Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσίδωρος ὁ Πηλουσιώτης – Ἐπιστολαὶ περὶ τῆς ἑρμηνείας τῆς θείας γραφῆς

Ἰσίδωρος ὁ Πηλουσιώτης

Βιβλίο Α΄, Επιστολές 1-52

Ποιμαντικές, δογματικές και ασκητικές επιστολές, απευθυνόμενες σε μοναχούς, κληρικούς και λαϊκούς, με έμφαση στη μοναχική πολιτεία και την ερμηνεία της Γραφής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσίδωρος ὁ Πηλουσιώτης

—

Κεφάλαιο 1 από 24

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΣΙΔΩΡΟΥ ΤΟΥ ΠΗΛΟΥΣΙΩΤΟΥ ΕΠΙΣΤΟΛΩΝ ΒΙΒΛΙΑ ΠΕΝΤΕ ΕΙΣ ΤΗΝ ΕΡΜΗΝΕΙΑΝ ΤΗΣ ΘΕΙΑΣ ΓΡΑΦΗΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ. Αʹ. ΝΕΙΛῼ ΜΟΝΑΧῼ. Οἱ μὲν ἅγιοι τῆς μοναχικῆς φιλοσοφίας κορυφαῖοι καὶ ἡγεμόνες, ἐκ τῶν ἄθλων καὶ ἀγώνων ὧν ἐτέλεσαν, καὶ τὰς προσηγορίας ἁρμοδίας τοῖς πράγμασι πρὸς νουθεσίαν ἡμῶν καὶ μάθησιν ἔθεντο, ἀποταγὴν τὴν τῆς ὕλης ἀναχώρησιν, καὶ ὑποταγὴν τὴν εὐπείθειαν καλέσαντες. Καὶ οἱ μὲν φύσιν μόνην ἔσχον διδάσκαλον· ἡμεῖς δὲ καὶ τὴν ἐκείνων πρᾶξιν ἀνάγραπτον ἔχοντες, μικρὰ τῆς ἐργασίας φροντίζομεν.

Χρὴ τοίνυν τὴν μὲν ἀποταγὴν λήθην εἶναι προκατασχούσης γνώμης, καὶ ἄρνησιν συνηθείας· τὴν δὲ ὑπακοήν, νέκρωσιν καὶ φθορὰν τῶν ἐπὶ τῆς γῆς μελῶν, καθὼς γέγραπται.

Βʹ. ΔΩΡΟΘΕῼ ΜΟΝΑΧῼ. Ἅνθρακες ἀνήφθησαν ἀπ’ αὐτοῦ. Ἄνθρακος ἀνήφθησαν ἀπ’ αὐτοῦ, ἐκ τοῦ Θεοῦ δηλονότι οἱ ἅγιοι. Ἐπειδὴ γὰρ ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον ἐστίν, οἱ τὸν Θεὸν θεωροῦντες τῇ καθαρότητι, ἄνθρακες εἰκότως προσαγορεύονται, τῇ πρὸς αὐτὸν ἑνώσει πυρούμενοι, καὶ φωστῆρες ἐν κόσμῳ φαινόμενοι.

Γʹ. ΝΕΙΛΑΜΒΩΝΙ ΣΧΟΛΑΣΤΙΚῼ. Περὶ πρακτικῆς. Πάνυ σαφῶς παρὰ τῶν ἀρχαίων μαθών, ὅτι οὐ τὸ οἴεσθαι εἶναι, εἶναί τί ἐστι· πρᾶττε μᾶλλον, καὶ μὴ μόνον λέγε.

Δʹ. ΤΙΜΟΘΕῼ ΑΝΑΓΝΩΣΤῌ. Περὶ ὧν μετέρχῃ ἄθλων, θαυμάσιε, πέπεισο, στάδιον ἡμῖν τὰ παρόντα προτίθεσθαι ἀόρατον, ἐν ᾧ θηρίοις οὐκ αἰσθητοῖς, ἀλλὰ νοητοῖς τοῖς πάθεσι προσπαλαίομεν· ἅπερ εἰ τῆς ἐν ἡμῖν ῥώμης κρατήσουσιν, οὐ μέχρι τοῦ σώματος οἴσουσι τὸν κίνδυνον, ἀλλ’ αὐτῇ τῇ ψυχῇ τὸν θάνατον φέρουσιν. Εἰ δὲ κρατηθῶσι καὶ δραπετεύσουσι, στεφάνων καὶ ἀναῤῥήσεων μεγάλων τευξόμεθα· καὶ ἐνταῦθα μὲν πολλάκις, μετὰ ταῦτα δὲ πάντως. Ἐπειδὴ τὰ ἔπαθλα ὁ μέλλων αἰὼν ἐμπεπίστευται, ὡς οὖτος τὰ σκάμματα.

Εʹ. ΝΕΙΛῼ. Περὶ τῆς τροφῆς τοῦ Προδρόμου, καὶ περὶ ἀσκήσεως. Εἰ οἱ θεῖοι χρησμοὶ σημαίνουσι τὴν ἀκρίβειαν, περιττὴ ἡ περίεργος ζήτησις τοῖς νουνεχῶς τούτους ἀναγινώσκουσιν. Εἰ τοίνυν καὶ βρώματα καὶ ἐσθήματα τῆς κατὰ Θεὸν τελείας ἀσκήσεως ἐν Ἰωάννῃ τῷ Βαπτιστῇ ἐπαιδεύθημεν, θριξὶ μέν, εἰ οἷόν τε, πρὸς σκέπην ἀρκεσθησόμεθα· ἀκρέμοσι δὲ βοτανῶν καὶ φύλλων πρὸς ὀλίγην τροφὴν καὶ δύναμιν καὶ ἀπέριττον.

Εἰ δὲ ταῦτα δι’ ἀσθένειαν μείζονα, τύπος ἡμῖν ἔστω χρείας ἁπάσης καὶ διαίτης, καὶ τελειώσεως, ἡ τοῦ προεστῶτος δοκιμασία καὶ κέλευσις.

ϛʹ. ΟΥΡΣΕΝΟΥΦΙῼ. Εἰς τό, «Ποτήριον ἐν χειρὶ Κυρίου.» Τὸ ποτήριον ἐν χειρὶ Κυρίου οἵνου ἀκράτου πλῆρες κεράσματος. Τὴν δικαίαν σημαίνει ὁ θεῖος χρησμὸς ἀνταπόδοσιν, κιρνωμένην μὲν φιλανθρωπίᾳ πρὸς μεταμέλειαν τῶν χαιρόντων τοῖς ἁμαρτήμασιν· ἔκλινε γὰρ ἐκ τούτου εἰς τοῦτο, ἐκ τῆς φιλανθρωπίας δηλονότι εἰς τὴν χρεωστουμένην τοῖς πταίσμασι τιμωρίαν καὶ δικαίαν κρίσιν. Ἀλλ’ ἵνα μὴ παντελῶς φαντασθῶμεν (ἐπιλησμονεῖν) τῆς δίκης οἱ ῥᾴθυμοι, «Πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη,» προστέθειται.

Ὅτι εἰ τέλεον σωτηρίας καταφρονήσουσιν, εἰς ὕστερον τὴν δίκην οὐ λήσουσι. «Πίονται γάρ, φησί, πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς,» τὸ τῆς κρίσεως εἰκότως ποτήριον.

Ζʹ. ΤΙΜΟΘΕῼ Περὶ τῆς Θεοτόκου. Ἡ μὲν ἱερὰ τῶν Εὐαγγελίων πυκτή. ἡ εἰς τὸν Ἰωσὴφ τὴν γενεαλογίαν κατάγουσα ἐκ τοῦ Δαβὶδ ἕλκοντα τὴν συγγένειαν, ἠρκέσθη δι’ αὐτοῦ ἀποδεῖξαι καὶ τὴν Παρθένον τοῦ Δαβὶδ συμφυλέτιδα· τοῦ θείου νόμου τὰς συζυγίας αὐτοφύλους θεσπίζοντος γίνεσθαι.

Ὁ δὲ τῶν οὐρανίων ὑποφήτης δογμάτων, ὁ μέγας ἀπόστολος Παῦλος, ἀναφανδὸν διασαφεῖ τὴν ἀλήθειαν, ἐκ τοῦ Ἰούδα μαρτυρῶν ἀνατεῖλαι τὸν Κύριον. Ταῦτα δὲ δριμύτερον ἐπιστάμενος, μὴ εἰρωνεύου τὴν ἐπερώτησιν. Οὐ γὰρ λανθάνεις θηρῶν τὴν εὐτέλειαν.

