Ἔργον
Ἰσίδωρος ὁ Πηλουσιώτης – Ἐπιστολαὶ περὶ τῆς ἑρμηνείας τῆς θείας γραφῆς
Βιβλίο Α΄, Επιστολές 53-100
Ερμηνεία δύσκολων γραφικών χωρίων, νουθεσίες περί εγκράτειας, αντιμετώπιση αιρέσεων και οδηγίες προς αξιωματούχους.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Βιβλίο Α΄, Επιστολές 53-100
Ερμηνεία δύσκολων γραφικών χωρίων, νουθεσίες περί εγκράτειας, αντιμετώπιση αιρέσεων και οδηγίες προς αξιωματούχους.
ΝΓʹ. ΘΕΟΔΟΥΛῼ. Τῶν ιβʹ προφητῶν, Εἰς τὸ εἰρημένον ὑπὸ τοῦ Ἀμώς, «Ὁ γυμνὸς φεύξεται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.» «Ὁ γυμνὸς φεύξεται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ,» φησὶν ὁ προφήτης. Προχείρως μὲν τὰ ἐν τῷ πάθει τοῦ Κυρίου συμβάντα προθεωρῶν, καὶ τὸν γυμνὸν πεφευγότα δηλῶν, ὃς σινδόνα περιβεβλημένος ἐπὶ γυμνῆς, τὴν πεῖραν τῶν Κυριοκτόνων ἀπέφυγε, καταλιπὼν αὐτοῖς τὴν σινδόνα. Ἡ δὲ κεκρυμμένη τούτου καὶ παρακεκαλυμμένη διάνοια, σημαίνει τὸν ἰσχνὸν καὶ ἀπέριττον, καὶ τῶν βαρῶν τῆς σαρκὸς ἀμέτοχον, μηδὲν κώλυμα πρὸς τὴν ἐντεῦθεν ἀνάβασιν ἔχοντα· κοῦφον [δὲ] καὶ εὐαπάλλακτον τῆς θνητῆς ἀναχωροῦντα ἰλύος, καὶ πρὸς τὴν ἄφθαρτον ζωήν, πτηνὸν ἀπαντῶντα.
ΝΔʹ. ΘΕΟΛΟΓΙῼ ΣΧΟΛΑΣΤΙΚῼ. Κατὰ Νεστοριανῶν. Τί περισσὸν ἢ ἀλλότριον τῆς ἡμετέρας, ἔφης, θρησκείας δοξάζουσιν οἱ πολυπλανεῖς καὶ πολύθεοι Ἕλληνες, μητέρα θεῶν ἀναγράφουσιν, ὁπότε καὶ ἡμεῖς Θεοῦ μητέρα πιστεύομεν. Ἄκουε τοίνυν συντόμως, ἂ καὶ μαθεῖν σε θέλω γνησίως. Ἕλληνες μὲν τὴν τῶν θεῶν αὐτῶν καὶ ὑπάτων μητέρα, ἐξ ἀκολασίας καὶ ἀῤῥήτων παθῶν, καὶ συνειληφυῖαν καὶ τετοκυῖαν ἐγνώρισαν, οὐδὲν ὅτι λαγνείας εἶδος ἢ ἀγνοήσασαν, ἢ ἄπρακτον καταλιποῦσαν, ἅτε τοιούτων μητέρα.
Ἣν δὲ ἡμεῖς τοῦ σαρκωθέντος Θεοῦ ἡμῶν γενομένην ὁμολογοῦμεν μητέρα, μονογενῆ καὶ μονότροπον σύλληψιν δεξαμένην, πᾶσαι τῶν ἀνθρώπων αἱ γενεαὶ σὺν ἀληθείᾳ ἐπέγνωσαν, οὔτε σπορᾶς γενομένης, οὔτε φθορᾶς μεσιτευσάσης. Εἰ δὲ ἀπιστεῖς τοῖς λεγομένοις, ἐκ πῆς τοῦ γεννηθέντος δυνάμεως εἴσῃ τὸ ἀληθέστερον. Πηροῖς γὰρ ὀφθαλμοὺς ἐχαρίσατο, λεπροὺς τῆς λώβης καὶ τοῦ πάθους ἐκάθαρεν, νωδοῖς, καὶ μογιλάλοις, καὶ κωφεύουσι τὴν ἀκουστικὴν καὶ [τὴν] φωνητικὴν ἁρμονίαν ἐνέθηκεν. Ἐπὶ νώτων θαλάσσης ἐβάδισεν, οἰδήσεις κυμάτων, καὶ πνευμάτων ἀτάκτους ἐμβολὰς κατεπράϋνε, δαιμόνων στίφη καὶ φάλαγγας λόγῳ μόνῳ ἐδίωξε, τεθνεῶτας πολλοὺς ῥήματι πρὸς παλινζωΐαν ἐκάλεσε. Ταύτας ἡμῖν τὰς θεοσημείας οἱ αὐτόπται αὐτῶν παρέδωκαν, τοσοῦτον κολακείας καὶ χάριτος ἄμοιρον τὴν μαρτυρίαν τηρήσαντες, ὡς καὶ τὰ συμβάντα αὐτῷ ἐπονείδιστα γράψαι, διωγμούς, ὕβρεις, λιθασμούς, ἐμπτύσματα, ῥαπίσματα, κολαφίσματα, σταυρόν, ἥλους, καὶ θάνατον, ὃν ἀνάστασις διεδέξατο συντόμως, καὶ τὸν παθόντα Θεὸν σεσαρκωμένον, σημαίνουσα, καὶ τὴν τεκοῦσαν Θεοῦ σαρκωθέντος Μητέρα κηρύττουσα. Εἰ τὰ πράγματα ὅμοια, ἀνάγκη καὶ τὰ ὀνόματα καταδέχεσθαι ὅμοια.
ΝΕʹ. ΙΕΡΑΚΙ ΛΑΜΠΡΟΤΑΤῼ. Περὶ τῆς θαυματουργίας τῶν μαρτυρικῶν λειψάνων. Εἰ σκανδαλίζῃ ἐπὶ τῇ κόνει τῶν μαρτυρικῶν σωμάτων παρ’ ἡμῶν τιμωμένῃ διὰ τὴν περὶ τὸν Θεὸν αὐτῶν ἀγάπην καὶ ἔνστασιν, ἐρώτησον τοὺς ἐξ αὐτῶν τὰς ἰάσεις λαμβάνοντας, καὶ μάθε πόσοις πάθεσι θεραπείας χαρίζονται. Καὶ οὐ μόνον οὐ σκώψεις τὸ γινόμενον, ἀλλὰ καὶ ζηλώσεις πάντως τὸ κατορθούμενον. Εἰ δὲ αὐτὸς νεκρῶν ὀστῶν παραιτῇ θίγειν, ὡς γέγραφας, τῶν πονηρῶν ἀνθρώπων καὶ ἐπὶ κακίᾳ βοηθέντων τὰ λείψανα βδέλυξαι, οὒς ἐν τῷ ναῷ τῆς Ἐφεσίας Ἀρτέμιδος κατώρυξαν Ἕλληνες σεμνοποιοῦντες τὰ αἴσχιστα, καὶ φαύλων ἀνθρώπων τάφους καὶ κόνεις λοιμοποιοὺς ἐκθειάζοντες.
Νϛʹ. ΝΕΙΛῼ. Περὶ Ἰούδα τοῦ προδότου. Οὐκ ἐπειδὴ προεῖπεν ὁ Κύριος, ὦ θαυμάσιε, τὴν τοῦ Ἰούδα προαίρεσιν, ἐκεῖνος πρὸς τὴν προδοσίαν ὠλίσθησεν, ἀλλ’ ἐπειδὴ ὤδινε τὴν ἐπιβουλὴν ὁ ἀλιτήριος, ὁρῶν τὰ κρύφια τῆς καρδίας κινήματα, τὰ μέλλοντα ὡς παρόντα προέφηνε.
ΝΖʹ. ΚΥΡῼ. Εἰς τὸ εἰρημένον, «Οὐδὲ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς παλαιούς.» Τοὺς σαπέντας τῇ παλαιότητι, καὶ τὴν νέαν χάριν ἀθετήσαντας, ἀσκοὺς παλαιοὺς ὁ Κύριος προσηγόρευσεν, ὡς διαῤῥηγνυμένους, καὶ τὸν καινὸν λόγον τῆς βασιλείας ἐκχέοντας. Τοιοῦτος ὁ Καϊάφας ἐλήλεγκται.
Ἀκούσας γὰρ παρὰ τοῦ Κυρίου, ὅτι Υἱὸς τοῦ Θεοῦ εἰμι, διέῤῥηξε τὰ ἱμάτια. Ὁ δὲ Πέτρος τὸν νόμον τοῦ Πνεύματος τῆς ζωῆς προσδεξάμενος, οὐ μόνον διδασκόμενος οὐκ ἀνένευσεν, ἀλλὰ καὶ μόνον ἐρωτηθεὶς ὡμολόγησεν, ἔμφυτον δείξας τῆς ἀληθείας τὴν εἴδησιν.
ΝΗʹ. ΠΑΤΡΙΜῼ ΜΟΝΑΖΟΝΤΙ. Πρὸς ἀποστείλαντας ξένια. Λαχάνοις ἡμᾶς δεξιοῦσαι, σοφῶς τὸ ἀπερίεργον ἐπιδεικνὺς τῆς διαίτης, καὶ τὰς τοῦ Κυρίου πηγὰς ἀποβρύων, καὶ ὅπως εἶ τοῦ παραδείσου γεωργὸς ἐξ αὐτῶν τῶν δώρων δεικνύς.
