Ἔργον
Ἰσίδωρος ὁ Πηλουσιώτης – Ἐπιστολαὶ περὶ τῆς ἑρμηνείας τῆς θείας γραφῆς
Βιβλίο Β΄, Επιστολές 251-300
Παραινέσεις περί της μελλούσης κρίσεως, της εγκράτειας, του ακαταλήπτου της θείας ουσίας και της πνευματικής ωφέλειας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Βιβλίο Β΄, Επιστολές 251-300
Παραινέσεις περί της μελλούσης κρίσεως, της εγκράτειας, του ακαταλήπτου της θείας ουσίας και της πνευματικής ωφέλειας.
ΣΝΑʹ. ΠΕΤΡΩ. Δύο ταῦτα ἡγοῦμαι (ὤ τί σε καλέσας τῆς ἀξίας ἐφάψομαι!) πεπεικέναι τοὺς ἀνθρώπους, τῷ θείῳ κηρύγματι ἀσμένως προσελθεῖν, ὅ τε λόγος ἀξιόχρεως ὤν, ὅ τε τρόπος τῶν κηρυττόντων. Θάτερος γὰρ θατέρου νεῦρα καὶ ἰσχὺς ἐτύγχανεν· ὁ μὲν λόγος ἀξιόπιστος ὤν, ὁ δὲ βίος ἐγγυώμενος τὸν λόγον. Οὐ γὰρ ἄλλα κηρύττοντες, ἕτερα ἔπραττον· ἦ γὰρ ἂν γέλωτα ὤφλησαν, ὥσπερ τινὲς τῶν νῦν· οὐδὲν γὰρ βούλομαι δυσχερὲς εἰπεῖν· ἀλλὰ συμβαίνοντα τῷ λόγῳ τὸν βίον παρεχόμενοι, ἐχειροῦντο τούτους.
Διὸ καὶ ὁ Χριστός, εἰδὼς ὡς λόγος μὲν χηρεύων πράξεως ἀσθενής ἐστι καὶ ἀδρανής, ὁ δὲ παρὰ τῶν πράξεων ἐμπνεόμενος ἔμψυχος, καὶ γοργός, καὶ δραστήριος, πᾶσαν αὐτοὺς ἀρετὴν καὶ φιλοσοφίαν διά τε ἔργων διδάξας, διά τε λόγων παιδεύσας καὶ κοσμήσας τοῖς θείοις χαρίσμασι, οὕτως ἐπὶ τὴν θήραν τῶν ἀνθρώπων ἐξέπεμψε. Μάλα γὰρ ἀκριβῶς ἠπίστατο, ὅτι οὐχ ἧττον τῶν σημείων, ὁ τρόπος τῶν κηρύκων ἐπάγεσθαι τοὺς ἀνθρώπους δυνήσεται. Διασπαρέντες γοῦν εἰς τὴν οἰκουμένην, καθάπερ ὑπόπτεροι γεωργοί, τὸν λόγον τῆς εὐσεβείας κατασπείραντες, καὶ τὸν τρόπον κατὰ τὴν ὑφήγησιν τοῦ διδασκάλου ῥυθμίσαντες, τόν τε βίον οὐ μόνον ἄληπτον, ἀλλὰ καὶ θαυμαστὸν παρεχόμενοι, πάσης περιεγένοντο τῆς ὑφ’ ἡλίῳ· καὶ οὔτε σοφία, οὔτε δυναστεία, οὐ πλοῦτος, οὐ βασιλεία, οὐ τυραννίς, οὐ βαρβαρικὴ ὠμότης, οὐ δαίμονος φάλαγξ, οὐκ αὐτὸς ὁ διάβολος, οὐ λιμός, οὐ κρημνός, οὐ δεσμωτήρια, οὐκ ἄλλο τῶν δοκούντων καὶ ὄντων φοβερῶν αὐτῶν περιεγένετο· ἀλλὰ πάντες εἶξαν καὶ παρεχώρησαν, καὶ τὴν ἧτταν νίκης ἁπάσης καὶ τροπαίων ἡγήσαντο εἶναι λαμπροτέραν.
Ἄμεινον γὰρ τοῦ κακῶς νικᾷν τὸ καλῶς ἡττᾶσθαι νομίσαντες, οὐρανοπολῖται κατέστησαν.
ΣΝΒʹ. ΜΑΡΤΙΝΙΑΝῼ, ΖΩΣΙΜῼ, ΜΑΡΩΝΙ, ΕΥΣΤΑΘΙῼ. Κινδυνεύετε, ὡς πυνθάνομαι, πεφραγμένας ἀπογνώσει τὰς ἀκοὰς ἔχειν, καὶ ὡς ἂν πάλαι καθοσιώσαντες ἑαυτοὺς τῷ τῆς ἁμαρτίας θανάτῳ παροξύνεσθε πρὸς τοὺς τῶν καλῶν παραινέτας. Εἰ τοίνυν ταῦθ’ οὕτως ἔχει, θρήνων καὶ ὀλοφυρμῶν, οὐ συμβουλῆς καὶ παραινέσεως, δίκαιοι ἂν εἴητε λοιπὸν τυχεῖν.
ΣΝΓʹ. ΤΟΙΣ ΑΥΤΟΙΣ. Εἰ καὶ αὐτοὶ πολιτείας ἀρίστης ἀμύητοι καὶ ἀτέλεστοι ὄντες, τὰ μὴ λόγῳ ῥητά, τοῖς ὥσπερ ὑμεῖς διακειμένοις σαφηνισθῆναι διὰ λόγων παρακεκληκότες, τὸν πρὸς τὰ πράγματα λογισμὸν λανθάνετε κλεπτόμενοι· ἀλλ’ ἐγὼ οὐ τόλμῃ προαχθήσομαι εἰς τὸ ῥητὰ ὑμῖν ποιῆσαι τὰ τέως ὑμῖν ἄῤῥητα, καὶ ὑπὸ λόγους ἀγαγεῖν, τὰ ὑπὲρ τὰς ὑμετέρας ἀκοάς.
Οὐ γὰρ θέμις, οὔτε τοῖς ἀνιέροις τὰ ἱερὰ ἀκούειν, οὔτε τοῖς βεβήλοις τὰ ἄδυτα κατοπτεύειν. Ὁ γὰρ θεσμὸς οὐκ ἑᾷ, μᾶλλον δὲ ὁ θεῖος χρησμὸς οὐκ ἐπιτρέπει, διαῤῥήδην βοῶν· «Μὴ δότε τοῖς κυσὶ τὰ ἄγια.» Διὸ καὶ αὐτὸς ἔχων μὲν εἰπεῖν, ὑμῖν δὲ εἰπεῖν οὐκ ἔχων, παραινῶ μᾶλλον ἀπέχεσθαι μὲν κακίας, ἀντέχεσθαι δὲ ἀρετῆς. Εἰ γὰρ ταῦτα ποιήσετε, τῆς ἑρμηνείας ὧν γεγράφατε, οὐκ ἀνήκοοι ἔσεσθε.
ΣΝΔʹ. ΙΣΙΔΩΡΩ ΔΙΑΚΟΝῼ. Οἱ τοὺς θείους χρησμοὺς παραποιοῦντες, καὶ πρὸς τὸ οἰκεῖον βούλημα ἐκβιαζόμενοι, συγγνώμης ἁμαρτάνουσι μείζονα. Οὔτε γὰρ τὴν ἐξ ἀπάτης καὶ παραλογισμοῦ δοκοῦσαν εἶναι ἀπολογίαν, συνηγοροῦσαν ἕξουσι, τῷ ἀπὸ κακουργίας, ἀλλ’ οὐκ ἀπὸ ἁπλότητος ἐσφάλθαι· οὔτε τὸν γαληνὸν καὶ ἥμερον ὀφθαλμὸν λήσονται, οὖ τἀναντία ἐκβακχευθέντες ὑπὸ τῆς κακίας δογματίσαι ἐτόλμησαν.
ΣΝΕʹ. ΩΦΕΛΙῼ ΓΡΑΜΜΑΤΙΚῼ. Πολλοὶ τῶν σοφιστῶν ἐκ τῆς προϋπαρξάσης εὐκλείας τὰς συμβαινούσας ἥττας περιστέλλειν πειρῶνται, ἅτε πρότερον μὲν τῶν πραγμάτων γεγονότες κρείττονες, νῦν δὲ ὑπὸ τούτων κρατηθέντες.
ΣΝϛʹ. ΟΛΥΜΠΙΟΔΩΡῼ. Ὅτι πόνῳ κατορθοῦται ἡ ἀρετή. Θαυμάζω, πῶς Πλάτωνα θαυμάζων, τὰς παραινέσεις αὐτοῦ παρὰ φαῦλον τίθεσαι. Ἐκεῖνος μὲν γάρ φησι τοὺς τῆς ἀρετῆς κλῶνας πόνῳ καὶ ἱδρῶτι φύεσθαι· σὺ δ’ οὐκ οἷδ’ ὅπως ἄπονον ἐπανείλου βίον.
ΣΝΖʹ. ΕΥΤΟΝΙῼ ΔΙΑΚΟΝῼ. Τῶν πλεονεκτῶν καὶ ἀδίκων, οἱ μὲν εἰδότες ὅτι ἁμαρτάνουσιν, οἱ δὲ μηδ’ ὅτι ἁμαρτάνουσιν εἰδότες, ἀνήκεστα· τὸ γὰρ μὴ αἰσθέσθαι τῆς ἀῤῥωστίας ἐν ᾗ εἰσιν, ἐπίτασις ἀναισθησίας ἐστί, καὶ εἰς ἀναλγησίαν παντελῆ καὶ νεκρότητα τελευτᾷ. Τούτους τοίνυν χρὴ μάλιστα ἐλεεῖν. Τὸ γὰρ κακῶς ποιεῖν τοῦ κακῶς πάσχειν ἐστὶν ἐλεεινότερον· τοῖς μὲν γὰρ περὶ τῶν ἐσχάτων ὁ κίνδυνος σαλεύει· τοῖς δὲ μέχρι χρημάτων ἐστὶν ἡ ζημία. Ἄλλως τε δὲ καὶ διττῆς οὐκ αἰσθάνονται νεκρώσεως. Ἀτελοῦς γὰρ καὶ παιδικῆς διανοίας ἐκφέρουσι δεῖγμα. Ἐπεὶ καὶ τὰ κομιδῇ νήπια, τῶν μὲν ὄντως φοβερῶν, οὐδένα ποιεῖται λόγον, ἀλλὰ καὶ πυρὶ πολλάκις ἐπαφίησι τὰς χεῖρας, προσωπεῖα δὲ διάκενα καὶ μορμολύκια θεώμενα δεδίττεται καὶ τρέμει· τούτοις κινδυνεύουσιν ἐοικέναι, καὶ οἱ τῆς πλεονεξίας ἐρασταί, πενίαν μὲν δεδιότες, ἥτις οὐκ ἔστι φοβερά, ἀλλὰ καὶ ἀσφαλείας ἁπάσης, καὶ μετριοφροσύνης ὑπόθεσις· πλοῦτον δ’ ἄδικον περὶ πολλοῦ ποιούμενοι· οὕτως πορός ἐστι φοβερώτερος. Τεφροῖ γὰρ τῶν ἐχόντων καὶ τὰ φρονήματα καὶ τὰς ἐλπίδας.