Ηʹ. Τῼ ΑΥΤῼ. Ὅτι σύμμετρον χρὴ εἶναι τὸν ἀσκήσεως πόνον. Ὥσπερ ὑπωπιασμοῦ δεῖται ἡ εὐεκτοῦσα σάρξ, κατευνάζοντος τῶν παθῶν τὰ οἰδήματα· οὕτω καὶ βοηθείας χρήζει ἡ ἀσθενοῦσα καὶ κακώσει συμπίπτουσα ψυχή, ἵνα ταῖς θείαις ἐντολαῖς ὑπεραυγάζηται.

Ἀμφοτέρων οὖν φροντιστέον. Θατέρου γὰρ λείποντος, δυσχερὴς ἡ τελείωσις.

Θʹ. Τῼ ΑΥΤῼ. Περὶ τῶν νυκτερινῶν φαντασιῶν. Αἱ νυκτεριναὶ φαντασίαι, ὡς γέγραφας, φιλομαθέστατε, οὐ μόνον τῶν μεθημερινῶν εἰσι συντυχιῶν καὶ ὁμιλιῶν ἀπηχήματα, ἀλλὰ καὶ τῆς ῥᾳθύμου συνηθείας γεννήματα. Ὅτε γὰρ κάρῳ μέθης ὁ νοῦς συλληφθῇ, ὁρμητήριον γίνεται τῶν παθῶν. Ὅτε δὲ νήφει ἐγρηγόρως, καὶ τὸν Κύριον περιεζωσμένως καραδοκεῖ, οὔτε ὑπὸ γαστρὸς ἡττᾶται, οὔτε τῶν ἀπ’ ἐκείνης παθῶν. Οὐδὲν γὰρ ἕτερόν ἐστι τὸ ἐζῶσθαι, ἢ τὸ δεδέσθαι τὴν ἰσχὺν τῆς ὀσφύος.

Ιʹ. ΕΥΣΕΒΙῼ ΠΡΕΣΒΥΤΕΡῼ. Ὅτι οὐδὲν μεῖζον ἀγάπης· ἐν ᾧ καὶ ἀποδείξεις ἔχει τὰς ἀδελφικὰς ζυγάδας. Οὐδὲν οὔτως Θεῷ περισπούδαστον, ὡς ἀγάπη· δι’ ἢν καὶ ἄνθρωπος γέγονε, καὶ μέχρι θανάτου ὑπήκοος. Διὰ τοῦτο γὰρ καὶ ἡ πρώτη κλῆσις τῶν μαθητῶν αὐτοῦ, ἀδελφοὶ δύο γεγόνασιν, ἐνδειξαμένου διὰ τῶν προοιμίων εὐθὺς τοῦ πανσόφου Σωτῆρος, ὅτι πάντας τοὺς μαθητὰς αὐτοῦ ἀδελφικῶς συνάπτεσθαι βούλεται.

Ἀγάπης τοίνυν μηδὲν ἡγώμεθα προτιμότερον, ἥπερ συνδεῖ πάντα, καὶ ἐν ὁμονοίᾳ συμφερούσῃ φυλάττει.

ΙΑʹ. ΩΦΕΛΙῼ ΓΡΑΜΜΑΤΙΚῼ. Ὅτι ἡ ἐν τῷ ἀδικεῖσθαι ἢ παροινεῖσθαι φιλοσοφία πολλή. Εἰ Σωκράτης ὁ τῶν Ἀττικῶν δογμάτων νομοθέτης, καὶ τυπτηθεὶς οὐκ ἠμύνατο, αὐτὸς τί ἀλύεις μόνον ὑβρισθείς, ὡς γέγραφας; Εἰ γὰρ φιλοσοφήσειας, αὐτὸς μὲν τὴν Σωκράτους δόξαν ἀποίσῃ, εἰ καὶ ἧττον Σωκράτους πεπαρῴνησαι· ὁ δὲ ἐξ ἐναντίας ὡς βέλει τῇ μεγαλοψυχίᾳ τρωθήσεται, ἢ καὶ ἔσθ’ ὅτε τῆς φιλαμαρτήμονος μεταβληθήσεται καὶ γνώμης καὶ γλώσσης, καὶ χάριν σοι εἴσεται ὡς αἰτίῳ τῆς ἀλλοιώσεως.

ΙΒʹ. ΑΜΜΩΝΙῼ. Εἰ καὶ κρύπτεις τὸ ἥττημα, ἀλλὰ φαίνῃ φυσώμενος πέρα καὶ τοῦ γένους, καὶ τῆς ἰσχύος, καὶ τῆς ἀξίας σου φρυαττόμενος. Ἢ τοίνυν σύμμετρον σαυτῷ κτῆσαι φρόνημα, ἢ ἴσθι παρὰ πάντων γελώμενος.

ΙΓʹ. ΛΑΜΠΕΤΙῼ ΜΟΝΑΧῼ. Ὅτε τῷ ὄρει τῆς ὑψηλῆς πολιτείας προσέβαινες, καὶ πλυνάμενος ἐσθῆτα καὶ αἴσθησιν, πρὸς τὴν ἀκοὴν τῶν θείων δογμάτων τὴν καρδίαν ηὐτρέπιζες, πάντως ἐπιλαθέσθαι τῶν χαμαιζήλων βεβούλευσο, ἵνα πρὸς τὴν ἀκρόπολιν φθάσας τῶν ἀρετῶν, καὶ χρηματίζοντος ἀκούσῃς Θεοῦ, καὶ ταῖς σαρκικαῖς πλαξὶ τὸν παλαιὸν νόμον ἐγγράφοντος, πυξίον γένῃ θεότευκτον.

Τὰ δὲ νῦν περὶ σοῦ παρὰ πάντων ᾀδόμενα, ἐπιλαβέσθαι μέν σε τοῦ ἀρότρου τῆς σωτηρίας, προθύμως ἀπαγγέλλουσιν, εἰς τοὐπίσω δὲ πάλιν ἀνεστράφθαι ναρκήσαντα. Εἰ τοίνυν σε μὴ φοβεῖ τὸ ὑπόδειγμα, καὶ βαπτισθέντος Σίμωνος, καὶ τοῖς Χριστοῦ διακόνοις ἀκολουθήσαντος, καὶ πρὸς τὴν ὕλην πάλιν ἀναχωρήσαντος· δι’ ἣν καὶ ἐξ ὕψους κατηνέχθη ὁ δείλαιος πρὸς τὸν πολυθρύλλητον θάνατον, ἵνα δειχθῇ ὡς ἐξ ἑνὸς τοῦ κατ’ ἐκεῖνον πτώματος, οἵων τυγχάνουσιν ἄξιοι, οἱ οὐράνιον δρόμον ψευδόμενοι· ἔχου τῆς προθέσεως Σίμωνος. Εἰ δὲ πᾶς ὅστις νοὸς καὶ λόγου μετείληφε, κἂν τοῖς ἐχθροῖς τὴν δίκην ἐκείνην ἀπεύχεται· πλήρωσον τὰς πρὸς τὸν Κύριον συνθήκας, καὶ τὸν ἀμπελῶνα αὐτοῦ ἐπιμελῶς φιλοπόνει. Ὁ μισθὸς μετ’ αὐτοῦ ἐστιν, ὂν ἕκαστος λήψεται πρὸς τὸν ἴδιον κόπον.

ΙΔʹ. ΠΑΤΡΙΜῼ ΜΟΝΑΖΟΝΤΙ. Περὶ πρακτικοῦ. Ἔχεις μὲν εὐφυΐαν, ὡς ἔμαθον, μανθάνειν σπουδαίως, καὶ λέγειν γενναίως. Ἡ δὲ τῆς πνευματικῆς πολιτείας ὁδός, πράξει μᾶλλον ἢ φράσει εὐοδοῦται. Εἰ τοίνυν μέλει σοι τῶν ἀκηράτων μισθῶν, τὸ λέγειν καλῶς παρὰ φαῦλον τιθέμενος, τὸ πράττειν χρηστῶς μεταδίωκε.