ΝΘʹ. ΓΟΡΓΟΝΙῼ. Πῶς νοητέον τὸ γεγραμμένον, «Ὃς ἂν εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ.» Πολυδύναμον καὶ πολυθρύλλητον ἐπεζήτησας ζήτημα, πολλοῖς μὲν ἐρευνηθέν, μόνοις δὲ τοῖς θεοπνεύστοις καταληφθέν, «Ὃς ἂν εἴποι λόγον κατὰ τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· ὃς δ’ ἂν εἴπῃ κατὰ τοῦ Πνεύματος τοῦ ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ, οὔτε ἐν τῷ αἰῶνι τούτῳ, οὔτε ἐν τῷ μέλλοντι.» Καὶ τί, ὅτι μιᾶς οὔσης τῆς οὐσίας τῆς θεϊκῆς Τριάδος, ἡ κατὰ τοῦ Υἱοῦ βλασφημία, ἔφης, οὐκ ἐκδικεῖται, ἀλλ’ ἡ κατὰ τοῦ Πνεύματος μόνη; Ἄκουε τοίνυν·
Ὃς ἂν εἴποι κατὰ τοῦ Υἱοῦ τοῦ ἀνθρώπου βλάσφημον λόγον, οὐ κρίνεται, εἶπεν ὁ Κύριος· ἐπειδὴ τοῖς λημῶσι τὸν τῆς διανοίας ὀφθαλμόν, δυσκατάληπτος καὶ δυσθεώρητος ὁ ἡνωμένος ἀῤῥήτως Θεὸς τῇ εὐτελείᾳ τῆς φαινομένης σαρκός, ἀγνοουμένης τῆς κρυπτομένης θεότητος. Τοῖς δὲ καθαροῖς τὴν διάνοιαν, οἷς ἐπεφάνη ἡ σαρκωθεῖσα θεότης, οὐδὲ ἀπιστία ὅλως ἐγγέγονεν, οὐδὲ ἡ τῆς κρίσεως ἠπείληται ἀνταπόδοσις. Ἡ δὲ κατὰ τοῦ Πνεύματος τοῦ ἁγίου βλασφημία διὰ τοῦτο ὑπάρχει ἀσύγγνωστος, ἐπειδὴ αὐτὰ τὰ ἔργα φαινόμενα, ἀγνώμονας καὶ ἀχαρίστους ἐλέγχει τοὺς βλασφημοῦντας. Τῶν γὰρ παθῶν ἐκκοπτομένων, καὶ τῶν δαιμόνων ἐλαυνομένων ἐν τῇ δυνάμει τῆς θεότητος, ἐν τῷ Βεελζεβοὺλ ταύτας γίνεσθαι τὰς θεοσημείας οἱ γογγυσταὶ Ἰουδαῖοι ἐσυκοφάντησαν. Ταύτην οὖν τὴν βλασφημίαν τὴν κατὰ τῆς θείας τρανῶς οὖσαν οὐσίας, ἀσυγχώρητον εἶναι ὁ Κύριος ἀπεφήνατο.
Ξʹ. Τῼ ΑΥΤῼ. Εἰς τὸ αὐτό. Ὅτι μὲν ἔφης, κατὰ τοῦ ἁγίου Πνεύματος ἡ βλασφημία, δῆλον ἐξ αὐτῆς τῆς τοῦ Κυρίου φωνῆς λεγούσης, «Ὃς ἂν εἴποι κατὰ τοῦ Πνεύματος τοῦ ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ.» Καὶ ὅτι ἡ κατὰ τοῦ Πνεύματος τοῦ ἁγίου ἐκδικεῖται ἡ βλασφημία, σαφές.
Ὅτι δὲ τῆς θείας ἐστὶ τὸ Πνεῦμα τὸ ἅγιον οὐσίας, τοῦτο σὺ ᾔτησας Γραφικῶς τρανωθῆναι. Ἔξεστί σοι ἀγχινοοῦντι καὶ μικρὸν προελθόντι ἐκ τῶν ἐν χερσὶ τοῦ Κυρίου φωνῶν καὶ τὴν λύσιν εὑρεῖν. «Εἰ ἐγώ, φησίν, ἐν [τῷ] Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν;» Εἰ δὲ πνεύματι Θεοῦ ἐκβάλλω ταῦτα, ἄρα ἔφθασεν ἐφ’ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. Ἐν τῷ ἑτέρῳ σαφέστερον εἰρηκὼς εὐαγγελιστής, «Εἰ δὲ ἐγὼ ἐν δακτύλῳ Θεοῦ ἐκβάλλω τὰ δαιμόνια.» Δάκτυλον Θεοῦ, τὸ Πνεῦμα λέγων τὸ ἅγιον. Δάκτυλος δέ, ὡς ἐν ὑποδείγματι τῷ καθ’ ἡμᾶς, τῆς οὐσίας ἐστὶ τοῦ σώματος. Τὴν τοίνυν ἀχώριστον καὶ συγγενῆ τῆς θείας οὐσίας τοῦ Πνεύματος τοῦ ἁγίου ὑπόστασιν, τῷ τοῦ δακτύλου ὀνόματι ἐφανέρωσε.
ΞΑʹ. ΖΩΣΙΜῼ. Πρὸς Ζώσιμον χρῆσις, τινὰς τοῦ ἁγίου Βασιλείου ἐπιστολὰς φέροντα. Ἡδέως ἂν ἐροίμην σε Γραφικῶς τὸν Αἰθίοπα τὴν γνώμην· «Ἆρά γε γινώσκεις ἂ ἀναγινώσκεις;» Ὥς τινες γάρ φασι, ῥημάτων μνημονεύεις τινῶν τοῦ θεοπνεύστου Πατρὸς ἡμῶν Βασιλείου, οὗ τῶν πραγμάτων κατ’ οὐδὲν μνημονεύεις. Εἰ δὲ ἀληθὴς εἶ τοῦ ἀνδρὸς ἐραστής, ἔργοις τοὺς ἐκείνου λόγους ἐπίδειξαι, δι’ ὧν τὰ ἤθη κανόνι φιλοσοφίας ἐῤῥύθμισεν.
Εἰ γὰρ τὴν κατὰ μεθυόντων τοῦ ἀνδρὸς μετεχειρίσω πυκτίδα, σαυτὸν εὑρήσεις ἐκεῖ, τὸν μυρίον ἐσμὸν τῶν αἰσχυνῶν ὑπομένοντα.
ΞΒʹ. ΘΕΟΠΟΜΠῼ ΜΟΝΑΧῼ. Λόγος πρὸς ὠφέλειαν τῶν ἀκουόντων γινόμενος, λόγος ἐστὶν ἐνδύναμος, ἐνδίκως λόγος καλούμενος, καὶ πρὸς Θεὸν ἔχων τὴν μίμησιν. Ὁ δὲ πρὸς τέρψιν [μόνην] καὶ κρότον τελευτῶν, ἦχος ἐπὶ χαλκοῦ τοῖς μεγάλοις ψόφοις τὴν ἀκοὴν ἐνηχῶν. Ἢ τοίνυν σεμνότητι τὸν λόγον σου ῥύθμιζε, προτιμῶν τοῦ κόμπου τὸ μέτριον, ἢ γίνωσκε κύμβαλον ὤν, τῇ σκηνῇ τῶν θεάτρων ἁρμόδιον.
ΞΓʹ. ΘΑΛΕΛΑΙῼ ΜΟΝΑΧῼ. Ὅτι πάντη ἀλλότριον ἀναχωρητοῦ, τὸ Ἑλληνικοῖς ἐντυγχάνειν συγγράμμασιν. Τίς σε οὐ κωμῳδήσει; τίς σε οὐκ ἐλεήσει, ἐν γαλήνῃ φιλοσοφίας τῶν τοῦ Κυρίου μαθητῶν καθεζόμενον, καὶ θόρυβον καὶ βρασμὸν Ἑλληνικῶν συγγραφέων καὶ ποιητῶν ἐφελκόμενον; Τί γάρ, εἰπέ μοι, παρ’ ἐκείνοις τῶν καθ’ ἡμᾶς προτιμότερον; Τί δὲ οὐ ψεύδους γέμει καὶ γέλωτος, ὧν ἐκεῖνοι σπουδάζουσιν;
Οὐχ αἱ θεότητες ἐκ παθῶν; Οὐχ αἱ ἀνδρεῖαι ὑπὲρ παθῶν; Οὐχ οἱ ἀγῶνες ὑπὲρ παθῶν; Φεῦγε τοίνυν καὶ τὴν ἀνάγνωσιν τῆς αἰσχρότητος. Δεινῶς γὰρ οἶδεν ἀναστομοῦν τοὺς τῶν τραυμάτων συνουλώσαντας μώλωπας· μήποτε ὑποστρέψῃ τὸ πνεῦμα τῆς πονηρίας σφοδρότερον, καὶ χείρονά σοι τὴν ἧτταν τῆς προτέρας ἀγνοίας ἢ ῥᾳθυμίας ἐργάσηται.
ΞΔʹ. ΕΥΛΑΜΠΙῼ. Εἰς τὸ εἰρημένον ὑπὸ Ἰωάννου τοῖς ὄχλοις· «Ἤδη δὲ ἡ ἀξίνη πρὸς τήν.» Τὴν ἄκαρπον Ἰουδαίων θεωρῶν ὁ Ἰωάννης προαίρεσιν, δένδροις αὐτοὺς ἀκάρποις παρείκασε, πρὸς τὴν ῥίζαν αὐτῶν κεῖσθαι τὴν ἀξίνην ἀποφηνάμενος, τὴν ὀξεῖαν καὶ σύντομον τοῦ Εὐαγγελίου διαίρεσιν, ὑφ’ ἧς πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλόν, ἐκκόπτεται, οὐκ ὀρύσσεται. Ἡ γὰρ φυὴ τῶν ῥιζῶν, ὁ νόμος δηλαδή, καταλείπεται, ἐφ’ ἣν ὁ νέος λαὸς ἐγκεντρίζεται.