ΣΝΗʹ. Τῼ ΑΥΤῼ. Ὅτι πόνῳ κατορθοῦται ἡ ἀρετή. Μάλα ἀκριβῶς οἶδα, ὅτι τοὺς μὲν τῆς ἀρετῆς καρποὺς μεγάλους εἶναι, κἂν κινδυνεύῃς, νομίζεις, ἀθυμεῖς δὲ τοῖς πολλοῖς νομιζόμενος δυστυχεῖν. Ἀλλ’ ἐὰν μὴ τῇ τῶν πολλῶν ὑπονοίᾳ, καὶ δόξῃ, ἀλλ’ ἀκριβεῖ λογισμῶν ἐξετάσει τὸ πρᾶγμα ἐπιτρέψειας, ἡ ἀθυμία φρούδη οἰχήσεται· μᾶλλον δὲ θυμηδίας πρόξενος γενήσεται· ἀναλόγως γὰρ τοῖς ἐνταῦθα ἀγῶσι καὶ οἱ τῆς ἀρετῆς πλέκονται στέφανοι.
ΣΝΘʹ. ΘΕΟΔΟΣΙῼ ΠΡΕΣΒΥΤΕΡῼ. Παρὰ μὲν ἀνθρώποις ἴσον εἶναι δοκεῖ τὸ εὐεργέτας [μὴ] ἀμείβεσθαι, καὶ ἐχθροὺς [μὴ] ἀμύνεσθαι. Παρὰ δὲ τῇ θείᾳ φιλοσοφίᾳ τὸ μὲν ἀμείβεσθαι τοὺς εὐεργέτας κρατεῖ· τὸ δὲ ἀμύνεσθαι τοὺς ἐχθροὺς οὐχί· ἀλλὰ παντὶ μὲν τρόπῳ τὸ ἀνεξικακεῖν, εἰ δ’ οἶόν τε, καὶ εὐεργετεῖν.
ΣΞʹ. ΘΕΩΝΙ ΕΠΙΣΚΟΠῼ. Ὥσπερ ἀνδρεῖος καὶ φιλάνθρωπος βασιλεὺς τοῖς νόμοις τὰ ὅπλα μίξας, πᾶσαν ὕβρεως μελέτην τρέπεται· τὸ μὲν τῇ ἀκροάσει τῶν νόμων πειθόμενον, δίχα κολάσεως ἐπιστρέφων· τὸ δ’ ἀνήκοον, τῇ διὰ τῶν ὅπλων ἀνάγκῃ παιδαγωγῶν· οὕτω καὶ εὐαγὴς καὶ ἐπιεικὴς ὁ ἱερεὺς τοῖς θεσμοῖς τὸν φόβον μίξας, καὶ τῇ ἀρχῇ τὴν ἐπιείκειαν κεράσας, πᾶσαν κακίας μελέτην, τό γε ἦκον εἰς αὐτόν, τρέπεται· τῶν ὑπηκόων τὸ μὲν λόγοις εἶκον λόγοις θεραπεύων· τὸ δ’ ἀνήκοον τῷ διὰ τῶν θεσμῶν σωφρονισμῷ εἰς τὸ μηκέτι ἁμαρτάνειν χειραγωγῶν.
ΣΞΑʹ. ΖΩΣΙΜῼ ΠΡΕΣΒΥΤΕΡῼ. Περὶ κρίσεως. Εἰ καὶ τοὺς ἀνθρώπους οὐκ ἐρυθριᾷς, οὐδὲ ὑπολήψεως ἀντιποιῇ, κἂν τὴν παρὰ τοῦ Θείου τοῖς τοιούτοις τολμήμασιν ἑπομένην φοβήθητι δίκην. Εἰ γὰρ καὶ αὐτίκα δὴ μάλα μακροθυμεῖ, εἰς μετάνοιαν καλοῦσα· ἀλλὰ μικρὸν ὕστερον, πικρότερον μετελεύσεται τοὺς μηδὲ τὴν τοσαύτην φιλανθρωπίαν αἰδεσθέντας.
Πολλοὶ μὲν οὖν κἀνταῦθα τὴν ἀήττητον οὐ διαπεφεύγασι χεῖρα, ἀλλ’ ὑπὸ τοιούτων κατελήφθησαν συμφορῶν, ὡς ἀποκρύψαι τῷ μεγέθει τὰς τραγῳδίας. Πολλοὶ δὲ ἐνταῦθα δόξαντες διαπεφευγέναι κολαστήρια, τῶν ἐκεῖσε πικροτέρων ἀπέλαυσαν, τῆς δίκης δικαίως αὐτοῖς ἀντιμετρησάσης τὴν δίκην.
ΣΖΒʹ. ΕΡΜΟΓΕΝΕΙ ΕΠΙΣΚΟΠῼ. Οἱ φίλοι, περὶ ὧν γέγραφας, οὔτε παραινέσεως δέονται, οὔτε προτροπῆς. Ἐοίκασι γὰρ [οὐ] παυσαμένοις οὐδέποτε τῆς ἐπὶ τοῖς καλλίστοις ἁμίλλης, ἀλλ’ ἕως τέλους, ἅτε δὴ τῶν οὐρανίων γερῶν δεινῶς ἐφιέμενοι, τὴν ἐπὶ τῇ νίκῃ ἀγωνίαν ἕξοντες.
ΣΞΓʹ. ΙΣΙΔΩΡῼ ΕΠΙΣΚΟΠῼ. Εἰς τὸ κατὰ τὸν Ἰωσὴφ καὶ τὴν Αἰγυπτίαν. Καὶ περὶ τοῦ μὴ συκοφαντεῖν, καὶ μήτε κατηγορεῖν. Ὅτε ἡ Αἰγυπτία, τὸ ἀκόλαστον ἐκεῖνό φημι γύναιον, τὸ ὀξὺ μὲν πεισθῆναι, πεῖσαι δὲ δεινότατον (τοιοῦτον γὰρ χρῆμα, ὡς τὰ πολλά, εἶναι δοκεῖ ἡ γυνὴ), τῷ σωφρονεστάτῳ Ἰωσὴφ ἐπεμάνη, καὶ λόγοις πείθειν οὐχ οἵα τε οὖσα, ἐπὶ τὸ βιάσασθαι τὸν νεανίαν ἐτράπη· κἀκεῖνος, ὥσπερ ἀθλητὴς γενναῖος, τὴν ἐσθῆτα ἀποδυσάμενος (εἴχετο γὰρ αὐτῆς ἐκείνη ὑπὸ τοῦ πάθους μεθύουσα) γυμνὸς μὲν ἱματίον, καθαρὸς δὲ μοιχείας ἐξελθών, τοὺς τῆς σωφροσύνης ἀνεδήσατο στεφάνους· τότε δή, τότε ἐκαθέζετο ἐκείνη κατηφὴς τὸ μὲν ἀληθές, ὅτι διήμαρτε τῆς ἐπιθυμίας· τὸ δὲ ψεῦδος, ἐπὶ τῇ ἐπιπλάστῳ σωφροσύνῃ.
Ἐλθόντος γοῦν τοῦ ἀνδρός, ἢ δεδοικυῖα γραφὴν ὑπομεῖναι, ἢ ἀμύνασθαι αὐτὸν βουλομένη, ἐν ὀργῇ ἀκατασχέτῳ γίνεται, καὶ ἀναμίξασα πάντα, πόθον, λύπην, φόβον, ὕβριν, ὀργήν, ἐνενόει ὅπως αὐτὸν τιμωρήσεται· καὶ δὴ γραφὴν αὐτὸν γράφεται, ἢν γραφῆναι ὤφειλεν. Ὁ δὲ μηδ’ ἀπολογίας μεταδούς, εἰς δεσμωτήριον ἐμβάλλει· ἀλλ’ ὁ ἀδέκαστος ὀφθαλμός, ὁ τῆς σωφροσύνης καὶ νομοθέτης καὶ βραβευτής, εἰς τὸν θρόνον ἀνήγαγεν αὐτὸν τὸν βασιλικόν. Τοιγαροῦν καὶ ἡμεῖς μήτε συκοφαντίαν, μήτε κατηγορίαν, μήτ’ ἄλλο τι τῶν δοκούντων εἶναι δεινῶν, δεινὸν ἡγώμεθα, ἀλλὰ τὴν ἁμαρτίαν μόνην· καὶ πάντως ἢ ἐνταῦθα, ἢ ἐκεῖσε, τῶν τιμαλφεστάτων στεφάνων τευξόμεθα.
ΣΞΔʹ. ΛΑΜΠΕΤΙῼ ΕΠΙΣΚΟΠῼ. Ἕκαστος μὲν τῶν ἐντευξομένων τῷδε τῷ γράμματι, ὡς ἔχει δόξης περὶ τοῦ λεχθησομένου, ἐχέτω. Ἐγὼ δὲ ὅρον μὲν ὑπογράψαι ἱερωσύνης νῦν οὐ διεγνωκώς, τὴν δ’ ὁδὸν τὴν ἐπὶ ταύτην φέρουσαν ὁριζόμενος, φημί, ὅτι ὁ μὲν ἐπὶ ταύτην θᾶττον ἐλθὼν τὴν ἀρχήν, πρὶν τῆς τῶν θεσμῶν ἀρχῆς ἀνασχέσθαι, οὐκ ἐπ’ ἀγαθῷ τῶν ἀρχομένων τὴν οἰκονομίαν μέτεισιν· ὁ δ’ ἐν ὑπηκόου τάξει ταῖς ἀρχικαῖς ἐγγυμνασάμενος καὶ εὐδοκιμήσας ἀρεταῖς, εἰς τὴν τῆς λειτουργίας διαχείρησιν, μέγιστον ἀγαθὸν τὴν ἐμπειρίαν ἔχων, ἔρχεται. Ἐκεῖνος μὲν γὰρ πρὶν [ῥυθμισθῆναι] ῥυθμίζειν ἄλλους ἐπιχειρῶν, τῆς ἀληθείας διαμαρτάνει.
Οὗτος δὲ ῥυθμισθεὶς πρότερον, καὶ τοῦ πράγματος ἐν πείρᾳ γεγενημένος, ἐπιτήδειος ἐπὶ τὸ ῥυθμίζειν ἄλλους εὑρεθήσεται· ἐπειδήπερ ἐκεῖνος μὲν πρὸ τοῦ ἐμμελετῆσαι τοῖς ὅπλοις, στρατηγὸς οἴεται κεχειροτονῆσθαι· οὖτος δὲ εὐδόκιμος στρατιώτης γενόμενος, εὐδοκιμώτερος ἔσται καὶ στρατηγός. Καὶ ὁ μὲν τῶν τακτικῶν ἄπειρος ὤν, ταξίαρχος εἶναι ἡγεῖται· ὁ δὲ ἐν γυμνασίοις τοιούτοις ἀσκηθείς, τακτικὸς χειροτονεῖται.
ΣΞΕʹ. ΜΑΡΩΝΙ. Πηλίκον ἀγαθὸν τὸ ἀφιλαργυρίας, καὶ περὶ αὐταρκείας. Εἰ καὶ μυρίας ἀνατέμοις εὐπορίας ὁδούς, οὔ φημι τὸν κόρον, ἀλλ’ οὐδὲ τὰς ὁδούς, ἃς ἐπιπορεύεται, εὐρήσεις. Μισεῖ γὰρ τοὺς ἀπλήστως τὰ χρήματα διώκοντας, καὶ ἐπιφοιτᾷν αὐτοῖς οὐκ ἀνέχεται. Φιλεῖ δὲ μάλιστα πάντων τοὺς ὀλιγοδείᾳ καὶ αὐταρκείᾳ τὸν ἑαυτῶν κοσμοῦντας βίον, ἀσμένως αὐτοῖς ἐπιφοιτᾷ.
ΣΞϛʹ. ΣΤΡΑΤΗΓΙῼ ΜΟΝΑΧῼ. Ὅταν εὐβουλίας προκαθηγουμένης πᾶσα ἡ τοῦ ἀνθρώπου δύναμις ὑπουργήσῃ εἰς τὴν ἀρετήν, πᾶσαν ἐκποδὼν ποιησαμένη σκῆψιν καὶ μέλλησιν· τότε δή, τότε ὁ Θεὸς εἰς τέλος ταύτην ἄγει, ὁ καὶ τοὺς μὴ βουλομένους αὐτὴν ἑλέσθαι εἰς τὸ ἑλέσθαι παραθήγων.
