτωρ τε καὶ μεθ’ ἡμέραν, καὶ ἀνάπαυσιν οὐκ εἰδώς, οὐδ’ ὕπνον, ἐκεῖσε δὲ ἀρχὴν τῶν τιμωριῶν ληψόμενος;

Τί λέγω ἀρχήν; Ἐνταῦθα μὲν οὖν κολάζει καὶ τιμωρεῖται τοὺς ἁλόντας, παντὸς τυράννου πικρότερον, ἐναλλομένη καὶ τῶν καιρίων ἁπτομένη, καὶ μηδὲ μικρὸν ἀναπνεῦσαι συγχωροῦσα, ἀλλὰ τῶν εἰς τὰ μέταλλα τὴν χαλεπωτάτην ἐκείνην τινόντων κόλασιν, πικροτέραν ἐπάγουσα τὴν δίκην. Τοῖς μὲν γὰρ ἔξεστι μετὰ τὸ ἔργον ὕπνῳ χρῆσθαι καὶ ἀναπαύλῃ, τοῖς δὲ καὶ τὸν τοῦ ὕπνου προχωννῦσα λιμένα, καὶ νύκτωρ ἐπιτάττει τὰ ὠμὰ καὶ ἀπάνθρωπα ἐπιτάγματα ἐκεῖνα. Τοὺς μὲν γὰρ ἐπὶ λῃστείας ἐξάγει, τοὺς δὲ ἐπ’ ἀνδροφονίας, καὶ οὐδὲ τὴν ὁσίαν αὐτὴν αἰδεῖται, ἢν καὶ βάρβαροι καὶ δαίμονες τιμῆς ἀξιοῦσιν· ἀλλὰ καὶ κατὰ νεκρῶν σωμάτων τὰς μιαρὰς τῶν ἁλόντων ὁπλίζει δεξιάς, καινὸν καὶ παράνομον λῃστείας ἐπινοοῦσα τρόπον. Πάντ’ οὖν ταύτης τὰ μοχθηρὰ ἐννοήσαντες, ὅτι θηριόμορφός ἐστι, καὶ ἀτερπής, καὶ πῦρ πνέουσα, ἀκόρεστός τε καὶ τυφλὴ καὶ ἀνήκοος, μισάνθρωπός τε καὶ μυσαρά, καὶ θεομισής, ἄσπονδός τε καὶ ἀμείλικτος καὶ ἀνήμερος.

Οὔτε γὰρ κολακευομένη, οὔτε θεραπευομένη ἐνδίδωσιν. ἀλλὰ τότε μᾶλλον ἀγριοῦται, ὅτε μάλιστα θεραπεύεται. Μάλιστα μὲν πάντα κινῶμεν, ὥστε μὴ ἁλῶναι. Ῥᾷον γὰρ μὴ ἁλῶναι, ἢ ἁλόντας διαφυγεῖν. Εἰ καὶ ἑάλωμεν, συντείναντες ἑαυτούς, καὶ τὴν θείαν καλέσαντες συμμαχίαν· ἄνευ γὰρ ταύτης οὐχ οἷόν τε τοιαύτης αἰχμαλωσίας ἐλευθερωθῆναι· κινδυνεύει γὰρ εἶναι τοῖς πολλοῖς αἰχμαλωσία ἀνακλήσεως ἄμοιρος· τοῦ μὲν ἐθέλειν κερδαίνειν παυσώμεθα, τὰ δὲ συναχθέντα, ἢ ἀθρόον, ἢ κατὰ βραχὺ διανέμωμεν τοῖς δεομένοις. Αὔτη γάρ ἐστι μόνη τῆς τοιαύτης αἰχμαλωσίας ἡ ἀνάκλησις.

ΣΛΔʹ. ΑΡΧΙΒΙῼ ΠΡΕΣΒΥΤΕΡῼ. Ἔνθα καταφορικῶς περὶ τῶν κακῶς τὴν ἱερωσύνην μετερχομένων. Πολλῶν ὄντων, ὡς ἔφης, θαύματος ἀξίων, ἕν ἐστιν, ὃ μάλιστα πάντων ἐγὼ θαυμάζω, καὶ τοῦ πάντα διεφθάρθαι τεκμήριον εἶναί φημι ἱκανόν. Διὸ δὴ ἐκείνων ἀφέμενος, τοῦτο μάλιστα νυνὶ λέξω καὶ ἐλέγξω.

Εἰπὲ τοίνυν τούτοις, οἷς μάλιστα μέλει τῶν λαῶν, μᾶλλον δὲ οἷς μέλειν μὲν ἔδει, μέλει δὲ οὐδαμῶς, ὅτι Αὐτοὶ δι’ ὧν ποιεῖτε ὁμολογοῦντες ἀγνοεῖν, τί ἐστιν ἱερωσύνη, τί τοὺς ἄλλους ἐνοχλεῖτε; Εἰ μὲν γὰρ τυραννίδα πατρῴαν κεκλήρωσθε, ἡγεῖσθε ὧν ἡγεῖσθε, ἵνα κἀκείνων τῶν διαβοήτων τυράννων ὠμότεροι καὶ τυραννικώτεροι ὀφθείητε. Πολλοὶ γὰρ ἐκείνων πραότερον ὑμῶν τοῖς τυραννηθεῖσι προσηνέχθησαν.