ΞΕʹ. Τῼ ΑΥΤῼ. Τί ἐστιν, «Οὖ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ.» Μαθεῖν θέλων ἐσήμανας τίς ἡ τοῦ πτύου ἐνέργεια ἢν μεταχειρίζεται πρὸς καθαρισμὸν τῆς ἅλωνος τῆς ἰδίας ὁ Κύριος. Τοῦτο τοίνυν ἐστίν, ὡς οἶμαι, τὸ νόημα, ἅλωνα, τὴν πάνδημον τῆς οἰκουμένης Ἐκκλησίαν προσαγορεύει, ἐν ᾗ πάντα τὸν θερισμὸν συναγείρει τῆς ἀνθρωπότητος. Πτύον δέ, τὴν δικαίαν κρίσιν καλεῖ, ἤτις ἑκάστῳ τὴν πρόσφορον τάξιν ὁρίζουσα, τοὺς μὲν ἀχυρώδεις καὶ χαύνους, καὶ παντὶ ἀνέμῳ ἁμαρτίας ῥιπιζομένους, εἰς καῦσιν ἐκδίδωσι· τοὺς δὲ καθαρότητι ἔργων, καὶ μετανοίας καρποῖς εὐθηνήσαντας, εἰς ἀποθήκην συνάγεσθαι λέγει ὁ δίκαιος κριτής, τὴν πρέπουσαν [τοῖς πιστοῖς καὶ ἀξίοις αὐτοῦ ἐργάταις καὶ γεωργοῖς] ἣν καὶ μονὴν ὀνομάζει σωτήριον. Ἐκεῖ γάρ ἐστιν ὄντως ἡ μονή.
Ἡ γὰρ παροῦσα ζωή, σκηνή ἐστιν εὐτελής, σύνδρομον ἔχουσα τῇ συμπήξει καὶ τὴν κατάλυσιν.
Ξϛʹ. ΚΑΙΣΑΡΙῼ ΚΟΜΗΤΙ. Εἰς τὸ εἰρημένον ὑπὸ τοῦ Κυρίου, «Ἄφες ἄρτι.» Τὸ πρέπον ἑκάστῳ καιρῷ προσνέμων ὁ δίκαιος κριτής, Ἄφες ἄρτι, τῷ Ἰωάννῃ ἔλεγε παραιτουμένῳ τὸ βάπτισμα. Ἐπειδὴ γὰρ ἐκεῖνος ὡς τῷ Δεσπότῃ τὸ σέβας ἀποδιδούς, ἅπτεσθαι τῆς θείας οὐκ ἐτόλμα κεφαλῆς, «Ἄφες ἄρτι,» ἤκουσε. Νῦν, φησί, πτωχείας καιρός, συγκαταβάσεως θεσμός, δι’ ὃν ἀνείληφα ἄνθρωπον, λαμβάνω τὸ βάπτισμα, [ἵνα] ἐκεῖνον καθάρω τῆς παραβάσεως. Οὐ χρεία νῦν τῆς Δεσποτικῆς ἐξουσίας, ἀλλὰ τῆς δουλικῆς εὐτελείας.
Ἄφες ἄρτι πληρωθῆναι τὴν εὐσπλαγχνίαν, ἵνα μὴ ἐμποδισθῇ τῶν ἀνθρώπων σωτηρία. Οὕτως γὰρ πρέπον ἡμῖν ἐστι πληρῶσαι πᾶσαν δικαιοσύνην. Δικαιοσύνη γάρ ἐστι, τὰ πάθη τῶν ἀνθρώπων ἀναδεξάμενον, ἀπαθῶς ὑπὲρ αὐτῶν καὶ βάπτισμα δέξασθαι, λυτήριον τῆς αὐτῶν ἁμαρτίας, καὶ σύμβολον τῆς αὐτῶν ἐν ἐμοὶ ἀφθαρσίας.
ΞΖʹ. ΤΙΜΟΘΕῼ ΑΝΑΓΝΩΣΤῌ. Εἰς τὸ βάπτισμα τοῦ Κυρίου. Ἔοικάς μοι [πάνυ] βούλεσθαι τῷ Κυρίῳ πείθεσθαι, καὶ τὰς Γραφὰς ἐρευνᾷν. Ἀνάγκη τοίνυν καὶ ἀποκρίνεσθαι πρὸς τὰς πεύσεις σου. «Οὖτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός,» ὁ Θεὸς καὶ Πατὴρ ἐξ οὐρανῶν βαπτιζομένῳ τῷ Υἱῷ ἐπεβόησεν, ἵνα καὶ τὸν γνήσιον δείξῃ καὶ φυσικὸν Υἱόν, μεταξὺ τῶν θέσει καὶ ἀξίᾳ χρηματιζόντων υἱῶν ἀμφιβαλλόμενον, καὶ τὴν θείαν καὶ προσκυνητὴν τῆς θεότητος Τριάδα φανερώσῃ, ἐν ἰδίαις ὑποστάσεσι γνωριζομένην· καὶ Μοντανῷ καὶ Σαβελλίῳ ἀποκλείσῃ τὴν κακόνουν ἀσέβειαν. Τοῦ γὰρ Υἱοῦ βαπτιζομένου ὁ Πατὴρ ἐμαρτύρησε, καὶ τὸ Πνεῦμα τὸ ἅγιον καταπτὰν ὁμοούσιον ἑαυτῷ καὶ τῷ Πατρὶ ὑπεδείκνυ τὸν βαπτιζόμενον.
ΞΗ. Τῼ ΑΥΤῼ. Τί ἐστι τὸ περὶ Ἰωάννου εἰρημένον, «Ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν,» καὶ τὰ ἑξῆς. Οὐκ ἀμέριμνον, ἀλλὰ καὶ σφόδρα βασάνου δεόμενον, προέθηκας ἡμῖν, ἄριστε τῶν φιλοπόνων, τὸ πρόβλημα· «Ὁ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, μείζων ἐστὶν Ἰωάννου·» ὁ ἐν τῷ νόμῳ τέλειος, οἷος ἦν Ἰωάννης, πάντως ἥττων ἦν τοῦ εἰς τὸν θάνατον Χριστοῦ βαπτισθέντος. Τοῦτο γάρ ἐστιν ἡ τῶν οὐρανῶν βασιλεία, τὸ συνταφῆναι Χριστῷ κατελθόντι σκυλεῦσαι τὸν θάνατον, καὶ συναναστῆναι αὐτῷ, τὸ κατ’ ἐκείνου κράτος παρέχοντι. Ἐπειδὴ οὖν μείζων μὲν πάντων ἦν τῶν γεγεννημένων ἐκ γυναικῶν ὁ Ἰωάννης, πρὸ δὲ τοῦ δοθῆναι τὴν βασιλείαν τῶν οὐρανῶν ἀπετμήθη, κατὰ μὲν τὴν ἐν νόμῳ δικαιοσύνην γεγένητο ἄμεμπτος, τῶν δὲ τῷ πνεύματι τῆς ἐν Χριστῷ ζωῆς τελειωθέντων ἀπελείφθη προαπελθών, ὡς γεγράφαμεν. Πᾶς [οὖν ὁ] μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, τουτέστιν, ἐν τῇ κατὰ Χριστὸν παλιντοκίᾳ μείζων ἐστίν, ὡς εἴρηται, τοῦ νόμῳ δικαιωθέντος, ἐπειδὴ οὐδὲν ἐτελείωσεν ὁ νόμος.
