Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσίδωρος ὁ Πηλουσιώτης – Ἐπιστολαὶ περὶ τῆς ἑρμηνείας τῆς θείας γραφῆς

Ἰσίδωρος ὁ Πηλουσιώτης

Βιβλίο Α΄, Επιστολές 151-200

Επιστολές για την εκκλησιαστική τάξη, την ηθική καθαρότητα των κληρικών, τη θεία δικαιοσύνη και την αποφυγή της πλεονεξίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσίδωρος ὁ Πηλουσιώτης

—

Κεφάλαιο 4 από 24

ΡΝΑʹ. ΕΥΣΕΒΙῼ ΕΠΙΣΚΟΠῼ. Ὅτι μεγάλης δεῖται ψυχῆς ἡ ἐπισκοπή, καὶ μυρίων γέμει τὸ πράγμα κινδύνων. Ὁ τοῦ Θεοῦ ἱερεύς, ἐπειδὴ ἐγγίζει Θεῷ, κατὰ τὰ πολυόμματα ζῶα ὅλος εἶναι ὀφθαλμὸς ὀφείλει, κατ’ ἐκεῖνα μηδὲν ἀγνοῶν, ἀλλὰ πάντα ὁρῶν. Ἐπεὶ οὖν ἀγνοεῖς, μάνθανε προσηνῶς, [καὶ] μὴ προπηλάκιζε τὴν πολύφωτον ἱερωσύνην, ἣν ἐνυβρίζεις, καὶ ῥᾳθυμία καὶ ἐμπορίᾳ πάντας προπεπωκώς.

ΡΝΒʹ. ΣΥΜΜΑΧῼ. Περὶ τοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου. Ἐρωτᾷς τὴν περὶ τὸν θεσπέσιον Ἰωάννην τραγῳδίαν. Ἀλλὰ φράσαι ταύτην ἀπορῶ. Νικᾷ τὸν νοῦν τὸ τοῦ πράγματος. Μικρὰ δὲ μάνθανε ἄττα ἡ γείτων Αἴγυπτος συνήθως ἠνόμησε, Μωσέα παραιτουμένη, τὸν Φαραὼ οἰκειουμένη, τοὺς ταπεινοὺς μαστίζουσα, τοὺς κοπουμένους θλίβουσα, πόλεις οἰκοδομοῦσα, καὶ τοὺς μισθοὺς ἀποστεροῦσα, καὶ μέχρι τοῦ νῦν τούτοις ἐμμελετῶσα. Τὸν λιθομανῆ γὰρ καὶ χρυσολάτριν προβαλλομένη Θεόφιλον, τέσσαρσι συνεργοῖς, ἢ μᾶλλον συναποστάταις ὀχυρωθέντα, τὸν θεοφιλῆ καὶ θεολόγον κατεπολέμησεν ἄνθρωπον, τὴν περὶ τὸν ἐμοὶ ὁμώνυμον ἀπέχθειαν καὶ δυσμένειαν, ὁρμητήριον τῆς οἰκείας εὑρηκότα σκαιότητος. Ἀλλ’ οἶκος Δαβὶδ κραταιοῦται, ἀσθενεῖ δὲ ὁ τοῦ Σαούλ, καθὼς ὁρᾷς, εἰ καὶ τῆς ζάλης ὑπερῆλθεν ὁ ἄνθρωπος τοῦ βίου, καὶ πρὸς τὴν ἄνω γαλήνην μετετέθη.

ΡΝΓʹ. ΗΡΑΚΛΕΙΔῌ ΠΡΕΣΒΥΤΕΡῼ. Τί ἐστι τὸ εἰρημένον τοῖς ἀποστόλοις, «Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε.» Τὸ εἰς ὁδὸν ἐθνῶν μὴ ἀπελθεῖν, μὴ συνελθεῖν αὐτοῖς εἰς τὸ φρόνημα, ὡσαύτως καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσελθεῖν, οὐχὶ τῆς συνοικήσεως ἀπεχόμενον, ἀλλὰ τῆς δυσσεβείας καὶ πονηρίας μὴ ἐφαπτόμενον.