Εἰ δὲ πατρικὴν κηδεμονίαν ἐνεπιστεύθητε, τί τοὺς τυράννους ἀποκρύπτετε τῇ ὠμότητι; Τί τοὺς τῷ θείῳ αἵματι ἐξαγορασθέντας αὐτοὶ καταδουλοῦσθε; Τί χρηματίζεσθε ἐκ τῶν ἀλλοτρίων συμφορῶν; Τί γελᾶτε τοὺς σώφρονας; Τί ἐπιβουλεύετε τοῖς φιλαρέτοις; Τί τοὺς κόλακας συγκροτεῖτε; Τί τοὺς παῤῥησιαζομένους ἐξοστρακίζετε; Εἰ γὰρ ὑμεῖς παύσεσθε δρῶντες ἂ δρᾶτε, εἰκὸς καὶ τὰς τῶν λαῶν ἀρετὰς νεκρωθείσας νῦν δι’ ὑμᾶς, εἰς παλιγγενεσίαν ἥξειν καὶ ἀναβίωσιν.

ΣΛΕʹ. ΕΡΜΙΝῼ ΚΟΜΗΤΙ. Ὅτι μετὰ τοῦ ὀρθοῦ βίου χρεία τῷ ἱερεῖ τῆς ἐν τῷ λέγειν δυνάμεως. Ὥσπερ εὐγενὲς δένδρον, ὅταν τῷ καρπῷ βρίθηται, τοῖς φύλλοις κομῶν, καὶ τὸν γεωργὸν εὐφραίνει, καὶ τοὺς ὁρῶντας τέρπει, καὶ τοὺς παροδεύοντας ἀναπαύει· οὕτω καὶ ὁ εἰς τὸν διδασκαλικὸν ἱδρυθεὶς θρόνον, ὅταν τῇ ἀρετῇ κοσμῆται, καὶ τῷ λόγῳ ἀστράπτῃ, καὶ τὸν Θεὸν εὐφραίνει, καὶ τοὺς ἀνθρώπους ὠφελεῖ. Εἰ δὲ θατέρου ἕρημος εἴη, οὐ λίαν ὠφελεῖ τοὺς φοιτητάς. Χρεία μὲν γὰρ τοῦ βίου, διὰ τοὺς φιλαιτίους χρεία δὲ καὶ τοῦ λόγου, διὰ τοὺς κατὰ τῶν αἱρέσεων ἐλέγχους. Εἰ γὰρ καὶ ἄνευ λόγου ὁ βίος ὠφελεῖν πέφυκε τοὺς πολλούς, ἀλλ’ ὅταν ἴδωσιν αὐτὸν ἡττώμενον ἐν συλλογισμοῖς καὶ διαλόγοις, εἰς τὰ καίρια πολλάκις βλάπτονται, ὑπὸ νόθων δογμάτων κλεπτόμενοι. Οὐ γὰρ τὴν ἀπειρίαν τοῦ διδάσκοντος, ἀλλὰ τὴν τοῦ δόγματος αἰτιάσοιντο σαθρότητα. Εἰ δ’ ὁ λόγος ῥέων κατὰ κράτος αἱρῇ τοὺς ἐναντίους, ἀπὸ τῆς τοῦ βίου φαυλότητος ἀμαυροῦται τὸ τρόπαιον.

Οὐκ ἀξιόπιστον γὰρ ἡγήσονται διδάσκαλον, τὸν μὴ τὰ δέοντα πράττοντα. Οὐκοῦν χρὴ καὶ λόγῳ καὶ βίῳ ἀστράπτειν. «Ὁ γὰρ ποιῶν, φησί, καὶ διδάσκων, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.» Εἰ δὲ τὸ ποιῆσαι μόνον διδάξαι ἦν, ὡς οἴονταί τινες, οὐκ ἂν τὸ δεύτερον προσετέθη.

ΣΛϛʹ. Τῼ ΑΥΤῼ. Εἰς τὸ κατὰ τὸν Ἰωσήφ, καὶ τὴν Αἰγυπτίαν. Εἰ καὶ δεινῶς καὶ τεχνικῶς ἡ Αἰγυπτία τὰ λίνα τῆς ἐπιθυμίας ἀνεπέτασε, καὶ τὴν παγίδα ἔστησε θηρῶσα τὸν νέον, καὶ διὰ μὲν τῶν ὀφθαλμῶν ἐγοήτευσεν (ἐκαλλωπίζετο γὰρ τραγικῶς), διὰ δὲ τῆς ἀκοῆς ἔθελγε (πᾶσαν γὰρ προσῆγε καὶ διὰ ῥημάτων πεῖραν), καὶ διὰ μὲν τῆς ὀσφρήσεως ἀνεμόχλευε· τῶν γὰρ πολυτελεστάτων μύρων ἔπνεε· διὰ δὲ τῆς ἁφῆς ἐγαργάλιζε· κατέσχε γὰρ τοῦτον, καὶ διὰ μὲν τῆς γεύσεως ἠρέθιζεν (εἰκὸς γὰρ πρὸ τοῦ ἀναπετάσαι τὰ δίκτυα, καὶ τρυφὴν προσαγαγεῖν, εἰ καὶ μὴ ὡς ἐρώμενον χαριζομένη, ἀλλ’ ὡς ξένον ἐλεοῦσα), διὰ δὲ τῶν ἐπαγγελιῶν ἐφάρματτεν· ὡς δεσπότην γὰρ ἕξειν αὐτὸν ὑπισχνεῖτο· ἀλλ’ ἀπέτυχε τῆς θήρας. Καὶ ὁ μὲν Ἰωσὴφ τὸν καρπὸν τῆς σωφροσύνης ἐδρέπετο· οὐκ ἀπονητί, ὡς οἴονταί τινες· οὐ γὰρ μόνον πρὸς ἐκείνην, ἀλλὰ καὶ πρὸς ἀκμὴν τῆς νεότητος ἦν αὐτῷ ὁ ἀγὼν σφριγῶσαν καὶ σκιρτῶσαν, καὶ τῆς γυναικείας ὁμιλίας ὀρεγομένην· ἡ δὲ τὰ φύλλα τῆς νίκης ἐδόκει ἔχειν.