ΞΘ. ΜΑΡΩΝΙ. Περὶ γαστριμαργίας, καὶ ὅτι μήτηρ ἐστὶ τῶν ἀλόγων παθῶν· καὶ ὅτι διὰ νηστείας καὶ χαμευνίας κολάζειν χρὴ τὸ σῶμα. Πειρῶμαι πολλοὺς τρόπους νουθεσιῶν ἀνιχνεύειν, δι’ ὧν οὐ μόνον βούλομαι, ἀλλὰ καὶ εὔχομαι ἀνενεγκεῖν σε τῆς μέθης. Εἰπὲ τοίνυν, εἰπὲ τοίνυν, ὦ τᾶν, πρὸς αὐτῆς τῆς τοῦ Θεοῦ ἀληθείας. οὐ γαστριμαργία τοὺς πρώτους ἀνθρώπους τῆς τρυφῆς ἐξεώσατο; Οὐ κόρος τὸν Ἡσαῦ καὶ πρωτοτοκίων καὶ ἐλευθερίας ἐγύμνωσεν; Οὐ βρῶσις βοῶν καὶ προβάτων περιττὴ τὸν Σαοὺλ καὶ τῆς βασιλείας καὶ τῆς ζωῆς ἐξωστράκισεν;
Οὐ τὸν ἐρημίτην Ἰσραὴλ κρεῶν καὶ λεβήτων ἐπιθυμία, τῷ μυρίῳ ἐσμῷ καὶ ὄχλῳ τῶν βασάνων καὶ τῶν πειρασμῶν ἐξηνάλωσεν; Οὐ τὸν Ὀφνὶ καὶ Φινεὲς ἡ λυττῶσα γαστήρ, καὶ κρεῶν ἁρπαγὴ καὶ κραιπάλη, καὶ γυναικῶν μανία, ἱερωσύνης καὶ κιβωτοῦ, καὶ κράτους φυλῶν, καὶ δόξης καὶ τιμῆς ἀποκόψασα, ἔργον ἐχθρῶν καὶ ξιφῶν κατειργάσατο; Οὐ κρεωβορία καὶ τοὺς ἱερεῖς τῆς αἰσχύνης ἐπὶ Ἠλίου μαχαίρας ἀξίους ἀπέφηνεν; Οὐ κοιλίας ὄρεξις, καὶ βρωμάτων ἔφεσις, καὶ τοὺς τοῦ Βὴλ λατρευτὰς παρέδωκεν εἰς ἀπώλειαν σποδῷ ἐλεγχθέντας; Οὐ νηστεία πάλιν καὶ συνουσίας ἄρνησις τὸν Νῶε καὶ τοὺς αὐτοῦ ἐκ τοῦ κλύδωνος τῆς παραδόξου θαλάσσης διέσωσε, σπέρματα μὲν ἐσθίοντας, οὐ συγχρωμένους δὲ ταῖς ὁμοζύγοις εἰς σαρκικὴν ὁμιλίαν; Ἄκουε γὰρ τῆς Γραφῆς πρὸς τὸν Νῶε διαταττούσης, «Εἴσελθε εἰς τὴν κιβωτὸν σὺ καὶ [οἱ] υἱοί σου, καὶ ἡ γυνή σου καὶ αἱ γυναῖκες τῶν υἱῶν σου.» Χωρίσθητε, φησίν, οἱ ἄνδρες καθ’ ἑαυτούς, καὶ αἱ γυναῖκες καθ’ ἑαυτάς. Πορνεία σωφρονίζεται καὶ ἀσέλγεια διὰ τῶν ἐπιφερομένων ὑδάτων· ὑμεῖς οὖν μηδὲ τῆς ἀμιάντου ἅψεσθε κοίτης. Ὅτι δὲ τοῦτο ἦν, πάλιν ἐξερχομένων ἐκ τῆς κιβωτοῦ, ταῦτά φησιν· «Ἔξελθε ἐκ τῆς κιβωτοῦ σὺ καὶ ἡ γυνή σου, καὶ οἱ υἱοί σου, καὶ αἱ γυναῖκες τῶν υἱῶν σου.» Ἐξείληπται τὸ γένος τὸ ἁμαρτωλόν.
Ὑμεῖς πάλιν ἐφ’ ἑαυτῶν, καὶ πάλιν αὐξανέτω τὸ γένος τὸ θεοσεβές. Οὐ νηστεία ζωὴν Νινευΐταις παρέσχετο, θανάτου λαβοῦσιν ἀπόφασιν σύντομον; Οὐ νηστεία θαυμάσιον Δανιὴλ καὶ τοὺς ὁμογνώμονας αὐτῷ κρείττονας καὶ τυράννου καὶ πυρὸς βροντῶντος ἀπέφηνεν; Οὐ νηστεία καὶ βίου σεμνότης, Ἰωάννην τοῦ σαρκωθέντος Θεοῦ βαπτιστὴν ἀπετέλεσεν, ἀξίαν ἁγνείαν τῆς τοσαύτης κτησάμενον μυσταγωγίας; Οὐ νηστεία, καὶ γύμνωσις, καὶ χαμευνία, καὶ τῆξις σώματος τῶν ἐν τῷ παραδείσῳ ἀῤῥήτων ἐπήκοον ἐποίησε Παῦλον; Τί τοίνυν ταῦτα μιμεῖσθαι ἀφείς, τὰ χείρονα κακοβούλως ἀγαπᾷς; Εἰ οὖν μὴ παντελῶς ἐξῆλθες σαυτοῦ, καὶ ἐπιλέλησαι Θεοῦ, ὑπόστρεψον εἰς τὴν φύσιν πάντα ἔχουσαν ἐν ἑαυτῇ τὰ Θεὸν θεραπεύοντα, καὶ γνῶθι τὸν κτισάμενον, καὶ τιμῆς σε τοῦ ἰδίου ἐξαγοράσαντα αἵματος, καὶ μὴ σαρκὸς δοῦλος γενόμενος, τὸν Σωτῆρα καὶ εὐεργέτην κριτὴν ποιοῦ καὶ ἀντίδικον.
Οʹ. Τῼ ΑΥΤῼ. Εἰ γαστρός, ὡς εἶπες, οὐχ ἥττησαι, τοῦ γήρως τοῦτο κωλύοντος, πόθεν σοι τὰ γαστρὸς ἐκβακχεύειν νεώτερα; Τὸ γὰρ κρατεῖν ὅλως γαστρός, κρατεῖν ἐστι τῶν παθῶν.
ΟΑʹ. ΗΛΙΩΝΙ ΜΟΝΑΧῼ. Ἑρμηνεία εἰς τό, «Ἑπτὰ ἡμέρας.» Τὸ ἐν τῷ νόμῳ εἰρημένον, οὐκ ἔστιν ἁπλοῦν, ἀλλ’ ἔχει τινὰ διπλόην τοῖς· παχέσι κεκαλυμμένην, τοῖς δὲ λεπτοῖς γεγυμνωμένην. «Ἡ ἡμέρα, φησίν, ἡ ἑβδόμῃ, κλητὴ ἁγία ἔσται ὑμῖν. Πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐτῇ, πλὴν ὅσα ποιηθήσεται πάσῃ ψυχῇ.» Λατρείαν ἐνταῦθα τὴν δουλείαν καλεῖ.
Οὐδὲν οὖν, φησί, τῶν δουλοπρεπῶν, καὶ οἱονεὶ ἀνδραποδιζόντων ὑμᾶς ἀπὸ τῆς πρὸς Θεὸν σχολῆς, ἐργάσεσθε ἐν Σαββάτῳ, ὃ καταφορτίζει ὑμᾶς βάρει ἁμαρτημάτων· ἀνέσεως γὰρ καὶ ἀφέσεώς ἐστιν ἡ ἡμέρα· καὶ οὐ χρὴ συνδέσμοις κακῶν τὸ ἀξίωμα αὐτῆς ἐνυβρίζεσθαι· τὸ δέ, «ὅσα ποιηθήσεται πάσῃ ψυχῇ,» χρῆναι ἐργάζεσθαι, ὅσα τῇ ψυχῇ φέρει τὸ κέρδος, ταῦτα πληροῦν ἐνομοθέτησεν, εὐχήν, προσευχήν, ἡσυχίαν, νουθεσίαν, εὐποιίαν, σωφροσύνην, ἐγκράτειαν, ἀλήθειαν, ἁγνείαν, καὶ ὅσα τούτοις ὑπὸ πόδας εἴρηται, ἅπερ εἰς τὸν ἔσω διαβαίνοντα ἄνθρωπον, τῶν ἔξω ἐλευθεροῖ σκανδάλων καὶ περιστάσεων, ἐκνικῶντος τοῦ κρείττονος.
ΟΒʹ. Τῼ ΑΥΤῼ. Πῶς ἐν τοῖς Σάββασιν οἱ ἱερεῖς ἐν τῷ ἱερῷ Σάββατον βεβηλοῦσιν. «Οἱ ἱερεῖς ἐν τῷ ἱερῷ τὸ Σάββατον βεβηλοῦσι, καὶ ἀναίτιοί εἰσιν.» Ἐπειδὴ παντὸς ἔργου χειροκμήτου ἐν Σαββάτῳ κεκωλυμένου, αὐτοὶ ξυλοκοποῦσι, καὶ πῦρ ἅπτουσι, καὶ τὰς θυσίας κρεανομοῦσιν· ἄπερ, ὡς μὲν ἔργα κοινά, πληροῦν ἐν Σαββάτῳ οὐκ ἐπιτρέπονται, ὡς δὲ θυσίας, ἐπιτελεῖν οὐ κωλύονται, ἀλλὰ καὶ παρ’ αὐτοῦ τοῦ νόμου κελεύονται. Καὶ συμβαίνει βεβηλοῦσθαι μὲν τὸ Σάββατον τῇ ἐργασίᾳ· ἀναιτίους δὲ εἶναι τοὺς ἱερεῖς τῇ διαφορᾷ τῆς ἐργασίας.
ΟΓʹ. ΚΑΛΛΙΟΠΙῼ ΠΡΕΣΒΥΤΕΡῼ. Διὰ τί ἐν καιρῷ ἀπειλῆς ὁ Θεὸς τῶν ἑαυτοῦ ἀνακτόρων οὐ φείδεται. Θαυμάζειν ἔφης, ὅπως τῶν ἑαυτοῦ Θεὸς ἀνακτόρων οὐ φείδεται, ὅτε φόβον τῇ γῇ ἐπαφίησιν. Ἀλλ’ ἔχεις ἐν ταῖς θείαις πυκταῖς τὴν τούτων ἀκριβῆ διασάφησιν.
Καὶ μὴ ἄλυε ἐφ’ οἷς νῦν γενομένοις ἑώρακας. Εἰ γὰρ τῆς ἁγίας κιβωτοῦ οὐκ ἐφείσατο, ἀλλ’ ἐξέδοτο ταύτην ἀλλοφύλοις σὺν ἱερεῦσιν αὐτοῖς ἀνομήσασι, καὶ πόλιν ἁγιάσματος, καὶ χερουβὶμ δόξης, καὶ στολήν, καὶ προφητείαν, καὶ χρίσμα, καὶ δήλωσιν, εἰς καταπάτημα καὶ μιασμὸν ἀπέδοτο ἔθνεσιν· οὐδὲ τῶν νῦν ἀχράντων φείδεται μυστηρίων· ἵνα τῶν αὑτοῦ αὐλῶν ἀφειδῶν, εἰς φόβον τοὺς πταίοντας κλίνῃ, ἀπηνεστέραν περιμένοντας ἐφ’ οἷς πράττουσι τιμωρίαν. «Ὀλολυζέτω γὰρ πίτυς, ὅτι πέπτωκε κέδρος.» Τῶν ἰσχυρῶν πιπτόντων, τὰ ἀσθενέστερα παιδευέσθω.