Οὐ γάρ ἐστι τοῦ αὐτοῦ, τοὺς μὲν ἀποδιδράσκοντας αὐτήν, εἰς αὐτὴν συνελαύνειν, τοῖς δ’ ἀφ’ ἑαυτῶν ἑλομένοις χεῖρα βοηθείας μὴ ὀρέγειν.
ΣΞΖʹ. ΑΝΤΙΟΧῼ. Ἔοικας ἀγνοεῖν, ὅτι ὁ συνεχῶς τὰ λυττῶντα πάθη τοῦ σώματος νικῶν, τοῖς τροπαίοις ἀγαλλόμενος, τοὺς πόνους ὑπὸ τῆς εὐφροσύνης λανθάνει κλεπτόμενος.
ΣΞΗʹ. ΩΡΙΩΝΙ ΜΟΝΑΖΟΝΤΙ. Πυνθάνομαι, ὅτι τῷ μὲν σχήματι τῆς ἀγωνίας, ἐνός· τῷ δ’ ἀληθεῖ, πάντων ἐκράτησας τῶν ὁμηλίκων. Ὁ γὰρ τῶν μὲν ἄλλων εἰς ταπεινοφροσύνην προκριθείς, δεύτερος δέ σου πεφηνώς, πάντας ἡττημένους ἔδειξεν.
ΣΞΘʹ. ΑΠΟΛΛΩΝΙῼ ΕΠΙΣΚΟΠῼ. Εἰς τὸ γεγραμμένον ἐν τῷ νόμῳ· «Πένητα οὐκ ἐλεήσεις ἐν κρίσει.» Ἡ πενία, ὅταν τὴν ἱκεσίαν ἀτιμάσασα ἐπὶ κατηγορίαν τραπείη, καὶ τῇ συμφορᾷ εἰς φιλοπραγμοσύνην καταχρήσηται, καὶ διαδίκου κατηγόρου ἀνθ’ ἱκέτου καὶ πρόσφυγος πρόσχημα ἀναδέξηται, ἐλεεῖσθαι οὐκ ἂν εἵη δικαία. Διὸ καὶ ἡ τῆς δικαιοσύνης πηγὴ ἔφη· «Οὐκ ἐλεήσεις πτωχὸν ἐν κρίσει.» Ἐλεεῖσθαι μὲν γὰρ δεόμενον καὶ ἀντιβολοῦντα χρή, ἐγκαλοῦντα δὲ καὶ κατηγοροῦντα οὐχί. Οὐ γὰρ χάριν ἀπαιτεῖ, ἀλλ’ ἀδικεῖσθαι διαβεβαιοῦται.
ΣΟʹ. Τῼ ΑΥΤῼ. Πῶς νοητέον τὸ γεγραμμένον· «Μή ποτε τοῖς ὀφθαλμοῖς αὐτῶν ἴδωσι, καὶ τοῖς ὠσὶν ἀκούσωσι.» Ἡ μεταβολὴ τῶν προσώπων, τὸν νοῦν τῶν εἰρημένων λαμπρῶς κηρύττει. Εἰ μὲν γὰρ πρὸς τὸν λαὸν ἄπαντα ῥηθῆναι ἐχρῆν, οὕτως ἂν ἐῤῥήθη· Πορευθείς, εἶπον τῷ λαῷ τούτῳ· Ἀκουῇ ἀκούσετε, καὶ οὐ μὴ συνίητε, καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε.
Ἐπαχύνθη γὰρ ἡ καρδία ὑμῶν, καὶ τοῖς ὠσὶ βαρέως ἠκούσατε, καὶ τοὺς ὀφθαλμοὺς ὑμῶν ἐκαμμύσατε, μή ποτε ἴδητε τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσητε, καὶ τῇ καρδίᾳ συνῆτε, καὶ ἐπιστρέψητε, καὶ ἰάσωμαι ὑμᾶς. Εἰ δ’ οὕτω μὲν οὐκ ἐῤῥήθη, μεταβολὴν δὲ ἐμφαίνει προσώπων τριῶν τὰ λεγόμενα, παρ’ οὗ τε καὶ πρὸς ὃν καὶ περὶ οὗ ὁ λόγος, τοιοῦτόν τινα ὠδίνει νοῦν τῶν προκειμένων ἡ δύναμις· «Πορευθεὶς εἶπον τῷ λαῷ τούτῳ· Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε.» Εἶτα ὡς τοῦ προφήτου πυθομένου τὴν αἰτίαν, ἢ μὴ πυθομένου μέν, διδασκομένου δέ, ἐῤῥήθη· «Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς ἐκάμμυσαν.» Εἰ τοίνυν τῇ ἑαυτῶν, ὡς ἄν τις εἴποι, ἀντιπράττουσι σωτηρίᾳ· Δι’ ἢν αἰτίαν, κηρύξαι με προστάττεις; τάχα πώς φησι· τοῦτο γὰρ ἐνταῦθα μηνύει τό· «Μή ποτ’ ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσι, καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέψωσι, καὶ ἰάσομαι αὐτούς.» Τὸ γὰρ μήποτε ἐνταῦθα, οὐκ ἀναίρεσιν ἀκοῆς, ἀλλ’ ἐλπίδα ἐμφαίνει ὑπακοῆς. Καὶ ὅτι καὶ οὕτως λαμβάνεται, ἄκουσον τῶν ὄχλων τῶν Ἰουδαϊκῶν, τί φασι περὶ τοῦ Σωτῆρος· «Οὐ τοῦτον ἐζήτουν οἱ Φαρισαῖοι ἀποκτεῖναι; Ἰδοὺ παῤῥησίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσι· μήποτε ἀληθῶς ἔγνωσαν, ὅτι οὗτός ἐστιν ὁ Χριστός;»
Ἔθος δὲ τοῖς σοφοῖς, ὧν [εἷς] εἶναι δοκεῖ Φίλων, τὸ μήποτε, ἀντὶ τοῦ ἵσως, ἢ ἔσθ’ ὅτε, τάττειν. Τὸ γὰρ μήποτε, εἰκότως ἀντὶ τοῦ ἴσως, εὐλόγως τάττουσιν. Εἰ δὲ καὶ παρὰ θεοπνεύστου ἀνδρὸς θέλεις τὴν μαρτυρίαν ταύτην λαβεῖν, ἄκουε τοῦ Παύλου γράφοντος· «Δοῦλον δὲ Κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλ’ ἤπιον εἶναι πρὸς πάντας, διδακτόν, ἀνεξίκακον, ἐν πραότητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους, μήποτε δῴῃ αὐτοῖς ὁ Θεὸς ἐπίγνωσιν εἰς σωτηρίαν.» Τὸ γὰρ μήποτε κἀνταῦθα εἴρηται ἀντὶ τοῦ ἔσθ’ ὅτε, ἵσως, τάχα, πως. Ἐλπίδα γὰρ μετανοίας ἐμφαίνει, οὐκ ἀναίρεσιν. Καὶ ἑτέρωθι δὲ γέγραπται· «Ἔλεγξον φίλον, μήποτε οὐκ ἐποίησεν.» Εἰ γὰρ οὕτω νοηθείη τὸ προφητικὸν χωρίον, καὶ τῷ Θεῷ τὸ πρέπον φυλαχθείη, τὰ αὐτοῦ πράττειν προῃρημένῳ.
Σώζεσθαι γὰρ ἐκ παντὸς τρόπου τοὺς εἰς κακίαν καλινδουμένους βούλεται, καὶ πέμπει τοὺς θεραπεύσοντας, οὐκ ἀγνοῶν μὲν ὅτι διαφθαρήσονται ὑπὸ τῆς νόσου, τὴν δ’ ἀπολογίαν αὐτῶν ὑποτεμνόμενος. Εἰ γὰρ κἀκεῖνοι οὐκ ἀνήνεγκαν ἐκ τῆς μανίας, ἀλλὰ τό γε αὐτὸν τὰ αὐτοῦ πράττειν, ἐκ τούτου περιγέγονε.
Καὶ τῷ Θεῷ τοίνυν τὸ πρέπον φυλαχθείη, καὶ ὁ προφήτης οὐ δόξει μάτην ἀπεστάλθαι, οὐδὲ ὕβρεως διάκονος νομισθήσεται, ἀλλὰ θεραπείας καὶ ἰάσεως ὑπηρέτης εὑρεθήσεται. Ἀπεστάλη γὰρ οὐχ ὑβρίσων [ἀπλῶς,] ἀλλ’ ἐγκαλέσων μὲν τοῖς πλημμελοῦσι, προσοίσων δὲ καὶ δείξων τὰ πταίσματα, καλέσων δὲ εἰς μετάνοιαν, ἐπιστρέφουσι δὲ θεραπείαν εὐαγγελισόμενος.
ΣΟΑʹ. ΑΝΥΣΙῼ. Τὸ παρὰ τοῦ νομοθέτου εἰρημένον· «Οὐκ ἐλεήσεις πτωχὸν ἐν κρίσει»· οὐκ ἀπανθρωπίας, ὡς ἡγῇ, ἀλλὰ φιλανθρωπίας καὶ δικαιοσύνης ἁπάσης ἐστὶν ἀνάμεστον. Δύο γὰρ κατορθοῖ τὰ μέγιστα· ἓν μέν, τὸ μὴ τοὺς πένητας εἰς φιλοπραγμοσύνην ἀλεῖψαι· ἕτερον δέ, τὸ τοὺς ἀδίκως κρίνοντας, καὶ τοῖς πλουσίοις τὴν τῆς νίκης ὀρέγοντας ψῆφον, ἐκ πολλοῦ τοῦ περιόντος φοβῆσαι. Εἰ γὰρ τοῖς παλαίουσι τῷ ἀτιθάσσῳ καὶ δυσνουθετήτῳ τῆς πενίας θηρίῳ, ὅταν ἀντὶ τοῦ παρακαλεῖν ἐγκαλῶσιν, οὐ χρὴ χαρίζεσθαι, πολλῷ μᾶλλον τοῖς ὑπὸ πολλῆς χλιδῆς εἰς τοὺς πένητας ἐξυβρίζουσιν.
ΣΟΒʹ. ΙΣΙΔΩΡῼ ΔΙΑΚΟΝῼ. Εἰς τό· «Οὗτος ἥμαρτεν, ἢ οἱ γονεῖς αὐτοῦ;» Οἱ ἀπόστολοι, ἅτε σοφίας φοιτηταί, καὶ ἀληθείας ὄντες ἐρασταί, ἀτενῶς ὁρῶντες τὸν Σωτῆρα προσέχοντα τῷ τυφλῷ, καὶ μόνον οὐχὶ εἰς ἐρώτησιν αὐτοὺς ἐκκαλούμενον, δύο θρυλλούμενα δόγματα, καὶ παρὰ ἀνθρώποις ζητούμενα αὐτῷ προσφέρουσιν.
