Ἔργον
Ἰσίδωρος ὁ Πηλουσιώτης – Ἐπιστολαὶ περὶ τῆς ἑρμηνείας τῆς θείας γραφῆς
Βιβλίο Α΄, Επιστολές 101-150
Παραινέσεις περί ιερωσύνης, αυστηρή κριτική της σιμωνίας, δογματικές διδασκαλίες περί της Αγίας Τριάδος και ηθικές προτροπές.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Βιβλίο Α΄, Επιστολές 101-150
Παραινέσεις περί ιερωσύνης, αυστηρή κριτική της σιμωνίας, δογματικές διδασκαλίες περί της Αγίας Τριάδος και ηθικές προτροπές.
ΡΑʹ. ΘΕΟΓΝΩΣΤῼ ΜΟΝΑΧῼ ΝΕΟΠΑΓΕΙ. Περὶ τοῦ δεῖν πάντοτε νήφειν. Καλῶς ἥψω τῆς σμινύης συντόμως. Καλῶς τὴν ὕλην ὡς συμπνίγουσαν φεύγεις· καλῶς πρὸς ὑψηλὴν πολιτείαν ἐξέστης. Στῆκε τοίνυν γρηγορῶν ὡς ὁπλίτης, μή τις ὕπνος παρεισέλθῃ χαυνῶν σε, καὶ ῥίψασπιν, ὃ μὴ γένοιτο, δείξῃ. Οὐ γὰρ τοῦ Πονηροῦ. τὰ νοήματα ἀγνοοῦμεν.
ΡΒʹ. ΤΙΜΟΘΕῼ ΑΝΑΓΝΩΣΤῌ. Κατὰ Θεοπασχητῶν, καὶ τῶν μίαν ἐπὶ Χριστοῦ φύσιν εἶναι λεγόντων. Ὥσπερ οἱ ναυτικοὶ βρώματι τὸ δέλεαρ κατακρύπτουσι, καὶ τοὺς ἰχθύας ἀπροόπτως ἀγρεύουσιν· οὕτως οἱ πονηροὶ τῶν αἱρέσεων σύμμαχοι, τῇ χρηστολογίᾳ τὰς ἑαυτῶν κακονοίας καλύπτοντες, ἀγκιστρεύουσι τοὺς ἁπλουστέρους. πρὸς θάνατον. Πάσῃ τοίνυν φυλακῇ τήρει τὴν σὴν καρδίαν, μή που [δόκησιν τὴν] τοῦ Χριστοῦ φύσιν μετὰ τὴν σάρκωσιν δέξῃ. Θατέρας γάρ ἐστιν ἀναίρεσις ἡ περὶ μιᾶς [τούτων] συγκατάθεσις· ἢ τῆς θείας τραπείσης, ἢ τῆς ἡμῶν μειωθείσης. Αὕτη τοῦ Μάνητος ἡ Χάρυβδις, δι’ ἧς πάντας εἰς γέενναν καταγαγεῖν ἐσπούδασε.
ΡΓʹ. Τῼ ΑΥΤῼ. Διὰ τί μετὰ τὴν ἀνάστασιν ὁ Κύριος τρὶς τὸν Πέτρον περὶ ἀγάπης ἠρώτησεν. Ἡ τριπλῆ τοῦ Κυρίου πρὸς Πέτρον περὶ ἀγάπης ἐρώτησις, οὐκ ἔστιν ἀγνοίας τοῦ Δεσπότου ὑπόνοια· μὴ οὕτως τινὲς παραλογιζέσθωσαν· ἀλλὰ τὸ τριπλοῦν τῆς ἀρνήσεως, τῷ τριπλῷ τῆς συγκαταθέσεως, ὁ ἀγαθὸς Ἰατρὸς ἐξωστράκισε.
ΡΔʹ. ΛΕΟΝΤΙῼ. Περὶ τοῦ ἀναξίως ψαύειν τῆς χειροτονίας τοῦ ἐπισκόπου. Οὐκ ἔστι τῶν τυγχανόντων ἐπισκοπῆς ἐρᾷν, ὦ θαυμάσιε, ἀλλ’ ὧν ὁ βίος ἐκ τῶν Παύλου νόμων ἰθύνεται. Εἰ οὖν ἐκείνην ἐν σεαυτῷ θεωρεῖς τὴν ἀκρίβειαν, ἴθι ἀσμένως πρὸς τὴν [τοῦ] τοσούτου ὕψους ἀνάβασιν. Εἰ δὲ οὐ πρόσεστί σοι αὕτη, μέχρις ἂν κτήσῃ, μὴ ψαύσῃς τῶν ἀψαύστων. Πρόσεχε πυρὶ προσεγγίζειν τὴν ὕλην δαπανῶντι.
ΡΕʹ. ΕΥΤΟΝΙῼ ΔΙΑΚΟΝῼ. Διὰ τί ὁ Ἰωάννης τοὺς Ἰουδαίους γεννήματα ἐχιδνῶν ἐκάλεσε. Γεννήματα ἐχιδνῶν Ἰωάννης τοὺς Ἰουδαίους ἐκάλεσεν, ὡς πονηρῶν γονέων κυήματα πονηρότερα. Φασὶ γὰρ τουτὶ τὸ θηρίον κατεσθίειν τὴν μητρῴαν νηδὺν ἐν τῷ ἀποτίκτεσθαι. Ἐπειδὴ οὖν τὸν γεννήσαντα αὐτοὺς Θεὸν ἐγκατέλιπον καὶ πᾶσαν δεδομένην αὐτοῖς χάριν ἐνέκρωσαν καταργήσαντες, εἰκότως ἐκείνοις αὐτοὺς ἀπεικάζει τοῖς ἰοβόλοις, ἀχαριστίᾳ τὰς εὐεργεσίας ἐξαφανίζουσιν, ἢ μᾶλλον εἰπεῖν κατεσθίουσιν.
Ρϛʹ. ΤΙΜΟΘΕῼ ΑΝΑΓΝΩΣΤῌ. Εἰς τό, «Μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου οἶκον ἐμπορίου.» Νουνεχῶς ἐρωτῶντι ἀνάγκη σοι ἀποκρίνεσθαι. Λάλει γάρ, φησίν, εἰς ὦτα ἀκουόντων. Καί, «Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω.» —«Μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου οἶκον ἐμπορίου,» τοῖς τὰς περιστερὰς πωλοῦσιν ὁ Κύριος εἶπε, τοὺς ἱερεῖς αἰνισσόμενος, τὰς τοῦ ἁγίου Πνεύματος ἀπεμπωλοῦντας δωρεάς· ἐπειδὴ ἐν εἴδει περιστερᾶς τὸ θεῖον ἐπεφάνη Πνεῦμα, τοὺς θεοκαπήλους προπηλακίζον. Τὸ δέ, «Ἄρατε ταῦτα ἐντεῦθεν,» Οὐ χρεία λοιπόν, φησί, τῶν αἱμάτων· ἀναίμακτον ἐγὼ χαρίζομαι πταισμάτων ἄφεσιν· ἐκ τοῦ δεῦρο πνεῦμα μόνον ἐξιλάσκεσθαι βούλομαι.
Ὁ σαρκικὸς πεπλήρωται νόμος, ὁ τοῦ πνεύματος κρατείτω, καὶ τῆς σωτηρίας ἀρχέτω.
ΡΖʹ. Τῼ ΑΥΤῼ. Περὶ τῆς τῶν Διαθηκῶν συμφωνίας. Καινότητα δογμάτων, ὦ φιλότης, οὐδεμίαν τῷ νόμῳ καὶ τοῖς προφήταις ὁ τοῦ Θεοῦ Υἱὸς ἐπεισήγαγεν, ἀλλὰ τοῖς πάλαι περὶ αὐτοῦ προφανθεῖσι τὸ πέρας ἐπέθηκε. Καὶ πάντως νουνεχῶς τὴν Παλαιὰν ἀναπτύσσων, πάντα τὰ τῆς Νέας ἐν αὐτῇ κηρυχθέντα εὑρήσεις. Τοῖς τοίνυν ἐπὶ τῷ νόμῳ ἐρηρεισμένοις, καὶ ξένην ὁδὸν τὴν εὐαγγελικὴν οἰομένοις, ἐκ τῶν τοῦ νόμου ῥημάτων, τῶν τῆς χάριτος δογμάτων τὴν ἀλήθειαν τρανοῖ. Καὶ ὄψονται οὕτως [τὴν] ἀμφοτέρων τῶν Διαθηκῶν ἐνδιάθετον συμφωνίαν.
ΡΗʹ. ΠΡΟΑΙΡΕΣΙῼ ΣΧΟΛΑΣΤΙΚῼ. Περὶ τοῦ ζῶντος λόγου. Λόγων ἔχεις συναγωγήν, ὡς μανθάνω, ἀκοὴν μὲν τερπόντων, τὴν δὲ ψυχὴν οὐ τρεφόντων. Λόγου δὲ τοῦ ζῶντός σοι δεῖ, οὗ ὁ χηρεύων κύμβαλον ἀλαλάζον ἐστίν. Εἰ τοίνυν ἐκεῖνον προσλάβοις, ὄργανον ἔσῃ ἡδύφθογγον καὶ Θεῷ καὶ ἀνθρώποις εὐάρμοστον.