ΟΔʹ. ΚΡΑΤΩΝΙ ΜΟΝΑΧῼ. Περὶ τῶν μαλακὰ ἱμάτια φορούντων. Ὅτι βλακεία, καὶ λεπτότης, καὶ εὔχροια ἱματίων οὐ σώζει τῆς κατὰ Θεὸν ἀσκήσεως τὸν κανόνα, ἐρώτησον Ἰωάννην τὸν Θεολόγον τὸν τοῦ Κυρίου διαγράφοντα χιτῶνα· καὶ φράσει σοι· «Ὁ δὲ χιτὼν αὐτοῦ ἦν ἄῤῥαφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς δι’ ὅλου.» Τίς δὲ ἀγνοεῖ τὴν εὐτέλειαν τῆς ἐσθῆτος ἐκείνης, ᾗπερ οἱ πτωχοὶ κέχρηνται τῶν Γαλιλαίων, καθ’ οὒς καὶ μάλιστα τὸ τοιοῦτο φιλεῖ γίνεσθαι ἱμάτιον, τέχνῃ τινί, ὡς αἱ στηθοδεσμίδες, ἀνακρουστὸν ὑφαινόμενον;
Μάθε δὲ καὶ παρὰ τοῦ θείου Ματθαίου, Ἰωάννην τὸν Βαπτιστὴν ἀπαγγέλλοντος, καὶ ἐρεῖ σοι· «Αὐτὸς δὲ ὁ Ἰωάννης εἶχε τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου.» Βλέπε καὶ τὸν μεγαλόφρονα καὶ θεοφόρον Λουκᾶν τὸν Ἡρώδου τῦφον ἱστοροῦντα, καὶ ἣν ἠμπίσχετο ἐσθῆτα διαβάλλοντα, καὶ τοὺς τὰ μαλακὰ δὲ φοροῦντας, ἐν τοῖς οἴκοις τῶν βασιλέων τρίβεσθαι λέγοντα. Ἀλλ’ οὐκ ἄξια τοῦ νοεροῦ νυμφῶνος ἀστράπτοντος τὰ ἐνδύματα. Εἰ οὖν τούτου ἐπιθυμεῖς, τὴν Ἰησοῦ τοῦ Θεοῦ ἡμῶν εὐτελῆ ἐσθῆτα μιμοῦ. Ἡ γὰρ θρύψις τῆς ἐνταῦθα τυγχάνει βλακείας, οὐ τῆς ἄνω φωτοφορίας.
ΟΕʹ. ΙΩΑΝΝῌ ΕΡΗΜΙΤῌ. Εἰς τὸν πειρασμὸν τοῦ Κυρίου. Εἰ [ὁ] Χριστὸς εἰς ἔρημον ἀνήχθη πειρασθῆναι, Θεὸς [ὢν καὶ] ἐνανθρωπήσας δι’ ἡμᾶς, τί θαυμάζεις, εἰ αὐτὸς ἐπ’ ἐρημίας διάγων πειρασμοῖς, ὡς λέγεις, παλαίεις; Πρόσεχε οὖν μόνῃ τῇ νίκῃ τοῦ Χριστοῦ νομίμως γενομένῃ· κενοδοξία γὰρ ἐκρατήθη, ἡ ὑπερηφανία ἐσβέσθη, φιλαργυρία κατελύθη, καὶ ὁ ἐξ ἐναντίας ἐνετράπη, οὐδὲν τῶν οἰκείων βελῶν διαπερονῆσαι ἰσχύσας. Καὶ εἰκότως ἀνδρίσῃ καὶ τῶν τιτρωσκόντων τὴν ψυχὴν ξιφῶν ὑπερανάσχῃς, ἀντιτυπίαν κτησάμενος τὴν ἀπάθειαν, ἄγγελοί σοι μετὰ τὴν πάλην διακονήσουσιν, οὐ δουλικῶς ὑπηρετούμενοι, ἐπειδὴ τοῦτο Θεῷ μόνῳ ὠφείλετο, ἀλλὰ νικητικῶς στεφανοῦντές σε. Τοῦτον γὰρ ἔχει μισθὸν ὁ τὸν παρόντα ἀγῶνα γενναίως ἀνδριζόμενος.
Οϛʹ. Τῼ ΑΥΤῼ. Διὰ τί τοὺς λίθους οὐκ ἐποίησεν ἄρτους ὁ Κύριος. Οἱ λίθοι, ἄρτοι παρὰ Χριστοῦ οὐ γεγόνασιν, ἄριστε, οὐχὶ τῆς ὤρας τῶν θαυμάτων [ἔτι] μὴ παρούσης, ὡς οἱ κακόσχολοι ῥητορεύουσιν, ἀλλὰ τῆς αἰτήσεως ματαίας οὔσης, καὶ τῷ ζητοῦντι πρεπούσης. Θεὸς γὰρ πάντα στάθμῃ, καὶ μέτρῳ, καὶ χρείᾳ χαρίζεται. Ἔνθα δὲ [τὸ] περιττὸν τὸ ζητούμενον, καὶ τὸ θαυματουργεῖν πάντως οὐκ εὔκαιρον.
ΟΖʹ. ΔΙΟΣΚΟΡῼ. Ὅτι ἀμήχανον ἐν μέσῳ θορύβων ἀρετὴν κατορθῶσαι. Τοσοῦτον χρησιμεύει· πρὸς σωτηρίαν ἡ τῶν θορύβων τῶν ἀστικῶν ἀναχώρησις, ὅτι τὰς πόλεις καταλιπὼν ὁ τοῦ Θεοῦ Υἱός, ἐπ’ ἄκρων ὀρέων τοὺς καθαρῶς βιοῦντας ἐμακάριζε. Δεικνὺς δι’ ὧν πράττων ἐδίδασκεν, ὡς ἀδύνατον, τὸν μὴ ἀποσπασθέντα τῶν χαμαιζήλων, καὶ πρὸς τὴν ἄκραν ἀρετὴν ἀναβάντα, μακαρισθῆναι παρὰ Θεοῦ, ἢ τῶν μελλόντων τυχεῖν ἀγαθῶν. Ὁ γὰρ τὰ ἄνω φρονῶν, ἐκεῖ κατοικεῖ, οὗ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθεζόμενος.
ΟΗʹ. ΗΣΑΙᾼ ΣΤΡΑΤΙΩΤῌ. Πρὸς στρατιώτην ἀτακτοῦντα. Εἰ ὅπλων αἰχμαί, καὶ κράνος, καὶ θώραξ, ἀσφάλειά σοι πρὸς εὐζωΐαν νενόμισται, λωποδυτοῦντι καὶ τὰς λεωφόρους ἐρημοῦντι· ἴσθι ὡς πολλοὶ δυσαλωτότερόν σου φραξάμενοι, οἴκτιστον ἀπηνέγκαντο θάνατον. Παρ’ ἡμῖν μὲν ἀνάγραπτοι, Ὠρήβ, καὶ Ζηβεέ, καὶ Σαλμανά, Ἀβιμελὲχ καὶ Γολιάθ, καὶ Ἀβησσαλών, καὶ ὅσοι κατ’ ἐκείνους. Παρὰ δὲ τοῖς ἔξω, Ἕκτορες, καὶ Αἴαντες, καὶ αὐτοὶ οἱ μέγα πάντων φρονήσαντες Λακεδαιμόνιοι ἐπὶ ῥώμῃ, ἐπειδὴ οὐκ ἔσχον σύνδρομον τῇ δυνάμει τὸ δίκαιον. Εἰ οὖν μὴ μάταιος εἶναι βούλει ὁπλίτης, ὀξέως πρὸς τὸν νοητὸν μετατάξαι πόλεμον, καὶ μᾶλλον τῇ σαυτοῦ ἀταξίᾳ πολέμησον.
ΟΘʹ. ΤΙΜΟΘΕῼ. Εἰς τὸ εἰρημένον, «Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν Γραμματέων,» καὶ ὅτι τοῦτο οὐκ ἐναντιοῦται τῷ, «Οὐαὶ ὑμῖν, Γραμματεῖς.» Ἡμεῖς, ὦ βέλτιστε, τῆς αὐτῆς τοῖς Γραμματεῦσι καὶ Φαρισαίοις ἐσμὲν ἔνοχοι κρίσεως. Ὥσπερ γὰρ αὐτοὶ τῇ τοῦ νόμου μελέτῃ τὸ πράττειν τὸν νόμον ᾠήθησαν, ἀρκεῖν αὐτοῖς τὴν ἀπαγγελίαν τοῦ γράμματος πρὸς ἐργασίαν. τοῦ πράγματος ἀπροσέχως νομίσαντες· οὕτως ἡμεῖς, αὐτῷ τῷ ἅπτεσθαι θυσιαστηρίων Θεοῦ, ἐγγίζειν Θεῷ φανταζόμεθα. Ἀλλὰ ταύτην ἡμῶν ὁ Κύριος ἐκκόπτων τὴν οἴησιν, φησίν, «Ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλέον τῶν Γραμματέων καὶ Φαρισαίων, οὐ δύνησθε εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» Τοῦτο λέγων θεοπρεπῶς· Ἐὰν μὴ τὴν δόκησιν, πρᾶξιν ἐργάσησθε, οἱ· προσχήματι ἀρκεῖσθαι πρὸς διακονίαν Θεοῦ λογιζόμενοι, ἡ τοῦ Θεοῦ ὑμῖν βασιλεία οὐκ ἂν ἀνοιγήσεται. Ἐπειδὴ γὰρ ἀληθής ἐστιν ἡ βασιλεία, τοῖς ἀληθῶς αὐτὴν ζητοῦσιν ἀνοίγεται. Περισσεία δὲ τῆς τοῦ νόμου δικαιοσύνης ἡ τοῦ Εὐαγγελίου ἐστὶν ὑψηλότης. Ὁ μὲν γὰρ τὴν πρᾶξιν τιμωρεῖται, τὸ δὲ καὶ πρόθεσιν ψιλήν, μέχρι βάθους ἐννοιῶν, τὴν κριτικὴν ἀκρίβειαν ἐνδεικνύμενον.