ΙΕʹ. ΠΕΤΡῼ. Περὶ ὑψηλοφροσύνης, καὶ οἰήσεως, καὶ ταπεινοφροσύνης. Τίς σε οὐ γράψεται ἀτοπίας, ὅτι καὶ πλοῦτον περιφρονήσας, καὶ γένος, καὶ τὴν σκιώδη ταύτην τιμήν, καὶ πολλοῖς ὁδὸς γενόμενος ταπεινώσεως, νῦν ἑάλως ὑπέροπτος, τοῦ θείου ὥσπερ ἐπιλαθόμενος νόμου, τοῦ ταπεινοῦσθαι κελεύοντος τὸν ὑψοῦσθαι βουλόμενον; Εἰ τοίνυν μὴ ἅπας ὑποβρύχιος τοῖς τῆς ἀλαζονείας κύμασι γέγονας, νῆψον πρὸς τὴν ὑπόσχεσιν. Οὐ γὰρ τοῦτό σε λέληθεν, ὅτι μετριότης ταῖς ἀρεταῖς συναύξουσα, Θεοῦ μιμητὰς τοὺς οὕτω βιοῦντας ἐργάζεται· ὑψηλοφροσύνη δέ, οὐ μόνον τὰ παρόντα οἶδε καθελεῖν, ἀλλὰ καὶ ἐξ αὐτῶν οὐρανῶν καθαιρεῖ τὸν ὑψαύχενα, ὅπερ ὁ Ἑωσφόρος πρωῒ ἀνατέλλων ὑπέμεινεν.

Ιϛʹ. ΕΥΑΓΓΕΛΙῼ. Τί σημαίνει τό, Ἐλισσαῖον ἅλατι μεταπεποιηκέναι ἀτεκνοῦντα πάλιν (leg. πάλαι) τὰ Ἱεριχούντια ῥεύματα. Ἅλατι Ἐλισσαῖος τὰ Ἱεριχούντια ῥεύματα ἀτεκνοῦντα ἰάσατο, εὐαγγελικῶς κινηθεὶς πρὸς τὴν ἴασιν, οἷα βλέπων τὰ ἔμπροσθεν. Τύπον γὰρ ἔφερε, τὰ μὲν ὕδατα πάσης τῆς ἀνθρωπότητος πρὸς ἀγονίαν ἀρετῶν καὶ ἀκαρπίαν εὐσεβείας στερεωθέντα.

Οἱ ἄλες δὲ τῆς πάντα νοτιζούσης ποιότητος καὶ δυνάμεως εἰς τὴν τοῦ Κυρίου διδαχήν, καθὼς αὐτὸς πρὸς τοὺς ἑαυτοῦ ἀποστόλους φησίν. «Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς·» Ἐλισσαῖος δὲ αὐτοῦ τοῦ Δημιουργοῦ καὶ Δεσπότου. Οἱ γὰρ τὴν εἰκόνα καθαρὰν φυλάττοντες τῷ ποιήσαντι, καὶ συνθαυματουργεῖν αὐτῷ, χάριν παρ’ αὐτοῦ ἐκομίσαντο.

ΙΖʹ. ΠΑΥΛῼ. Εἰς τό, «Ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις.» «Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις,» ὁ Κύριος πρὸς τὸν παρακαλέσαντα ἀκολουθεῖν ἀπεκρίνατο, καρδιογνώστης ὑπάρχων, ὡς πλάσας καταμόνας τὰς τῶν ἀνθρώπων καρδίας. Καταμόνας δὲ εἴρηται, ὅτι οὐ δεηθεὶς ἑτέρου βοηθοῦντος ἐποίησε. Καὶ ὁρῶν δολίοις λογισμοῖς κεκρατημένον τὸν ἄνθρωπον καὶ ὑπὸ πνευμάτων πονηρῶν κατοικούμενον, καὶ ἀνεπιστρόφως πρὸς τὴν κάκωσιν ἔχοντα· καὶ τούτου χάριν τῆς οἰκείας συνουσίας αὐτὸν ἀπέπεμπεν, ἵνα μὴ τὸ ἐπίμονον τῆς ἐκείνου φαυλότητος, σκανδάλου γένηται τοῖς πιστεύουσιν αἴτιον, πρὸς ἐκεῖνον ἀτενίζουσι, καὶ τῆς Δεσποτικῆς δυνάμεως καταψηφιζομένοις ἀσθένειαν, ὡς τὸν μαθητὴν μεταβαλεῖν πρὸς ἀρετὴν μὴ ἰσχυσάσης.

ΙΗʹ. ΕΡΜΙΝῼ ΚΟΜΗΤΙ. Εἰς τὸ εἰρημένον περὶ τῆς Θεοτόκου, «Καὶ οὐκ ἐγίνωσκεν αὐτήν,» καὶ τὰ λοιπά. Ἐπειδὴ σκάνδαλον εἶπας οἴεσθαι Ἰουδαίοις, τὸ ἐν τοῖς θείοις χρησμοῖς εἰρημένον, «Οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς,» ὡς μετὰ ταῦτα, φησί, συναφείας τῷ μνηστῆρι πρὸς τὴν Παρθένον γενομένης· γινωσκέτω ὁ βλάσφημος καὶ ἀχάριστος λαός, ὅτι τὸ ἕως, πολλάκις καὶ ἐπὶ τοῦ διηνεκῶς ἐν τῇ θείᾳ Γραφῇ εὑρίσκομεν κείμενον. «Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου·» καὶ ἔστι, διηνεκές. Καὶ οὐκ ἀνέστρεψεν ἡ περιστερὰ πρὸς τὸν Νῶε, ἕως τοῦ ξηρανθῆναι τὴν γῆν, καὶ εἰς τὸ παντελὲς οὐκ ἀνέστρεψε. Καί, Ἕως ἂν καταγηράσητε, ἐγώ εἰμι, φησὶν ὁ Θεός. Καὶ ἔστι, διηνεκῶς.

Καὶ ἄλλα τοιαῦτα πολλά, σποράδην ἐν τῇ θείᾳ εὑρίσκεται Γραφῇ. Ὁ δὲ θεῖος νοῦς τὴν ὑμετέραν, ὦ Ἰουδαῖοι, κακόνοιαν διορθούμενος, ἐκ πορνείας καὶ νομισάντων καὶ εἰρηκότων γεγεννῆσθαι τὸν Κύριον, ἀνέπαφον δεῖξαι τὸν προσκυνητὸν ἐσπούδασε τόκον, πάσης δίχα ἐπιθυμίας, καὶ συνουσίας γεγενημένον, θεοπρεπῆ δὲ ὄντα καὶ ἄληπτον. Τὸ γὰρ μετὰ ταῦτα μὴ συμβῆναι ἀλλήλοις τοὺς τὴν πορνείαν συκοφαντηθέντας, καὶ ἡ τοῦ ἀγγέλου ὅψις ἐκώλυεν, ἐκ Πνεύματος ἁγίου εἰρηκότος ὑπάρχειν τὸν ἐν τῇ Παρθένῳ σαρκούμενον· καὶ ἡ μεγαλειότης τῶν τοῦ τόκου θαυμάτων οὐκ ἐπέτρεπεν, ἡ μετ’ αὐτὸν παρθενία, ἡ τῶν ἀγγέλων ὑμνολογία, ἡ τῶν Μάγων δωροφορία, ἡ τοῦ ἀστέρος φωταγωγία, ἡ εἰς Αἴγυπτον ὁδηγία, ἡ τῶν εἰδώλων αἰχμαλωσία, καὶ ἡ αὐτῶν ἐκείνων δικαιοσύνη ὑπὸ τῆς θείας Γραφῆς μαρτυρουμένη.

Δηλοῖ δὲ καὶ ἡ τελευταία τοῦ Κυρίου διάθεσις, Ἰωάννῃ τῷ παρθένῳ τὴν Θεοτόκον συστήσαντος, καὶ τὰς ἑκατέρων παρθενίας συνάψαντος, ἡνίκα ἐπὶ τοῦ σταυροῦ ὢν ζωοποιὸν ὑπέμενε θάνατον. Εἰ ταῦτα οὐ πείθει τὸν γογγυστὴν καὶ φιλοπόνηρον λαόν, οὖ εἰς φύσιν λοιπὸν τὸ θεομαχεῖν κατέστη, κατὰ πετρῶν σπείρεις, καὶ καθ’ ὑδάτων γράφεις, καὶ πέπαυσο ματαιοπονῶν.