ΡΘʹ. ΜΑΡΑΘΩΝΙῼ ΜΟΝΑΧῼ. Κατὰ Μακεδονιανῶν, ἤτοι Πνευματομάχων. Εἰ ὁ Θεὸς καὶ Σωτὴρ ἡμῶν ἐνανθρωπήσας παρέδωκε συμπληρωτικὸν εἶναι τῆς θείας Τριάδος τὸ πανάγιον Πνεῦμα, καὶ ἐν τῇ ἐπικλήσει τοῦ ἁγίου βαπτίσματος σὺν Πατρὶ καὶ Υἱῷ ὡς ἐλευθεροῦν τῶν ἁμαρτιῶν, ἀριθμούμενον, καὶ ἐπὶ τῆς τραπέζης τῆς μυστικῆς τὸν ἄρτον τὸν κοινόν, σῶμα ἰδικὸν τῆς αὐτοῦ σαρκώσεως ἀποφαῖνον· πῶς διδάσκεις, ἐμβρόντητε, ποιητόν, ἢ κτιστόν, ἢ τῆς δούλης φύσεως εἶναι, ἀλλ’ οὐ τῆς δεσποτικῆς, καὶ δημιουργοῦ, καὶ βασιλίδος οὐσίας συγγενὲς καὶ ὁμοούσιον τὸ Πνεῦμα τὸ ἅγιον; Εἰ γὰρ δοῦλον, μὴ ἀριθμείσθω μετὰ τοῦ Δεσπότου. Καὶ [εἰ] κτίσμα, μὴ συγκείσθω τῷ Κτίστῃ.
Ἥνωται δὲ καὶ συνηρίθμηται, ἐπειδὴ τῷ ἀκριβεῖ τῶν τοιούτων δογματιστῇ τῷ Χριστῷ πείθεσθαι χρή, ἀσφαλῶς τὰ περὶ τῆς οἰκείας οὐσίας διδάσκοντι· εἰ καί σοι μὴ δοκεῖ, τῷ σοφωτέρῳ τε καὶ τὰ οὐράνια πλέον Θεοῦ εἰδέναι κομπάζοντι, ἢ μᾶλλον τολμηρῶς ῥητορεύοντι κατὰ Θεοῦ.
ΡΙʹ. ΚΡΑΤΩΝΙ ΜΟΝΑΧῼ. Ὅτι ὁ ἄσκησιν ἐπαγγελλόμενος, πάντα τὰ αὐτῆς ἐπίπονα προθύμως ὀφείλει ἀσπάζεσθαι. Ὁ ἀσκῆσαι βουλόμενος, καὶ σωτηρίας ἐφιέμενος, πάντα τὰ αὐτῆς ἐπίπονα, ὁποῖα καὶ ὅσα δ’ ἂν ᾖ, προθύμως ἀσπάζεται. Ὁ δὲ παρ’ ἀξίαν πράττειν ἐν τῇ ἀσκήσει, ἢ ταῖς αὐτῆς διακονίαις οἰόμενος, τὸν ἔξω τῦφον ἐνδέδυται, ὂν ἀποθέσθαι ἀμήχανον, εἰ μὴ μνήμην ἔχοι τοῦ σώματος, ὅθεν ὑπέστη, καὶ ὅπου πάλιν ἀναλύει.
ΡΙΑʹ. ΖΩΣΙΜῼ ΠΡΕΣΒΥΤΕΡῼ. Περὶ τοῦ διὰ χρημάτων χειροτονηθέντος. Ἔλαβες ἱερωσύνην ἀνιέρως, ἀνίερε, χρήμασι κλέψας πρᾶγμα οὐράνιον, δεύτερος Καϊάφας, ἀργυρίῳ λαβὼν τὰ ἀπόῤῥητα. Ἀλλ’ ἔστιν ἐλπὶς μεταβαλέσθαι σε πρὸς χρηστότητα. Ἐναντίον γάρ τι εἰπεῖν σοι οὐ βούλομαι.
ΡΙΒʹ. ΕΥΣΕΒΙῼ ΕΠΙΣΚΟΠῼ. Ὅτι ἂν λέγομεν (f. ἃ λέγομ.) οἱ ἱερεῖς ὀφείλομεν ποιεῖν. Διδάσκεις ἐπ’ ἐκκλησίας τερπνῶς, ἀλλ’ εἴθε μᾶλλον εὐεργετικῶς. Ἔοικας γάρ τινι ἐφ’ ὕψους βάλλοντι λίθους, διάκοντι τῆς πτώσεως αὐτοῦ τὴν εὐθύτητα, καὶ ταύτην ἐφ’ ἑαυτὸν προσκαλουμένῳ. Ὁ γὰρ τῶν ἁμαρτημάτων ἔλεγχος, εἰ ἐν ἡμῖν θεωρεῖται, διὰ τῶν ἔργων τοὺς λόγους ἀρνούμενος, οὐ μόνον τοὺς ἀκροατὰς πράττειν κακῶς οὐ κωλύσομεν, ἀλλὰ καὶ γέλωτα ὀφλισκανοῦμεν, ἄλλα διδάσκοντες, καὶ ἕτερα πράττοντες.
ΡΙΓʹ. Τῼ ΑΥΤῼ. Ὅτι χρήματι πέπρακε τὴν ἱερωσύνην. Ἀχρήστοις λίθοις τὸ ἐκκλησιαστήριον κτίζεις, τοῖς παρανόμοις, ἢ μᾶλλον ἀσεβέσι σου πόροις. Ἔλαβες γὰρ τιμὴν ἱερωσύνης, ὡς πιπράσκων ἱερωσύνην, καὶ ἔδωκας ταύτην Ζωσίμῳ· οὕτως οὗτος ᾄδεται ἀνὰ πᾶσαν τὴν χώραν ὁ λόγος, ὥστε παντὸς ἀκούοντος ταῦτα ἠχεῖν τὰ ἀμφότερα ὦτα.
ΡΙΔʹ. ΤΙΜΟΘΕῼ ΑΝΑΓΝΩΣΤῌ. Περὶ τῶν τριῶν ἡμερονυκτίων τῆς ταφῆς τοῦ Κυρίου. Τῶν τριῶν τῆς ταφῆς τοῦ Κυρίου ἡμερονυκτίων αὔτη ἐστὶν ἡ διασάφησις. Γέγραπται, «Ὥσπερ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας· οὕτως καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔσται ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.» Ὁ τοίνυν ἐπαγγειλάμενος τὸν τύπον πληρῶν Ἰωνᾶ, ἀκριβῶς αὐτὸν ἐπιστάμενος (ἐπειδὴ [καὶ] παρῆν Ἰωνᾷ [καὶ] ῥιπτουμένῳ εἰς τὸν βυθόν, καὶ ἐκβρασσομένῳ ἐκ τοῦ βυθοῦ), τοῦτον ἐπλήρωσεν ἀσφαλῶς, τοσοῦτον ἐν τῷ τάφῳ διατρίψας, ὅσον Ἰωνᾶς ἐν τῷ κήτει. Εἰ δὲ καὶ δευτέραν ζητεῖς, αὕτη ἐστίν· Ἕκτῃ ὤρᾳ τῆς Παρασκευῆς ἐσταυρώθη ὁ Κύριος.
Ἀπὸ ταύτης ἕως ἐννάτης σκότος ἐγένετο, τοῦτο νύκτα μοι νόησον. Πάλιν ἀπὸ ἐννάτης φῶς· τοῦτο πάλιν ἡμέραν· ἡ νὺξ αὖθις τῆς Παρασκευῆς. Τὸ Σάββατον πάλιν. Ἡ νὺξ τοῦ Σαββάτου ὁ τῆς Κυριακῆς ὄρθρος, κατὰ τὸν εὐαγγελιστὴν λέγοντα· «Τῇ ἐπιφωσκούσῃ εἰς μίαν τῶν Σαββάτων.» Εἰ δὲ καὶ τρίτην ἀπαιτεῖς μαθεῖν, οὕτως· Ἐν τῇ Παρασκευῇ παρέδωκεν ὁ Κύριος τὸ πνεῦμα· τοῦτο μία ἡμέρα. Τὸ Σάββατον ὅλον ἐποίησεν ἐν τῷ τάφῳ· εἶτα τούτου τὴν νύκτα. Ἐπιφωσκούσης Κυριακῆς ἀνέστη ἐκ τοῦ τάφου, καὶ τοῦτο ἡμέρα· ἐπειδὴ ἀπὸ μέρους, ὡς οἶσθα, τὸ ὅλον γνωρίζεται· οὕτως δὲ καὶ ἡμεῖς τὰς τῶν τελευτώντων μνήμας εἰώθαμεν τελεῖν. Ὁποίᾳ δ’ ἂν ὥρᾳ [τῆς] ἡμέρας τις τελευτήσοι, τὴν ἑξῆς ὑπερτίθεσθαι μόνην, καὶ τῇ ἑτέρᾳ ἕωθεν, τὴν τριταίαν αὐτοῦ ἄγειν ἡμέραν. Ἔχεις, ὡς οἶμαι, τὴν λύσιν τοῦ ζητουμένου. Εἰ δὲ τελείας τὰς τρεῖς ἡμέρας καὶ νύκτας ζητοῦσιν οἱ κακομάχοι, ἀπόκριναι, ὅτι καὶ βασιλεὺς εἰ πρεσβείαν καὶ ἱκεσίαν τῶν ἐν μετάλλοις καὶ φυλακαῖς προσδεξάμενος, μετὰ τρίτην αὐτοῖς ἡμέραν μεταδοῦναι ὑπέσχετο τῆς ἀφέσεως, καὶ προφθάσας τὴν προθεσμίαν τὴν λύτρωσιν δέδωκε, μᾶλλον τῷ τάχει ἠλήθευσεν. Ὁ δὲ Δεσπότης συντομώτερον ἀναστὰς ἢ ὑπέσχετο, παρὰ πάντων εἰκότως προσκυνηθήσεται.