ΡΝΔʹ. ΠΗΛΟΥΣΙΩΤΑΙΣ ΕΙΣ ΤΟ ΚΟΙΝΟΒΙΟΝ. Πολλὰς ἐνηχούμενοι περὶ ὑμῶν καταβοήσεις, πολλὰς ὑμῖν ἀπαντλοῦμεν καθ’ ἡμέραν τὰς παρακλήσεις. «Ἄνδρες Νινευΐται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης, καὶ κατακρινοῦσιν αὐτήν,» εἶπεν ὁ Κύριος. Ὅτι οἱ μὲν ἀνήκοοι τοῦ νόμου γεγονότες, τὴν τοῦ προφήτου ἀπειλὴν κατεπλάγησαν, καὶ τύπον καὶ σκιὰν τῆς Δεσποτικῆς ταφῆς ἀκηκοότες, ἔδεισαν πρὸς τὸ τοῦ συμβάντος παράδοξον. Ἡμεῖς δὲ αὐτὸν ἰδόντες τὸν προφητευθέντα, καὶ ψηλαφήσαντες, ἀγνώμονες μένομεν πρὸς αὐτόν, καὶ ἀνένδοτοι πρὸς μετάγνωσιν. Μὴ τοίνυν, ἀδελφοί, καὶ ἐθνῶν φανῶμεν ἀπιστότεροι, καὶ ὂν ἐκεῖνοι ἔφυγον ὄλεθρον ἐπισπώμενοι.

ΡΝΕʹ. ΘΕΟΦΙΛῼ ΝΑΥΚΛΗΡῼ. Περὶ τοῦ μὴ ὁρκίζειν. Εἰ τῆς ἡμετέρας ὑπάρχεις ἀγέλης, καὶ ὑπὸ τὸν καλὸν τάττῃ ποιμένα, τὴν τῶν θηρίων φύσιν καὶ ὁμοίωσιν ἄρνησαι, καὶ τῇ φωνῇ αὐτοῦ ἀκολούθησον, μὴ ὀμόσαι ὅλως κελεύοντος. Τὸ δὲ μὴ ὀμόσαι, μηδὲ ἀπαιτῆσαι ὅρκον ἐστίν. Εἰ γὰρ μὴ βούλει ὀμόσαι, μηδὲ παρ’ ἑτέρων ὅρκον ἀπαίτει, διὰ δύο ταύτας αἰτίας· ἢ τὸ ἐπαληθεύειν τὸν ἐπερωτώμενον, ἢ τὸ ἐναντίον τὸ ψεύδεσθαι. Εἰ γὰρ ἀληθεύει συνήθως ὁ ἄνθρωπος, καὶ πρὸ τοῦ ὅρκου πάντως ἀληθεύει· εἰ δὲ ψεύστης ἐστί, καὶ ὀμνύων ψεύδεται. Οὐ χρὴ οὖν ὅρκον ἀπαιτεῖν δι’ ἀμφότερα.

ΡΝϛʹ. ΕΥΣΤΑΘΙῼ. Περὶ ἱερωσύνης Ἐγὼ μὲν τὴν βίβλον ἢν ἐζήτησας πέπομφα, καὶ καρπὸν ἐξ αὐτῆς διὰ σοῦ περιέμενον, ὃς παρὰ πάντων συνήθως εἰσπράττεται. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι καρδία, ἣν ἐπῆλθεν ἡ ταύτης ἀνάγνωσις, καὶ πρὸς τὸν θεῖον αὐτὴν οὐκ ἔτρωσεν ἔρωτα· σεπτὴν μὲν τὴν ἱερωσύνην καὶ δυσπρόσιτον δείξασα, ἀμέμπτως δὲ αὐτὴν μετέρχεσθαι διδάξασα· ὁ γὰρ τῶν τοῦ Θεοῦ ἀποῤῥήτων σοφὸς ὑποφήτης Ἰωάννης, ὁ τῆς ἐν Βυζαντίῳ Ἐκκλησίας καὶ πάσης ὀφθαλμός, οὕτως αὐτὴν λεπτῶς καὶ πυκνῶς ἐξηκρίβωσεν, ὥστε πάντας τούς τε κατὰ Θεὸν ἱερατεύοντας, τούς τε ῥᾳθύμως ἱερατικὴν μεταχειρίζοντας, ἐν ταύτῃ τὰ οἰκεῖα εὑρίσκειν κατορθώματά τε καὶ σκώμματα.

ΡΝΖʹ. ΠΑΝΣΟΦΙῼ ΑΡΧΙΔΙΑΚΟΝῼ. Πρὸς ἱερεῖς φιλαργυρίαν νοσοῦντας. Εἰ τῷ Χριστοῦ διακονεῖς θυσιαστηρίῳ, μετὰ τῶν αὐτοῦ νόμων μετέρχῃ τὴν λειτουργίαν σου, πρᾶος καὶ ταπεινὸς τῇ καρδίᾳ φαινόμενος. Οὐ γὰρ πολιτικήν τινα χειρίζεις ἡγεμονίαν, τύφῳ καὶ κόμπῳ φλεγμαίνουσαν· ἀλλὰ διακονίαν εἰρηνικὴν καὶ ἀτάραχον.