Ἐδόκει δ’ ἔχειν, εἶπον, ἐπειδὴ ἀκεραίοις ἀκοαῖς καὶ τοῦτ’ ἔλεγχος ἦν τῆς γυναικείας ἀκρασίας. [Τῇ] γὰρ βίαν παθεῖν φοβουμένῃ, οὐ τὸ προσαφελεῖν τὴν τοῦ βιαζομένου ἐσθῆτα, διὰ σπουδῆς ἐστιν, ἀλλὰ τὸ τῆς βίας ἀπηλλάχθαι, ἀγαπητὸν καὶ εὐκταιότατον.

Ἀλλ’ αὔτη ὑπὸ τῆς ἐπιθυμίας μεθύουσα, σύμβολα τῆς οἰκείας ἀσελγείας, τεκμήρια σωφροσύνης εἶναι ἐνόμιζε. Διό, ὡς οἶμαι, καὶ ὁ δεσπότης τὴν μὲν κατηγορίαν ἐδέξατο, διὰ τὴν τῆς γυναικὸς ἴσως ὑπόληψιν· ᾔδει γὰρ τὴν γυναικείαν φύσιν ῥᾳδίως τῷ πάθει ἁλισκομένην, καὶ μάλιστα ὅταν ὑπὸ κάλλους ἐρεθίζηται, τοῦ καὶ τὴν ῥώμην πολλάκις καταδουλουμένου· μηδὲ λόγου [δὲ] μεταδούς, ὅπερ τινὲς αἰτιῶνται, εἰς δεσμωτήριον ἐνέβαλεν, οὐ βαρβαρικὸν σφάλμα σφαλλόμενος, ὡς οἴονταί τινες· ἣ γὰρ ἂν αὐτὸν καὶ κατέσφαξεν, ἢ γοῦν τοῖς νόμοις παραδέδωκε, τῆς κατηγορίας σφαγὴν ὠδινούσης· ἀλλ’ ἐκ τοῦ εἰκότος ἵσως ἐννοήσας, ὅτι ἐρῶσα καὶ ἐπιμανεῖσα αὐτῷ, ἀποτυχοῦσα τῆς θήρας, τὴν κατηγορίαν ἐνεστήσατο.

Καὶ εἰ μεταδοίη λόγου τῷ νέῳ, οὐ μόνον ἀπολύσαιτο τὴν γραφήν, ἀλλὰ καὶ εἰς τὴν γραψαμένην ἀντιπεριστήσει τὸ ἔγκλημα. Μᾶλλον δ’, ὅπερ καὶ εἰπεῖν ἀληθέστερον, τοῦ βραβευτοῦ τῆς σωφροσύνης τὴν ὀργὴν τοῦ ἀνδρὸς κατευνάσαντος, καὶ στήλην σεμνότητος τῷ βίῳ ἐγείραντος, καὶ τοῖς ἀδελφοῖς λιμώττουσι τροφέα τηρήσαντος, καὶ τῇ Αἰγύπτῳ ἄρχοντα χειροτονήσαντος.

ΣΛΖʹ. Τῼ ΑΥΤῼ. Μὴ λίαν ἐκπλήττου, ὦ θαυμάσιε, εἰ τὸ μὲν εἶναί τινας τοιούτους τῶν τὸν διδασκαλικὸν ἐμπεπιστευμένων θρόνον, δεινὸν ὅν, οὐ δεινὸν εἶναι δοκεῖ· τὸ δὲ ῥῆξαί τινα φωνὴν παῤῥησίας ἕνεκεν, δεινότατον εἶναι δοκεῖ, καὶ συγγνώμης μεῖζον. Ἐπειδὴ γὰρ ἀρετῆς ἴχνη ἐν ὀλίγοις εὑρίσκεται· κακία δὲ παρὰ τοῖς πλείστοις ἀχορεύτως χορεύει, δεδιότες μὴ ὀφθείη τις ὁ τοῖς δρωμένοις ἐπιτιμήσων, πάντα μὲν τὰ καλὰ ἐξοστρακίσαι σπουδάζουσι, μάλιστα δὲ πάντων τὴν παῤῥησίαν, ἵν’ ἀδεῶς ἁμαρτάνοιεν τοῦ λοιποῦ.

ΣΛΗʹ. Τῼ ΑΥΤῼ. Τὸ ἐν νόσῳ χαλεπωτάτῃ τυγχάνοντα, νομίζειν ὑγιαίνειν, μανία λαμπρὰ καὶ ἀνήκεστος. Πῶς γὰρ ὁ τοιοῦτος ἰατρὸν ζητήσει, μηδ’ αὐτὸ τοῦτο ὅτι νοσεῖ ἐπιστάμενος; Πρῶτον οὖν αὐτῷ χρὴ τρανὴν τὴν αἴσθησιν τοῦ πάθους ἐμποιῆσαι, εἶτα τὸν τούτου καλέσαι ἰατρόν.