Ἐπειδὴ γὰρ Ἑλλήνων [μὲν] παῖδες ἔφασαν ἐσφάλθαι τὴν ψυχήν, καὶ διὰ τοῦτ’ εἰς σῶμα καταπεπέμφθαι κολασθησομένην, Ἰουδαῖοι δ’ ἡγοῦντο τὰ τῶν προγόνων πταίσματα εἰς τοὺς ἐγγόνους διαβαίνειν, διὰ τὸ γεγράφθαι· «Ἁμαρτίαι πατέρων ἐπὶ τέκνα ἕως τρίτης καὶ τετάρτης γενεᾶς·» ἔφασαν αὐτῷ, ἅτε πάντα εἰδότι πρὶν γενέσεως αὐτῶν· «Τίς ἥμαρτεν, οὗτος (ὥς φασιν Ἕλληνες), ἣ οἱ γονεῖς αὐτοῦ (ὥς φασιν Ἰουδαῖοι), ἵνα τυφλὸς γεννηθῇ;» Ἡ δ’ ἀλήθεια οὐ λοξὴν οὐδὲ πλαγίαν, οὐδ’ αἰνίγματος μεστὴν τὴν ἀπόκρισιν πεποίηται, ἀλλ’ ὀρθήν, καὶ σαφηνείας ἀπάσης λαμπροτέραν. Ἀμφότερα γὰρ ἀνέτρεψε, φήσασα· «Οὔτε οὗτος ἥμαρτε (πῶς γὰρ πρὸ τοῦ γενέσθαι;) οὔτε οἱ γονεῖς αὐτοῦ,» δῆλον ὅτι, ἵνα τυφλὸς γεννηθῇ. Πρὸς γὰρ τὴν ἐρώτησιν ἀπεκρίνατο. Εἰκὸς μὲν γὰρ αὐτοὺς ἡμαρτηκέναι, μᾶλλον δὲ ἡμαρτήκασι μέν, οὐ μὴν τούτῳ αἴτιοι τῆς συμφορᾶς εἰσι.
Τίνος οὖν ἕνεκεν τυφλὸς ἐγεννήθη; Ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ, τουτέστι, συνεχωρήθη σκάσαι ἡ φύσις, ἵν’ ἀνακηρυχθῇ ὁ τεχνίτης.
ΣΟΓʹ. ΩΦΕΛΙῼ ΓΡΑΜΜΑΤΙΚῼ. Ὅτι μὲν πολλὰ ἄδηλά ἐστιν ἡμῖν, καὶ λογισμῷ οὐκ εὐθήρατα ἀνθρωπίνῳ, δῆλον. Ὅτι δὲ ἐκεῖνα ἡμᾶς διαφεύγει, καὶ τοῦτο χρησίμως, τὰ μὴ συντελοῦντα ἡμῖν εἰς σωτηρίαν, καὶ τοῦτο δῆλον.
Σκοπήσωμεν οὖν, τί ἡμῖν λυσιτελεῖ εἰς μακαριότητα, τί δ’ οὔ· καὶ οὕτως βασανίσωμεν τὰ λεγόμενα. Τὸ λέγειν ἢ σφαῖραν εἶναι τὸν οὐρανόν, ἢ ἡμισφαίριον· καὶ τὸ πολυπραγμονεῖν, ἡλίου μὲν τὸν ὠκύτατον δρόμον, σελήνης δὲ μειώσεις τε καὶ αὐξήσεις, καὶ τῶν ἄστρων τὴν θέσιν· καὶ τὸ ζητεῖν περὶ γῆς, ἢ κύλινδρός ἐστιν ἢ λικνοειδής, ἢ κέντρον τοῦ παντός, καὶ τὸ τὰ ἐκείνου ἢ ταύτης διαστήματα εἰδέναι, τί συμβάλλεται εἰς ἀρίστην πολιτείαν, ἐγὼ μὲν οὐ συνορῶ.
Εἰ δέ τις λέγειν ἔχοι, λέξει μὲν ἴσως, οὐ πείσει δέ. Τὸ δὲ δικαιοσύνην, καὶ ἀνδρείαν, καὶ φρόνησιν, καὶ σωφροσύνην, καὶ εἴ τι τούτων συγγενές, εἰδέναι τε καὶ πράττειν, τοῦτ’ εἰς τὴν κορυφαιοτάτην μακαριότητα ἀναπέμπει τοὺς ἐπιστήμονας. Χρὴ οὖν τῶν μὲν μηδὲν ἡμῖν λυσιτελούντων ἀπέχεσθαι, τῶν δὲ λυσιτελούντων ἀντέχεσθαι.
ΣΟΔʹ. ΓΟΤΤῼ. Περὶ τῆς τῶν δύο πατριαρχῶν πολυγαμίας, Ἀβραάμ τε καὶ Ἰακώβ. Ἡ πολυγαμία τοῖν δυεῖν πατριάρχοιν (ὁ γὰρ Ἰσαὰκ μιᾷ ὡμίλησε γυναικὶ) οὐκ ἀπὸ ῥᾳθυμίας ἢ φιλοπαθίας ἐγένετο, ἀλλ’ ἐκ τῆς τῶν πραγμάτων ἐπλάκη, ὡς ἄν τις εἴποι, ἀνάγκης. Διὸ καὶ συνεγνώσθησαν. Θέα γάρ, τῇ Γραφῇ ἀκολουθῶν, ὅπως ἐγένετο. Ὁ μὲν γὰρ Ἀβραάμ, εἰ μὴ παρεκλήθη ὑπὸ τῆς γυναικός, τῆς καὶ ζηλοτυπεῖν ὀφειλούσης, πλησιάσαι τῇ παιδίσκῃ, οὐκ ἂν ἐπλησίασεν· οὐ γὰρ ἡδυπαθῶν (καὶ δείκνυσιν ὁ παρεληλυθὼς χρόνος μακρὸς ὢν), ἀλλὰ παίδων ἐπιθυμῶν τὴν εὐμορφοτάτην καὶ εὐειδεστάτην, καὶ πᾶσαν τὴν Αἴγυπτον τῷ κάλλει ἀναπτερώσασαν ἀφείς, ἄλλην [καὶ] δύσμορφον καὶ δυσγενῆ ἠναγκάζετο σπείρειν ἄρουραν. Οὕτω γοῦν καθαρὸς ὢν πάθους παντός, ὅτι καὶ μετὰ τὸ κυῆσαι τὴν παῖδα, καὶ βασιλίζουσαν ἵσως ἀτιμάσαι τὴν δέσποιναν, ὡς τῆς ἡγεμονίας εἰς τὸν ἐξ αὐτῆς τεχθησόμενον περιστησομένης, ἐξήλασε τῆς οἰκίας, ὅτε καὶ ἀπῆλθεν ἐκείνη εἰς τὴν ἕρημον ὁδηγῷ τῇ ἀνάγκῃ χρησαμένη.
Εἰ δὲ καὶ τὴν Χεττούραν ἔσχεν, ἀλλὰ μετὰ [τὴν] τῆς Ἄγαρ καὶ τῆς Σάρας τελευτήν. Ὁ δ’ Ἰακώβ, εἰ ἧς ἥρα [ἐξ ἀρχῆς] ἔτυχεν, ἵσως οὐδ’ [ἂν] ἄλλης ἤψατο γυναικός. Καὶ ὅτι οὐκ ἔστι στοχασμὸς τὸ λεγόμενον, ἐκ τούτου δῆλον. Ὁ μὲν γὰρ κηδεστὴς τὴν πρεσβυτέραν ἄμορφον οὖσαν, ἀντὶ τῆς νεωτέρας τῆς ἀμήχανον κάλλος ἐχούσης αὐτῷ παρακατέκλινεν. Ὁ δὲ ὀψέ ποτε γνοὺς τὴν ἀπάτην, ἠγανάκτησε μέν, οὐκ ἐξέβαλε δέ, ἄτοπον ἡγούμενος τὴν ὅπως δήποτε παρ’ αὐτοῦ νυμφευθεῖσαν ἀποπέμψασθαι. Εἴτ’ ἐκεῖνος ἐγκαλούμενος ὡς ἀπατεών, αὐτεπάγγελτος ἐπὶ τὸ καὶ τὴν ἄλλην αὐτῷ δοῦναι ὥρμησε, νενομισμένου πάντως τοῦ τοιούτου, καὶ συγκεχωρημένου ὑπὸ συνηθείας ἀρχαίας. Τοῦ δὲ καταδεξαμένου, ἡ μὲν πρεσβυτέρα, καίτοι μὴ καταθύμιος αὐτῷ οὖσα, ἔτικτεν· ἡ δὲ χειρωσαμένη αὐτὸν τῷ φίλτρῳ, οὐδ’ ἐλπίδα τοῦ πράγματος εἶχεν· ἥτις καὶ τῇ λύπῃ κατακράτος ἀλοῦσα, ἠπείλει ἀναιρήσειν ἑαυτήν, εἰ μὴ τέκοι. «Δός μοι γάρ, φησί, τέκνα· εἰ δὲ μή, τελευτήσω ἐγώ,» τουτέστιν, ἐμαυτὴν χειρώσομαι. Ὡς δ’ ἀπέγνω. παρακέκληκεν αὐτὸν τῇ θεραπαινίδι ἑαυτῆς πλησιάσαι, ἵνα τὰ ἐξ ἐκείνης τικτόμενα τεκνοποιήσηται, καὶ δόξῃ παραμυθίαν τινὰ ἔχειν τῆς τοιαύτης συμφορᾶς.
Ἐδόκει γὰρ τότε μέγιστον κακὸν εἶναι ἡ ἀτεκνία. Ὁ δὲ οὐ πάθει δουλωθεὶς (οὐ γὰρ ἂν τὴν ἄλεκτον κάλλος ἔχουσαν ἀφείς, θεραπαινίδι ἑαυτὸν ἐξεδίδου), ἀλλ’ ἐκείνην ἀθυμίας ἀπαλλάξαι βουλόμενος, πείθεται. Ὡς δ’ ἔτεκεν ἡ θεράπαινα, πάλιν ἡ πρεσβυτέρα ζηλοτυπήσασα, καίτοι παῖδας ἔχουσα πολλούς, ἠνάγκαζεν αὐτὸν καὶ πρὸς τὴν αὐτῆς εἰσελθεῖν παιδίσκην. Ὁ δὲ στάσεως καὶ φιλονεικίας ἀπάσης ἀφορμὴν ἐκβαλεῖν ἐκ τῆς οἰκίας βουλόμενος, πείθεται. Καὶ ἡ σειρὰ αὐτῷ τῶν συμβεβηκότων ἀπὸ τοῦ περὶ τὴν Ῥαχὴλ ἐπλάκη φίλτρου. Εἰ γὰρ ταύτην παρὰ τὴν ἀρχὴν εἰλήφει, ἵσως ἂν αὐτῇ ἠρκέσθη.