ΡΙΕʹ. ΗΛΙᾼ ΜΟΝΑΧῼ. Τί σοι καὶ τῇ ὁδῷ Αἰγύπτου, [τοῦ] πιεῖν ὕδωρ Γηών; πρὸς τὸν παλίνστροφον λαὸν ὁ προφήτης φησίν, ἢ μᾶλλον δι’ ἐκείνου Θεός. Τί σοὶ καὶ τῇ συγχύσει ἧς ἀπηλλάγης χειρὶ Θεοῦ κραταιᾷ, καὶ βραχίονι ὑψηλῷ; Τί τῆς ἀρετῆς ἁψάμενος, καὶ τῆς ἄκρας φιλοσοφίας γευσάμενος, εἰς κακίαν παλινοστεῖς, οὐκ ἔχων τὸ Γραφικὸν κατὰ νοῦν, Τὸν ἀποστρέφοντα ἀπὸ δικαιοσύνης ἐπὶ ἀμαρτίαν ἑτοιμάσει ὁ Κύριος εἰς ῥομφαίαν; Φύγε τὸν κλύδωνα, καὶ φύγε τὰ κύματα.
Ἐπετίμησε Χριστὸς τῷ ἀνέμῳ. Οὐδείς σε χειμῶνος καταλήψεται πεῖρα, εἰ τὸν λιμένα κρατοίης Χριστόν.
ΡΙϛʹ. ΑΥΣΟΝΙῼ ΚΟΡΡΙΚΤΟΡΙ. Σοφὸν ἔχων ἀληθείας ἐξεύρημα, τὸ πολυειδὲς τῶν βασάνων μηχάνημα, χρῆσαι τῷ φόβῳ πρὸς τὴν κρίσιν· ἐπειδὴ φόβον σε τοῖς κακοῖς ὁ θεῖος νόμος ὡρίσατο.
ΡΙΖʹ. ΑΘΑΝΑΣΙῼ ΑΡΧΙΜΑΝΔΡΙΤῌ. Εἰς τό, «Περὶ τῆς ἡμέρας ἐκείνης καὶ τῆς ὥρας οὐδεὶς οἶδεν.» Τί καθ’ ἑαυτῶν τὴν τοῦ Κυρίου ἐπισπῶνται κρίσιν οἱ βλάσφημοι; Τί τὸ πῦρ τῆς γεέννης οἱ θεομάχοι ἐπικαίουσιν; Ἠγνόησε, φάσκουσι, τῆς συντελείας τὴν ἡμέραν ὁ Κύριος. Οὐκ ἠγνόησεν, ἄπαγε, ἀλλὰ σαφηνίζειν τὰ ἀνωφελῆ παρῃτεῖτο προβλήματα.
Ἐπεὶ πῶς ἀγνοεῖν ἠδύνατο ὥραν ἢ ἡμέραν ὁ ποιητὴς τῶν αἰώνων, ἐν ᾧ πάντες εἰσὶν οἱ θησαυροὶ τῆς σοφίας; Οὐκ ἦν ἀγνοοῦντος, τὸ καὶ τὰ σημεῖα καὶ τὰ φόβητρα προειπεῖν τῆς ἐσχάτης, καὶ ὥσπερ παροῦσαν αὐτὴν τοῖς γνωρίσμασι διαγράφειν. Ἀλλ’ ὃ ἔφθην εἰπών, τῆς εἰκαίας ἐρωτήσεως τὴν ἀπόφασιν οὐκ ἐδήλωσε. Τί γὰρ ὄφελος, εἰπέ μοι, μαθεῖν τὴν ἡμέραν τοῦ τέλους; Ἀγνοεῖν δὲ ταύτην συμφέρει, ἵνα πᾶσαν ἡμέραν ἐκείνην εἶναι νομίζοντες, ἕτοιμοι πρὸς ταύτην τυγχάνωμεν γρηγοροῦντες, καὶ τὸν Κύριον ἡμῶν περιμένοντες.
ΡΙΗʹ. ΖΩΣΙΜῼ ΚΑΙ ΜΑΡΩΝΙ. Περὶ πρεσβυτέρων μὴ περιπατούντων κατὰ τὴν τοῦ Θεοῦ ἐντολήν. Ἤρκεις μὲν καὶ σύ, ἀναιδέστατε Ζώσιμε, τὴν θείαν ἱερωσύνην λυμαίνεσθαι, καὶ πᾶσαν αὐτῇ ὕβριν προστρίβεσθαι· ἔσχες δὲ καὶ σύζυγον ὅμοιον, καὶ ζεῦγος βοῶν συνηρμόσθητε, τὴν ἀκανθοφόρον γῆν τῶν παθῶν ἐργαζόμενοι. Στῆτε τοίνυν, ὦ δείλαιοι, τῆς ἀτόπου μανίας. Παύσασθε πάντολμοι τὴν βασιλικὴν αὐλὴν καταχραίνοντες. Τῶν μολυσμῶν ἑαυτοὺς ἐκκαθάρατε.
Κηλῖδος τὸ θυσιαστήριον ἀπαλλάξατε. Ἡμᾶς δακρύων κουφίσατε, τοὺς ὁρῶντας σκανδάλων ἐλευθερώσατε, τοὺς κωμῳδοῦντας σιγᾷν συγχωρήσατε, τὴν κρίσιν τοῦ Θεοῦ ἐνθυμήθητε, τῆς ἑαυτῶν ψυχῆς καὶ τοῦ σώματος φείσασθε.
ΡΙΘʹ. ΕΥΣΕΒΙῼ ΕΠΙΣΚΟΠῼ. Ὅτι φρικτὸν εἰς ὑπερβολὴν τὸ πιπράσκειν ἱερωσύνην ἢ ἐξωνεῖσθαι. Καλῶς τὸ Ψαλμικὸν ἐμελέτησας, καὶ τοὺς μονοτρόπους ἐν τῷ τοῦ Κυρίου οἴκῳ συνήγαγες, Ζωσίμῳ συζεύξας [καὶ] Μάρωνα· πᾶσαν σπουδήν, ὡς οἶμαι, τιθέμενος, μή τι τῶν φαύλων ἔξω τοῦ θυσιαστηρίου σταίη. Ἴσθι τοίνυν ὡς πληθύνων τοὺς Σίμωνας, τοὺς χρήμασι κτᾶσθαι τὸ τοῦ Θεοῦ Πνεῦμα νομίζοντας, κοινὸν ἐκτήσω βαλάντιον τῷ προδότῃ, εἰς χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας καλινδούμενος, καὶ προπίνων τολμηρῶς τὰ καὶ ἀγγέλοις αὐτοῖς περιπόθητα.
ΡΚʹ. ΕΥΣΕΒΙῼ ΠΡΕΣΒΥΤΕΡῼ. Περὶ τοῦ ἐπισκόπου Εὐσεβίου καὶ Ζωσίμου. Μὴ θαυμάσῃς τὴν τόλμαν Εὐσεβίου καὶ τὸ θράσος Ζωσίμου, ἀλλὰ τὴν τοῦ Θεοῦ μακροθυμίαν, οὕτως ἡμᾶς εἰς μετάνοιαν περιμένοντος, καὶ ἐξ ἀκαθάρτου χειρὸς δεχομένου θυμίαμα. Εἰ γάρ τις ἁμαρτίαις ἀπότροφος, πᾶσι κατεστιγμένος μολυσμοῖς τε καὶ πταίσμασι, θυσιαστηρίων ἅπτεται Θεοῦ, καὶ χειρίζει ἀνάγνως τὰ ἅγια, αὐτὸς μὲν ὑφέξει κρῖμα, τὸ δὲ θεῖον βῆμα ταῖς ἐκείνου πράξεσιν οὐ κοινοῦται.
ΡΚΑʹ. ΤΙΜΟΘΕῼ ΑΝΑΓΝΩΣΤῌ. Εἰς τό, «Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.» «Οὐκ ἀπεστάλην, φησὶν ὁ Κύριος τῇ Χαναναίᾳ, εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ·» τὴν πρὸς τὸν Ἀβραὰμ πληρῶσαι θέλων ὑπόσχεσιν, καὶ τοῦ σπέρματος αὐτοῦ ἐπιλαβόμενος, καὶ μητέρα ἐκεῖθεν ἐπιλεξάμενος, καὶ ἐν αὐτῇ καὶ ἐξ αὐτῆς σαρκωθείς, καὶ ἄνθρωπος κατὰ ἀλήθειαν ὅμοιος ἡμῖν κατὰ πάντα, πλὴν ἁμαρτίας, γενόμενος, καὶ Ἰουδαίων πᾶσαν σκῆψιν ἀναιρῶν. Ἐπειδὴ γάρ, ὡς ἔφην, τοῖς πατράσι τὴν σωτηρίαν ὑπέσχετο, καὶ τὸ σπέρμα αὐτῶν πληθῦναι ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ, πρὸς αὐτοὺς καὶ ἐξ αὐτῶν παρεγένετο· καὶ τέως τοὺς ἐξ ἐθνῶν οὐ προσίετο, προτέραν ἐκείνοις φυλάττων τὴν εἴσοδον. Ἐπειδὴ δὲ τῶν μὲν εἶδε τὸ ἀμετάθετον, τῶν δὲ εὗρε τὸ εὐεπίστροφον, καὶ τοὺς μὲν θάνατον αὐτῷ καὶ σταυρὸν γεωργήσαντας, τοὺς δὲ προσκύνησιν καὶ θεολογίαν καρποφορήσαντας, ἀναστὰς ἐκ νεκρῶν, ἐντολὴν δίδωσι τοῖς μαθηταῖς μαθητεῦσαι πάντα τὰ ἔθνη, τὸ ἄγνωμον καὶ ἀχάριστον τῶν Ἰουδαίων παραιτούμενος. Οὖ χάριν πρὸς τὰ ἔθνη στραφέντες, εἰς πᾶσαν τὴν οἰκουμένην, τοῦ θείου κηρύγματος αἴγλην ἐξέλαμψαν.