ΣΛΘʹ. ΙΣΙΔΩΡῼ ΔΙΑΚΟΝῼ. Τό, «Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε,» πολυσχιδὲς εἶναί μοι μὲν καὶ πολύτροπον [φαίνεται.] Δύναται γὰρ εἶναι καὶ ὁριστικόν, καὶ συμβουλευτικόν· οἷον· Ὀργίζεσθε, καὶ διὰ τί ὀργίζεσθε; Οὐκοῦν μὴ ὀργίζεσθε, ἵνα μὴ ἁμάρτητε. Δύναται δὲ καὶ τοῦτο μηνύειν· Ἐπειδὴ ὀξὺ πάθος ἡ ὀργὴ καὶ δεινὸν κλέψαι ψυχὴν (προεκτρέχει γὰρ πολλάκις τοῦ λογισμοῦ, καὶ ἀβουλήτως σχεδὸν τίκτεται), τῷ λογισμῷ [ἤ]. τῷ ἐπιλογισμῷ καταπραΰνετε ταύτην, μὴ εἰς ἄμυναν ὁρμῶντες, ἀλλ’ εἰς ἡμερότητα τελευτῶντες.

Δύναται δὲ καὶ τοῦτ’ ἐμφαίνειν, ὅτι Ὀργίζεσθε τῷ ἐνοχλοῦντι ὑμῖν πάθει, μάλιστα δὲ πάντων τῇ ἡδονῇ, καὶ οὐχ ἁμαρτήσετε. Εἰ γὰρ εὕροι ὑμᾶς ἐκνενευρισμένους, καὶ ἐκλελυμένους, ῥᾳδίως καταπαλαίσει· εἰ δὲ νήφοντας καὶ ὀργιζομένους αὐτῇ, εὐθέως οἰχήσεται. Ἐπειδὴ δὲ ὁ θεῖος χρησμὸς οὐ τὸ ὀργίζεσθαι ἁπλῶς, ἀλλὰ τὸ εἰκῆ ἀπηγόρευσεν· ἔστι γάρ ποτε καὶ χρησίμως ὀργισθῆναι, ὅταν ἢ ὑπὲρ τῆς τοῦ Θεοῦ δόξης γίγνηται, ἢ ὑπὲρ τῶν ἀδικουμένων, ἢ ὑπὲρ τῆς τῶν πέλας διορθώσεως· καὶ γὰρ καὶ ὁ πραότατος Μωσῆς ὀργίσθη, τοῖς μοσχοποιήσασι, καὶ ἡβηδὸν αὐτοὺς ἐκέλευσεν ἀναιρεθῆναι· καὶ ὁ Φινεὲς τοῖς πορνεύσασι, καὶ σειρομάστῃ αὐτοὺς διεχρήσατο· καὶ Ἠλίας τοῖς Ἰουδαίοις, καὶ λιμῷ αὐτοὺς ἐδάμασε·

Παῦλος τῷ Ἐλύμᾳ, καὶ Πέτρος τῷ Ἀνανίᾳ καὶ τῇ Σαπφείρᾳ· καὶ πατὴρ υἱῷ καὶ διδάσκαλος φοιτητῇ ὀργίζεται ῥᾳθυμοῦντι· καὶ οὐκ ἄν τις φαίη ὀργὴν εἶναι ταύτην, ἀλλὰ φιλοσοφίαν καὶ κηδεμονίαν, δύναται καὶ προστατικὸν εἶναι. Ἐπειδὴ γὰρ ὅταν μὲν ἑαυτοὺς ἐκδικῶμεν, καὶ ὑπὲρ τὸ μέτρον ἀμυνόμεθα· ὅταν δὲ ἢ ὑπὲρ τῆς θείας δόξης ὁ λόγος ᾖ, ἢ ὑπὲρ τῶν ἀδικουμένων, τότε εὐλάβειαν καὶ ἡσυχίαν πλαττόμεθα, ἄφωνοί τέ ἐσμεν καὶ ἀκίνητοι, καὶ λίθων οὐδὲν διαφέρομεν· διὰ τοῦτό, φησιν, Ὀργίζεσθε μὲν δικαίως, ἢ ὅταν ὑπὲρ τῆς τοῦ Θεοῦ δόξης ὁ λόγος ᾖ, ἢ ὅταν ὑπὲρ τῆς πλησίον διορθώσεως, ἢ ὅταν τιμωρεῖν δέῃ τοῖς ἀδικουμένοις· μὴ ἁμαρτάνετε δέ, ἢ τοῖς ἁμαρτάνουσι συνειδότες, καὶ συγκρύπτοντες, ἢ εἰς τὸ ἑαυτοὺς ἐκδικεῖν τῷ βοηθήματι καταχρώμενοι. Διὰ γὰρ τοῦτο ἐνετέθη ἡ ὀργή· οὐχ ἵνα καὶ ἡμεῖς ἁμαρτάνωμεν, ἀλλ’ ἵνα τοὺς πταίοντας κωλύωμεν· οὐδ’ ἵνα πάθος γένηται καὶ νόσημα, ἀλλ’ ἵνα παθῶν φάρμακον. Ἡμεῖς δὲ τὸ βοήθημα δηλητήριον κατασκευάζομεν, εἰς τὰ μὴ προσήκοντα αὐτῷ καταχρώμενοι.