ΙΘʹ. ΗΡΑΚΛΕΙΔῌ ΕΠΙΣΚΟΠῼ. Διὰ τί οὐ συγκατεδικάσθη τοῖς περὶ τὸν Ἀνανίαν ὁ Δανιὴλ ἐν τῇ καμίνῳ. Διὰ τί, ἔφης, μετὰ τῶν τριῶν ὁσίων παίδων τὴν πυρκαϊὰν οὐ κατεδικάσθη ὁ μέγας Δανιὴλ παρὰ τοῦ Βαβυλωνίου, σύμφρων αὐτοῖς τυγχάνων καὶ συμφυλέτης, καὶ ὁμοδίαιτος, καὶ μᾶλλον τῆς εὐσεβείας διδάσκαλος; Ἐπειδή, φημί, κατὰ θείαν τοῦτο ᾠκονομήθη προμήθειαν, ἵνα μὴ τῷ ὀνόματι τοῦ Βαβυλωνίου Θεοῦ, τὴν κατάκαυσιν τῆς φλογὸς οἱ ἀσεβεῖς ἐπιγράφωσι· Βαλτάσαρ γὰρ αὐτόν, εἰς τιμὴν τῆς τῶν ἀποῤῥήτων σαφηνείας, ὠνόμαζον. Καὶ δόγμα τοιοῦτο παρ’ ἐκείνοις κρατεῖ, ὡς καὶ μόνον ὀνομαζόμενον, θαυματουργεῖν τὸν Θεὸν αὐτῶν. Ἵνα ταύτην τοίνυν καταργήσῃ τὴν δόξαν, ἐν τῇ κρίσει ταύτῃ τὸν Δανιὴλ ἐχώρισε, καὶ εὑρέθη γυμνὴ καθ’ ἑαυτὴν ἡ τῶν νέων ἐγκράτεια, καὶ τοῦ Θεοῦ ἡ βοήθεια, τὴν βροντῶσαν μαράνασα κάμινον.

Κʹ. ΙΕΡΑΚΙ ΛΑΜΠΡΟΤΑΤῼ. Κατὰ Μακεδονιανῶν, ἤτοι Πνευματομάχων. Εἰ δέχεται ὁ πρὸς σὲ διενεχθεὶς αἱρετικός, καθὼς γέγραφας, τὸν τοῦ Θεοῦ Υἱὸν δογματιστὴν ἀξιόπιστον, αὐτὸς διδάσκει τὴν οὐσίαν τοῦ προσκυνητοῦ τῆς ἑνότητος Πνεύματος, ἒν ὄνομα τῆς θείας Τριάδος ἀποφηνάμενος, τῆς μιᾶς οὐσίας σημαίνων τὴν ἕνωσιν. Εἰ δὲ αὐτῷ μὴ πιστεύει, τὴν ἀκρίβειαν τοῦ συγγενοῦς σημαίνοντι Πνεύματος, καὶ τὰ ὑπὲρ νοῦν ἀνθρώπινον ἐκδιδάσκοντι, περιττὴ τυγχάνει τῶν ἡμετέρων λόγων ἡ σύστασις· ἐπειδὴ τὸ γεῶδες σκῆνος μόλις εὑρίσκει τὰ ἐν ποσί. Τὰ δὲ ἐν οὐρανῷ ἀπόκρυφα, καὶ τὴν ἡμετέραν αἴσθησιν ὑπερβαίνοντα, αὐτὸς καὶ ἀποκαλύπτει, καὶ ἐπίσταται ὁ κατοικῶν τὸν οὐρανόν.

ΚΑʹ. ΑΜΜΩΝΙῼ ΣΧΟΛΑΣΤΙΚῼ. Περὶ ἀναγνώσεως κατὰ Ἑλλήνων. Περὶ τῆς χάριτος τῶν θεοπνεύστων Γραφῶν, καὶ τῆς ἐξ αὐτῶν ὠφελείας. Τὰς [μὲν] Ἑλλήνων θεοποιίας, καὶ ἂς καλοῦσι θεογονίας, Ὀρφεύς τε καὶ Ὅμηρος καὶ Ἡσίοδος, καὶ ὅσοι κατ’ ἐκείνους ἐδίδαξαν, πολλὰς καὶ βίβλους καὶ δόξας συνείραντες. Τὴν ἡμετέραν δὲ θρησκείαν δύο πυκταὶ διδάξουσιν, ἃς ἐπέμψαμεν, ὧν ἡ μὲν Πρεσβυτέρα, ἡ δὲ Νέα Διαθήκη προσαγορεύεται. Εἰ δὲ ἀληθεύουσιν αὗται μᾶλλον ἐκείνων καὶ τοῖς ὀνόμασι καὶ τοῖς πράγμασιν, [αὐτὸς] εὑρήσειας, πέπεισμαι, καὶ κρατήσειας τί ἄμεινον.

ΚΒʹ. ΖΩΣΙΜῼ. Τινές σέ φασιν ἱερωσύνης ἐρᾷν, πράγματος ἀνεφίκτου πολλοῖς, σοὶ δὲ καὶ μάλιστα· ἢ τοίνυν τὸν σαυτοῦ βίον διόρθωσαι, ἢ τῆς ἐπιθυμίας τῶν ἀψαύστων σοι ἀνακτόρων ἀπόστηθι.

ΚΓʹ. ΘΕΟΦΙΛῼ. Εἰς τό, «Πᾶν ἄρσεν διανοῖγον μήτραν,» καὶ κατὰ Θεοπασχητῶν, καὶ τὴν [f. τῶν] μίαν ἐπὶ Χριστοῦ φύσιν εἶναι λεγόντων. Τὸ εἰρημένον ἐν τῇ θείᾳ Γραφῇ, ὅτι «Πᾶν πρωτότοκον διανοῖγον μήτραν, ἅγιον τῷ Κυρίῳ,» οὐ περὶ παντὸς εἴρηται πρωτοτόκου· μὴ οὕτως οἱ ἀμαθεῖς νομιζέτωσαν· ἀλλὰ περὶ ἑνὸς [ἐκείνου] καὶ μόνου, τοῦ ἐν τῷ τίκτεσθαι τὴν μήτραν ἀνοίξαντος. Πᾶσαν γὰρ μήτραν μίξις καὶ συνουσία ἀνοίγνυσι· τὴν δὲ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν κυήσασαν, αὐτὸς συλληφθεὶς ἀσπόρως προερχόμενος ἤνοιξε, καὶ πάλιν ἐσφραγισμένην κατέλιπεν· ἀληθῶς μὲν γενόμενος ἄνθρωπος, ἀληθῶς δὲ [ὢν καὶ] Θεὸς καὶ προσκυνούμενος εἷς ἐξ ἀμφοτέρων τῶν φύσεων.

ΚΔʹ. ΚΡΙΣΠῼ. Ὅτι οὐχ ἀπλῶς, ἀλλὰ μετὰ πολλῆς φιλοπονίας χρὴ τὰς ἱερὰς ἀναπτύσσειν Γραφάς. Ἐπιστημονικῶς τὴν θείαν Γραφὴν ἀνελίσσειν ὀφείλεις, καὶ τὰς αὐτῆς δυνάμεις νουνεχῶς ἀνιχνεύειν, καὶ μὴ κατατολμᾷν ἀπλῶς τῶν ἀψαύστων καὶ ἀνεφίκτων μυστηρίων, ἀναξίαις ταῦτα χερσὶν ἐπιτρέπων.

Οὕτω γὰρ ὁ τολμηρότατος Ὀζίας ἀναθαῤῥήσας ἐπιβαλεῖν τοῖς ἀνεγχειρήτοις, λέπραν τῷ θράσει προσαπηνέγκατο, καὶ ἄκων ἀποῤῥιφεὶς τῶν ἀνακτόρων, καθότι καὶ νόμος τοῖς λέπρᾳ κατεστιγμένοις τὴν εἴσω τούτων ἀπέκλειεν εἴσοδον. Ἐγράφη δὲ ταῦτα πρὸς νουθεσίαν ἡμῶν, ἵνα καὶ τὰς τόλμας φύγωμεν, καὶ τὰς κολάσεις μὴ πάθωμεν.

ΚΕʹ. ΚΥΡΙΛΛῼ. Ὅτι ἀμήχανον ἐν μέσῳ θορύβων ἀρετὴν κατορθῶσαι. Τί σοι ὄφελος τῆς Ἰωάννου πρὸς τὴν ἔρημον ἀναχωρήσεως, ἢν πάλαι σπουδαίως ἐζήλωσας, νῦν δὲ μὴ ἐκεῖνον μιμουμένῳ, καὶ πρὸς τὰς οἰκείας φροντίδας παλινοστοῦντι, καὶ ἐπ’ ἐρημίας θορυβουμένῳ, καὶ καταμόνας ὀχλουμένῳ; Τὸ γὰρ ἡσυχάζειν τῷ σχήματι, καὶ φύρεσθαι ταῖς κατὰ νοῦν στροφαῖς καὶ συγχύσεσι, καὶ ἀχλύος τὴν αἴσθησιν πληροῖ, καὶ τὰ ἤδη πονηθέντα ἀμαυροῖ, καὶ τοῖς πάθεσι τὴν νίκην εὐοδεῖ, καὶ ῥίψασπιν τὸν ὁπλίτην ποιεῖ. Οὐδεὶς δὲ στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ, ἀλλ’ ὁπλοφόρος ὅλος γίνεται, πρὸς τὸν ἀρέσκοντα τῷ ταξιάρχῃ παρατασσόμενος ἀγῶνα.