Ἐπειδὴ δὲ ἀπάτην ὑπέμεινεν, οὐχ ἡδυπαθῶς, ἀλλὰ παρ’ αὐτῶν τῶν ζηλοτυπῆσαι ὀφειλουσῶν γυναικῶν, ποτὲ μὲν παρακαλούμενος, ποτὲ δὲ ἀναγκαζόμενος, εἰς τοῦτ’ ἐλθεῖν ἐξεβιάσθη. Ὁ μὲν οὖν Ἰσαάκ, ὡς ἔφθην εἰπών, εἰς τοιαύτην μὴ ἐμπεσὼν ἀνάγκην, μιᾷ ὡμίλησε γυναικί, καὶ ἀρκεσθεὶς ταύτῃ, καὶ ὑπὲρ τοῦ Ἀβραάμ, καὶ ὑπὲρ τοῦ Ἰακὼβ ἀπελογήσατο. Ὁ δὲ Ἀπόστολος καὶ εἰς θεωρίαν ἕλκει τὰ γεγενημένα, εἰς τὰς δύο διαθήκας, τὴν Ἄγαρ ἄγων καὶ τὴν Σάῤῥαν. Μηδεὶς τοιγαροῦν τῶν ἀκρασίᾳ καὶ λαγνείᾳ δεδουλωμένων, καὶ τὰς μὲν ἑαυτῶν γυναῖκας ἀφιέντων, εἰς δὲ χαμαιτυπεῖα καλινδουμένων, καὶ στάσεις καὶ φιλονεικίας ἐν ταῖς ἑαυτῶν οἰκίαις ἐμβαλλόντων, τὰ τῶν ἀοιδίμων ἐκείνων, καὶ πάσῃ τῇ ἅλλῃ ἀρετῇ κεκοσμημένων, δι’ ἀνάγκην πραγμάτων παρακολουθήσαντα ἐλαττώματα προφέρων, ἀπολογίαν νομιζέτω ἔχειν τῆς αὐτοῦ κακίας, μηδὲ τοὺς πρὸ τοῦ νόμου πολιτευσαμένους τοῖς μετὰ τὸν νόμον καὶ τὴν χάριν πολιτευομένοις παραβάλλειν ἐπιχειρείτω. Εἰ γὰρ ἄγραφον οὖσαν τὴν ἀρετὴν ἀσμένως ἀσπασάμενοι, καὶ διὰ γραμμάτων μεμαθήκεσαν, πάντως ἂν πλέον διέλαμψαν. Τίς γὰρ υἱὸν μονογενῆ καὶ ὀψίγονον, ἐν αὐτῷ τῆς ἡλικίας τῷ ἄνθει σφάξαι καταδέξοιτο, ὥσπερ ὁ Ἀβραάμ; Τίς τοιοῦτον στήσειε κατὰ τῆς φύσεως τρόπαιον; Τίς οὕτω φιλόξενος, ὃς πολλοῖς κεκυκλωμένος οἰκέταις, αὐτὸς τὰ τῶν οἰκετῶν μετὰ τῆς ὁμοζύγου διαπράξασθαι θελήσειε;
Τίς οὕτω πιστός, ὃς ἐν ἐπαγγελίαις τὴν Παλαιστίνην πᾶσαν συλλαβών, εἰ τάφον ἀγοράσειεν, ὥσπερ ἐκεῖνος, οὐκ ἂν διακριθείη; Τίς οὕτω χρημάτων κρείττων, ὡς βαρβαρικῶν σκύλων, καὶ Περσικῶν λαφύρων καταφρονῆσαι; Ἀλλὰ γὰρ οὐκ οἷδ’ ὅπως προήχθην ὑβρίσαι τὸν ἄνδρα, ἀνδράσιν αὐτὸν παραβάλλων· ἀλλ’ οὐδὲν βούλομαι δυσχερὲς εἰπεῖν. Ἐκεῖνο δὲ μόνον φράσας, καταπαύσω, ὅτι εἰ μὲν καὶ τὰ πλεονεκτήματα αὐτῶν ἔχοντες, καὶ τὰ ἐλαττώματα· εἶτ’ ἐγκαλούμενοι ἐπὶ τοῖς ἐλαττώμασιν ἐκείνους προέφερον, μάλιστα μὲν οὐδ’ οὕτως δικαίαν εἶχον ἀπολογίαν· οὐ γὰρ ταυτὸν τὸ πρὸ νόμου, καὶ μετὰ νόμον, καὶ χάριν πολιτεύεσθαι· πλὴν ἀλλὰ τάχα ἂν εἶχον σκιὰν ἀπολογίας. Εἰ δὲ κατορθωμάτων μὲν χηρεύοντες, ἐλαττώμασι δὲ ἐνεχόμενοι, τὰ πλεονεκτήματα ἐκείνων ἀφέμενοι, τὰ ἐλαττώματα προφέροιεν, πάσης εἰσὶ καταγνώσεως ἄξιοι.
ΣΟΕʹ. ΙΕΡΑΚΙ ΛΑΜΠΡΟΤΑΤῼ. Βίος ἄνευ λόγου μᾶλλον ὠφελεῖν πέφυκεν, ἢ λόγος ἄνευ βίου. Ὁ μὲν γὰρ καὶ σιγῶν ὠφελεῖ, ὁ δὲ καὶ βοῶν ἐνοχλεῖ. Εἰ δὲ καὶ λόγος καὶ βίος συνδράμοιεν, φιλοσοφίας ἀπάσης ἀποτελοῦσιν ἄγαλμα.
ΣΟϛʹ. ΕΡΜΟΓΕΝΕΙ ΕΠΙΣΚΟΠῼ. Ὅτι μὲν Μαρτινιανός τε καὶ Ζώσιμος, καὶ Μάρων, οἱ ἄξιοι Εὐσεβίου, ὡς ἔφης, φοιτηταὶ διαβάλλουσιν αὐτόν τε πᾶσιν, αὐτῷ τε πάντας, δῆλόν ἐστιν. Ὅτι δὲ οὐκ εἰς τέλος ἡ δίκη ἀνάσχοιτο οὕτ’ ἐκείνων, οὔτε τούτου, ἀλλὰ δίκην αὐτοὺς εἰσπράξεται ἀξίαν ὧν ἔδρασάν τε καὶ δρῶσι, καὶ τοῦτο δῆλον. Οὐδεὶς γὰρ ἀδικῶν τὴν δίκην ἔλαθεν· ἀλλ’ οἱ μὲν ἐνταῦθα, οἱ δὲ ἐκεῖσε ἔδοσαν δίκην.
ΣΟΖ. Τῼ ΑΥΤῼ. Εἰ τὴν πενίαν κρινομένην ἐλεεῖσθαι οὐ θέμις· οὐ γὰρ δίκαιον ἀδικεῖσθαι τὸ δίκαιον· οἱ τῷ πλούτῳ τὴν ψῆφον ἀδίκως νέμοντες, καὶ λήμματι τὸν τῆς δικαιοσύνης ζυγὸν παρασαλεύοντες, ποίας οὐκ ἂν δικαίως ἀπολαύσοιεν τιμωρίας; Εἰ γὰρ ἡ ὑπὸ ἀνάγκης πολλάκις πολυπραγμονοῦσα συγγνώμης οὐκ ἠξιώθη· ἐχρῆν γὰρ παρακαλεῖν, ἀλλὰ μὴ ἐγκαλεῖν· τῷ ὑπὸ πολλῆς τρυφῆς εἰς τὸ δίκαιον ἐξυβρίζοντι τὴν ψῆφον νέμων, ποίας ἀπολαύσεται συγγνώμης;
ΣΟΗʹ. ΝΕΙΛῼ. Οὐ ταυτόν, ὦ βέλτιστε, τὸ ἐξαίφνης ἰδεῖν καὶ τρωθῆναι, καὶ τὸ μετὰ σπουδῆς τὰ ἀλλότρια θηρώμενον κάλλη τὸ αὐτὸ παθεῖν. Ὁ μὲν γὰρ ἐξαίφνης ἰδὼν καὶ τρωθείς, δύναται λογισμῷ σώφρονι καὶ τὸ βέλος ἐξελκύσαι καὶ τὸ τραῦμα θεραπεῦσαι. Φάρμακον δ’ ἄριστον τῷ τοιούτῳ πάθει, νηστεία, καὶ τὸ μηκέτι τὴν τρώσασαν θεάσασθαι· ἀλλ’ εἰ καὶ ἀνάγκη γένοιτο, τοῖς ὀφθαλμοῖς ἠνίας ἐμβαλεῖν, καὶ εἰς γῆν αὐτοὺς τρέψαι, ἐξ ἧς τὸ ἄνθος ἐκεῖνο ἤνθησε, καὶ εἰς ἢν μετὰ βραχὺ μαρανθὲν ἀναλυθήσεται. Ὁ δὲ συνεχῶς καὶ μετὰ σπουδῆς ὁρῶν, κἂν μὴ τῷ σώματι δράσειεν, ἀλλά γε τῇ ψυχῇ τὴν ἁμαρτίαν ἀποτελέσειε.
Διὰ γὰρ τῆς θέας θεραπεύων τὸ πάθος, διὰ τῆς συγκαταθέσεως τὸ ἄγος πληροῖ. Εἰ μὴ γὰρ ἐμάλαξεν αὐτοῦ τῆς ψυχῆς τὴν ἰσχὺν ἡ ἐπιθυμία, οὐκ ἂν ἔσπευσεν ἰδεῖν, ἣν φυγεῖν προτροπάδην ἐχρῆν. Διὸ καὶ ὁ θεῖος χρησμός, οὐ τοὺς ἁπλῶς ἰδόντας καὶ τρωθέντας· συμβαίνει γὰρ πολλάκις ἀβουλήτως γενέσθαι· ἀλλὰ τοὺς ὁρῶντας καὶ ἔργον τοῦτο τιθεμένους, μοιχοὺς εἶναι ἀπεφήνατο, φήσας· «Πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ.»
ΣΟΘʹ. ΣΕΡΗΝῼ ΤΡΙΒΟΥΝῼ. Ἡ δίκη, ὦ σοφέ, ἡ πάντων ἐκεῖσε δίκας εἰσπραξομένη, κἀνταῦθα πολλάκις κλέπτει τὰς τῶν κλέπτειν αὐτὴν πειρωμένων φρένας, καὶ τοὺς μηχανωμένους αὐτὴν ἐκκλίνειν, δι’ ὧν πράττουσιν, εἰς τὰς οἰκείας ἅρκυς ἐμπίπτειν καταναγκάζει· τοσοῦτόν ἐστι καὶ σοφὴ καὶ δυνατή, καὶ ἀπαραλόγιστος. Τὸ γὰρ εἰρημένον τῷ Πλάτωνι, [ὡς] ἐκ προσώπου Σωκράτους, ἐκεῖσε ἐλθόντες τὸ σαφὲς εἰσόμεθα, οὐ περὶ τῆς κρίσεως εἵρηται, ὡς ἀμφιβαλλομένης αὐτῷ· ἄπαγε· πέπηγε γὰρ παρ’ αὐτῷ μάλιστα τοῦτο τὸ δόγμα· ἀλλὰ περὶ τοῦ ὀρθῶς πεφιλοσοφηκέναι τὸν Σωκράτην, μνημονεύσας γάρ τινων ἄκρως ἴσως πεφιλοσοφηκότων, ἵνα μὴ δόξῃ ἑαυτῷ μαρτυρῶν φορτικὸς εἶναι, ἔφη· «Ὧν δὴ κἀγώ, κατά γε τὸ δυνατόν, οὐδὲν ἀπέλιπον ἐν τῷ βίῳ, ἀλλὰ παντὶ τρόπῳ προὐθυμήθην γενέσθαι. Εἰ δ’ ὀρθῶς προὐθυμήθην, καί τι ἠνύσαμεν, ἐκεῖσε ἐλθόντες τὸ σαφὲς εἰσόμεθα.» Ἐοικότα που λέγων τῷ Παύλῳ φήσαντι· «Οὐδὲν ἐμαυτῷ σύνοιδα, ἀλλ’ οὐκ ἐν τούτῳ δεδικαίωμαι.
Ὁ δὲ ἀνακρίνων με Κύριός ἐστι.»
ΣΠʹ. ΘΕΟΔΟΣΙῼ ΣΧΟΛΑΣΤΙΚῼ. Ὑψηλότερός τις γίνεται τῶν πειρασμῶν, οὐχὶ παράγων αὐτούς, φέρειν δὲ τὰ συμβαίνοντα ἑαυτὸν παιδεύων. Οἱ γὰρ πειρασμοὶ ἄλυτοι ὄντες, ὡς φής, λύονται διὰ τῆς ὑπομονῆς καὶ ἀνδρίας τῶν φέρειν τὰ συμπίπτοντα ἐπισταμένων. Θεραπεία γὰρ ἀρίστη τῶν οὐκ ἐφ’ ἡμῖν ἡ ἐν ἡμῖν φιλοσοφία, καὶ λύσις τῶν ἀναγκαίων, ἀλύτων, ὡς φής, ὄντων, ἡ ἐν μὲν τοῖς δυσκόλοις ἀνδρία, ἐν δὲ τοῖς δεξιοῖς μετριότης.
Εἰ δὲ καὶ ἡ θεία ῥοπὴ χεῖρα ὀρέξειε, ῥᾷον τὰ συμπίπτοντα οἴσομεν. Ὅπερ εὖ μάλα ἐπιστάμενος, ὁ τῶν τοῦ Χριστοῦ χρησμῶν ἄριστος ἑρμηνεύς, ἔφη· «Ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν.»