ΣΜʹ. ΟΥΡΣΘΕΝΟΥΦΙΩ ΑΝΑΓΝΩΣΤῌ. Ἡ ἀρετή, ὥς γε ἡγοῦμαι (οὐ γὰρ ἀποφαίνομαι, ἀλλὰ τοῖς ἐντυγχάνουσιν ἐπιτρέπω τὴν ψῆφον) δύσκολος εἶναι καὶ ἔδοξε καὶ δοκεῖ, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν τῶν μετιέναι αὐτὴν μὴ ἐθελόντων ἀνυπέρβλητον ῥᾳθυμίαν. Ἐπεὶ τῷ γε ἀκριβῶς σκοπουμένῳ εὐκολωτέρα πολλῷ τῆς κακίας ἐστίν. Εἰ δέ τις ἀπιστεῖ, μὴ δὴ θορυβείτω, ἀλλὰ ἀναμενέτω τὴν ἀπόδειξιν, πάσης προλήψεως καὶ φιλονεικίας καθαρὸν ἑαυτὸν διατηρῶν. Τὸ μὲν οὖν θείαν αὐτὴν εἶναι καὶ πρεπωδεστάτην, καὶ τῇ φύσει ἁρμοδιωτάτην, καὶ κόσμον, καὶ ἐγκαλλώπισμα τῶν ἀσκούντων, ὡς πᾶσιν ὡμολογημένον παρήσω· ἐπὶ δὲ τὸ ἀμφιβαλλόμενον ἥξω. Τί οὖν ἐστιν εὐκολώτερον, εἰπέ μοι· τὸ μυρίους ἀνιχνεύειν θησαυρούς, ἢ τὸ τοῖς οὖσιν ἀρκεῖσθαι; τὸ νύκτωρ καὶ μεθ’ ἡμέραν αἰσχρὰ κέρδη καὶ τόκους ἀνελευθέρους ἀριθμεῖν, ἢ τὸ τὴν αὐτάρκειαν ἀσπάζεσθαι; Καὶ φιλεῖν τὸ πάντας ἀδικεῖν, ἢ τὸ τοῖς δεομένοις ἐπικουρεῖν; Τὸ τῇ ἐννόμῳ ὁμιλεῖν γυναικὶ (οὔπω γὰρ τὴν ἄκραν τίθημι φιλοσοφίαν, ἀλλὰ [τὴν] πολλοῖς ἐφικτήν,) ἢ τὸ τοὺς ἀλλοτρίους διορύττειν γάμους; Τὸ νοσεῖν τὸν ἀνήκεστον τῆς φιλοχρηματίας ἔρωτα, ἢ τὸ ἐκτὸς εἶναι τῆς τοιαύτης μανίας; Τὸ δόλους ῥάπτειν, ἢ τὸ ἀδόλως προσφέρεσθαι; Τὸ δικαστηρίοις ἐνοχλεῖν, ἢ τὸ τὰς ἠσυχίας ἄγειν; τὸ ἁρπάζειν τὰ μὴ προσήκοντα, ἢ καὶ τὸ τὰ οἰκεῖα διανέμειν;

Τὸ πράγμασι καὶ ἐγκλήμασιν ἐγκαλινδεῖσθαι, ἢ τὸ πραγμάτων ἀπηλλάχθαι καὶ φόβων; Τὸ περὶ πολλῶν καὶ ἀνηνύτων φροντίδων μεριμνᾷν, ἢ τὸ μίαν ἔχειν φροντίδα, πῶς τῆς ἀρετῆς μὴ ἐκπέσῃ; Τὸ φιλοπραγμονεῖν, ἢ τὸ ἀπραγμοσύνῃ συζεῖν; Τὸ μὴ λαμβάνειν κόρον, ἢ τὸ μηδὲ ἐρᾷν τῶν [καὶ] τὸν κόρον ὑβριζόντων; Τὸ θαλαττεύειν καὶ ναυαγίοις περιπίπτειν, ἢ τὸ ἐν λιμένι καθῆσθαι, καὶ τὰ τῶν ἄλλων ἐπισκοπεῖν ναυάγια; Ἐγὼ μὲν οὖν τὴν εὐκολίαν ἐβουλήθην δεῖξαι τῆς ἀρετῆς, καὶ τὴν δυσκολίαν τῆς κακίας· ὁ δὲ λόγος προϊών, μεῖζόν τι πεποίηκε, τῇ μὲν ἀρετῇ καὶ τὴν εὐφροσύνην, τῇ δὲ κακίᾳ καὶ τὴν ἀηδίαν ἑπομένην συναποδείξας. Καὶ ἐχρῆν τούτοις καταπαῦσαι. Ἀλλ’ ἐπειδὴ ἡ τρυφὴ καὶ [ἡ] ἡδονὴ στωμυλευόμεναι, δοκοῦσι τοὺς πολλοὺς παραλογίζεσθαι, ὡς καὶ ἡδεῖαι τυγχάνουσαι καὶ εὔκολοι, ἀναγκαῖον καὶ πρὸς τούτους ἀποδύσασθαι.