Πʹ. ΝΕΙΛῼ ΜΟΝΑΧῼ. Περὶ τοῦ, «Ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου.» Ὅτι μετὰ τῆς πτώσεως ἡμῶν περιπατοῦμεν, καὶ ἐν μέσῳ παγίδων διαβαίνομεν, διορατικοὺς ἡμᾶς ποιῶν ὁ Κύριος, ἀπεφήνατο προσέχειν ἀπὸ τῆς ζύμης καὶ τῶν σκανδάλων, καὶ εὐνοεῖν τῷ ἀντιδίκῳ ταχύ, ἔως ὅτου ὦμεν ἐν τῇ ὁδῷ μετ’ αὐτοῦ. Ἀντίδικον, τὴν τοῦ σώματος ὄρεξιν πρὸς τὸ πνεῦμα θεοπρεπῶς ὁρισάμενος. Ὁδὸν μέν, τὸν βίον καλῶν, ὑπὸ τοῦ γένους ἡμῶν ἀστάτως ὁδευόμενον. Εὔνοιαν δὲ πρὸς τὸ σῶμα τὴν συναίσθησιν τῆς ἐπαναστάσεως αὐτοῦ προσαγορεύων, ὀξέως παρ’ ἡμῶν θεωρεῖσθαι ὀφείλουσαν, μήποτε τοῖς αὐτῆς προστάγμασιν ὑποκύψαντες, καὶ ἀνάξια τῆς ἅνω κλήσεως πράξαντες, παραδοθῶμεν ὑπ’ ἐκείνων τῷ Κριτῇ, ὅτε τὰ ἔργα ἡμῶν καὶ τοὺς λόγους συναγαγεῖν παραγίνεται, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὸ ἴδιον ἔργον.
ΠΑʹ. ΑΜΠΕΛΙῼ ΠΡΕΣΒΥΤΕΡῼ. Εἰς τό, «Μὴ συμπροσέστω σοι θρόνος ἀνομίας ὁ—πλάσσων κόπον ἐπὶ πρόσταγμα.» «Μὴ συμπροσέστω σοι θρόνος ἀνομίας ὁ πλάσσων ἐπὶ πρόσταγμα.» Προσευχὴ τῶν ἁγίων ἐστὶ ψυχῶν, τῶν ὑπὸ τῆς ἐκεῖθεν ὁμολογίας ἀγωνιζομένων, πρὸς αὐτὸν ἐν ἱκετηρίᾳ βοώντων· Μὴ ὑψούσθω θρόνος ἀνόμων ἐναντίον σου, Κύριε, κατὰ [τοῦ] σοῦ προστάγματος κόπους ἡμῖν παρεχόμενος, ὁποῖος ὁ Βαβυλώνιος ἦν τοῖς ὁσίοις [σου παισὶ] τύραννος, ἢ τοῖς ἁγίοις μάρτυσιν οἱ ἀλάστορες, καὶ τῶν εἰδώλων ὑπέρμαχον.
ΠΒʹ. ΑΡΑΒΙΑΝῼ ΕΠΙΣΚΟΠῼ. Τῶν κοιτῶν. Ὅτι διὰ τὴν πορνείαν τοῖς ἐν Γαβαᾷ κατὰ γνώμην Θεοῦ παραταξάμενοι οὐκ ἀδίκως ἁλόντες ἐφθάρησαν. Οἱ τὴν πορνείαν Βενιαμὶν ἀναβάντες ἐν Ταβρὰ τιμωρήσασθαι, κατὰ γνώμην Θεοῦ τοῦ πολέμου ἁψάμενοι, οὐκ ἀδίκως, ὡς οἴει, τῆς νίκης ἀπέτυχον· ἀλλ’ ἐπειδὴ δικαίῳ κριτῇ οὐκ ἔστιν ἐξ ἀδίκων παράταξις, δικαιοσύνῃ τὸ τολμηθὲν ἐξεδίκησεν. Οἱ γὰρ χείρους ἔχοντες πράξεις, καὶ πολλῷ μείζους τῆς τότε γεγενημένης, ὡς ἀθῶοι πρὸς τὸν φόνον τῶν ἀδελφῶν ὁμονοήσαντες ἀνέβησαν. Ἀλλ’ ἔμαθον τῇ πείρᾳ, «Ὑποκριτά, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου.» Οἱ τοίνυν μοιχοὶ ἐπειδὴ μὴ μοιχεύειν ἐκήρυσσον, ὑπὸ τῶν ἔργων ἐξελεγχόμενοι, αὐτοὶ μὲν ἀξίαν ποινὴν τῷ πολέμῳ ἀπέτισαν.
Οἱ δὲ τῶν ἐγκλημάτων τῆς πορνείας ἀμέτοχοι, οὐδὲν τοιοῦτον ἐν ἑαυτοῖς εἴδωλον ἔχοντες, λαμπρὰν τὴν νίκην εἰργάσαντο.
ΠΓʹ. ΛΕΟΝΤΙῼ ΕΠΙΣΚΟΠῼ. Πῶς νοητέον, «Εἰ ὀφθαλμός σου ἢ χείρ σου σκανδαλίζει σε.» Ὀφθαλμὸν καὶ χεῖρα δεξιὰν ὁ πανάγαθος Χριστὸς τὴν ἐγγύτητα τῶν ἐπιτηδείων καὶ γνησίων ἡμῖν ἐπωνόμασε, τοὺς εὔνους ἡμῖν πρὸς γνησίαν συνεργίαν, ἐκείνοις καλέσας τῶν μελῶν τοῖς ὀνόμασι, δι’ ὧν ἡμεῖς τὰ ἀρέσκοντα πράττομεν. Ὅταν οὖν τις ἐξ αὐτῶν σκανδάλου αἴτιος γένηται, καὶ ἁμαρτίᾳ καλινδῆταί τινι, ἡμῖν λοιδορίαν φερούσῃ, καὶ αὐτῷ ἀτιμίαν προξενούσῃ, ἐκκόπτειν χρὴ τὸν τοιοῦτον, ἵνα μὴ λοιμὸν μιμησάμενος, νεμηθῇ τὴν τοῦ σώματος ἀκεραιότητα, τοῖς ὑγιαίνουσιν ἐκ τοιούτων παθῶν εἰσφρήσας τὴν ἑαυτοῦ ἀλγηδόνα.
ΠΔʹ. Τῼ ΑΥΤῼ. Εἰς τό, «Μὴ γνώτω ἡ ἀριστερά σου.» Οὐκ ἔστιν, ὦ φίλη κεφαλή, ἐν παραβύστῳ καὶ ἀποκρύφῳ κείμενος ὁ τοῦ Κυρίου νόμος, «Μὴ γνώτω ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου,» κελεύοντος, ἀλλὰ λευκὸς καὶ σαφέστατος, καὶ τοῖς προσόχοις ἀρίδηλος. Ἐπειδὴ γὰρ τῷ εὖ ποιεῖν κενοδοξία παρέπεται καὶ ἐπίδειξις, Μηδέν, φησί, καλὸν γινέσθω παρὰ σοῦ ἐμπαθῶς, μηδὲ πέρπερος λογισμὸς ἀκολουθείτω τῷ κατορθώματι· ἀλλ’ εἰ εὖ ποιεῖς, ἀνεπίδεικτος ἔσο καὶ ἄκομπος, τοὺς ἐνταῦθα κρότους μὴ θηρῶν, ἀλλὰ τοὺς μέλλοντας στεφάνους προσδοκῶν.
ΠΕʹ. ΟΥΡΣΕΝΟΥΦΙῼ. Εἰς τό, «Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς.» Ἡ τοῦ Κυρίου διδαχὴ ἐν τῇ προσευχῇ μετὰ πάντων τῶν ἅλλων θεοπρεπῶν διδαγμάτων, καί, «Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς,» κελεύει προσεύχεσθαι τὴν τῶν ἄνω δυνάμεων εἰρήνην, τὴν ἀστασίαστον φάσκουσα, ἣν καὶ ἡμῖν βραβεῦσαι τοῖς ἐπὶ γῆς καταξίωσον· ἵν’ ὥσπερ ἐν αὐταῖς πάντα κατορθοῦται [τὰ] θελήματα, οὕτως καὶ ἐν ἡμῖν τά σοι εὐάρεστα γένηται. Ταῦτα τοίνυν καὶ πρώην εἰδώς, καὶ νῦν μαθὼν παρ’ ἐμοῦ ἐπιλαβοῦ, καὶ ἔχου ἀπρὶξ τῆς εἰρήνης. Οὐράνιος γάρ ἐστι καὶ Θεῷ πλησιάζουσα.
Πϛʹ. ΩΦΕΛΙῼ ΓΡΑΜΜΑΤΙΚῼ. Ὅτι οὐδὲν ἀρετῆς ὑψηλότερον. Σπέρματος γένος, καὶ αἵματος κόμπος, ὦ ἄριστε, [τῶν] ποιητῶν οὐκ ἔστιν ἀρετή, ἀλλ’ ἀκούσιός τις διαδοχὴ ἐκ σωμάτων καταγομένη καὶ ῥέουσα. Ἀρετὴ δέ, φρόνησίς ἐστι, δικαιοσύνη τε καὶ ἀνδρεία, καὶ σωφροσύνη. Ὃς ἂν οὖν ἔχηται τούτων, καὶ πάγκαλός ἐστι, καὶ περίβλεπτος, καὶ οὐδενὸς πρὸς εὐζωΐαν λειπόμενος.