Κϛʹ. ΕΥΣΕΒΙῼ ΕΠΙΣΚΟΠῼ. Περὶ δωροληψίας, ὅτι φρικτὸν εἰς ὑπερβολὴν πιπράσκειν τὴν ἱερωσύνην, ἢ ἕξω. Πολλοί σε κωμῳδοῦσιν, ὡς χρήμασιν, ἀλλ’ οὐ Πνεύματι τὰς χειροθεσίας τῆς μυσταγωγίας ἐπιτρέποντα. Καὶ εἰ μὲν συκοφαντοῦσι, καθ’ ἑαυτῶν ἐπεσπάσαντο τὴν δίκην, ἐπειδὴ «ἀπολεῖ Κύριος πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος.» Εἰ δὲ ἀληθεύουσι, γνῶθι οἷ τελευτᾷ τὸ κακόν, ὅτι μικροῦ κέρδους τὸ εἰς Θεὸν ὑβρίζειν ἀντήλλαξας. Καὶ τίς προσεύξεται περὶ σοῦ, ἐπειδὴ μήτε περὶ Ὀφνὴ καὶ Φινεές, εἰς Θεὸν καὶ τὴν αὐτοῦ ἁμαρτόντων ἱερωσύνην, εὑρέθη τις πρεσβευόμενος, ἀλλ’ εἰς ἔσχατον ὄλεθρον, ὡς τὸ γέρας προπίνοντες τῆς ἱερωσύνης, ἐδόθησαν;

ΚΖʹ. ΦΑΡΙΣΜΑΝΙῼ ΕΥΝΟΥΧῼ ΤΟΥ ΠΑΛΑΤΙΟΥ. Ἀκούω σε ταῖς θείαις Βίβλοις ἐμμελετᾷν, καὶ ταῖς αὐτῶν κεχρῆσθαι μαρτυρίαις ἁρμοδίως πρὸς ἅπαντας, εἶναι δὲ πλεονέκτην, καὶ τοῖς ἀλλοτρίοις ἐπιμαινόμενον βίοις. Καὶ πάνυ μοι θαυμάζειν ἐπέρχεται, ὅτι σε ὁ θεῖος ἔρως οὐκ ἔτρωσεν ἐκ τῆς συνεχοῦς ἀναγνώσεως, μεταβολὴν τῆς προθέσεως ἐργασάμενος, ὁ μὴ μόνον τῶν ἀλλοτρίων κωλύων ἐρᾷν, ἀλλὰ καὶ τὰ προσόντα σκορπίζειν νουθετῶν. Ἢ τοίνυν ἀναγινώσκων ἐπίγνωθι, ἢ μὴ ἐπιγινώσκων ἀνάγνωθι.

ΚΗʹ. ΕΥΣΕΒΙῼ ΕΠΙΣΚΟΠῼ. Ὅτι φρικτὸν καὶ δυσέφικτον ἱερωσύνη. Πολλῶν πολλοῖς ἔρως ἐγγίνεται, οὐ συνέρχεται ταῖς βουλαῖς, ὡς ἀνέφικτος. Οὔτε γὰρ βασιλείας πᾶς ὁ βουλόμενος ἐφικνεῖται, οὔτε περιουσίας, οὔτε συζυγίας ἧς βούλεται. Εἰ τοίνυν, ὡς φής, καὶ Ζώσιμος εἰσφρῆσαι ἑαυτὸν τοῦ Θεοῦ μυστηρίοις ἀναισχύντως βιάζεται, μαθέτω διὰ τῆς ἀκριβείας σου, ὅτι λεπροῖς ὁ τοῦ Θεοῦ ναὸς ἀποκλείεται, μέχρις ἂν τὴν τοῦ πάθους λώβην ἀποσμήξωνται.

ΚΘʹ. ΛΟΥΚΙῼ ΑΡΧΙΔΙΑΚΟΝῼ ΠΗΛΟΥΣΙΟΥ. Πρὸς φιλαργυρίαν νοσοῦντας. Εἰ ὀφθαλμοὶ ἐπισκόπου τυγχάνουσιν οἱ τοῦ σεπτοῦ θυσιαστηρίου διάκονοι, σὺ δὲ τούτων κατὰ συγχώρησιν Θεοῦ ἄρχεις, ὅλος ὀφθαλμὸς ὀφείλεις ὑπάρχειν, ὡς τὰ ζῶα πολυόμματα (ἐπειδὴ καὶ τῇ πρὸς [τὸν] Θεὸν ἐκεῖνα μιμῇ ἐγγύτητι, οὐχὶ βίῳ, ὡς μανθάνω, ἀλλὰ μόνῃ τῇ λειτουργίᾳ), καὶ μὴ σκοτίζειν τοῖς φαύλοις ἐπιτηδεύμασι, καὶ τὸν τίμιον ἐκεῖνον θίασον καὶ χορόν, καὶ τὸν πειθόμενόν σοι ἀκρίτως ἐπίσκοπον, καὶ χραίνειν τὸ θεῖον βῆμα πλεονεξίᾳ, καὶ πόρους σεαυτῷ ἀπὸ τιμῆς χειροτονιῶν ἀθροίζειν.

Τοὺς γὰρ πωλοῦντας τὰς περιστερὰς ἐξέβαλεν ἀπὸ τοῦ ναοῦ μαστίξας ὁ Κύριος. Ἵνα τοίνυν μὴ σὺν ἐκείνοις ὠσθῇς, παῦσαι οὕτω πλουτῶν, καὶ ὕλην τῷ μέλλοντι ἑτοιμάζων πυρί.

Λʹ. ΕΥΣΕΒΙῼ ΕΠΙΣΚΟΠῼ. Περὶ ἱερωσύνης. «Σκοπόν σε δέδωκα,» φησὶν ἡ θεία Γραφή, «καὶ ὄψει τὴν ῥομφαίαν ἐρχομένην, καὶ ἀναγγελεῖς.» Καὶ εἰ μὲν νήψουσιν ἐξυπνισθέντες, καὶ πρὸς ἀρετὴν ὑπήκοοι γρηγορήσουσι, καὶ σοὶ κἀκείνοις σωτηρίας γενήσεται ὄνησις. Εἰ δὲ τὰ ὦτα βύσουσιν ὡς ἀσπίδες, αὐτὸς τό γε ἧκον ἐπὶ σοὶ ἐξετέλεσας. Σκόπει τοίνυν μὴ μόνον φωνῇ μαρτυρούμενος φανῇς, τοῖς ἔργοις [ἀδόκιμος καὶ] ἡττώμενος, ἐνδιδοὺς τὰς ἠνίας τῆς ἀρχῆς, τοῖς περὶ σέ, καὶ πιπράσκων τὴν χάριν ἀσεβῶς. Οὔτε γὰρ χρυσίῳ ἔστιν ἐπιτρέπειν χειροθεσίας, οὔτε ἀγνοεῖν τὸν τῶν προσαγομένων βίον, οὔτε ἑτέρους προβάλλεσθαι τῆς ἁμαρτίας αἰτίους, ἐπὶ τοῦ ἀδεκάστου καὶ φρικτοῦ κριτηρίου.

Οὐδὲ γὰρ τὸν Ἀδὰμ τῆς μέμψεως καὶ τῆς δίκης ἀπέλυσεν ἡ περὶ τῆς γυναικὸς ἀπόκρισις καὶ σκῆψις, τῇ αὐτῆς ὑποθέσει μετειληφέναι τῶν ἀπηγορευμένων ἀπολογούμενον.

ΛΑʹ. ΔΙΟΦΑΝΤῌ ΑΡΧΟΝΤΙ. Πρὸς ἄρχοντας. Βραχυτελῆ οὐ μόνον τὴν ἀρχήν, ἀλλὰ καὶ αὐτὴν ἔχεις τὴν ζωήν. Τί τοίνυν ἁμαρτάνεις ἀτελεύτητα, ἐν ὀλίγαις ὥραις τὴν αἰώνιον ἑαυτῷ κατασκευάζων κόλασιν; Καταμαθὼν οὖν πᾶσαν τὴν πολύστροφον καὶ πολύτρεπτον τῶν πραγμάτων ἀπιστίαν, μᾶλλον ἐπὶ χρηστοῖς γνωρίζεσθαι· κατορθώμασι σπούδαζε, ὧν καὶ οἱ ἐνταῦθα τυγχάνουσιν ἔπαινοι, καὶ οἱ μέλλοντες μισθοὶ οὐκ ἀπόλλυνται.