Φημὶ τοίνυν, ἵνα παρῶ τέως τὴν δίκην, τὴν τῇ τρυφῇ καὶ τῇ ἀκολασίᾳ ἐπηρτημένην, ἢν διὰ τοῦ πλουσίου, καὶ τοῦ τὰ ῥυπαρὰ ἐνδεδυμένου ἱμάτια, ἐλεεινῶς καὶ σφόδρα περιπαθῶς τὸ ἱερὸν ἀπετραγῴδησεν Εὐαγγέλιον, ὅτι [εἰ] μὲν ἡ τρυφή, μὴ τὰ μυρία καὶ δυστράπελα, δυσίατά τε καὶ ἀνίατα νοσήματα τίκτει, καλείσθω τρυφή. Εἰ δὲ καὶ ποδαλγίας, καὶ κεφαλαλγίας, καὶ ἐμέτου, καὶ παραπληξίας, καὶ παραλύσεως, καὶ τῶν ἄλλων τῶν τοιούτων παθῶν αἰτία καθέστηκεν, ὑφ’ ὧν καὶ αὐτὴ ἀμαυροῦται, μᾶλλον δὲ ἀφανίζεται, ὀκνῶ καλέσαι τρυφήν, τὴν τῶν τοσούτων κακῶν μητέρα καὶ τροφόν. Τὸ γὰρ μηδὲ τοῖς σιτίοις ἰσχύειν συγκατελθεῖν, ἀλλὰ παρ’ αὐτὸν ἀφανίζεσθαι τὸν λαιμόν, καὶ τὸ μὴ αἰσθάνεσθαι τῆς ἠδονῆς τρυφῶντα ὑπὸ τῆς συνεχείας κλεπτόμενον, παρήσω, οὐχ ὡς ἀνίσχυρα, ἀλλ’ ὡς μὴ πάνυ καθάψασθαι τῶν παχυτέρων δυνάμενα. Ταῦτα μὲν οὖν περὶ τῆς τρυφῆς εἰρήσθω. Περὶ δὲ τῆς ἠδονῆς καὶ ταῦτα, καὶ τούτων πλείονα εἰρήσεται. Εἰ μὲν γάρ, ἵνα παρῶ τὴν δαπάνην καὶ τὴν αἰσχύνην, μὴ πολέμους ἀσπόνδους τίκτει πρὸς τοὺς ἀντεραστὰς καὶ πληγάς, ἐξ ὧν πολλάκις καὶ θάνατοι καὶ κίνδυνοι ἀποτίκτονται, καλείσθω ἡδονή. Εἰ δὲ καὶ αἰσχύνης, καὶ πολέμων ἀκηρύκτων, καὶ κινδύνων, καὶ θανάτων, καὶ κατηγοριῶν, καὶ ἄλλων μυρίων κακῶν ἐστι ῥίζα, οὐκ οἶδα εἰ χρὴ ταύτην [καλεῖσθαι] ἡδονήν, τὴν τοσούτων ἀλγεινῶν αἰτίαν [καὶ] ὑπὸ τῶν κλάδων ἀφανιζομένην.

Τὸ γὰρ μηδὲ φαίνεσθαι αὐτόν, μήτε πρὸ τῆς μίξεως, μήτε ἐν αὐτῇ, μήτε μετὰ ταύτην, παρήσω, οὐχ ὡς ἀδρανές, ἀλλ’ ὡς τῆς τῶν ἀκολάστων μὴ καθαπτόμενον ῥᾳθυμίας. Εἰ γάρ τις ἀκριβῶς βασανίζειν ἐθέλοι, οὔτε πρὸ τῆς μίξεως, οὔτε ἐν αὐτῇ, οὔτε μετὰ ταύτην φαίνεται· ἀλλὰ πρὸ μὲν αὐτῆς, λύττα ἐστὶ λαμπρά, ἐν αὐτῇ δὲ μανία σαφής, καὶ κλόνος ἄσχετος· μετὰ δ’ αὐτήν, μανίας μᾶλλον ἀπαλλαγή, ἢ ἠδονῆς ἀπόλαυσις. Ὁ μὲν γὰρ πληρώσας τὴν ἐπιθυμίαν καὶ τὴν ἠδονὴν ἔσβεσεν· ὁ δ’ ἐν αὐτῇ ὤν, οὐκ ἔστιν ἐν εὐφροσύνῃ, ἀλλ’ ἐν κλόνῳ, καὶ οἴστρῳ· ταραχῇ.

Εἰ τοίνυν ταῦθ’ οὕτως ἔχει (ἔχει δέ, ὥς γε ἐμαυτὸν πείθω), καὶ εὐκολωτέρα, καὶ ἡδίων, καὶ τῇ φύσει μᾶλλον ἁρμόττουσα, ἀναμφιβόλως ἀπεφάνθη ἡ ἀρετή, ἀπρὶξ καὶ εὐθύμως περιεχώμεθα ταύτης, τῆς κἀνταῦθα κἀκεῖ ἀποβλέπτους ποιούσης τοὺς ἐραστάς.

ΣΜΑʹ. ΗΡΑΚΛΕΙΔῌ ΕΠΙΣΚΟΠῼ. Περὶ μεγαλοφροσύνης. Παρὰ Χριστιανοῖς μόνοις, τοῖς γε ὡς ἀληθῶς τῆς προσηγορίας ἀξίοις (μὴ γάρ τις ἀπὸ τῆς τῶν πολλῶν σκαιότητος κρινέτω τὴν θρησκείαν)· συνάπτεται τὰ πλεῖστον ἀλλήλων διεστῶτα. Ἡ γὰρ μεγαλοφροσύνη πάσης αὐθαδείας καθαρεύουσα, καὶ ἐν σχολαίῳ τῷ ἤθει τὸ ἀγχίνουν σώζουσα, ἐπιεικείᾳ κιρνᾶται· ὑπερηφανίας γὰρ οὐδὲν ἐπαγομένη, ἀλλὰ πρὸς ἐπιείκειαν κεκραμένη, ὅπερ παράδοξον εἰπεῖν, ἐκκλίνει τὴν ταπεινότητα· τῷ μὲν μὴ ἐπαίρεσθαι κατὰ τῶν πέλας μετριοφρονοῦσα· τῷ δὲ μὴ ὑποκύπτειν τοῖς φόβοις καὶ τοῖς κινδύνοις, ἀλλὰ καὶ κολακείας καὶ δουλοπρεπείας ἀνωτέρα εἶναι, τὴν μεγαλοψυχίαν ἐπιδεικνυμένη.

Οὐ γὰρ τὸν δουλοπρεπῆ καὶ κόλακα μετριόφρονα ὁρίζεται, οὐδὲ τὸν αὐθάδη καὶ ἀλαζόνα, μεγαλόφρονα· ἀλλ’ ἑκατέρων τὰ ἀγαθὰ θηρῶσα, τὰ δυσχερῆ ἐκκλίνει, ἵνα τὰς ἀγχιθύρους τῶν ἀρετῶν κακίας φυγοῦσα, αὐτὴν καθαρῶς ἀναδύσηται τὴν ἀρετήν.