ΠΖʹ. ΜΟΝΑΣΤΡΙΑΙΣ ΑΛΕΞΑΝΔΡΙΝΑΙΣ [ΤΑΙΣ ΣΑΝΔΑΛΑΡΙΑΙΣ]. Οὐκ οἶδε παραίτησιν ἡ φύσις. Οὐκ ἔχει συγγνώμην τὸ θῆλυ. Δύναται γὰρ γενναίως κατεξανίστασθαι τῆς χαυνώσεως, καὶ ἀποκρούεσθαι στεῤῥῶς τὰς τῶν ἐπιθυμιῶν ἑλεπόλεις. Καὶ διδάσκαλοι τούτου, Σωσάννα ἡ εὐκλεής, καὶ ἡ θυγάτηρ Ἰεφθέ, καὶ ἡ θαυμαστὴ Ἰουδήθ· ἡ μὲν γερόντων ἀκολασίαν νικήσασα ἐν νεότητι· ἡ δὲ καὶ θάνατον ἀνδρείως ἑλομένη, καὶ τῇ παρθενίᾳ συναπελθοῦσα ἀοιδίμως· ἡ δὲ μισθὸν τῆς σωφροσύνης, δύναμιν παρὰ Θεοῦ εἰληφυῖα, τυραννοκτόνος γενέσθαι. Καὶ τὸ κεφάλαιον τῶν γυναικείων νικῶν καὶ τροπαίων, ἡ πανεύφημος Θέκλα, στήλη αἰώνιος ἀγνείας ἑστῶσα, ὡς πυρσὸς ἐκ μέσου τοῦ κλύδωνος τῶν παθῶν ἀναφθεῖσα, εἰς τὸν ἀκύμονα κατάρασα λιμένα. Εἰ τοίνυν οὕτως ἀναῤῥηθῆναι ἐπιθυμεῖτε, τὰς λαμπάδας ἀσβέστους τηρήσατε· ὁ γὰρ νυμφίος εὐθὺς παραγίνεται· καὶ μηδεὶς ὑμᾶς ὕπνος ἡδυπαθείας ἀνακλίνῃ, ὁ ἕξω τῆς θύρας τοῦ νυμφῶνος τὰς ὑπνηλὰς καὶ ῥᾳθύμους κατέχων.
ΠΗʹ. ΑΡΣΕΝΙῼ. Ὅτι μάλιστα οἱ μηδὲν ἀγαθὸν πεπραχότες οὐκ ὀφείλουσιν ἀλαζονεύεσθαι. Εἰ πράξας ὁ Φαρισαῖος ἃ ἐκαυχήσατο, σὺ τί καυχᾶσαι λαρυγγίζων ἁπλῶς, καὶ οὐ πράττων χρηστῶς, καὶ χείρονος ἑαυτὸν ποιῶν ἔνοχον κρίσεως ἧς ὁ Φαρισαῖος ὑπέμεινεν; οὐδὲν μὲν ἄξιον μέμψεως πεπραχώς, μόνην δὲ τὴν οἴησιν τῆς εὐπραγίας ἐγκληθείς.
ΠΘʹ. ΙΣΙΔΩΡῼ ΕΠΙΣΚΟΠῼ. Πάσας μέν, εἰ οἷόν τε, ὁμιλίας γυναικῶν ἐκτρέπεσθαι χρή, ὡς ἐχούσας τινὰ πρὸς χαύνωσιν ἐπιτήδευσιν· εἰ δὲ τοῦτο ἀδύνατον διὰ περιστάσεις χρειῶν, ἢ οἰκονομίας πτωχῶν, κάτω νεύοντας διαλέγεσθαι.
Τοῖς γὰρ πλείοσιν, ἢ καὶ πᾶσι σχεδὸν τοῖς ἡττηθεῖσι κάλλους γυναικῶν, διὰ τῶν θυρίδων ἀνέβη ὁ θάνατος, ὂς καὶ τοῦ μεγάλου Προφήτου καὶ βασιλέως ἐκράτησεν, ὅτε πρὸς τὸ λουτρὸν ἐκεῖνο τὸ θανατηφόρον ἀπέβλεψε.
ϟʹ. Τῼ ΑΥΤῼ. Ὅτι ἀποστολικὸν τὸ ἐν ἐκκλησίαις ψάλλειν γυναῖκας, καὶ περὶ ἀσκητριῶν. Τὰς ἐν ἐκκλησίαις φλυαρίας καταπαῦσαι βουλόμενοι οἱ τοῦ Κυρίου ἀπόστολοι, καὶ τῆς ἡμῶν παιδευταὶ καταστάσεως, ψάλλειν ἐν αὐταῖς τὰς γυναῖκας συνετῶς συνεχώρησαν. Ἀλλ’ [ὡς] πάντα εἰς τοὐναντίον ἐτράπη τὰ θεοφόρα διδάγματα, καὶ τοῦτο εἰς ἔκλυσιν καὶ ἁμαρτίας ὑπόθεσιν τοῖς πλείοσι γέγονε.
Καὶ κατάνυξιν μὲν ἐκ τῶν θείων ὕμνων οὐχ ὑπομένουσι· τῇ δὲ τοῦ μέλους ἡδύτητι εἰς ἐρεθισμὸν παθημάτων χρώμενοι, οὐδὲν αὐτὴν ἔχειν πλέον τῶν ἐπὶ σκηνῆς ᾀσμάτων λογίζονται. Χρὴ τοίνυν, εἰ μέλλοιμεν τὸ τῷ Θεῷ ἀρέσκον ζητεῖν, καὶ τὸ κοινῇ συμφέρον ποιεῖν, παύειν ταύτας καὶ τῆς ἐν ἐκκλησίᾳ ᾠδῆς, καὶ τῆς ἐν πόλει μονῆς, ὡς Χριστοκαπήλους, καὶ τὸ θεῖον χάρισμα μισθὸν ἀπωλείας ἐργαζομένας.
ϟΑʹ. ΗΛΙᾼ ΜΟΝΑΧῼ. Ὅτι οὐκ ἔστι μέχρι τοῦ σχήματος τὸ ἐπάγγελμα τοῦ μοναχοῦ. Χαίρω ταῖς περὶ σοῦ μαρτυρίαις, πολλὴν εἰς ἐπίτασιν ἀγούσαις ἐγκρατείας· καὶ εὔχομαι ἔχεσθαί σε [μέχρι] παντὸς τῆς ἱερᾶς ἀγκύρας, καὶ ὑποκρούεσθαι σοφῶς τὴν ζάλην τῆς ἀπάτης, ὡς ἂν εἰς τὸν ἀκύμονα τῆς γαλήνης λιμένα καταντήσῃς ἀκλυδωνίστως, οὔτε πνοὰς δειλιῶν πειρασμῶν ἐμβαλλούσας σοι, οὔτε ὑψηλοφρονήσῃς πρὸς ῥηγνύμενα κύματα, ὧν μάλιστα χρή σε κρατεῖν, εὐχερῶς ῥιπιζόντων εἰς πτώματα.
ϟΒʹ. ΘΩΜᾼ ΜΟΝΑΧῼ. Περὶ τοῦ δεῖν πάντοτε νήφειν. Φιλοσοφία ἀποστρέφεται θόρυβον, καὶ γυμνασία μοναχικὴ ἔξω κατορθοῦται συγχύσεως, ἵνα ταύτῃ χρήσηται ὑποβάθρᾳ τοῦ ὕψους τῆς ταπεινώσεως, τῇ κατὰ μόνας σχολῇ καὶ πραγμάτων ὀχληρῶν, καὶ ῥημάτων ἀπρεπῶν, σπουδαίως καὶ τελείως ἐκλαθόμενος. Εἰ δὲ τρίβωνα καὶ ὑπήνην, καὶ βάκτρον ἀρκεῖν ἡμῖν πρὸς ἐξάνυσιν τῆς ἀγγελικῆς πολιτείας οἰόμεθα, καὶ μέσοι δήμων, καὶ θεαμάτων καὶ ἀκουσμάτων ἀστικῶν συμφυρόμεθα, τοῖς ὀργάνοις τῆς νίκης μόνοις ἐναβρυνόμενοι, τὴν δὲ πάλην καὶ μάχην ἐκκλίνοντες, ἐξ ἧς ἡ νίκη προσγίνεται, μᾶλλον δὲ τὰς αἰτίας τῆς πάλης ἐν ἑαυτοῖς ἀνακαίοντες, λανθάνομεν κύνες τυγχάνοντες, καὶ πρὸς τὸν ἔμετον ὑποστρέφοντες, ἢ ὗς τῷ βορβόρῳ τῆς παλαιᾶς συνηθείας ἐγκαλινδούμενοι.
ϟΓʹ. Τῌ ΕΝ Τῌ ΤΑΒΕΝΝΗΣΙᾼ ΜΟΝῌ. Περὶ τοῦ μὴ πολλοὺς γίνεσθαι διδασκάλους. «Μὴ πολλοὶ γίνεσθε διδάσκαλοι, ἀδελφοί,» ὁ δίκαιος γράφει Ἰάκωβος. Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, μοναχοί, ὁ ἐλάχιστος γράφω Ἰσίδωρος· εἰ καὶ μὴ δόκιμος μοναχός, ἀλλ’ Ἰακώβου ἀκροατής.