Εἰ δὲ πλοῦτος ἄδικος συναχθεὶς ὑπεραίρει σε, αὐτὸς μὲν θᾶττον ἐξεμεθήσεται, ῥευστὴν ἔχων τὴν φύσιν καὶ ἄστατον· σὺ δὲ πολὺν ὀφλήσεις τὸν γέλωτα, τοῖς παρατρέχουσιν ὡς ἑστῶσι προσθέμενος

ΡΝΗʹ. ΠΡΙΣΚῼ ΚΑΠΠΑΔΟΚῌ. Σκαιόν σέ φασί τινες καὶ ἀλαζόνα καὶ ὑπερβαίνοντα τὴν φύσιν τῶν ἀνθρώπων φαυλότητι. Ἐγὼ δὲ πολλῶν περὶ σοῦ ἀπηχῶν ᾀδομένων οὐκ ἔχω τὸ πείθεσθαι, ἀγνοῶν σε παντάπασι· μίαν δὲ συγκατάθεσιν πρὸς τὰς τραγῳδίας τεκμαίρομαι, τὸ τῆς πατρίδος ἀλλόκοτον. Καὶ δέδοικα μή ποτε θατέρου πράγματος ὑπάρχεις Καππαδοκῶν τοῦ πᾶσι κατεστιγμένου τοῖς ἐλαττώμασιν. Ἔστι γὰρ αὖθις ἑτέρα μοῖρα Καππαδοκῶν πανάριστος· ἀφ’ ἧς ἐκεῖνοι γεγόνασιν, οἱ πανταχοῦ τῷ φωτὶ τῆς ἑαυτῶν πολιτείας καὶ νουθεσίας τὰ τῆς γῆς δᾳδουχήσαντες τέρματα.

Ἐπειδὴ οὖν καὶ ἱερωσύνην σοι πράσις ἐπέθηκε, φοβήθητι τοὺς θεοφόρους ἐκείνους ἀνθρώπους, καὶ ἢ τὴν αὐτῶν προαίρεσιν μίμησαι, ἢ τὴν αὐτῶν λειτουργίαν μὴ ὕβριζε. Εἰ γὰρ τὸ ὑπ’ αὐτῶν ἐλεγχθῆναι συμβαίη σοι, οὐδὲ τὸ παρὰ Χριστοῦ κατακριθῆναι λελείψεται.

ΡΝΘʹ. ΛΕΟΝΤΙῼ ΕΠΙΣΚΟΠῼ. Περὶ ἱερωσύνης. Μηδὲν ἐμποδὼν τῷ τοῦ Κυρίου Εὐαγγελίῳ γινέσθω, μηδὲ περισπασμὸς τῇ πνευματικῇ ἀκολουθείτω διδασκαλίᾳ, μηδὲ θόρυβος τῇ ἐπωφελεῖ διαλέξει μεσιτευέτω. Οὔτε γὰρ Χριστὸς ζητούμενος ὑπὸ τῆς μητέρος καὶ τῶν ἀδελφῶν, αὐτῶν τὴν κλῆσιν προσήκατο, ἡνίκα δογμάτων ἀπήρξατο, καὶ σωτηρίαν τοῖς ἀκροαταῖς κατειργάζετο, δεικνὺς ὡς χρὴ τῶν σαρκικῶν εἶναι τὰ πνευματικὰ προτιμότερα.

Οὔτω καὶ οἱ αὐτοῦ μαθηταὶ [τὰ] τῶν τραπεζῶν παρῃτήσαντο τὴν ἐπίσκεψιν ἀναγκαίαν οὖσαν διὰ τοὺς πένητας.

ΡΞʹ. ΤΑΡΑΣΙῼ ΙΣΑΥΡῼ. Περὶ τοῦ δεῖν πάντοτε νήφειν. Κρείττονά σε πάντες τοῦ γένους, καὶ τῆς πατρίδος [σε] λέγουσι, καὶ χρηστὸν τοῖς ἤθεσιν ἀπαγγέλλουσι, τὴν τῶν ὁρῶν τραχύτητα μὴ κρατήσαντα, ἀλλὰ τὸν Θέκλης τῆς πρωτομάρτυρος καὶ τρόπον καὶ σηκὸν ἀγαπήσαντα. Καὶ μακάριος εἶ πτωχεύων [ἐκ ψυχῆς.] Τοῦτο γὰρ τῶν πιστῶν ἐπαινετόν. Καὶ εὔχομαί σε μεῖναι ἄτρεπτον, ἐπειδὴ οὐδὲν σταθερώτερον ἔχομεν, ἀλλ’ ὡς ἀνέμοις ταῖς κούφαις βοαῖς ῥιπιζόμεθα.