ΣΠΑʹ. Τῼ ΑΥΤῼ. Εἰς τό, «Πάτερ ἡμῶν.» Ἡ εὐχή, ἢν ὁ Κύριος ἐδίδαξε τοὺς οἰκείους φοιτητάς, οὐδὲν γήϊνον ἔχει, ἀλλὰ πάντα οὐράνια, καὶ εἰς ψυχῆς ὠφέλειαν βλέποντα. Οὔτε γὰρ ἀρχήν, οὐ δὲ πλοῦτον, οὐ κάλλος, οὐ ῥώμην, οὐκ ἄλλο οὐδὲν τῶν ῥᾳδίως μαραινομένων αἰτεῖσθαι παιδεύει. Ὧν γὰρ καὶ παρόντων ἀπέχεσθαι κελευόμεθα, τούτων ἀπόντων αἰτεῖν τὴν ἀπόλαυσιν, περιττόν. Καὶ αὐτὸ τὸ δοκοῦν μικρὸν εἶναι καὶ αἰσθητόν, μάλιστα μὲν περὶ τοῦ θείου λόγου ἔδοξε σοφοῖς ἀνδράσιν εἰρῆσθαι, τοῦ τὴν ἀσώματον ψυχὴν τρέφοντος, καὶ εἰς τὴν οὐσίαν αὐτῆς τρόπον τινὰ κιρνωμένου καὶ χωροῦντος. Διὸ καὶ ἐπιούσιος ἄρτος εἴρηται, τοῦ τῆς οὐσίας ὀνόματος τῇ ψυχῇ μᾶλλον, ἢ τῷ σώματι ἁρμόττοντος.
Εἰ δὲ καὶ περὶ τοῦ καθημερινοῦ ἄρτου εἴρηται, τοῦ τῇ συστάσει τοῦ σώματος ἁρμοδίου, καὶ αὐτὸς τῷ τρόπῳ γίνεται πνευματικός· τὸ γὰρ μηδὲν πλέον ἄρτου ἐπιζητεῖν, πνευματικῆς ἂν εἴη λαμπρᾶς τε καὶ φιλοσόφου διανοίας. Ταῦτα τοίνυν αἰτῶμεν ἂ ἐδιδάχθημεν, καὶ μὴ τὰ ῥᾳδίως σβεννύμενα.
Ἀθλιότητος γὰρ ἂν εἴη καὶ ἀνοίας πολλῆς ταῦτα αἰτεῖν, ἂ ἐκελεύσθημεν καὶ ἔχοντες ἀποσείσασθαι.
ΣΠΒʹ. ΕΥΤΟΝΙῼ ΔΙΑΚΟΝῼ. Εἰ πάντα ποιούντων ἡμῶν, καὶ πᾶσαν ὑπόθεσιν σκανδάλου αὐτόπρεμνον ἀνασπώντων, τινὲς ἐθελοκακοῦντες κακηγοροῦσιν, εἰ καὶ λυπηρόν ἐστιν, ἀλλ’ οὐ πολλῆς φροντίδος ἄξιον. Τῆς γὰρ συνειδήσεως μαρτυρούσης, καὶ τοῦ κριτοῦ ἐπισταμένου, καὶ τῶν ἀγαθῶν ἀνδρῶν ἀνακηρυττόντων, ἐλπὶς ὕπεστι, καὶ τὴν τῶν φαύλων κακηγορίαν σβέννυσθαι.
ΣΠΓʹ. Τοῖς δεινοῖς ἀνδράσι μὴ ὁμόσε χώρει, ἀλλ’ ἐνδίδου βραχύ, ὅταν μηδὲν παραβλάπτῃ τὴν ἀρετὴν τὸ γινόμενον, καὶ ταχέως αὐτῶν ἡ ἐπιβουλὴ σβεσθήσεται.
ΣΠΔʹ. ΠΑΛΛΑΔΙῼ ΕΠΙΣΚΟΠῼ. Φεῦγε, ὦ βέλτιστε, ὡς ἐγχωρεῖ, τὰς τῶν γυναικῶν ἐντεύξεις. Τοὺς γὰρ ἱερωμένους, ἁγιωτέρους εἶναι χρὴ καὶ καθαρωτέρους τῶν τὰ ὅρη κατειληφότων. Ἐπειδὴ οἱ μὲν καὶ ἑαυτῶν καὶ λαῶν, οἱ δὲ ἑαυτῶν μόνον φροντίζουσι. Καὶ οἱ μὲν ἐν τῇ κορυφῇ ἵδρυνται τῆς τοιαύτης τιμῆς, καὶ πάντες αὐτῶν ἐρευνῶσι τὸν βίον καὶ βασανίζουσιν· οἱ δ’ ἐν σπηλαίῳ κάθηνται, τὰ ἑαυτῶν ἢ θεραπεύοντες τραύματα ἢ περιστέλλοντες ἐλαττώματα· εἰσὶ δ’ οἳ καὶ στεφάνους ἑαυτοῖς πλέκουσιν. Εἰ δ’ ἀναγκασθείης ἐντυχεῖν, κάτω τοὺς ὀφθαλμοὺς ἔχε, καὶ δίδασκε κἀκείνας πῶς βλέπειν χρὴ (οὐ γὰρ διδάσκειν δεῖ μόνον πῶς χρὴ βλέπειν, ἀλλὰ καὶ βλέπειν ὡς χρή)· καὶ ὀλίγα φράσας τὰ ἐπιστύψαι καὶ φωτίσαι δυνάμενα, ταχέως ἀφίπτασο· μήποθ’ ἡ διατριβὴ μαλάξῃ σου τὴν ἰσχύν, καὶ χαυνοτέραν ἐργάσηται· καὶ καθάπερ λέοντα βλοσυρὸν καὶ γαῦρον λαβοῦσα, ἀποκείροι μὲν τὴν κόμην, τὴν τὸν λέοντα ὄντως λέοντα ποιοῦσαν, καὶ τὸ βασιλικὸν ἀξίωμα αὐτῷ διαφυλάττουσαν, ἀνέλοι δὲ τοὺς ὀδόντας καὶ περιέλοι τοὺς ὄνυχας, δι’ οὒς καὶ τῶν ἀλκιμωτάτων θηρίων περιγίνεται· εἶτ’ αἰσχρὸν ποιήσασα καὶ καταγέλαστον, παραδώσει καὶ κορίοις παίζειν τὸν φοβερὸν καὶ ἀφόρητον, καὶ ἀπὸ τοῦ βρυχήματος μόνου τὰ ὅρη σείοντα. Εἰ δὲ τιμᾶσθαι βούλει παρὰ γυναικῶν, μάλιστα μὲν ἀνοίκειον τοῦτο ἀνδρὸς πνευματικοῦ.
Πλὴν μηδέν σοι πρὸς γυναῖκας, καὶ τότε τῆς παρ’ αὐτῶν ἀπολαύσῃ δόξης. Τοῦτο γὰρ μάλιστα, τοῦτο παρέσται, ὅταν μάλιστα παρ’ ἡμῶν μὴ ζητῆται. Εἴωθε γὰρ ἄνθρωπος τῶν μὲν θεραπευόντων καταφρονεῖν· τοὺς δὲ μὴ κολακεύοντας ἐκθειάζειν. Τὸ δὲ πάθος τοῦτο μάλιστα ἡ γυναικεία ὑπομένει φύσις. Ἀφόρητός τε γάρ ἐστι κολακευομένη· ἐκθειάζει δὲ μάλιστα πάντων καὶ ἐκπλήττεται τοὺς ἐλευθεριώτερόν τε καὶ ἀρχικώτερον αὐταῖς προσφερομένους. Εἰ δὲ λέγεις καὶ ἐντυγχάνειν συχνῶς, καὶ μηδὲν βλάπτεσθαι, ἐγὼ μὲν ἴσως πείσομαι. Βούλομαι δὲ καὶ πάντας πεισθῆναι, τοὺς λέγοντας· Λίθους ἐλέαναν ὕδατα· καί, Κοιλαίνει πέτραν ῥανὶς ὕδατος ἐνδελεχοῦσα. Ὃ γὰρ κατασκευάζουσι καὶ λέγειν βούλονται, τοιοῦτόν ἐστι· Τί καὶ πέτρας σκληρότερον; ἢ τί ὕδατος μαλακώτερον, καὶ ταῦτα ῥανίδος; Ἀλλ’ ὅμως ἡ συνέχεια καὶ τὴν φύσιν νικᾷ. Εἰ δὲ φύσις ἡ δυσμετακίνητος κινεῖται, καὶ πάσχει ὅπερ παθεῖν οὐκ ὤφειλεν, ἡ προαίρεσις ἡ ῥᾳδίως κινουμένη, ποίᾳ μηχανῇ ὑπὸ τῆς συνηθείας οὐκ ἂν ἁλοίη καὶ περιτραπείη;
ΣΠΕʹ. ΘΕΟΔΟΤῼ ΠΡΕΣΒΥΤΕΡῼ. Εἰ οὔτε τὸν γενναῖον ἀθλητήν, εἰς τὸν ἀγῶνα καθέντα καὶ κονιζόμενον καὶ τυπτόμενον, θρηνητέον (εἰς στεφάνους γὰρ αὐτῷ οἱ πόνοι τελευτῶσιν)· οὔτε τὸν ἀριστέα ἐν πολέμῳ ἐξιόντα, καὶ τραύματα, καὶ σφαγὰς μέλλοντα ὑπομένειν, ὀλοφυρτέον (τροπαιοῦχος γὰρ ἐπανήξει, καὶ στηλῶν καὶ ἀναῤῥήσεων τεύξεται)· ἀλλ’ ἐκείνους θρηνητέον, τοὺς ἐπὶ λῃστείας καὶ ἀνδροφονίας θέοντας, μάλιστα μέν, ὅταν κακουργῶσιν· ἔπειτα δὲ καὶ ὅταν κολάζωνται· πῶς ἐζήτησας μαθεῖν δι’ ἣν αἰτίαν, θρηνούσας τὰς γυναῖκας, ὅτε ἐπὶ τὸν σταυρόν, ὡς τροπαιοῦχος, ἀπῄει ὁ Χριστός, οὐ μόνον οὐκ ἀπεδέξατο, ἀλλὰ καὶ ἐπετίμησε; Δῆλον γάρ, ὅτι τῷ μὲν ἄκοντι πάσχοντι, ἡ συμπάθεια παράκλησιν· τῷ δ’ ἑκόντι, ὕβριν φέρει.
Ὕβρις γὰρ ἐκείνῳ τὸ συμπαθές, ᾧ μὴ τὸ πάθος ἀβούλητον. Ἐπεὶ τοίνυν καὶ αὐτὸς ἑκὼν ἐπὶ τὸ πάθος ἤρχετο, καὶ τὸν θάνατον σβέσων, καὶ τὸν διάβολον ἐκνευρίσων· ἐθρήνουν δ’ ἐκεῖναι τὸν εὐφημεῖσθαι καὶ κροτεῖσθαι δίκαιον ὄντα· διὰ τοῦτο, καὶ ὡς νομίζουσί τινες, κατηράσατο· ὡς δ’ ἡ ἀλήθεια ἔχει, προεμήνυσε τὰ μέλλοντα αὐταῖς συμβήσεσθαι κακά. Θρηνεῖσθαι γὰρ θέμις οὐ τὸν τροπωσάμενον τὴν ἁμαρτίαν, καὶ σπεύδοντα ἐπὶ τὸ καὶ τὸν θάνατον θανατῶσαι, καὶ τὸν διάβολον δῆσαι· ἀλλὰ τοὺς ὑπὸ τούτων ἁπάντων ἁλόντας.