ΛΒ. ΔΟΣΙΘΕῼ. Σημαίνει ὅτι λύχνον τὸν ἱερέα εἶναι χρή. Ἅπτει λύχνον ὁ Θεὸς ἱερέα, καὶ τίθησιν ἐπὶ λυχνίας τῆς ἑαυτοῦ φωτοφόρου καθέδρας, ἵν’ ἐξαστράπτῃ φωτισμὸν τῇ Ἐκκλησίᾳ καὶ δογμάτων καὶ πράξεων σκότους ἀπηλλαγμένων· ὅπως ὁρῶντες οἱ λαοὶ τὰς ἀκτῖνας τῆς ζωτικῆς λαμπηδόνος, πρὸς ἐκείνας εὐθύνωνται, καὶ τὸν Πατέρα τῶν φώτων δοξάζωσιν.

Ἔχεις τὴν λύσιν ὧν ἠρώτησας σύντομον.

ΛΓʹ. ΠΡΟΥΝΙΧΙῼ. Διὰ τί μείζων ἐν γεννητοῖς γυναικῶν Ἰωάννου οὐκ ἐγήγερται· καὶ τί περισσότερον ἐν αὐτῷ. Διὰ τί μείζων ἐν γεννητοῖς γυναικῶν, ἔφης, Ἰωάννης, καὶ εἰ προφήτης ὁ Ἰωάννης, τί ἦν ἐν αὐτῷ περισσότερον προφήτου; Ἐπειδὴ τοῦτο λέγει ὁ Κύριος.

Ἄκουε τοίνυν πλεῖστα ἐν ὀλίγοις· μείζων ἐν γεννητοῖς γυναικῶν ὁ Ἰωάννης, ἐπειδὴ ἐξ αὐτῆς νηδύος μητρικῆς προεφήτευσε, καὶ ἐν σκότει κρυπτόμενος, τὸ φῶς ἐλθόν, οὐκ ἠγνόησε. Περισσότερον δὲ προφητῶν, τὸ καὶ αὐτὸν ἰδεῖν ἐν σαρκὶ τὸν προφητευόμενον, ὃν πάντες οἱ πατριάρχαι καὶ προφῆται, δι’ ὀνείρων μὲν ἢ ὀπτασιῶν ἐφαντάσθησαν, θεωρῆσαι δὲ αὐτοψεὶ οὐκ ἐπέτυχον.

ΛΔʹ. Τῼ ΑΥΤῼ. Περὶ τῆς ἐρωτήσεως τοῦ Προδρόμου· «Σὺ εἶ ὁ ἐρχόμενος;» «Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν;» Ἰωάννης τῷ Κυρίῳ ἐδήλου, ὑπὲρ ἀληθείας ἀποτέμνεσθαι μέλλων, καὶ τοὺς οἰκείους [αὐτοῦ] μαθητὰς προσαγαγεῖν σπουδάζων, ἀμφιβάλλοντας πρὸς τὴν αὐτοῦ μαρτυρίαν, εἰ μείζων ἐστὶν ὁ Κύριος Ἰωάννου [διὰ τὴν ἀκριβῆ πολιτείαν Ἰωάννου], καὶ τοῦτο δι’ ὧν εὐθὺς ἔπραξεν ὁ Κύριος ἔδειξε, ταῖς πολλαῖς θαυματουργίαις ἐπαληθεύσας τὴν μαρτυρίαν Ἰωάννου, καὶ ὄψει πιστωσαμένους τὴν ἀκοὴν τοὺς ἀπιστοῦντας ἐκπέμψας.

ΛΕʹ. ΘΕΟΔΟΣΙῼ ΒΑΣΙΛΕΙ. Εἰ τῆς Χριστοῦ βασιλείας ἀντιποιῇ, ἢν ἡ ἄφθαρτος διαμονὴ στεφανοῖ, καὶ ἔπαθλον τῆς φθαρτῆς τοῖς χρηστῶς αὐτὴν διέπουσιν ἔθηκεν ὁ Θεός, ἡμερότητι κίρνα τὴν ἐξουσίαν, καὶ δέοντι σκορπισμῷ τὸ βάρος κούφιζε τοῦ πλούτου· οὔτε γὰρ σώζεται βασιλεὺς διὰ πολλὴν δύναμιν, οὔτε εἰδωλολατρίας ἐκφεύγει ἀσέβειαν ὁ τοῦ ῥέοντος πλούτου φειδόμενος.

Λϛʹ. ΑΝΤΙΟΧῼ ΕΥΝΟΥΧῼ ΠΑΛΑΤΙΟΥ. Χρή σε τὰς ἱερὰς ἀναπτύσσοντα Βίβλους, καὶ τῇ αὐτῶν ἐγκαρτεροῦντα, ὥς φασιν, ἀναγνώσει, τὴν κατὰ τὸν θαυμάσιον Δανιὴλ ἱστορίαν εἰδέναι, ὅτι μέσος τοῦ κλύδωνος τῆς πλάνης ἱστάμενος, οὐδὲν ὑπέμεινε πάθος αἰχμάλωτον, οὐδὲ μέχρι σιτίων τῶν κοινῶν εἰς μετάληψιν, καὶ μὴ κοινούντων κατὰ περίστασιν τοὺς μετέχοντας. Καὶ ἐπειδὴ οὐ μόνον διάκονος τυγχάνεις τῆς βασιλείας, ἀλλὰ καὶ ἄγεις αὐτὴν καθὼς βούλει, σπεῦσον ἀναῤῥῶσαι τὸ δίκαιον καταπεσὸν πρὸς ἀσθένειαν, ἢ μᾶλλον πρὸς αὐτὸν ὑπάρχον τὸν θάνατον, ἵνα τὸ δίκαιον εὕρῃς εὐμενὲς δικαστήριον, εἰ καὶ νῦν αὐτοῦ πολλάκις σοι ἐνθύμησις οὐχ ὑπέρχεται, ὑπὸ τῆς ὑπερφυοῦς φαντασίας ἐπτοημένῳ.

ΛΖʹ. ΕΥΣΕΒΙῼ ΕΠΙΣΚΟΠῼ. Κτίζεις, ὥς φασιν, ἐκκλησίαν ἐν Πηλουσίῳ, λαμπρὰν μὲν τοῖς μηχανήμασι, πονηροῖς δὲ τοῖς ἐπιτηδεύμασι, χειροτονιῶν τιμήμασι, καὶ ἀδικίαις, καὶ ὕβρεσιν καὶ πενήτων ἐκπιεσμοῖς, καὶ πτωχικοῖς δαπανήμασιν, ὅπερ οὐδέν ἐστιν ἕτερον, ἢ οἰκοδομεῖν Σιὼν ἐν αἵμασι, καὶ Ἱερουσαλὴμ ἐν ἀδικίαις. Οὐ χρῄζει δὲ [ὁ] Θεὸς ἐξ ἀλλοτρίων θυσίαν, ἀλλὰ ταύτην ὡς θυόμενον κύνα μυσάττεται· παῦσαι τοίνυν καὶ κτίζων καὶ ἀδικῶν, ἵνα μὴ εἰς ἔλεγχόν σοι ὑπὸ Θεοῦ ὁ οἶκος ἐκεῖνος εὑρεθῇ· μετέωρος μὲν ἱστάμενος, καταβοῶν δέ σου αἰώνια, ἐξ οἵων ἐκτίσθη κακῶν, καὶ τοὺς ἐστερημένους μισθοὺς ἀπαντῶν, καὶ τὴν ἄμυναν τῶν βλαβέντων ζητῶν.

ΛΗʹ. ΜΑΡΩΝΙ. Πρὸς ἱερεῖς βιοῦντας κακῶς· καὶ ὅτι διὰ τῆς τούτων κακοπραγίας ἡ τοῦ Χριστοῦ διασύρεται οἰκονομία, καὶ βλασφημεῖται τὰ τῆς θειοτάτης θρησκείας. Ξένον τι καὶ ἀλλόκοτον εἶναί σε θηρίον πάντες κωμῳδοῦσιν, οὔτε τραπέζῃ κολακευόμενον, οὔτε δεσμοῖς ἀγάπης κρατούμενον, οὔτε τῇ τυράννου συνηθείᾳ χειρούμενον, καὶ τοιαύτην ὕβριν τῷ θυσιαστηρίῳ ἐπισυρόμενον. Ἢ τοίνυν ἄρνησαι τὸ ἀτίθασσον, καὶ ἀντὶ θηρίου φάνηθι ἄνθρωπος, ἢ παῦσον τὴν κατὰ τῆς Ἐκκλησίας λοιδορίαν, σαυτὸν εἵργων τῆς φρικτῆς λειτουργίας.