ΡΞΑʹ. ΘΩΜᾼ ΚΟΜΗΤΙ. Καὶ γράφεις λαμπρῶς, καὶ πέμπεις ἁβρῶς. Καὶ μένοις φαιδρῶς ὁ τοῖς πᾶσι χρηστός.

ΡΞΒʹ. ΙΕΡΑΚΙ ΛΑΜΠΡΟΤΑΤῼ. Περὶ ἀσκήσεως. Οὐκ ἀρκεῖ ἡ βρῶσις καὶ πόσις καὶ στρωμνὴ Ἰωάννου πρὸς πέρας ἀσκήσεως, τοῖς ταῦτα ζητοῦσιν, ὦ ἄριστε, ἀλλὰ χρεία καὶ τῆς γνώμης Ἰωάννου πρὸς τὴν τελείωσιν. Εἰ τοίνυν ἡμῶν ἐπαινεῖς τὴν λιτότητα, κατόρθωσον ἡμῖν τὴν πραότητα, ἥπερ πᾶσαν ἐκκλίνει περπερείαν.

ΡΞΓʹ. ΚΥΡῼ. Σοφιστεύεις ὄντως, καὶ γράφων, καὶ κάλλη πλάττεις ὀνομάτων. Χρὴ δὲ καὶ ἀφορμὰς παρέχειν ἐν αὐτοῖς ὠφελείας πραγμάτων. Τὸ γὰρ καλῶς λέγειν κυμβάλῳ παρέοικε. Τὸ δὲ χρηστῶς πράττειν ἀγγέλοις συμπέφυκεν. Οἷς καὶ ἔμφοβος καὶ ἀμέλλητος ὑπακοὴ τὸ ποιεῖν τὰ θελήματα τοῦ Θεοῦ μαρτυρεῖ.

ΡΞΔʹ. ΜΑΡΤΥΡΙῼ. Περὶ ὑπερηφανίας. Ὑπερηφάνοις ὁ Θεὸς ἀντιτάσσεται, ἐπειδὴ καὶ τῷ ἄρχοντι αὐτῶν ἐξ ἀρχῆς ἀντετάξατο. Σκόπει τοίνυν ὅσον ἐστὶ καὶ Θεὸν ἔχειν ἀντίμαχον, καὶ τὸν ἀρχαῖον ἀντάρτην συμμέτοχον.

ΡΞΕʹ. ΑΥΣΟΝΙῼ. Πολλοὶ μὲν ἀρχὰς ἐξ ἀρχῶν ἄλλας ἀμείβουσιν, ἐκ τῶν ἡσσόνων ἵσως τὰς μείζους, οἱ χρηστῶς ταύτας ἰθύνοντες. Τινὲς δὲ οὐ μόνον τῶν κρειττόνων τὰς ἥττους ἠλλάξαντο, ἀλλὰ καὶ οἰκτρῶς προσαπώλοντο.

Οἷς οὐκ ἦν βοήθεια ἢ κυβέρνησις. Σὲ δὲ ἐκ τῶν θρόνων τῆς εὐαρχίας αἱ οὐράνιοι παραδέξονται τάξεις, αἷς ἑαυτὸν πεποίηκας προσφιλῆ, καὶ πτωχῶν φιλοθέων κηδόμενος, καὶ κατόπιν πάντα τοῦ δικαίου τιθέμενος.

ΡΞϛʹ. ΜΑΡΤΙΑΝῼ. Τὴν μὲν τοῦ νότου βασίλισσαν, ἀκοὴ σοφίας ἐκ τῶν περάτων τῆς γῆς ἐκτεῖναι πρὸς Σολομῶντα παρώτρυνε. Σὲ δὲ Κύριος καθ’ ἡμέραν ἐμβοῶν, νῆψαι καὶ βλέψαι πρὸς τὸ συμφέρον οὐκ ἔπεισε. Πρόσεχε τοίνυν μὴ ὑπ’ ἐκείνης κριθῇς ὅτι τὴν μὲν φῆμαι καὶ λόγοι ἐπτέρωσαν· σὲ δὲ καὶ ὅψις καὶ πράξις τῶν τοῦ Χριστοῦ ἐνεργειῶν οὐδαμῶς ἐβελτίωσαν.