ΣΜΒʹ. Τῼ ΑΥΤῼ. Ἐπὶ τὸν κατὰ τῶν παθῶν τῆς σαρκὸς ἱερὸν χρὴ χωρῆσαι πόλεμον, οὐχ ἑαυτοῖς θαῤῥοῦντας, ἀλλὰ τῇ θείᾳ συμμαχίᾳ ἐπιτρέποντας τὸ νικᾷν. Εἰ γὰρ [καὶ] οὕτως ὁρμήσομεν, πᾶσαν μὲν παρασκευὴν καὶ παράταξιν καὶ πόνους καὶ ἀγρυπνίας κινοῦντες· τῇ δ’ ἄνωθεν ῥοπῇ θαῤῥοῦντες, ῥᾳδίως περιεσόμεθα, καὶ λαμπρὰ κατ’ αὐτῶν στήσομεν τὰ τρόπαια, ταῖς κατὰ μέρος νίκαις τὰς ἀγαθὰς ἐλπίδας συναύξοντες.

ΣΜΓʹ. ΑΠΟΛΛΩΝΙῼ ΔΙΑΚΟΝῼ. Δύο γενικῶν κακιῶν οὐσῶν, τῆς τε νοουμένης, τῆς τε δρωμένης· ἡ μὲν διὰ τῶν ἔργων, πάλαι διὰ τοῦ νόμου ἐκολάσθη· ἡ δὲ νοουμένη, διὰ τοῦ Εὐαγγελίου ἀνεστάλη, οὐ τὸ ἔργον μετὰ τὴν πρᾶξιν τιμωρουμένου, ἀλλ’ ὅπως [ἂ] μηδ’ ἀρχὴν λάβοι τὸ κακὸν προμηθουμένου. Τότε μὲν γὰρ τῇ χειρί, νῦν δὲ τῇ ψυχῇ ἐνομοθετήθη·

ΣΜΔʹ. ΑΜΜΩΝΙῼ. Περὶ ἀναλγησίας. Ὥσπερ οἱ μανίᾳ ἀνηκέστῳ ληφθέντες τῇ ὑπερβολῇ τῆς νόσου καὶ τὴν αἴσθησιν ὧν πάσχουσι παραιροῦνται· οὕτω καὶ οἱ εἰς ἀναλγησίαν ἐκπεπτωκότες (ὧν εἶς ἐστιν, ὡς γέγραφας, καὶ Ζώσιμος) καὶ τρόπον τινὰ ἐν ἀναισθησίᾳ εἰσίν, οὐδὲ οἷ τῶν κακῶν εἰσιν εἰδότες.

ΣΜΕʹ. ΕΥΤΟΝΙῼ ΔΙΑΚΟΝῼ. Ἐπειδὴ τότε ὁ ἐγκωμιαζόμενος δόξαν σεμνοτέραν καρποῦται, ὅταν ὁ λέγειν ἐπιχειρήσας, καὶ πρὶν εἰπεῖν κηρύξῃ τὴν ἧτταν, διὰ τοῦτο καὶ αὐτὸς ἡττώμενος ταῖς τοῦ ἀοιδίμου Εὐσταθίου ἀρεταῖς, σιωπήσομαι.

ΣΜϛʹ. ΘΕΟΔΟΣΙῼ ΕΠΙΣΚΟΠῼ. Μανθανέτω Εὐσέβιος ὁ τοῦ λαοῦ τοῦ ἐπὶ τῆς Πηλουσιωτῶν παροικοῦντος προεστώς, τί ἐστιν Ἐκκλησία· ἀτοπώτατον γάρ ἐστι καὶ λίαν δεινότατον, μηδὲ τὸ αὐτὸν γινώσκοντα δοκεῖν ἱερᾶσθαι. Ὅτι γὰρ τὸ ἄθροισμα τῶν ἁγίων τὸ ἐξ ὀρθῆς πίστεως καὶ πολιτείας ἀρίστης συγκεκροτημένον Ἐκκλησία ἐστί, δῆλόν ἐστι τοῖς σοφίας γευσαμένοις. Ὅτι δὲ τοῦτο μὴ γινώσκων ἐκεῖνος, τὴν μὲν ὄντως Ἐκκλησίαν καθαιρεῖ σκανδαλίζων πολλούς, τὸ δ’ ἐκκλησιαστήριον οἰκοδομεῖ· καὶ τὴν μὲν ἀποκοσμεῖ, τοὺς σπουδαίους ἐξοστρακίζων, τὸ δὲ πολυτελέσι μαρμάροις κοσμεῖ, καὶ τοῦτο πᾶσίν ἐστι γνώριμον. Εἰ δὲ γνοίη ἀκριβῶς, ὅτι ἄλλο ἐστὶν Ἐκκλησία καὶ ἄλλο ἐκκλησιαστήριον· ἡ μὲν γὰρ ἐξ ἀμώμων ψυχῶν συνέστηκε, τὸ δ’ ἀπὸ λίθων καὶ ξύλων οἰκοδομεῖται· ἡγοῦμαι ὅτι παύσεται τὴν μὲν καθαιρῶν, τὸ δὲ πλέον τῆς χρείας κοσμῶν. Οὐ γὰρ τοίχων ἕνεκεν, ἀλλὰ ψυχῶν, δεῦρ’ ἐπεφοίτησεν ὁ τῶν οὐρανῶν Βασιλεύς. Εἰ δὲ προσποιοῖτο τὸ λεγόμενον ἀγνοεῖν, εἰ καὶ ὅτι μάλιστα καὶ τοῖς λίαν βραδυτάτοις ἐστὶ καταφανές, διὰ παραδειγμάτων τοῦτο σαφηνίσαι πειράσομαι.