ΡΚΒʹ. ΔΩΡΟΘΕῼ ΚΟΜΗΤΙ. Ἐρμηνεία τῆς ἱερατικῆς ἐκφωνήσεως. Εἰρήνην ὁ ἱερεὺς ἀπὸ τοῦ ὕψους τῆς καθέδρας τῇ ἐκκλησίᾳ ἐπιφθέγγεται· τὸν Κύριον τῆς καθέδρας μιμούμενος ἀναλαμβανόμενον, εἰρήνην τὴν οἰκείαν ἀφιέντα καὶ διδόντα. Τὸ δέ, «Καὶ τῷ πνεύματί σου,» παρὰ τοῦ λαοῦ ἀποκρινόμενον, τοῦτο δηλοῖ·
Εἰρήνην μὲν ἡμῖν παρέσχες, Κύριε, τὴν ἐν ἀλλήλοις ὁμόνοιαν. Εἰρήνην δὲ δὸς ἡμῖν, τὴν πρὸς σὲ ἀδιαίρετον ἕνωσιν, ἵνα τῷ πνεύματί σου εἰρηνεύοντες, ὃ ἡμῖν ἐν ἀρχῇ τῆς δημιουργίας ἐνέθηκας, ἀχώριστοι τῆς σῆς ἀγάπης τυγχάνωμεν.
ΡΚΓʹ. Τῼ ΑΥΤῼ. Διασάφησις τῆς ἐκκλησιαστικῆς μυσταγωγίας. Ἡ καθαρὰ σινδὼν ἡ ὑφαπλουμένη τῇ τῶν θείων δώρων διακονίᾳ, ἡ τοῦ Ἀριμαθέως ἐστὶν Ἰωσὴφ λειτουργία. Ὡς γὰρ ἐκεῖνος τὸ τοῦ Κυρίου σῶμα σινδόνι ἐνειλήσας τῷ τάφῳ παρέπεμψε, δι’ οὗ ἅπαν τὸ γένος ἡμῶν τὴν ἀνάστασιν ἐκαρπώσατο· οὕτως ἡμεῖς ἐπὶ σινδόνος τὸν ἄρτον τῆς προθέσεως ἁγιάζοντες, σῶμα Χριστοῦ ἀδιστάκτως εὑρίσκομεν, ἐκείνην ἡμῖν πηγάζον τὴν ἀφθαρσίαν, ἣν ὁ παρὰ Ἰωσὴφ μὲν κηδευθείς, ἐκ νεκρῶν δὲ ἀναστὰς Ἰησοῦς ὁ Σωτὴρ ἐχαρίσατο.
ΡΚΔʹ. Τῼ ΑΥΤῼ. Κατὰ Θεοπασχητῶν καὶ τῶν μίαν ἐπὶ Χριστοῦ φύσιν εἶναι λεγόντων. Θεοῦ πάθος οὐ λέγεται· Χριστοῦ γὰρ τὸ πάθος γέγονε· σαρκωθέντος δηλονότι Θεοῦ, καὶ τῇ προσλήψει τῆς σαρκὸς τὸ πάθος ὑπομείναντος. Θεότης γὰρ γυμνὴ οὐ μόνον πάσχειν οὐ δύναται, ἀλλ’ οὔτε κρατεῖσθαι, οὐδὲ ὁρᾶσθαι, εἰ μὴ τῇ φύσει τῶν ἀνθρώπων ἡνώθη φιλανθρώπως.
ΡΚΕʹ. ΓΡΗΓΟΡΙῼ ΕΠΙΣΚΟΠῼ. Περὶ τοῦ συναντήσαντος ἀγγέλου τῷ Μωϋσῇ, καὶ ζητήσαντος αὐτὸν ἀνελεῖν. Τὸ μὲν μῆκος αἰσχύνομαι ὅσον τὸ γράμμα ἀφίκετο· τὸν δὲ τῦφον οὐκ ἤνεγκα παρὰ σοῦ ἐρωτώμενος. Ὅμως ἐπειδὴ καὶ γονεῖς ἐπαγάλλονται τοῖς τῶν παίδων γυμνάσμασιν, εἰ καὶ ψιλὰ εἴη ἀθύρματα, συντόμως ἐρῶ. Ὁ ἄγγελος ὁ ὑπαντήσας Μωσεῖ εἰς Αἴγυπτον καταβαίνοντι, καὶ βουληθεὶς ἀνελεῖν αὐτόν, οὐ τὸν φόνον ἐκδικῶν, ὃν πάλαι ζηλώσας εἰργάσατο, τὴν μάχαιραν κατ’ αὐτοῦ ἀντετείνατο· ἀλλὰ τοῦ νόμου παράβασιν ἐγκαλῶν αὐτῷ, ὃν πληροῦν ἐπορεύετο. Νομοθέτης γὰρ παρὰ Θεοῦ προχειρισθείς, καὶ φυλάσσειν τὸν νόμον ἀκριβῶς ὀφείλων, αὐτὸς ἐκ προοιμίων τοῦτον παρέβαινε, τοὺς υἱέας αὐτοῦ ἀκροβύστους εἰς Αἴγυπτον ἐπαγόμενος, κἀκείνην τὴν ἐντολὴν καταργῶν, ἥτις μόνη Ἑβραίους καὶ ἀλλοφύλους διέκρινεν. Ἐπεὶ δὲ Σεπφώρα ψῆφον λαβοῦσα, τὸν υἱὸν περιέτεμεν, ἐν συναισθήσει γινομένη τοῦ πταίσματος, καὶ πρὸς πόδας τοῦ ἀγγέλου προσέπεσεν, εὐθὺς αὐτὸς ἀνεχώρησεν, ἐκεῖνο δείξας αἴτιον τῆς τοῦ Θεοῦ δικαίας ἀγανακτήσεως, ὃ ἡ πίστις τῆς γυναικὸς ἐστοχάσατο. Καὶ γὰρ φιλεῖ ἐν ἀνάγκαις τὰ γύναια σπουδαιοτέροις κεχρῆσθαι τῶν ἀνδρῶν μηχανήμασι, καὶ τῆς πρὸς Θεὸν καταφυγῆς γνησιώτερον ἅπτεσθαι. Ἐκεῖνο τοίνυν ἐποίησεν ὃ νῦν λέγεσθαι συμβαίνει ἐν ὀξείαις ἀναγκῶν περιστάσεσι.
Τοῖς κακοῖς ἐκυκλώθημεν, σπουδαίως τὰ παιδία βαπτίζωμεν. Ἴσως δυσωπηθῇ ὁ ἄγγελος τὸ μυστήριον. Ἀντὶ βαπτίσματος γὰρ τῇ περιτομῇ Ἰουδαῖοι ἐκέχρηντο.
ΡΚϛʹ. ΕΡΜΙΝῼ ΚΟΜΗΤΙ. Εἰς τὸ γεγραμμένον, «Φρόνιμοι, ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι, ὡς αἱ περιστεραί.» Φρονίμους ἡμᾶς εἶναι κατὰ τὸν ὄφιν κελεύει ὁ Κύριος, ἐν παντὶ πειρασμῷ συντηροῦντας τὴν κεφαλὴν ἡμῶν, ἥτις ἐστὶν ἡ πίστις ἡμῶν, εὐμαθέστατε.
Ὅσαις γὰρ ἂν περιστάσεσι καὶ πληγαῖς ὁ ὄφις συνέχηται, τὴν ἑαυτοῦ φυλάττει κεφαλὴν ἀβλαβῆ. Καὶ πάλιν σοφισμῷ τὴν παλαίωσιν ἀποδύεται ἐν στενωπῇ τινι παρεισδύσει θλιβόμενος, καὶ τὸ γῆρας ἀποτιθέμενος. Βούλεται τοίνυν καὶ ἡμᾶς διὰ τῆς στενῆς ὁδοῦ καὶ κακώσεως τὸν παλαιὸν ἄνθρωπον ἀπεκδύεσθαι, καὶ τὸν νέον ἀνταμφιέννυσθαι, τὸν κατὰ τὴν αὐτοῦ εἰκόνα ἀνακαινούμενον.