ΡΞΖʹ. ΗΣΑΙᾼ ΣΤΡΑΤΙΩΤῌ. Τὸν μάχαις χαίροντα, καὶ θορύβοις τερπόμενον, καὶ μᾶλλον μισεῖσθαι παρὰ πάντων σπουδάζοντα, τί ἄν τις ἁρμοδίως καλέσειεν, ἢ φαῦλον δαίμονα, ἐκ τῆς γνώμης τὴν φύσιν ἀλλάξαντα; Ἐπεὶ οὖν καὶ πρὸ καιροῦ βασανίζει Χριστὸς ἐνταῦθα τοὺς δαίμονας, κἀκεῖ σὺν τῷ πατρὶ αὐτῶν πῦρ αὐτοῖς αἰώνιον ἐπηγγείλατο· ἢ παῦσαι φιλοτάραχον ζωὴν μετερχόμενος, ἢ γίνωσκε κἀνταῦθα μάστιξιν ὑποκείμενος, κἀκεῖσε τὴν ἄμυναν οὐ λησόμενος.

ΡΞΗʹ. ΖΩΙΛῼ ΠΡΕΣΒΥΤΕΡῼ. Ἐπειδὴ ἄμπελον ἑαυτὸν ὁ Κύριος προσηγόρευσε, τὸ νόστιμον καὶ καρδίαν εὐφραῖνον παρασχόμενος κήρυγμα, οἶνον ἀναγκαίως καλεῖ ἡ θεία Γραφὴ τὸν ἀληθῆ θείας γνώσεως λόγον· τοῦτον καὶ ἐν κρατῆρι ἡ σοφία ποτίζει, κρατῆρα τὴν τοῦ Κυρίου πλευρὰν ὀνομάζουσα, ἐξ ἧς ἡμῖν ἡ τῆς ζωῆς εὐφροσύνη ἐπήγασεν.

ΡΞΘʹ. Τῼ ΑΥΤῼ. Εἰς τὸ εἰρημένον, «Οἱ κάπηλοί σου.» Τὴν τοῦ θείου Πνεύματος ἐπιφοίτησιν δεξάμενοι οἱ τοῦ Κυρίου ἀπόστολοι, γλεύκους εἶναι μεστοὶ ἐνομίσθησαν, καὶ εἰς πάντα τὰ ἔθνη τὴν ἀληθῆ καὶ ἀνόθευτον πόσιν τῶν μυστηρίων ἐκόμισαν. Τοὺς τοίνυν τὴν θείαν παραχαράσσοντας παίδευσιν, καὶ νόθοις [καὶ] ἐξιτήλοις ἐντάλμασι τὰ οὐράνια ἐπιθολοῦντας διδάγματα, Μανιχαίους, καὶ Σίμωνας, καὶ Μοντανούς, καὶ Ναυάτους, Ἀρείους, καὶ Μακεδονίους, Φωτεινούς τε καὶ τοὺς τούτοις ὁμόφρονας, καπήλους εἰκότως προσαγορεύει μιγνύντας τὸν οἶνον ὕδατι, τῇ ἀκραιφνεῖ τῶν θείων λόγων σοφίᾳ τοὺς οἰκείους σχετλιασμοὺς ἐπεισάγοντας.

ΡΟʹ. ΧΑΙΡΗΜΟΝΙ. Περὶ τῶν ἀναξίως τῶν μυστηρίων κοινωνούντων. Φασί σέ τινες πάντα μὲν ἀπηγορευμένα, τινὰ δὲ πράττειν καὶ ἄθεσμα, τοῖς δὲ θείοις μυστηρίοις τὰς χεῖρας προτείνειν συνεχῶς, καὶ μετέχειν τολμηρῶς τῶν ἀψαύστων σοι. Καί μοι λίαν ἐπῆλθε θαυμάσαι σου τὴν ἀναίδειαν, ὅτι ταῖς τῶν δαιμόνων τραπέζαις εἰς κόρον κοινωνῶν, καὶ τραπέζης Κυρίου μετέχειν οὐ φοβῇ. Ἆρα οὖν μή τίς σε βρόχος καταλάβῃ, ὡς τὸν Ἰούδαν ἐπὶ τῇ προπετείᾳ ἑαυτοῦ ἀπογνόντα, καὶ τὴν προδοσίαν ἐνεργοῦντα, καὶ τὴν κοινωνίαν ἀπαιτοῦντα.