Δίκαιοι τοίνυν ἂν εἴητε, εἰ καὶ τοῦ ἀκροατοῦ παραγράφεσθε τὴν εὐτέλειαν, ἀλλ’ αἰδεῖσθαι τοῦ δικαίου καὶ σοφοῦ τὴν δικαίαν ἀπόφασιν.
ϟΔʹ. ΠΑΝΣΟΦΙῼ ΔΙΑΚΟΝῼ. Εἰς τό, «Πάντα γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ.» «Τὰ γυμνὰ καὶ τετραχηλισμένα» ἐκ μεταφορᾶς τῶν ἱερείων, τῶν εἰς θυσίαν προσαγομένων, τῷ πολύφρονι γέγραπται Παύλῳ. Ὥσπερ γὰρ ἐκεῖνα τῶν δορῶν ἀφαιρούμενα, πάσης τῆς φαινομένης ἀπογυμνοῦται περιβολῆς, καὶ τῶν κεκρυμμένων ἔνδοθεν ἐπιδείκνυται τὴν διάθεσιν, καὶ τραχηλίζεται εἰς ἔρευναν παντὸς ὀστέου καὶ μέλους, πρὸς τὸ πάντα ἐκκαθαρθῆναι, διὰ τὴν τοῦ πράγματος ᾧ προσάγονται καθαρότητα· οὕτω καὶ ἐπὶ τῆς μεγάλης τοῦ Κυρίου ἡμέρας ἡ τῶν ἀδήλων καὶ ἀφανῶν ἡμῶν πράξεων ἀνακάλυψις, ἀπογυμνώσει καὶ τραχηλισμῷ ἐοικυῖα φανήσεται, οὐδενὸς λαθεῖν δυναμένου, ἀλλὰ πάντων εἰς τὸ ἐμφανὲς ἀγομένων.
ϟΕʹ. ΕΥΤΟΝΙῼ ΔΙΑΚΟΝῼ. Ἐπειδὴ κατάρας ἦν ἡ ἄκανθα γεώργιον, ἣν ἡ γῆ κατεδικάσθη μετὰ τὴν ἡμετέραν παράβασιν, πᾶσαν δὲ θεραπεῦσαι ἐν ἑαυτῷ ὁ Κύριος παρεγένετο· τούτου χάριν ἀκάνθας ὡς νικηφόρος ἐστεφανώσατο, ὥσπερ οἱ δόκιμοι ποιοῦσι τῶν νικητῶν, αὐτὸ τὸ ὅπλον ἢ ὄργανον θριαμβεύοντες, δι’ οὗ τὴν νίκην εἰργάσαντο, «Θαρσεῖτε, λέγων, ἐγὼ νενίκηκα τὸν κόσμον.» Ὁ γὰρ ἐν τῇ φύσει τῶν ἀνθρώπων γενόμενος, [καὶ ἐν τοῖς αὐτῶν πταίσμασι μὴ γενόμενος,] καὶ τῷ γένει τὴν ἀρχαίαν καλλονὴν ἀποδέδωκε, καὶ τὸ κράτος τῆς κατάρας ἐν αὐτῇ τῇ φύσει κατέλυσε.
ϟϛʹ. ΜΑΞΙΜῼ ΦΙΛΟΣΟΦῼ ΕΛΛΗΝΙ. Κατὰ Ἑλλήνων. Κομπάζεις φιλοσοφίαν ἐχθρὰν τῆς ὄντως σοφίας, καὶ αὐτὸ ἀρνούμενος τὸ τοῦ πράγματος ὄνομα. Οὐδὲν γὰρ ἕτερόν ἐστι φιλοσοφία, ἢ τὸ πάντως φιλεῖν τὴν σοφίαν. Εἰ οὖν ὄντως ἐραστὴς εἶναι βούλει σοφίας, τὴν ὄντως ἀγάπα σοφίαν, οὐ τὸν λόγον μόνον, ἀλλὰ καὶ τὸν βίον σεμνύνουσαν, καὶ τὴν ἀληθῆ θρησκείαν παιδεύουσαν. Ἣν γὰρ αὐτὸς ἐπαγγέλλῃ, καὶ νῦν ὀφλισκάνει γέλωτα, θεότητας καλοῦσα τὰς πηγὰς τῆς αἰσχρότητος, καὶ ἐν τῷ μέλλοντι τιμωρίαν ὠδίνει [ἀσύγγνωστον], ὅπου σοι τοὺς Κωκυτοὺς καὶ Πυριφλεγέθοντας ὁ Πλάτων ἠπείλησεν.
ϟΖʹ. ΥΜΗΤΙῼ. Κατὰ Μακεδονιανῶν, ἤτοι Πνευματομάχων. Ἵνα δείξῃ τὴν πρὸς ἑαυτὸν καὶ τὸν Πατέρα τοῦ παναγίου Πνεύματος ἕνωσιν, ὁ Κύριος ἡμῶν καὶ Δεσπότης, ἔφη τοῖς μαθηταῖς ἐκ τῶν νεκρῶν ἀναστάς, «Λάβετε Πνεῦμα ἅγιον. Ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται·» τῇ αὐθεντίᾳ δῆλον ὅτι οὗ λαμβάνετε Πνεύματος, τοῦ θεϊκῶς συγχωρεῖν τὰ ἁμαρτήματα ἔχοντος.
ϟΗʹ. ΦΡΟΝΤΙΝῼ ΜΟΝΑΧῼ. Περὶ τοῦ λαβόντος εἰς τὴν σιαγόνα. Εἰ λόγοις ἐτρώθης, καὶ πρὸς ὀργὴν ἄσχετον ἐξηνέχθης, πῶς δύνασαι τοῦ Δεσποτικοῦ ἐργάτης γενέσθαι ἀμπελῶνος; τὸν γὰρ τὴν μίαν σιαγόνα παιόμενον, καὶ τὴν ἑτέραν προστιθέναι δυνάμενον, ἐκεῖνον εἶναι ὁρίζεται, [τὸν] τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα φέροντα, ὡς πᾶσαν ἐργασίαν τῆς ἐντολῆς τοῦ Κυρίου πληρώσαντα. Εἰ οὖν ὀρέγῃ τῶν μεγάλων· μισθῶν [ἐκείνων], πρὸς τοὺς ἥττονας πόνους μὴ ἄλυε, ἀλλὰ στέργειν τοὺς μείζονας ἔθιζε, ὡς οὐκ ἄλλως δηνάριον κομιούμενος, εἰ μὴ κόπων τελειότητι μαρτυρούμενος.
ϟΘʹ. ΓΕΛΑΣΙῼ ΔΟΥΚΙ. Περὶ ὑπερηφανίας, καὶ ἀδυναμίας, καὶ οὐθενότητος. Ἔθος ἐστὶ τοῖς ἀνθρώποις, εἰ καὶ τῶν θείων ἀλλότριον νόμων, ὅμως ἐπὶ πολλοῖς ἢ γένει, ἢ φρονήσει, ἢ κτήσει, ἢ κάλλει, ἢ ἀξίᾳ ἐπαίρεσθαι. Οὐδὲν δὲ ὠφελεῖ πρὸς ὑπερηφανίαν αὐτοὺς τοὺς ἐκ τῆς γῆς ὄντας, καὶ πάλιν πρὸς αὐτὴν ὑποστρέφοντας.
Τούτων ὅτι οὐδέν σοι τὸ σύνολον πρόσεστιν, οὐδ’ ἂν αὐτὸς ἀρνηθείης. Εἰ οὖν πάντων τῶν πρὸς ἔπαρσιν φυσώντων ἐστέρησαι, δυσγενὴς ὢν καὶ πτωχὸς καὶ δύσνους καὶ ἰδιώτης [λίαν] καὶ δύσμορφος, τί [σοβεῖς διὰ τῆς πόλεως,] ὡς πάντων ἐπιδοξότερος, [καὶ] πολλῶν· αὐτῇ γίνῃ θορύβων ἀρχηγός; Ἢ γνῶθι τοίνυν σαυτόν, καὶ σύμμετρον κτῆσαι τὸν τρόπον τῆς οὐδενείας σου, ἢ πρὸς πόνους καὶ κινδύνους παράταξαι, οἷς σε οἱ ἐν δυνάμει ἀμείψονται. Χρυσοῦ γὰρ ἀπορεῖς τοῦ ὁμαλίζοντος πολλάκις τὰς τῶν περιστάσεων καὶ μαστίγων τραχύτητας.
Ρʹ. ΣΥΡῼ ΑΝΑΓΝΩΣΤῌ. Κατὰ Ναυατιανῶν. Εἰπὲ τῷ μαθητῇ τῆς Ναυάτου ὀφρύος· Τί φρυάττῃ ὡς καθαρός, ἀνοηταίνων; Τί ἀναμάρτητον σαυτὸν εἰρωνεύῃ; Τί ἀρνῇ τὴν τῆς φύσεως κοινωνίαν; Ἡσαΐας ἀκάθαρτον ἑαυτὸν ἐξαγγέλλει· Δαβὶδ πάντα ἄνθρωπον ψευδόμενον οἶδε, καὶ πάντας ἐν ἁμαρτίαις καὶ συλληφθέντας, καὶ κυηθέντας. Αὐτός τε Θεὸς τοὺς [ἀνθρώπους] ἐπιμελῶς προσκειμένους τῇ πονηρίᾳ γινώσκει, καὶ χρῄζοντας μόνου φιλανθρωπίας ἐλέου, καὶ σὺ ἀλαζονεύῃ καθαρότητος τῦφον; Ἢ παῦσαι τοίνυν ψευδόμενος, ἢ φαίνῃ ἐξ ὧν πράττεις γελώμενος, ἢ μᾶλλον δυνατῶς αἰσχυνόμενος.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.