ΛΘʹ. ΘΕΟΔΟΣΙῼ ΜΟΝΑΖΟΝΤΙ. Τί θαυμάζεις, ὅτι δι’ ἑνὸς ἁμαρτίαν [καὶ μόνου] ὅλη μαστίζεται πόλις; ὅπερ καὶ ἐπὶ Δαβὶδ γενόμενον, ἔγνως. Ὅταν γὰρ ἐπὶ τῇ εὐθηνίᾳ τῶν πραγμάτων ὁ ἔξαρχος ὑπερηφανεύηται, εἰς ἀθυμίαν αὐτοῦ καὶ κατάκρισιν τὸ ὑπήκοον ἐλαττοῦται, οὐκ ἀδίκως παιδευόμενον, ἀλλ’ ἑκάστου τὰ ἐπίχειρα τῆς οἰκείας πράξεως παραλαμβάνοντες, καὶ τῆς θείας μακροθυμίας ἀποτυγχάνοντος, διὰ τὰς τοῦ ἄρχοντος ψήφους.

Μὴ τοίνυν ἐπισυνηγόρει ταῖς Εὐσεβίου τοῦ, ὡς οἴεται, ἐπισκόπου φαυλότησιν, εἰ δι’ ἐκεῖνον καὶ τὸ θυσιαστήριον λειτουργῶν, καὶ ἡ πόλις οἰκητόρων χηρεύει. Οἱ γὰρ ἀκρίτως τὸν ἀνάξιον προβαλλόμενοι δίκαιοί εἰσι, καὶ τοὺς πόνους τῶν καρπῶν αὐτῶν φαγεῖν, ἀρετὴν ἀτιμάσαντες, καὶ κακίαν οὕτω προφανῆ προστησάμενοι.

Μʹ. ΤΟΥΒᾼ ΣΤΡΑΤΙΩΤῌ. Οὐκ ἔστιν ὁπλοφορεῖν ἐν εἰρήνῃ, οὐκ ἔστι σχῆμα πολέμου ἐπὶ μέσης ἀγορᾶς περιφέρειν· οὐκ ἔστι ξιφήρη διάγειν ἐν πόλει, ἀλλὰ καὶ φόβον καὶ πεῖραν τοιαύτην ἐν πολέμῳ κατὰ ἀντιπάλων γυμνάζειν. Εἰ οὖν σχήματι χαίρεις πολεμικῷ, καὶ ἀναῤῥήσεων καὶ στηλῶν ἐπιτυχεῖν ἀξιοῖς, εἰς τὸ στρατόπεδον τὸ μαχόμενον τοῖς βαρβάροις κατάβηθι, καὶ μὴ χρήμασιν ἐξωνούμενος τὴν ἐκεῖθεν φυγήν, καὶ οἴκοι μένων, ἐνταῦθα παῖζε τὸν ἐκεῖ χρεωστούμενον πόλεμον.

ΜΑʹ. ΦΙΛΙΠΠῼ ΜΟΝΑΧῼ. Εἰς μοναχὸν ἀστάτως ἔχοντα τὸν βίον. Τὸν λαγωόν, τὸ κατάφοβον ζῶον καὶ φύσει δειλὸν ἐκεῖνό φασιν ὑπομένειν, τὸ κοίτην ἐκ κοίτης ἀμείβειν, πρὸς πᾶσαν κίνησιν καὶ βοὴν ταρασσόμενον.

Ἀλλ’ οὐχὶ μοναχόν, [τὸν] ἐπὶ Κύριον πεποιθέναι ὀφείλοντα, καὶ ὡς ὄρος Σιὼν βεβηκέναι. Τί τοίνυν καταλιπὼν τὸ ἐρείδεσθαι ἀσφαλῶς ἐπὶ Κύριον, καὶ σταυρὸν ἔχειν, τὴν ἀκόλουθον ἄσκησιν· τόπον μεταβάλλεις ἐκ τόπου· μᾶλλον, ὡς ἔοικε, τράπεζαν ἁβροτέραν, ἀλλ’ οὐ παίδευσιν στεῤῥοτέραν ζητῶν; Καὶ συμβήσεταί σοι, ὡς οἶμαι, πάσας τὰς πόλεις τοῦ Ἰσραήλ, καὶ πάσας τὰς ἐσχατιὰς τῆς γῆς μετὰ τοιαύτης γαστρός, καὶ γνώμης περιιόντα, Εὔριπον εἶναί τινα, παντὶ ἀνέμῳ κνίσσης περιφερόμενον, καὶ μέχρι παντὸς ἀστατοῦντα.

ΜΒʹ. ΑΡΧΟΝΤΙῼ ΜΟΝΑΧῼ. Ἐρμηνεία εἰς θεῖον ἄνθρακα. Τῇ λαβίδι ἔλαβεν ὁ διορατικώτατος Ἡσαΐας τὸν ἐκ τοῦ θυσιαστηρίου ἄνθρακα, τὴν τοῦ Κυρίου ἡμῶν ἐνανθρώπησιν θεωρῶν τηλαυγέστατα. Ἄνθραξ ἡ θεία ἑωρᾶτο οὐσία· λαβὶς δὲ ἡ ἐξ ἡμῶν αὐτῇ ἑνωθεῖσα ἀναμάρτητος σάρξ. Ἥψατο δὲ τῶν χειλέων Ἡσαΐου, καὶ τὰς αὐτοῦ ἐκάθηρεν ἁμαρτίας, τὰς πάσης τῆς ἀνθρωπείας φύσεως δηλονότι. Ἡ γὰρ ἄῤῥητος τοῦ λόγου πρὸς τὸ ἀνθρώπινον ἕνωσις ἦρε θεοπρεπῶς τὰς τοῦ κόσμου παντὸς ἁμαρτίας.

ΜΓʹ. ΕΡΜΙΝῼ ΚΟΜΗΤΙ. Τίνα ἔννοιαν ἔχει τό, «Ὑπόθες τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου.» «Ἀπόθες τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου, καὶ ἐξορκιῶ σε τὸν Θεὸν τοῦ οὐρανοῦ καὶ τῆς γῆς,» ἐνετείλατο τελευτῶν ὁ Ἀβραὰμ τῷ οἰκέτῃ, τῶν ἐκ τῶν μηρῶν αὐτοῦ μέλλοντα σαρκοῦσθαι Θεὸν τοῦ οὐρανοῦ καὶ τῆς γῆς τὸν Κύριον ἡμῶν καὶ Δεσπότην Χριστόν, καθαρότητι διανοίας ὁρῶν μέλλοντα τοῦ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεσθαι, ὡς προφήτης καὶ βλέπων τὰ ἔμπροσθεν.

ΜΔʹ. ΜΩΣῌ ΕΠΙΣΚΟΠῼ. Πρὸς ἱερεῖς περὶ τῆς τῶν πενήτων οἰκονομίας ὀλιγώρως ἔχοντας. Οὐ χρὴ τὰς τῶν πενήτων τροφὰς ἀδοκιμάστως διανέμειν, ἀλλ’ ἐκεῖνο πεπεῖσθαι τὸν ταύτας οἰκονομεῖν τεταγμένον· ὡς εἴ τι πέρα τοῦ δέοντος ἀνάλωται, ἱεροσυλίας αὐτὸν καθίστησιν ὑπεύθυνον πταίσμασι.

ΜΕʹ. ΜΑΡΤΥΡΙῼ ΕΠΙΣΚΟΠῼ. Ὅτι φρικτὸν καὶ δυσέφικτον ἱερωσύνη. Παρέργως ποιῇ τὴν τῶν θείων νόμων ἀνάγνωσιν, ἢ καὶ αὐτὴν ἀγνοεῖς τὴν ἀνάγνωσιν. Ἡνίκα γὰρ εἰς τὸν θεῖον ναὸν ἱερουργεῖν Ἀαρών, καὶ οἱ ἐξ ἐκείνου εἰσῄεσαν, πάντα τὰ ἐξ ἔριας ἀποτιθέντες ἐσθήματα, στολὰς ἐκ λίνου παρεβάλλοντο ἐχούσας καὶ τὸ ἀπόῤῥητον, καὶ τῶν ἔξω θορύβων ἐπιλησμονεῖν σημαινούσας.

Ὁ γὰρ Θεῷ λειτουργεῖν προσιών, οὐδὲν ἀλλότριον καὶ τῆς ὕλης ἐφόλκιον ἐπιφέρεσθαι δύναται. Εἰ τοίνυν μετὰ τοιαῦτα τεκμήρια βιάζεσθαι κατατολμᾷς τὴν ἀλήθειαν, συγχύσεις καὶ φλυαρίας ἐπεισφέρων τοῖς ἀνακτόροις, οἷς πᾶσα σιγὴ κεχρεώστηται, ὁμιλίας ἀτόπους, χειροθεσίας ἀθέσμους, εἰς ἔσχατον πέπεισο ἐξωθῶν σαυτὸν κατακρίσεως κίνδυνον.