ΣΠϛʹ. ΦΙΛΟΞΕΝῼ ΜΑΓΙΣΤΡῼ. Ὅτι οὐδὲν ἀρετῆς ὑψηλότερον. Οὔτε χαλκῆ εἰκὼν χρυσῷ ἀπαστράπτουσα, οὔτε χρωμάτων λάμπουσα, οὐκ Ὀλυμπικὸς στέφανος, οὐ πλοῦτος, οὐ κάλλος, οὐ ῥώμη, οὐκ ἀρχή, οὐ βασιλεία, οὐκ ἄλλο οὐδὲν τῶν δοκούντων εἶναι μεγάλων, μέγα ἐστὶ καὶ σπουδῆς ἄξιον. Τῷ χρόνῳ γὰρ εἴκει, καὶ μαραίνεται, καὶ ἔργον λήθης γίνεται.
Μόνη δ’ ἀρετὴ ἀοίδιμον καὶ ἀθάνατον ἔχει τὸ κλέος, οὔτε χρόνῳ εἴκουσα, οὔτε λήθῃ παραχωροῦσα, οὔτε μαρασμὸν ἐπισταμένη, ἀλλὰ νεαρὰν καὶ ἀκμάζουσαν καὶ ἡβῶσαν τὴν ἀξίαν ἔχουσα· ἢν παντὶ σθένει τοὺς εὖ φρονοῦντας δίκαιον κτήσασθαι.
ΣΠΖʹ. ΘΕΟΔΟΤῼ ΠΡΕΣΒΥΤΕΡῼ. Εἰς τὸν ἀοίδιμον θάνατον τοῦ Σωτῆρος ἡμῶν. Ὕλην μὲν νόμιζε εἶναι τὴν ἀμαρτίαν, πῦρ δὲ τὸν θάνατον. Ἔνθα μὲν οὖν τὴν οἰκείαν εὕρισκε τροφήν, ἐπενέμετο· ἐν δὲ τῷ Χριστῷ μὴ εὑρών, εἰκότως ἐσβέσθη, μᾶλλον δὲ ἀπέθανε.
ΣΠΗʹ. ΘΕΟΔΟΣΙῼ ΣΧΟΛΑΣΤΙΚῼ. Ὁ μὲν νόμος, ὦ σοφέ, ἄριστόν ἐστιν ὀρθότητος παίδευμα, οὐ τοὺς ὀρθὰ βαδίζοντας ἐπανορθούμενος, ἀλλὰ τῶν ἀτακτούντων τὰς ὁρμὰς προαναστέλλων. Διὸ καὶ Παῦλος ἔφη· «Δικαίῳ νόμος οὐ κεῖται.» Τὸ δὲ Εὐαγγέλιον φιλοσοφίας ἐστὶ προτροπή, οὐ φόβῳ τοσοῦτον, ὅσον ἐπαγγελίαις ἀναπτεροῦν τῶν φιλαρέτων τὸν πόθον. Οὐκοῦν οἱ τούτῳ πειθόμενοι, οὐ φόβῳ τοῦ νόμου, προτιμήσει δὲ τοῦ βελτίονος τῆς ἀρετῆς ἀπρὶξ ἔχονται.
ΣΠΘʹ. ΙΣΙΔΩΡῼ ΣΧΟΛΑΣΤΙΚῼ. Ἀπὸ τῆς γνώμης, ὦ βέλτιστε, τὰ πράγματα κρίνεται. Διὰ τοῦτο ὁ τρώσας μὲν ἑκών, οὐκ ἀπεκτονὼς δέ, τοῦ ἀποκτείναντος μέν, οὐ τοῦτο δὲ προῃρημένου, ἐναγέστερος εἶναι κέκριται· τῷ τὸν μὲν ἑκουσίως τρώσαντα, πάντως κολάζεσθαι· τὸν δ’ ἀκουσίως ἀποκτείναντα, συγγιγνώσκεσθαι. Ὥσπερ γὰρ εἰ ξίφος τις λαβών, τὰς ὁδοὺς περινοστοίη, βουλόμενος ἀποκτεῖναί τινα· μὴ εὑρὼν δὲ ἐπανέλθοι ἄπρακτος, οὐκ ἂν διαφύγοι τὸ ἀνδροφόνος εἶναι (ἐκ γὰρ τοῦ ἐπιχειρήματος, οὐ τοῦ ἀποτελέσματος τοιοῦτος εἶναι κρίνεται)· οὕτω καὶ γυνὴ κομιδῇ καλλωπιζομένη, καὶ διὰ τοῦτο εἰς τὴν ἀγορὰν ἐμβάλλουσα, ἢ διὰ τῶν θυρίδων παρακύπτουσα, ἵνα νέους θηρεύσῃ· κἂν διαμάρτῃ τῆς θήρας, ὡς θηρεύσασα κατακρίνεται. Τὸ γὰρ αὑτῆς πᾶν πεποίηκε, τὸ δηλητήριον κεράσασα, καὶ τὰ λίνα ἀναπετάσασα, καὶ τὴν παγίδα μετὰ πάσης ἀκριβείας στήσασα. Εἰ δὲ καὶ ἀνὴρ διὰ τοῦτο καλλωπίζοιτο ἀσελγέστερον ἢ κατ’ ἄνδρα, καὶ οὖτος ἀπαραίτητον ὑφέξει δίκην, κἂν μὴ εὐρεθείη, ἡ τὸν κυκεῶνα πίνουσα. Εἰ δὲ ἡ μὲν γυνὴ σεμνῶς καὶ σωφρόνως καὶ κοσμίως βαδίζοι, ἰδὼν δέ τις τρωθῇ, οὐδὲν παρὰ τὴν ὁραθεῖσαν, ἀλλὰ παρὰ τὸν τρωθέντα. Εἰ δ’ ὁ μὲν ἀνὴρ σεμνοπρεπῶς καὶ ἁρμοδίως βαδίζοι, ἰδοῦσα δέ τις τρωθείη, οὐδὲν παρὰ τὸν ἄνδρα, ἀλλὰ παρὰ τὴν τρωθεῖσαν.
Εἰ δὲ μὴ φαίη τις ταῦθ’ οὕτως ἔχειν, συγχύσεως πάντα πληρώσει· καὶ τὴν Σάῤῥαν καὶ τὸν Ἰωσήφ, καὶ τὴν Σουσάναν γράψεται· διότι ἄλλοι θεασάμενοι ἐτρώθησαν. Ἡ μὲν γὰρ τὸν Φαραώ, ὁ δὲ τὴν δέσποιναν, ἡ δὲ τὴν ξυνωρίδα τῶν ἀκολάστων ἐκείνων εἷλεν. Εἰ δὲ ἐκεῖνοι [κατὰ παράλειψιν οἱ ἀθρόον τρωθέντες,] οὐ μόνον μέμψεως ἐκτὸς τυγχάνουσιν, ἀλλὰ καὶ ἐπαίνου παντὸς κρείττους εἰσίν, οἷς ἐκεῖνοι ἀπολύονται τῆς αἰτίας, τούτοις καὶ ὁ κατὰ τῶν μὴ θηρώντων μέν, τιτρωσκόντων δέ, διαγράφεται λόγος.
Σϟʹ. ΘΕΟΔΟΣΙῼ ΠΡΕΣΒΥΤΕΡῼ. Ὅτι χρὴ τοὺς ἱερεῖς παντοίαις κομᾷν ἀρεταῖς, καὶ ἀνδρείους εἶναι εἰς τοὺς ὑπὲρ τῆς εὐσεβείας κινδύνους. Τοὺς τὸν τῆς ἱερωσύνης τιμαλφέστατον στέφανον περικειμένους ἀρεταῖς μᾶλλον ἢ χρήμασι δίκαιόν ἐστι κομᾷν, καὶ ἡδονὴν πρέπουσαν ἡγεῖσθαι τὴν σωφροσύνην, μήτε γαστρί, μήτε τοῖς μετὰ γαστέρα εἴκοντας πάθεσιν. Οὐ γὰρ χορηγὸν τὴν ἐξουσίαν τῶν ἐπιθυμιῶν χρὴ νομίζειν, ἀλλὰ τὴν καρτερίαν ἐξουσίαν ἡγεῖσθαι. Εἰ δὲ καὶ ὑπὲρ ἀρετῆς ἢ εὐσεβείας κίνδυνος προκέοιτο, μὴ φεύγειν τὸν θάνατον. Γέλωτα γὰρ ἂν ἀποδειλιάσαντες ὀφλήσοιεν, εἰ μὴ ἄσμενοι ἐκεῖσε ἴοιεν, οἷ ἀφικομένοις ἐλπίς ἐστιν, οὖ διὰ βίου ἤρων τυχεῖν, ἤρων δὲ θείας συνουσίας.
ΣϟΑʹ. ΣΕΡΗΝῼ ΤΡΙΒΟΥΝῼ ΝΟΤΑΡΙῼ. Ἡ μὲν ἀληθὴς εὐγένεια ἀπὸ τρόπων χρηστῶν συνίστασθαι πέφυκε, καὶ τὸ βέβαιον ἀξίωμα ἀπὸ ἀρετῆς προσγίνεται. Εἰ δέ τις μήτε ἐκ προγόνων λαμπρῶν φύς, μήτε ὑπὸ τρόπων ὀρθῶν κοσμούμενος, ἀξίωμα ἑαυτῷ ἀγοράσειεν, ὅπερ εὐνοῦχοι πιπράσκουσι, καὶ βασιλέων ἵσως οὐδ’ εὐγενῶν χαρίζονται χεῖρες· οὖτος οὐκ ἂν εἴη δίκαιος σεμνύνεσθαι. Εἰ δὲ μὴ μόνον ἐναβρύνοιτο, ἀλλὰ καὶ τοὺς ἔχοντας τὸ τῆς ἀρετῆς ὑπέρλαμπρον ἀξίωμα διαπτύει· οὖτος οὐ μόνον ἑαυτόν, ἀλλὰ καὶ τοὺς προγόνους ἅτε ἀσήμους καὶ ἀφανεῖς κωμῳδεῖσθαι παρασκευάζει. Οὐκοῦν ἵνα μηδὲν τοιοῦτο πάθοις, γνῶθι σαυτόν.
ΣϟΒʹ. ΗΣΑΙᾼ ΣΤΡΑΤΙΩΤῌ. Οὔ φημι χρῆναι τούς, ὥσπερ σύ, ἐξ ἀφανῶν καὶ ἀσήμων γονέων, ἀλλ’ οὐδὲ τοὺς ἐκ λαμπρῶν καὶ περιφανῶν φύντας, εἰς τοσαύτην ἀλαζονείαν ἐλαύνειν, καὶ τοὺς τῆς φύσεως ὑπερβαίνειν ὅρους. Ἵν’ οὖν μὴ ὑπερόρια πταίσας, ὑπερορίους ἀπαιτηθείης δίκας, ταῖς τῆς μετριοφροσύνης ἡνίαις τὴν τῆς ἀλαζονείας ἀνασειράζειν σπούδαζε μανίαν, καὶ ῥύθμιζε σαυτόν, πρὸς τὸ πρέπον ἀνδρὶ ἐπιεικεῖ σχῆμα, καὶ μήτε δι’ ὀφθαλμῶν, μήτε δι’ ὀφρύων, μήτε διὰ γλώττης, μήτε διὰ βαδίσματος ἴχνος [ἔσ]τι τῆς τοιαύτης ἐμφαινέσθω νόσου.