ΡΚΖʹ. ΣΙΜΠΛΙΚΙῼ. Ὅτι τῶν πολλῶν βιβλίων ἡ κτῆσις τοῖς μὲν κεχρημένοις ὠφέλιμος· τοῖς δὲ μόνῃ τῇ τούτων κτήσει πλουτεῖν οἰομένοις ἐσχάτης τιμωρίας γίνεται πρόξενος. Βίβλους ἐκτήσω πλείστας, ὡς ἔμαθον, καὶ οἰήσει πλουτεῖς, ἀγνοῶν τὴν ἀνάγνωσιν, ταυτὸν ποιῶν τοῖς τὸν σῖτον κατέχουσι, καὶ τοὺς σῆτας τρέφουσι. Καὶ αὐταὶ μὲν γὰρ σητῶν μητέρες καὶ τροφοί, ὅταν δέδενται, γίνονται Ἢ κέχρησο τοίνυν τῷ κτήματι, ἢ μὴ βλάπτε τὴν παίδευσιν, πολλὴν κἀνταῦθα κωμῳδίαν συνάγων, βιβλιοφόρος ἢ βιβλιοτάφος, καὶ σητοτρόφος καλούμενος· καὶ ἐπὶ Θεοῦ κατηγορίαν ἀθροίζων, ὡς μέγα τάλαντον ὠφελείας ἀποκρυψάμενος, ὃ ἄλλοις μὲν ἐπιστεύθη, καὶ σοφῶς ἐπειργάσθη, παρὰ σοῦ δὲ ἰταμῶς κατωρύχθη.
ΡΚΗʹ. ΖΩΣΙΜῼ. Περὶ κενοδοξίας. Εἰκὸς μέν σε ἀμαθαίνοντα, ἀνάλογον ἔχειν τῆς ἀπαιδευσίας ἀναίδειαν. Ἐπειδὴ δὲ πρὸς ταύταις, ὡς ἔμαθον, καὶ φρόνημά σε φυσᾷ ὑπερήφανον, γνῶθι σαυτόν. Ἐκ τῶν λόγων σου ἔχεις ἐγγύς σου τὸν ἔλεγχον. Ὅρα πόσον κινεῖς βαρβαρίζων τὸν γέλωτα.
Βλέπε μειδιῶντας τοῖς σολοικισμοῖς τοὺς ἀκούοντας. Καὶ ἢ παῦσαι λαλῶν καταγέλαστα, ἢ φρόνει πτωχὰ πρὸς τοὺς λόγους σου.
ΡΚΘʹ. ΠΑΧΩΜΙῼ ΜΟΝΑΧῼ. Ἡ τοῦ Θεοῦ βασιλεία, ἡ μοναχική ἐστι πολιτεία, οὐδενὶ μὲν ὑποκύπτουσα πάθει, μετέωρα δὲ φρονοῦσα καὶ ὑπερουράνια κατορθοῦσα. Ταύτης ἐχόμενος, πρόσεχε μή τί σε δοῦλον ἀνδραποδίσῃ παράπτωμα, καὶ τῶν ἀνακτόρων τῶν βασιλικῶν ὑποσύρῃ.
Δυσχερὴς γὰρ τοῖς ἐκπίπτουσιν, ἡ πρὸς ἐκείνην ἀνάκλησις. Ὁ δὲ Θεὸς ὁ θύραν ἀνοίξας ἐνεργῆ, καὶ θύραν καλῶν ἑαυτόν, δι’ ἧς ἐστι τῆς σωτηρίας ἡ εἴσοδος, δῴη σοι καὶ νοῦν ἀμετεώριστον, καὶ λόγον ἀκατάγνωστον, ἠρτυμένον τῇ χάριτι. Δι’ ὧν καὶ ὁ παρών σοι βίος εὐμαρὴς εὑρεθήσεται, καὶ ὁ μέλλων αἰὼν εὐμενὴς καὶ σωτήριος.
ΡΑʹ. ΙΩΑΝΝῌ ΜΟΝΑΧῼ. Περὶ νηστείας, καὶ ἀγρυπνίας, καὶ γαστριμαργίας. Οὐκ οἶδε κόρος ἀγρυπνεῖν. Οὐκ οἶδε τύφος ἠρεμεῖν. Ἐγρηγόρσεως δεῖται καὶ πραότητος ἄσκησις. Εἰ οὖν ταύτης ἀντιποιῇ, ἐκεῖνα κατάργησον· εἰ δὲ γαστρὸς οὐ κρατεῖς, τί καὶ τὸν τόπον καταργεῖς, καὶ τοὺς ἀθλοῦντας ἐκνευροῖς;
ΡΛΑʹ. ΤΙΜΟΘΕῼ ΑΝΑΓΝΩΣΤῌ. Περὶ τῆς τοῦ Ζαχαρίου κωφεύσεως. Ἡ Ζαχαρίου κώφευσις οὐκ ἐκπλήξει γέγονεν, ὡς ἐνόμισας, νουνεχέστατε. Ἐν συνηθείᾳ γὰρ θεοφανείας καὶ ἀγγελικῆς ὀπτασίας ἦν ὁ ἱερεύς, καθαρῶς τοῖς μυστηρίοις διακονούμενος, ἀλλὰ τῷ τύπῳ τῆς ἐκείνου σιγῆς, ἡ τοῦ νόμου ἐδηλοῦτο σιωπή.
Τὸ δὲ ἀπὸ σιγῆς καὶ στειρώσεως, καὶ γήρως τεχθῆναι τὴν φωνήν, τοῦτο οἶμαι δηλοῦν, τὸ ἐκ τοῦ παλαιωθέντος, καὶ καταγηράσαντος στειρωθέντος τῇ ἀνηκοΐᾳ τῶν δεξαμένων νόμου τοῦ γραπτοῦ, τὰς περὶ Χριστοῦ προῤῥήσεις προελθεῖν, καὶ τὴν αὐτοῦ μητέρα ἐκ τούτου συνελθεῖν.
ΡΛΒʹ. Τῼ ΑΥΤῼ. Τί εἰσιν αἱ ἀκρίδες, καὶ τὸ μέλι τὸ ἄγριον, οἷς ὁ Βαπτιστὴς Ἰωάννης ἐτρέφετο. Αἱ ἀκρίδες, αἷς Ἰωάννης ἐτρέφετο, οὐ ζῶά εἰσιν ὥς τινες οἴονται ἀμαθῶς, κανθάροις ἀπεοικότα. Μὴ γένοιτο· ἀλλ’ ἀκρέμονες βοτανῶν ἢ φυτῶν. Οὔτε δὲ πόα τίς ἐστι πάλιν τὸ μέλι [τὸ] ἄγριον. Ἀλλὰ μέλι ὄρειον ὑπὸ μελισσῶν ἀγρίων γινόμενον, πικρότατον ὄν, καὶ πάσῃ γεύσει πολέμιον. Δι’ ὧν τὴν ὑπερβάλλουσαν κάκωσιν ἐπεδείκνυτο Ἰωάννης, οὐκ ἐνδείᾳ μόνῃ, ἀλλὰ καὶ τραχύτητι πᾶσαν ὄρεξιν πικραίνων τοῦ σώματος.
ΡΛΓʹ. ΣΤΡΑΤΗΓΙῼ ΔΟΥΚΙ. Πρὸς ἄρχοντας. Ἔχεις μὲν ψυχὴν ἀρχικὴν μισῶν τὴν πονηρίαν ἐκ παιδός. Ἔλαβες δὲ καὶ νῦν ἐκ βασιλέως ἡγεμονίαν παρέχουσαν δύναμιν, ἢν ἐξῄτει ἡ πρόθεσις. Ἐπειδὴ τοίνυν Θεοῦ ἐστιν ἀμφότερα τὰ χαρίσματα, χρῆσαι τούτοις εἰς θεραπείαν αὐτοῦ ὅση δύναμις· ἵνα καὶ μείζονα δώσῃ ἐξουσίαν, εἰ ταύτην ἴδῃ καθαρῶς διοικουμένην. Οἶδε γὰρ καὶ ποιμαντικὴν μεγαλόψυχον, βασιλείαν ποιεῖν πολυδύναμον.
ΡΛΔʹ. ΖΩΣΙΜῼ. Περὶ ἀναλγησίας. Εἰ βασιλεία σε οὐ προτρέπεται, οὐδὲ γέεννα πάλιν δεδίττεται, λανθάνομεν ἀτιθάσσῳ θηρίῳ ἐπᾴδοντες, ἐν ἀνθρωπείᾳ μορφῇ, πονηρῷ δαίμονι [πρὸς] παλαίοντες.