Μϛʹ. ΜΗΝᾼ ΣΧΟΛΑΣΤΙΚῼ. Περὶ πρακτικῶν. Τὰ πράγματα λόγων οὐ χρῄζει. Αὐτὰ γάρ ἐστι φαινόμενα· οἱ λόγοι δὲ μᾶλλον [τοῦ] γενέσθαι πράγματα δέονται καὶ αὐτοί, εἰ σεμνότητος ἔχονται. Εἰ τοίνυν βούλοιο ἀμφότερα φανῆναι ἀοίδιμος, καὶ πρᾶττε λογικῶς, καὶ λέγε πρακτικῶς.

ΜΖʹ. ΝΕΜΕΣΙῼ ΑΡΧΟΝΤΙ. Πρὸς ἄρχοντας. Ἡ τῆς ἀρχῆς ἐξουσία, εἰ μὴ κέκραται ἡμερότητι, καὶ ἐπανθεῖ αὐτῇ ἡ Θεῷ διακονοῦσα προσήνεια, ἀπόνοιά ἐστι μᾶλλον καὶ ἀγριότης. Εἰ δὲ τῷ πράῳ μιγείη, καὶ τούτῳ ἰθύνει τὸ δίκαιον, καὶ εὐθύτης ἐστὶ καὶ χρηστότης καὶ ὁδὸς εὐνομίας, καὶ πραγμάτων γαλήνη.

ΜΗʹ. ΕΠΑΓΑΘῼ ΠΡΕΣΒΥΤΕΡῼ. Διὰ τί ἀπεγράφη ὁ Κύριος ἐν μήτρᾳ, ὕστερον δὲ καὶ κῆνσον ἐτέλεσεν. Ἀπεγράφη ὁ Κύριος τῇ μήτρᾳ φερόμενος, καὶ κῆνσον ἐτέλεσε Καίσαρι, τῷ κράτει νομοθετῶν ὑποτάσσεσθαι, ὅταν μηδὲν παραβλάπτῃ πρὸς τὴν εὐσέβειαν. Ἃ τοίνυν αὐτὸς ὁ Θεὸς ἡμῶν κατ’ οἰκονομίαν πτωχεύσας ἐδίδαξεν, εὐγνωμόνως ἡμεῖς μιμησώμεθα, καὶ μὴ σκήψει πτωχῶν, τὸν φόρον ἀρνώμεθα.

ΜΘʹ. ΠΑΥΛῼ ΑΡΧΙΜΑΝΔΡΙΤῌ. Πῶς τὴν ἀργίαν ἀποστρέφεσθαι χρή, καὶ τὰς μαρτυρίας προβάλλεται. Πολλήν, ὡς ἔγνων, πληθὺν ἀδελφῶν συναγήοχας, καλῶς μὲν ζῇν ἐθιζόντων, ἀργὰς δὲ χεῖρας ἐχόντων. Τοῦτο δὲ οὔτε παρὰ Χριστοῦ εὗρες τελούμενον, οὔτε παρὰ Παύλου τοῦ σοφοῦ διδασκάλου τηρούμενον. Ὁ μὲν γὰρ καὶ ἀμπελῶνα, καὶ ἐργασίαν καὶ μισθὸν ἐπ’ αὐτῷ ἐπαγγέλλεται· ὁ δὲ ἐργάζεσθαι ταῖς χερσί, καὶ μηδενὸς προσδεῖσθαι ἐδίδαξεν. Εἰ τοίνυν καὶ Χριστῷ πείθῃ τῷ Θεῷ, καὶ Παῦλον τὸν πάνσοφον μιμῇ, ἢ ἐργάζεσθαι παίδευσον, ἢ τὴν πρόφασιν δίδαξον, ἀφ’ ἧς καὶ τραφήσονται, καὶ ἀνάπαυσιν ἕξουσι, καὶ πονηρῶν λογισμῶν καθαρεύσουσιν, οἱ μήτε Χριστῷ πειθαρχοῦντες, μήτε Παύλῳ ἀκολουθοῦντες.

Νʹ. ΣΤΡΑΤΗΓΙῼ ΑΝΑΓΝΩΣΤῌ. Τί σημαίνει ἡ καρυΐνη ῥάβδος. Ῥάβδον καρυΐνην εἶδεν Ἱερεμίας, ὁ τῶν προφητῶν πολυκίνδυνος, ἱερωσύνης ὑπόθεσιν, ἧς τὰ μὲν προφανῆ καὶ ἐπιπόλαια, καὶ ὡς ἄν τις εἴποι προοίμια, στυπτικὰ καὶ τραχέα τυγχάνει, καὶ δριμύτητος μέτοχα· τὰ δὲ κρύφια καὶ ἐσώτερα, σταθερά τε καὶ βέβαια, καὶ στηρίζειν δυνάμενα. Χρὴ τοίνυν καὶ τὰ ἐπίπονα τῆς ἱερωσύνης φέρειν γενναίως, καὶ τὰ ἔπαθλα ταύτης περιμένειν προθύμως.

ΝΑʹ. ΘΕΟΠΟΜΠῼ ΤΡΙΒΟΥΝῼ. Περὶ τῆς καταραθείσης συκῆς. Τὴν συκῆν οὐχ ἀπλῶς ὁ Κύριος κατηράσατο, μὴ τοῦτο νόμιζε, ὦ τῶν θείων ἀκόρεστε, ἀλλ’ ἵνα δείξῃ τοῖς ἀγνώμοσιν Ἰουδαίοις, ὅτι ἔχει δύναμιν καὶ πρὸς τιμωρίαν ἀρκοῦσαν. Ἐπειδὴ γὰρ ἐν πᾶσι τοῖς θαύμασιν οὐδὲν αὐτὸν παρασχόντα τινὶ λυπηρὸν ἑωράκεισαν, μόνον εὐεργετεῖν αὐτὸν ὑπελάμβανον δύνασθαι, οὐκ ἔχοντα κακοῦν τοὺς πονηροὺς ἐξουσίαν.

Ἐκ τῆς ἀψύχου τοίνυν οὐσίας, πείθει τὸν ἀχάριστον δῆμον, ὅτι καὶ ἀμύνασθαι δύναται, καὶ ὡς ἀγαθὸς οὐ βεβούλευται. Ἐξηράνθη οὖν ξύλον, ἵνα φοβήσῃ ἀνθρώπους. Ἅμα δέ τις τούτῳ καὶ ἀπόῤῥητος συμπέπλεκται λόγος, παρὰ γερόντων εἰς ἡμᾶς σοφῶν διαφοιτήσας· ὅτι τὸ ξύλον τῆς παραβάσεως τοῦτο, οὗ καὶ τοῖς φύλλοις εἰς σκέπην οἱ παραβάντες ἐχρήσαντο.

Καὶ κατηράθη παρὰ Χριστοῦ φιλανθρώπως, μηκέτι καρπὸν ἐνεγκεῖν αἴτιον ἁμαρτίας. Ἐπειδὴ δευτέρα Θεοῦ παρουσία, πρὸς ἐνανθρώπησιν μὲν οὐκ ἔστι, πρὸς δὲ τίσιν τῶν πεπραγμένων ἑκάστῳ.

ΝΒʹ. ΛΑΜΠΕΤΙῼ ΜΟΝΑΧῼ. Κατὰ Μανιχαίων. Πολλαὶ προφάσεις εἰσὶ τῆς ἀποχῆς τῶν βρωμάτων, καὶ ἔθος καὶ φύσις, καὶ γνῶμαι δι’ ἐγκράτειαν τελούμεναι. Τὸ μὲν γὰρ νόμῳ πολλάκις παραδίδοται ἔθος. Ἡ δὲ κατὰ μῖσος συμβαίνει καὶ πάθος, ἡ δ’ αὖ πάλιν ἑτέρα πρὸς τὴν γυμνασίαν τῶν μειζόνων κατορθωμάτων. Εἰ ταύτης εἶ τῆς ὑστάτης, ἀκατηγόρητος ἡ νηστεία. Εἰ δὲ τῆς βδελυκτῆς Μανιχαίου καὶ Μαρκίωνος τυγχάνεις μερίδος, οὐδείς σοι τῆς ἡμετέρας συστήσεται μάνδρας, ὡς τὸν Χριστοῦ διαφθείροντι νόμον, καὶ ὡς κακὰ τὰ χρηστὰ παρορῶντι.