Ὥσπερ γὰρ ἄλλο ἐστὶ θυσιαστήριον, καὶ ἄλλο θυσία, καὶ ἄλλο θυμιατήριον, καὶ ἄλλο θυμίαμα, καὶ ἄλλο βουλευτήριον, καὶ ἄλλο βουλή· τὸ μὲν γὰρ τὸν τόπον ἐν ᾦ συνεδρεύουσι, μηνύει, ἡ δὲ τοὺς βουλευομένους ἄνδρας, οἷς καὶ ὁ κίνδυνος, καὶ ἡ σωτηρία ἀνήκει· οὔτω καὶ ἐπὶ τοῦ ἐκκλησιαστηρίου, καὶ τῆς Ἐκκλησίας.

Εἰ δὲ μηδ’ οὕτως νενοηκέναι φαίη, μανθανέτω, ὅτι ἐπὶ μὲν τῶν ἀποστόλων, ὅτε ἡ Ἐκκλησία ἐκόμα μὲν χαρίσμασι πνευματικοῖς, ἔβρυε δὲ πολιτείᾳ λαμπρᾷ, ἐκκλησιαστήρια οὐκ ἦν· ἐπὶ δὲ ἡμῶν τὰ ἐκκλησιαστήρια πλέον τοῦ δέοντος κεκόσμηται, ἡ δ’ Ἐκκλησία, ἀλλ’ οὐδὲν βούλομαι δυσχερὲς εἰπεῖν, κωμῳδεῖται. Ἐγὼ γοῦν, εἴγε αἵρεσίς μοι προὔκειτο, εἰλόμην ἂν ἐν τοῖς καιροῖς ἐκείνοις γεγενῆσθαι, ἐν οἷς ἐκκλησιαστήρια μὲν οὕτω κεκοσμημένα μὴ ἦν, Ἐκκλησία δὲ θείοις καὶ οὐρανίοις χαρίσμασιν ἐστεμμένη, ἢ ἐν τούτοις, ἐν οἷς τὰ μὲν ἐκκλησιαστήρια παντοίοις κεκαλλώπισται μαρμάροις, ἡ δὲ Ἐκκλησία τῶν πνευματικῶν χαρισμάτων ἐκείνων ἐρήμη καὶ γυμνὴ καθέστηκε.

ΣΜΖʹ. Τῼ ΑΥΤῼ. Δίκαιον οἶμαι ἐπὶ τῶν μεγίστων ὑποθέσεων, κἂν ὁ λέγων τῆς ἀξίας ἀπολιμπάνηται, μὴ ἀδυναμίας καταψηφίζεσθαι τοὺς ἀκροωμένους, ἀλλὰ συγγνώμην νέμειν, ἐπὶ τὸ τῶν πράξεων μέγεθος τὴν αἰτίαν ἀναφέροντας.

ΣΜΗʹ. ΗΛΙᾼ ΚΑΙ ΔΩΡΟΘΕῼ ΠΟΛΙΤΕΥΟΜΕΝΟΙΣ. Περὶ παραθέσεως ἀρετῆς καὶ κακίας. Ἐγὼ φίλος μὲν ὑμῶν εἶναι ὁμολογῶ, καλούμενος δὲ εἰς συμμαχίαν παρ’ ἑκάστου ὑμῶν, οὐκ οἷδ’ ὅπως νῦν διεστῶτος καὶ πολεμοῦντος θατέρου, οὐχ ἥξω· οὐ τὸ εὖ ποιῆσαι τὸν ἕτερον φεύγων, ἀλλὰ τὸ ὁπότερον κακῶς. Εἰ δ’ ὅπερ χρὴ ποιήσετε, καὶ ἀποθέμενοι τὴν ἄσπονδον μάχην εἰς εἰρήνην βλέψετε, ἥξω· οὐ θατέρῳ κατὰ τοῦ ἑτέρου συμπράξων, ἀλλ’ ἀμφοτέρους πάλιν εἰς φιλίαν συνάψων.

ΣΜΘʹ. ΠΑΛΛΑΔΙῼ. Τοῖς θείοις χρησμοῖς οὕτ’ ἀντιβλέπειν χρή, οὔτ’ ἀντιφθέγγεσθαι· ἀλλὰ πρὶν ἢ ὅ τι χρὴ πράττειν ἀκοῦσαι, τὸ πράττειν ἐπαγγέλλεσθαι. Τὸ γὰρ εἶναι Θεὸν τὸν θεσπίζοντα, πᾶσαν μὲν ἀντιλογίαν ἐξορίζει, πᾶσαν δὲ πειθὼ δημιουργεῖ. Ὁ γὰρ τὸ συμφέρον ἡμῖν διαφερόντως ἐπιστάμενος, οὗτος καὶ λέγων καὶ νομοθετῶν, ἀξιόχρεως ἂν εἴη.

ΣΝʹ. ΖΗΝΩΝΙ ΠΡΕΣΒΥΤΕΡῼ. Οὐδὲν ἡ σωματικὴ ἀσθένεια τοσοῦτον, ὅσον ἡ τῶν τρόπων ἀγχιστεία. Διόπερ εἰ καλέσαιμί σε τοῦ ἀοιδίμου Ἑρμογένους τοῦ ἐπισκόπου ἀδελφιδοῦν, οὐδὲν ἄν σοι χαρισαίμην· εἰ δὲ γνήσιον φοιτητήν, οὐδέτερον ἂν αἰσχυνοίμην. Οὔτε γὰρ τῷ ἀρίστῳ δόξεις ἠκολουθηκέναι, ἐκεῖνός τε γενναῖον τὸν μιμησάμενον ἀποτετελεκέναι.