ΡΛΕʹ. Τῼ ΑΥΤῼ. Ὅμοιον. Εἰ καὶ τὴν ἰσχὺν τοῦ σώματος, καὶ τὴν αὐτοῦ πνεύματος καθαιρεῖ καὶ ἀφαιρεῖται ἡ λαγνεία, καὶ εὐχερῆ ποιεῖ πρὸς ἐμπαιγμὸν καὶ γέλωτα τὸν ἁλόντα, καθὼς διδάσκει Σαμψὼν ἐκτυφλούμενος, τί ἐπισπᾶσαι αἰχμαλωσίαν αὐθαίρετον, καὶ οὐ φυλάττεις τὴν φυσικὴν ῥώμην ἀλώβητον, ἀλλ’ ἔργον παθῶν ἑκουσίως γινόμενος, καὶ τὸν Θεὸν λυπεῖς οὐκ ἔχοντα κλῖναι τὴν κεφαλὴν ἐν τῷ βίῳ σου, καὶ ἡμῖν πολεμεῖς εὐχομένοις σωθῆναί σε, καὶ σαυτὸν ἀδικεῖς, τὰ ῥώσεως παραιτούμενος φάρμακα;
ΡΛϛʹ. ΕΡΜΙΝῼ ΚΟΜΗΤΙ. Περὶ τάξεως ἐπισκόπου, καὶ τίνος τύπον φέρει. Ὅσον αὐτὸς ἄπληστος εἶ πρὸς τὴν μάθησιν, τοσοῦτον ἐγὼ πρόθυμος πρὸς τὴν δήλωσιν, μόνον εἰ Θεὸς δῷ ταῖς εὐχαῖς σου τὴν εὕρεσιν ἄνωθεν· ἡ ὀθόνη, μεθ’ ἧς λειτουργοῦσιν ἐν τοῖς ἁγίοις οἱ διάκονοι, τὴν τοῦ Κυρίου ἀναμιμνήσκει ταπείνωσιν, νίψαντος τοὺς πόδας τῶν μαθητῶν, καὶ ἐκμάξαντος. Τὸ δὲ τοῦ ἐπισκόπου ὠμοφόριον ἐξ ἐρέας ὄν, ἀλλ’ οὐ λίνου, τὴν τοῦ προβάτου δορὰν σημαίνει, ὅπερ πλανηθὲν ζητήσας ὁ Κύριος, ἐπὶ τῶν οἰκείων ὤμων ἀνέλαβεν. Ὁ γὰρ ἐπίσκοπος εἰς τύπον ὢν τοῦ Χριστοῦ, τὸ ἔργον ἐκείνου πληροῖ, καὶ δείκνυσι πᾶσι διὰ τοῦ σχήματος, ὅτι μιμητής ἐστι τοῦ ἀγαθοῦ καὶ μεγάλου ποιμένος, ὁ τὰς ἀσθενείας φέρειν τοῦ ποιμνίου προβεβλημένος· καὶ πρόσχες ἀκριβῶς. Ἡνίκα γὰρ αὐτὸς ὁ ἀληθινὸς ποιμὴν παραγένηται διὰ τῆς τῶν Εὐαγγελίων τῶν προσκυνητῶν ἀναπτύξεως, καὶ ὑπανίσταται καὶ ἀποτίθεται τὸ σχῆμα τῆς μιμήσεως ὁ ἐπίσκοπος, αὐτὸν δηλῶν παρεῖναι τὸν Κύριον, τὸν τῆς ποιμαντικῆς ἡγεμόνα, καὶ Θεὸν καὶ δεσπότην.
ΡΛΖʹ. ΝΕΙΛῼ. Εἰς τὸ εἰρημένον ὑπὸ τοῦ Κυρίου, «Τὸ δὲ καθίσαι ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων, οὐκ ἔστιν ἐμὸν δοῦναι.» Τὴν αἴτησιν τῆς μητέρος τῶν υἱῶν Ζεβεδαίου οὐχ ὡς ἀδύνατον αὐτῷ παραιτεῖται ὁ Κύριος· ὃ γὰρ βούλεται δύναται· ἀλλ’ ὡς ἄτοπον ἀπεπέμψατο. «Εἰπὲ γάρ, φησίν, ἵνα οἱ δύο υἱοί μου καθίσωσιν, εἶς ἐκ δεξιῶν σου, καὶ εἶς ἐξ εὐωνύμων σου ἐν τῇ βασιλείᾳ σου.» Ὁ δὲ δίκαιος μισθαποδότης, εὐλόγῳ τινὶ κρίσει σωφρονίζει τὸ ἄτοπον. Οὐκ ἔστιν ἐμὸν δοῦναι ἁπλῶς τοῖς αἰτοῦσιν, ἀλλὰ παρασχεῖν μισθὸν τοῖς καμοῦσιν· οὐκ ἔστι γὰρ δικαίου κριτοῦ τοὺς ἱδρῶτας παριδεῖν, καὶ ῥᾳθύμοις παρασχεῖν. Εἰ τοίνυν τῆς καθέδρας ἐρῶσι, τοὺς ἀγῶνας οὐκ ἀγνοοῦσιν, ὧν ἐκείνη βραβεῖον τοῖς νομίμως ἀθλοῦσιν ἡτοίμασται.
ΡΛΗʹ. ΚΥΘΗΡΙῼ ΣΑΒΕΛΛΙΑΝῼ. Εἰς τό, «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Οὐκ ἔστιν, ὡς ἔγραψας, ἰδεῖν τὸ ἐν Γραφῇ κρυπτόμενον φῶς, δι’ ὧν ἐδήλωσας, ἀλλὰ μᾶλλον τυφλώττεις πρὸς τὴν αἴγλην τὴν ἐξ αὐτῆς ἀστράπτουσαν.
Τὸ γὰρ εἰπεῖν μίαν εἶναι φαινομένην ἐν αὐτῇ Πατρὸς καὶ Υἱοῦ τὴν ὑπόστασιν, μεγάλης εἶναι ἀνοίας, μᾶλλον δὲ ἐμβροντησίας. Εἰ γὰρ πρόσχῃς ἀκριβῶς τῇ ἀσφαλείᾳ τῶν γεγραμμένων, εὑρήσεις τὸ ἀπλανὲς τοῦ μυστηρίου. «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» εἵρηται· οὐκ, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν εἰμι.
Τὸ τοίνυν ἐν τῆς μιᾶς οὐσίας δηλωτικόν· τὸ ἐσμέν, τῶν δύο ὑποστάσεων σημαντικόν.
ΡΛΘʹ. ΘΕΩΝΙ Εἰς τό, «Οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ.» «Οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ,» Φιλιππησίοις γράφει ὁ θεῖος Ἀπόστολος, ἀνθρώποις καὶ δεισιδαίμοσι καὶ τῶν Ἑλληνικῶν δογμάτων [Ἑλλήνων] προμάχοις καὶ φύλαξι, καὶ ἐκ τῆς πρὸς ἐκεῖνα σχολῆς ἀπαραδέκτως πρὸς τὸ κήρυγμα ἔχουσι τοῦ Εὐαγγελίου. Ἐπειδὴ γὰρ ἔμαθον Ἑλληνίζοντες τὸν θεὸν αὐτῶν καὶ ὕπατον γεγονότα ἐκτεμόντα τῶν γεννητικῶν ὀργάνων τὸν ἑαυτοῦ πατέρα, δέει ὑπάρξεως ἑτέρων υἱῶν, καὶ τῆς βασιλείας κοινωνῶν, καὶ ἀρπαγὰς θεότητος καὶ ἔρεις καὶ πολέμους περὶ ταύτης πολλούς, ἠπίστουν εἰ Υἱὸς τοῦ Θεοῦ δεῦρο ἐπιφοιτήσας σεσάρκωται καταλιπὼν τὰ οὐράνια, καὶ μὴ δεδιώς τινα τοῦ κράτους μετάθεσιν.
Ταύτην τοίνυν αὐτοῖς τὴν ἄγνοιαν, καὶ μᾶλλον ἄνοιαν, ὁ θεῖος ἄνθρωπος καὶ τῶν ἀποῤῥήτων διδάσκαλος διορθούμενός φησι· «Τοῦτο φρονεῖσθε ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών,» τουτέστιν, ἢν ἥρπασε Θεότητα, καὶ βασιλείαν, ἀλλ’ ἔμφυτον ἔσχε πρὸ τῶν αἰώνων, οὐδὲ ἀφαιρεθῆναι ὑπέλαβεν, ἀλλὰ Δεσπότης ὑπάρχων, καὶ τῶν ἐπουρανίων, καὶ τῶν ἐπιγείων καὶ τῶν καταχθονίων, οὐδὲ τὰ ἄνω κατέλιπε, καὶ πρὸς ἡμᾶς παρεγένετο· ἔτι καὶ τῷ ᾅδει ἐπιφοιτήσας, ἵνα διὰ πάντων γενόμενος, πάντοθεν τὰ πάντα ἀνασώζηται· ἐπὶ γῆς μέν, τοὺς ζῶντας καὶ ζησομένους ἀνανεούμενος· ὑπὸ γῆν δὲ τοὺς κρατουμένους τῆς τοῦ θανάτου τυραννίδος ἀφαιρούμενος.
ΡΜʹ. ΖΩΣΙΜῼ. Πρὸς Ζώσιμον γεγηρακότα, καὶ τοῖς κακοῖς ἐπιμένοντα. Ταπεινὲ Ζώσιμε, ἐσχάτη ὤρα ἐστί. Τί ὡς ἀρχὰς ἔχων τοῦ ζῇν ῥᾳθυμεῖς; Ὁ θερισμός σοι παρέστηκε· λευκή ἐστιν ἡ χώρα πρὸς τομήν. Τί ὡς πρὸ τοῦ σπεῖραι, ἀμελεῖς; Αἱ τρίχες σε τὸ τέλος διδασκέτωσαν·
Τί ὁ μακρός σε χρόνος τὸ πέρας συνορᾷν οὐκ ἐπαίδευσεν; Ὁ κριτὴς ἔμφοβος παραγίνεται· τί οὐχ ἑτοιμάζεις τὰ ἔργα σου πρὸς τὴν σύστασιν; Παῦσαι κραιπαλῶν· νῆψον κἂν ὀψέ· μὴ καταγέλα τῆς θείας μακροθυμίας, ἐσθίων καὶ πίνων μετὰ τῶν μεθυόντων. Οὐ χρονίζει ἐλθεῖν ὁ Κύριός σου, ὡς νομίζεις· ἀλλὰ τότε παραγίνεται, ὅτε σὺ οὐ γινώσκεις.
Καὶ χρή σε λοιπὸν ἀνανῆψαι, κἂν ἐκείνῳ τῷ φόβῳ σωφρονισθέντα.