ΣϟΓʹ. ΘΕΟΓΝΩΣΤῼ ΠΡΕΣΒΥΤΕΡῼ. Μάθετε καλὸν ποιεῖν. Ἐπειδὴ πολλοὶ λόγοις φιλοσοφοῦντες, τοῖς ἔργοις ἐλέγχονται (τοὺς γὰρ θείους χρησμοὺς ἐν μέσῳ περιᾴδοντες, λάθρα ἂν μὴ θέμις πράττουσι)· διὰ τοῦτο εἵρηται· «Μάθετε καλὸν ποιεῖν.» Τὸ γὰρ εὖ λέγειν, τοῦ ὀρθῶς πράττειν ἀπόντος, οὐ μόνον μάταιόν τι φαίνεται καὶ κενόν, ἀλλὰ καὶ γέλωτα μὲν τίκτει τοῖς ῥᾳθύμοις, ὄχλησιν δὲ τοῖς σεμνοτέροις.
ΣϟΔʹ. ΕΥΤΟΝΙῼ ΔΙΑΚΟΝῼ. Περὶ τῆς ἀλλοιώσεως καὶ ἀποκαταστάσεως τοῦ Ναβουχοδονόσωρ. Εἰ τῷ Βαβυλωνίῳ, τοσαῦτα πταίσαντι, καὶ τοὺς ὅρους τῆς φύσεως ὑπερβάντι, καὶ ἰσοθεΐαν παραλόγως φαντασθέντι, ὅρος ἦν τῆς συμφορᾶς, ἡ τοῦ κρείττονος ἐπίγνωσις (μετὰ γὰρ τὸ ἐπιγνῶναι τὴν οἰκείαν φύσιν, καὶ τοῦ τῶν οὐρανῶν Βασιλέως ὁμολογῆσαι τὴν ἀσύγκριτον ὑπεροχήν, τῆς οἰκείας ἐπελάβετο ἀρχῆς)· πῶς σὺ νομίζεις ἁπλῶς, καὶ οὐκ ἐπὶ κέρδει τινὶ ἐπιφέρεσθαι ἡμῖν τὰς κολάσεις;
ΣϟΕʹ. ΜΑΡΤΙΝΙΑΝῼ, ΜΑΡΩΝΙ, ΖΩΣΙΜῼ, ΕΥΣΤΑΘΙῼ. Ὀκνεῖ μέν μοι γράφειν ὁ κάλαμος, ἅπερ οὐδὲ μαθεῖν ἐβουλόμην. Ἐπειδὴ δὲ χρὴ καὶ τοὺς εἰς ἀκροτάτην κακίαν ἐληλακότας ἀνακαλεῖσθαι, γράφω, ὅπως παύσησθε, ὧν ἐγὼ μὲν οὐκ ἂν εἴποιμι, διὰ τὸ μὴ μολῦναι τὴν γλῶτταν. Αὐτοὶ δ’ οὐκ οἷδ’ ὅπως διαπράττεσθαι τολμᾶτε.
Σϟϛʹ. ΕΥΣΤΑΘΙῼ ΠΡΕΣΒΥΤΕΡῼ. Εἰ καὶ ἡ ἀπροσδόκητος εὐπραγία ὑβριστὴν ἀπετέλεσε Ζώσιμον, ὡς γέγραφας, τὸν πρεσβύτερον (εἰώθασι γὰρ ἄνθρωποι, οἷς ἀδόκητος μάλιστα εὐημερία ἐπιπίπτει, εἰς ὕβριν χωρεῖν)· ἀλλὰ σὺ φιλοσόφει.
Οὕτω γὰρ κἀκεῖνον ἀμύνασθαι δυνήσῃ· οὐδὲν γὰρ οὔτω κολάζει τοὺς ὑβριστάς, ὡς ἡ τῶν ὑβριζομένων ἀνεξικακία· καὶ ἀρίστην ψῆφον παρὰ πᾶσιν ἀποίσῃ, καὶ τὰ λεγόμενα ψευδῆ ἐπιδείξεις. Τὸ γὰρ ἀγανακτεῖν καὶ δυσχεραίνειν, τοῦ ἀληθεῖς εἶναι τὰς ὕβρεις· τὸ δὲ καταγελᾷν αὐτῶν, τοῦ μηδὲν συνειδέναι πονηρόν, ἀπόδειξίς ἐστιν ἐναργεστάτη.
ΣϟΖʹ. Τῼ ΑΥΤῼ. Ἐπυθόμην παρ’ ἀνδρῶν, οἷς τὸ μὲν ψεῦδός ἐστι πολέμιον, ἡ δ’ ἀλήθεια ἐπὶ γλώσσης οἰκεῖ, ὡς ὑβριζόμενος μὲν παρὰ Ζωσίμου, φιλοσοφεῖς μὲν παραχρῆμα, μετὰ δὲ ταῦτα αὐτὸν ἐκπομπεύεις, παρὰ πᾶσι διαβάλλων, ὡς οἰκέτης ὢν καὶ ἐξ οἰκετῶν φύς, τοὺς καὶ εὐλαβείᾳ καὶ εὐγενείᾳ κεκοσμημένους λοιδορεῖ.
Εἶθ’ ὅτι καὶ μνημονεύεις ἐκείνων τῶν παρὰ τῶν ἀρχαίων περὶ τῶν τοιούτων εἰρημένων. Ἀφόρητος γάρ ἐστιν εὐπραγῶν μαστιγίας, καὶ ὅτι τὸ εὖ πράττειν παρὰ τὴν ἀξίαν, ἀφορμὴ τοῦ κακῶς φρονεῖν τοῖς ἀνοήτοις γίνεται. Καὶ λίαν θαυμάζω, πῶς ὅταν μὲν ἡ πυρὰ τοῦ θυμοῦ κορυφοῦται, κρατεῖς τῆς ὀργῆς· ὅτε δὲ δοκεῖ λήγειν, ἡττᾶσαι. Τὸ μὲν γὰρ ἐξ ἀρχῆς ὀργισθῆναι τὸν μὴ πάνυ φιλοσοφεῖν ἐσπουδακότα, οὐκ ἀπεικός· τὸ δὲ μετὰ τὸ λῆξαι ἢ καὶ σβεσθῆναι τὴν πυράν, ἀνάπτειν ἑαυτῷ τὴν κάμινον, ἀπεικός. Εἰ δ’ ἡ μνήμη τῶν λεχθέντων ἀνάπτει τὸ πῦρ, τὸ πεφιλοσοφηκέναι σε μᾶλλον εὐφραινέτω, καὶ ἐν γαλήνῃ διατηρείτω. Οὐ γὰρ τί ἐκείνῳ πρέπει ἀκοῦσαι, ἀλλὰ τί σοὶ πρέπει εἰπεῖν, λογίσασθαι δίκαιος ἂν εἴης. Μὴ τοίνυν ἐκείνῳ φιλονεικῶν σαυτὸν καθύβριζε, μηδὲ τὸν βίον ἐκείνου ἐκκωμῳδῶν, τὴν σαυτοῦ γλῶτταν μολύνεσθαι παρασκεύαζε, ἀλλ’ εἰς τέλος φιλοσόφει. Τοῦτο γάρ σοι μυρίον κλέος γεννήσει.
ΣϟΗʹ. ΖΩΣΙΜῼ ΠΡΕΣΒΥΤΕΡῼ. Λίαν ἀλγῶ τὴν ψυχήν, ὅτι ὀξὺ πρὸς τὰ χείριστα ὁρῶν, τυφλώττεις πρὸς τὴν ἀρετήν, καὶ ὅτι ὑπερορίων πταισμάτων ἐραστὴς ὤν, ἔτι καινοτέρων ἀδικημάτων ἀνεφάνης εὑρετής. Εἰ τοίνυν κἀμὲ λύπης, καὶ σαυτὸν δίκης ἐλευθερῶσαι βούλει, θᾶττον μεταβαλοῦ, εὖ εἰδώς, ὅτι ὃς ἂν ἀμύητος καὶ ἀτέλεστος ἀρετῆς ἐντεῦθεν ἀπάρῃ, ἐν πυρὶ κείσεται· ὁ δὲ τετελεσμένος τε καὶ κεκαθαρισμένος ἐκεῖσε ἀφικόμενος, μετὰ τῶν θείων δυνάμεων χορεύσει.
ΣϟΘʹ. ΘΕΟΔΟΣΙῼ ΣΧΟΛΑΣΤΙΚῼ. Ὅτι τῶν θείων Γραφῶν ἡ ἀνάγνωσις, καὶ τοῖς ἑστῶσι, καὶ τοῖς πεσοῦσι, καὶ πᾶσιν ἁπλῶς ἐστιν ὠφέλιμος, ἑκάστῳ χρησμῳδοῦσα. Αἱ ἱεραὶ Γραφαί, οὐ πλαγίαν καὶ ἀμφίβολον, ἀλλ’ ὀρθὴν καὶ λαμπράν, καὶ ἀραρυῖαν, ἀσάλευτόν τε καὶ ἀπαρέγκλιτον, οἴονται δεῖν ἐγκεῖσθαι πᾶσιν ἀνθρώποις τὴν περὶ τοῦ Θεοῦ πίστιν. Κινδυνεύουσι μὲν ἀγαθὴν ἐλπίδα ὑπισχνούμεναι, εὖ πράττουσι δὲ θάρσος ὀρέγουσαι· καὶ δυσπραγοῦσι μὲν παραμυθίαν προτεινόμεναι, πλημμελοῦσι δὲ φόβον ἐπανατεινόμεναι· ἵνα μὴ μόνον ἄχρις ὀνόματος νοοῦντες, πᾶσαν ἔννοιαν χρηστὴν ἐξαμβλώσωσιν, ἀλλὰ ποιητὴν καὶ ἄρχοντα, καὶ ἔφορον καὶ προνοητήν, καὶ κηδεμόνα· ἀμειβόμενον μὲν τοὺς ἀγαθούς, ἀμυνόμενον δὲ τοὺς πονηροὺς (οὖτος γὰρ ὁ κυριώτατος καὶ ἐνδοξότατος περὶ Θεοῦ λόγος,) φύγωσι μὲν κακίαν, ἕλωνται δὲ ἀρετήν. Ἡ δὲ περὶ τῆς οὐσίας αὐτοῦ βάσανος, οὔτ’ ἀναγκαία, οὔτ’ ἐφικτὴ ἀνθρώποις. Εἰδέναι γὰρ χρὴ καὶ πιστεύειν, ὅτι ἔστι Θεός, οὐ τό τί ἐστι πολυπραγμονεῖν. Ἀφέμενοι τοίνυν τοῦ περὶ τῆς οὐσίας λόγου ὡς ἀνεφίκτου, καὶ μηδαμῶς ἁλωσίμου, ἀλλὰ πᾶσαν βάσανον ὑπερνηχομένου, τὸν βίον ἑαυτῶν καὶ τὸν τρόπον ῥυθμίσωμεν, ὡς λόγον πάντως ἀποδώσοντες.
Τʹ. Τῼ ΑΥΤῼ. Τῆς Ἰωάννου Ἐπιστολῆς, εἰς τὸ γεγραμμένον, «Βλέπετε μὴ ἀπολέσητε ἂ εἰργάσασθε.» Πᾶν μὲν ἔργον λάμπει μελέτῃ θεραπευθὲν (τὸ γὰρ μὴ ὑπὸ μελέτης συγκροτούμενον, ῥᾳδίως σβέννυται)· μάλιστα δ’ ἡ ἀρετή, καθ’ ἡμέραν ἀσκήσει θεραπεύεσθαι ὀφείλει. Μὴ γεωργουμένη γάρ, φυλλοῤῥοεῖ, καὶ τὸν καρπὸν ἀπόλλυσι. Καὶ τοῦτ’ ἔστιν ἄρα, ὃ ἐθέλησας μαθεῖν, «Βλέπετε μὴ ἀπολέσητε ἃ εἰργάσασθε.» Ἡ μὲν γὰρ ῥᾳθυμία τοὺς προγεγενημένους πόνους, κἂν λαμπροὶ εἶεν, σβέσει· ἡ δὲ σπουδή, καὶ τὴν προγεγενημένην ῥᾳθυμίαν ἀφανίσει.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.