ΡΜΑʹ. ΑΔΑΜΑΝΤΙῼ. Πρὸς Ἰουδαίους· περὶ τῆς θείας συλλήψεως. Εἰπὲ τῷ Ἰουδαίῳ τῷ πρὸς σὲ διενεχθέντι περὶ τῆς θείας σαρκώσεως, καὶ λέγοντι, ὅτι ἀδύνατόν ἐστι φύσει ἀνθρωπείᾳ δίχα συνουσίας καὶ σπέρματος τεκεῖν· ὅτι οὐδὲν ξένον, εἰ καὶ τοῦτο ἀγνοεῖς, μετὰ [τῶν] πάντων τῶν τοῦ νόμου μυστηρίων καὶ δογμάτων. Ὁ γὰρ εὐθέως τὰ προοίμια τοῦ νόμου καταμαθεῖν μὴ δυνηθείς, ἐπίδηλα ὄντα καὶ σαφῆ, πῶς δύνασαι εἰς τὸν ἀπόκρυφον αὐτοῦ διιδεῖν, ἢ διακύψαι βυθόν; Γέγραπται γάρ, ὅτι «Ἐπέβαλεν ὁ Θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδάμ, καὶ ὕπνωσε, καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ, καὶ ἀνεπλήρωσε σάρκα ἀντ’ αὐτῆς· καὶ ᾠκοδόμησε τὴν πλευρὰν ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδὰμ εἰς γυναῖκα,» πρότερον κτίσας ἀπὸ τοῦ χοὸς τὸν Ἀδάμ.
Ἰδοὺ οὖν ὁ ἀνὴρ ἐκ τῆς γῆς καὶ ἡ γυνὴ ἐκ τοῦ ἀνδρός, καὶ ἀμφότεροι τῆς συνουσίας χωρίς. Ἐπεὶ οὖν ἐπώφειλεν ἡ γυνὴ χρέος τῷ ἀνδρί, ἐκ τῆς πλευρᾶς αὐτοῦ δίχα σπορᾶς ὑποστᾶσα, τοῦτο ἀπέτισε καὶ μήτηρ τοῦ Κυρίου, αὐτὸν δίχα σπέρματος ἀποδοῦσα σεσαρκωμένον. Οὐκ ἔστιν οὖν τῇ φύσει ἀδύνατον· ἀλλ’ ὥσπερ ἐπὶ τῶν πρωτοπλάστων ἤδη γεγένητο, ἐπὶ τῆς Δεσποτικῆς οἰκονομίας τετέλεστο· εἰ καὶ τὰ παράδοξα τῷ τόκῳ τούτῳ ὠφείλετο· ἀναγίνωσκε οὖν, ἵνα γινώσκῃς. Εἰ δὲ γινώσκειν οὐ βούλει, μὴ ἀναγίνωσκε, ἵνα μὴ καταγινώσκῃ, ὡς ἀγνοῶν ἃ ἀναγινώσκεις.
ΡΜΒʹ. ΕΙΡΩΝΙ ΣΧΟΛΑΣΤΙΚῼ. Περὶ δούλου πταίσαντος ἵνα λάβῃ συγχώρησιν. Κατέλαβέ τις τὴν ἐσχατιάν, ἣν οἰκοῦμεν, νεώτερος, καὶ ἐντυχὼν τῷ τὴν θύραν φυλάσσοντι, πρὸς ἐμὲ γενέσθαι ἠξίωσεν. Ὡς δὲ ἑτοίμη ἡ ἡμετέρα συνήθεια πάντας οἴκοι προσίεσθαι, καὶ δεξιᾶς μεταδιδόναι ὁμιλίας καὶ ἀναπαύσεως, εἰσεκλήθη, καὶ πρηνὴς σπουδαίως ἐπ’ ἐδάφους ἐγένετο, οὐδὲν εἰπὼν πρὸ [τοῦ] κλαῦσαι πολλά· ἐπειδὴ δὲ ἐγὼ καὶ χειρὶ ἀντελαβόμην, καὶ συμβαλέσθαι τὰ ἐν δυνάμει ὑπεσχόμην, καὶ ὅς τις εἴη, καὶ ὅτου χρῄζει ἠρόμην, οἰκέτης μὲν ἔφη εἶναι ὑμέτερος, πταίσματι δὲ ἐξ ἀγνοίας ἐμπεπτωκέναι κρείττονι, ὡς ἐνόμισε, μεταγνώσεως· καὶ τὸ μὲν πρώτῳ [τὸν] ἐξέπληξεν· οὐ γὰρ οἶμαι οἰκέτην ἔχειν τὸν φιλόχριστον Εἴρωνα, εἰδότα τὴν χάριν τὴν πάντας ἐλευθερώσασαν. Τὸ δεύτερον δὲ ἠνίασεν, ἐπειδὴ πᾶν ἁμάρτημα παρὰ τῶν πραξάντων, καὶ δευτερούμενον ἀφιέναι ἀλλήλοις παρὰ Χριστοῦ ἐκελεύσθημεν, καὶ διδάξαντος, καὶ ποιήσαντος οὕτως.
Διδάξαντος μέν, «Ἐὰν μὴ ἀφῆτε παραπτώματα τοῖς ἀνθρώποις, οὐδὲ ὑμῖν ἀφήσει ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τὰς ἁμαρτίας ὑμῶν·» ποιήσαντος δὲ ἐν τῷ τὴν πόρνην καὶ τὸν τελώνην Ματθαῖον καὶ Σαμαρείτιδα καὶ Παράλυτον, καὶ αὐτὸν Πέτρον τὸν τοῦ θιάσου [τῶν] μαθητῶν κορυφαῖον, οὐ μόνον σωματικῶν, ἀλλὰ καὶ ψυχικῶν [ἀπολῦσαι] ἁμαρτημάτων καὶ νοσημάτων.
Εἰ οὖν [τὸν] Χριστὸν θέλεις μιμήσασθαι, τὰ μεγάλα συγχώρει τοῖς πταίουσιν ἁμαρτήματα. Τὰ γὰρ βραχέα καὶ ὡς κοινὰ παρορῶσιν οἱ πλείονες, καὶ παρακλήσει χαρίζονται. Τὰ δὲ μείζονα, μόνοι οἱ μεγάλην ἔχοντες πρὸς Θεὸν τὴν συνείδησιν, καὶ μεγάλους μισθοὺς παρ’ αὐτοῦ τῶν λαμπρῶν πράξεων περιμένοντες.
ΡΜΓʹ. ΘΑΛΛΕΛΑΙῼ. Καλῶς καὶ νουνεχῶς προσέχεις τῇ ἀναγνώσει τῆς θείας παιδεύσεως, τῆς ἀνωφελοῦς ἐκείνης καὶ ἁλμυρᾶς ἀναγνώσεως τὸν ναυτιασμὸν ἀποκλεισάμενος, καὶ τὰς τοῦ Χριστοῦ ἐντολὰς θεοφιλῶς προσδεξάμενος.
Μὴ δότε τοίνυν τὸ ἅγιον τοῖς κυσί, τοῖς πολλάκις τὸν θεῖον λόγον δεξαμένοις Ἰουδαίοις, καὶ πάλιν ἐπὶ τὸν ἴδιον ἔμετον ἐπιστρέφουσιν, ἢ τοῖς ἐξ αἱρέσεων ἐπὶ τὸν ἀληθῆ λόγον βαδίζουσιν, καὶ παλινοστοῦσι πρὸς τὴν προτέραν κακόνοιαν. Τοὺς δὲ μαργαρίτας μὴ βάλλειν ἔμπροσθεν τῶν χοίρων ἐκελεύσθημεν, τῶν πάθεσιν συμφυρομένων, καὶ χοιρώδη βίον μετερχομένων, μή ποτε καταπατήσωσιν αὐτοὺς ἐν τοῖς πονηροῖς αὑτῶν ἐπιτηδεύμασι, βλασφημοῦντες τὸ θεῖον ὄνομα, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς. Ἡ γὰρ πρὸς τοὺς τοιούτους τῶν μυστηρίων μετάδοσις, ῥῆξίς ἐστιν ἀνέγερτος τοῖς καταφρονητικῶς μεταδιδοῦσιν.
ΡΜΔʹ. ΑΘΑΝΑΣΙῼ. Τί τὴν στενὴν ἑλόμενος, καὶ [τὰς] συνθήκας ὑπὲρ αὐτῆς Θεῷ παρασχόμενος, τὴν πλατεῖαν ὁδεύεις ὁδόν, τὴν εἰς θάνατον φέρουσαν; Ἡ γὰρ ἐνταῦθα ἀφειδεία, τὴν ἐκεῖθεν φέρει τιμωρίαν. Ἡ δὲ παροῦσα κάκωσις, καὶ τῶν ὀρέξεων στένωσις, τὴν μέλλουσαν τῶν ἀγαθῶν ἑτοιμάζει ἀπόλαυσιν.
ΡΜΕʹ. ΜΑΡΩΝΙ. Ὅτι φρικτὸν ἱερωσύνη. Εἰ καὶ τὴν ἱερωσύνην περιδρομῇ καὶ χρημάτων ἥρπασας ὁλκῇ, λαθὼν τοὺς ἀνθρώπους ὡς ἀβλεπτοῦντας πρὸς τὴν ἀλήθειαν· ἀλλὰ μὴ καὶ τὴν μέλλουσαν οὕτω νομίσῃς λανθάνειν ἀνταπόδοσιν. Οὔτε γὰρ θαυματουργία εἰς ὄνομα Χριστοῦ γινομένη παρά τινων, οὔτε δαιμόνων ἐπιτίμησις, οὔτε δυνάμεων ἐνέργεια πολλῶν, ἐξελέσθαι τῆς φοβερᾶς φλογὸς τοὺς ὑπευθύνους αὐτῆς δυνήσεται. Εἰ δὲ φαίη τις, Τί οὖν συνεχώρει ὁ Θεὸς τοῖς ἀναξίοις τὰ θαύματα, φαίην ἐγώ· Ὅτι διὰ τὴν δόξαν οἰκείου ὀνόματος ἐπλήρου τὰς θεοσημείας ὁ Κύριος, καὶ τῶν δαιμόνων κωλύων ἐπιβουλάς, καὶ ὁδὸν τῷ Εὐαγγελίῳ ὁμαλίζων ἀπρόσκοπον· ἅπερ ἀμφότερα κατάκρισιν οἴσει τοῖς ἀγνώμοσι μείζονα, ὅτι τοσαύτης παρὰ Θεοῦ τυχόντες δυνάμεως, τὸν δοτῆρα τῶν ἀγαθῶν ἑκουσίως ἠγνόησαν, τοὺς μὲν δαίμονας καὶ τὰ πάθη ἐπικλήσει Χριστοῦ θεραπεύοντες, ἀχάριστοι δὲ ὑπ’ αὐτῶν ἐλεγχόμενοι. Οἱ γὰρ πονηροὶ καὶ παγχάλεποι δαίμονες εὐπειθέστεροι τούτων γεγόνασι, καὶ δειλιάσαντες τοῦ Κυρίου τὸ ὄνομα, καὶ σὺν τάχει πολλῷ δραπετεύσαντες.
Ὅθεν αὐτοῖς ἄφυκτος ἠπείληται κόλασις, «Ἀποχωρεῖτε ἀπ’ ἐμοῦ, οὐκ οἶδα ὑμᾶς,» οἱ ἐργάται τῆς ἀνομίας ἀκούουσιν.
ΡΜϛʹ. ΤΙΜΟΘΕῼ ΑΝΑΓΝΩΣΤῌ. Διὰ τί τὸ δῶρον προσενεγκεῖν ὁ λεπρὸς ἐκελεύετο ὅπερ ὁ νόμος προσέταξεν. Καλῶς ἐρευνᾷς τὰς Γραφὰς ὁ τῶν τιμίων ἔμπορος μαργαριτῶν. Καὶ συντόμως ἐρῶ [τοῦτο] ὃ ζητεῖς. Τούτου χάριν τὸ δῶρον προσενεγκεῖν ὁ λεπρὸς ἐκελεύετο, ὅπερ ὁ νόμος προσέταξεν, ἵνα δειχθῇ τῶν δύο Διαθηκῶν ἡ ὁμόνοια· καὶ ὅτι ὁ νῦν τὴν ἴασιν ἐργασάμενος, αὐτός ἐστιν ὁ καὶ τὸν νόμον ἐνθέμενος.
ΡΜΖʹ. Τῼ ΑΥΤῼ. Περὶ Ἀβραάμ, καὶ Ἰσαὰκ καὶ Ἰακώβ. Παραζηλῶν ὁ Κύριος τὸν ἀχάριστον δῆμον τῶν Ἰουδαίων τῷ εὐαγγελικῷ κηρύγματι ἀντιλέγοντα, πολλοὺς ἐλεύσεσθαί φησιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, καὶ μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν προπατόρων αὐτῶν ἐν τῇ τῶν οὐρανῶν βασιλείᾳ ἀνακλιθήσεσθαι, ἐπὶ τῷ θεμελίῳ τοῦ νόμου τοὺς τῆς χάριτος λίθους οἰκοδομῶν, καὶ τοῖς πατριάρχαις συντάσσων τὸν θεῖον λαόν· καὶ δεικνὺς τὴν τοῦ νόμου πρὸς τὸ Εὐαγγέλιον συνάφειαν, καὶ τοὺς ἐν ἀμφοτέραις εὐδοκιμήσαντας τευξομένους· ἀναῤῥήσεως, τοὺς δὲ οἰήσει γένους ἐναβρυνομένους, καὶ ἀρετῆς μὲν χηρεύοντας, υἱοὺς δὲ ὑπάρχειν τῆς βασιλείας κομπάζοντας εἰς ἀτελεύτητον τιμωρίαν ὀλισθησομένους.
ΡΜΗʹ. ΚΟΝΩΝΙ ΑΡΧΟΝΤΙ. Ποταπὸν χρὴ εἶναι τὸν ἐπίσκοπον. Αἱ ἀρχαὶ τῶν πραγμάτων καὶ τῶν ἐθνῶν, καὶ τῶν θρόνων τὰ ὑψηλά, καὶ τῶν βημάτων αἱ αὐστηρίαι, εἰ γνώμαις φιλαγάθοις συζεύγνυνται, ὄντως ἀρχαὶ τυγχάνουσι, τὴν ἄνω τάξιν μιμούμεναι· ἂν δὲ πονηραῖς προθέσεσι περιπέσωσι, τυραννίδες μᾶλλον ὑπάρχουσιν, ἀκόντων ἄρχουσαι, καὶ ἀντὶ πειθοῦς ἔριδας καὶ στάσεις τεκταίνουσαι. Τί τοίνυν τὰ πρῶτα καταλιπών, τοῖς δευτέροις συγκακουχεῖς; Οὐ γὰρ κακίζεις τοὺς ὑπηκόους, ἀλλὰ σαυτὸν πρὸ ἐκείνων ἀμύνῃ. Ἡ γὰρ τῶν δήμων προπέτεια, τῷ μὲν ἄρχοντι προσρηγνυμένη, πολλή τίς ἐστι καὶ δυσήνιος, εἰς δὲ πλῆθος μεριζομένη, βραχεῖα καὶ δυσεύρετος γίνεται.
ΡΜΘʹ. ΤΡΙΒΟΥΝΙΑΝῼ ΕΠΙΣΚΟΠῼ. Ὅτι λίαν ἐπικίνδυνον ἡ ἐπισκοπή, καὶ οὐ μόνον ὁ ταύτῃ ἐπιπηδῶν ἐπίσκοπος, ἀλλὰ καὶ οἱ ψηφιζόμενοι ἀνάξιον, ἀπαραιτήτοις εἰσὶν ἐπιτιμίοις ὑπεύθυνοι. Ἐπίσκοπος ἐξ αὐτοῦ τοῦ ὀνόματος τὴν οἰκείαν ὀφείλει οἰκονομίαν ἐπίστασθαι. Ἐπισκοπεῖν αὐτὸν χρὴ τὰς ἐφόδους τῶν θηρῶν τῶν ἀοράτων καὶ τῶν ἀφανῶν, τὰς τῆς Ἐκκλησίας ῥᾳθυμίας, τὰς τῶν μοναχῶν ὀλιγωρίας, τὰς τῶν ἀδίκων ἐπηρείας, τὰς τῶν χηρῶν δυσπραγίας, τὰς τῶν ὀρφανῶν ἀπορίας, τὰς τοῦ θυσιαστηρίου ὑπονοίας, τὰς τῶν διακονούντων καχεξίας, τὰς τῶν νέων κακοπραγίας, τὰς τῶν παλαιῶν κακοβουλίας, καὶ ὅλον εἶναι ὀφθαλμὸν πάντα ὁρῶντα, καὶ μηδὲν παρορῶντα, ὧν εἴ τι ἀμεληθείη, οὐκ αὐτὸς μόνος παιδεύεται, ἀλλὰ καὶ πᾶσα πολλάκις σὺν ἐκείνῳ ἡ Ἐκκλησία. Ὁ μὲν ἐφ’ οἷς τοιοῦτος ὢν Θεῷ ἱερατεύειν ἠνέσχετο, καὶ πρᾶγμα τοσοῦτο ἢ ἄκων ἐδέξατο, ἢ μανεὶς ἐξωνήσατο· οἱ δέ, ὅτι τοιούτῳ ἱερωσύνην ἀναξίως ἐπέδωκαν.
ΡΝʹ. ΜΟΝΑΣΤΗΡΙῼ ΤΟΥ ΠΗΛΟΥΣΙΟΥ. Περὶ ξενοδοχίας. Ὥσπερ ἐκ τῶν λόγων αἱ τῆς καρδίας κινήσεις γνωρίζονται, οὕτως ἐκ τοῦ προεστῶτος ἡ τὰ οἴκου δηλοῦται κατάστασις. Ἐπεὶ οὖν τινες ἐντυχόντες μοι ἀπήγγειλαν μέσης καὶ αἰθρίας ἡμέρας καύσωνι καὶ δίψῃ κρατούμενοι, ὑπὸ τὴν προσκήνιον καταπεφευγέναι σκιάν, [καὶ] κυνὶ μᾶλλον ἢ λύκῳ μισανθρώπῳ ἐμπεπτωκέναι, τῷ παρ’ ὑμῶν τὴν φιλοξενίαν πεπιστευμένῳ, ὃς αὐτοὺς ἤλαυνε παίων συντόνως.
Εἰ δὲ λαθόντες τινὲς ἐξένισαν ἀγγέλους, ὑμεῖς οὐ λαθόντες, ἀλλὰ γινώσκοντες διώκετε ἀγγέλους.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.