ΡΟΑʹ. ΤΟΙΣ ΥΙΟΙΣ ΝΕΙΛΟΥ. Τί ἀρνεῖσθε τὴν φύσιν, ἢ ἀγνοεῖτε τὴν κλῆσιν; Ἠμὲν γὰρ ἐκ μιᾶς ὑμᾶς προήγαγε νηδύος; Ἡ δὲ διὰ μιᾶς ἀνεγέννησεν ἐλπίδος. Ἢ τὴν προτέραν τοίνυν αἰδέσθητε γέννησιν, ἢ τὴν δευτέραν φοβήθητε ἀναγέννησιν, καὶ σπείσασθε πρὸς ὁμόνοιαν, εἴτε τῆς φύσεως, εἴτε τῆς κλήσεως.

ΡΟΒʹ. ΑΡΧΟΝΤΙῼ. Εἰς τὸ εἰρημένον ὑπὸ τοῦ Ἀβραὰμ πρὸς τὸν πλούσιον, «Ὅτι μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται.» Χάσμα μέγα ἐστήρικται μεταξὺ ἑαυτοῦ καὶ τοῦ πλουσίου τιμωρουμένου, ὁ Ἀβραὰμ ἀπεκρίνατο, τὴν τῶν δικαίων πρὸς τοὺς πταίοντας διαφορὰν ἐνδεικνύμενος.

Ὁ μὲν γάρ, φιλόξενος ἦν καὶ φιλόπτωχος, τοὺς μακρὰν ἀπῳκισμένους δεχόμενος· ὁ δὲ πρὸ τῆς θύρας ἡλκωμένον, ἀνίλεως ἐκτρεπόμενος, Ὥσπερ οὖν ἐναντίαι αἱ προθέσεις, οὕτως ἀμιγὴς ἡ μετάστασις· τῶν μέν, τὴν ἄνεσιν· τῶν δέ, τὴν κόλασιν δεξαμένων.

ΡΟΓʹ. ΜΑΡΚῼ ΜΟΝΑΧῼ. Πρὸς μοναχὸν τόπον ἐκ τόπου ἀμείβοντα. Τοὺς ἀστηρίκτους καὶ σοὶ προσεοικότας, ἀβέβαιε, χοῦν ἐκριπτούμενον ἀπὸ προσώπου τῆς γῆς ὁ Προφήτης ἐκάλεσεν. Εἰ γὰρ φυτευθεὶς παρὰ τοῦ μακαρίου Ἄμμωνος, καὶ ποτισθεὶς θεοφιλῶς, καὶ ἀσφαλῶς ἑδρασθείς, καὶ καρπὸν ἐνηνοχώς, ὡς ᾠόμεθα, πολλοὺς οἴκους περινοστεῖς οὐ χάριν παιδεύσεως, ἀλλ’ ἁβροτέρας σιτήσεως, τίς σε κατ’ ἀξίαν ὀδύραιτο, καὶ σαυτὸν ἀπολλύντα, καὶ πολλοὺς ἀχρειοῦντα, οἷς ἡ νεότης τὴν εὐκολίαν εἰσποιεῖται συμφέρουσαν;

ΡΟΔʹ. ΚΥΡΗΝΙῼ ΗΓΕΜΟΝΙ. Χάρτην ἡμῖν οἱ πολῖται πεπόμφασι, προπαγέντα τῆς ἐκκλησίας, ὡς ἔφησαν, πρὶν ἐπιβῇ τῆς πόλεως· ὃς καὶ ἀπολογίας πάντας γυμνοί, καὶ τῆς ἐν ἐκκλησίᾳ φυγῆς. Ὅπερ οὐ μόνον ἀπηνείας ἐστίν, ἀλλὰ καὶ ἀσεβείας ἔχει ὑπόνοιαν. Εἰ γὰρ ἀπολογίας οὐ μεταδιδούς, οὐδὲ φυγὴν πρὸς Θεὸν ἐνδιδούς, καὶ συκοφάντας ἐστόμωσας, καὶ ἀδικίας ἐπλήθυνας· πῶς οὖν φωράσεις τὸ δίκαιον; πῶς σώσεις τὸν ἀδικούμενον; ὃς ἵνα μὴ ἔργον δυνατοῦ γένηται, ἀπορῶν δικαστοῦ τοῦ ἀμύνοντος, πρὸς τὸν ἀχείρωτον ἔδραμε σηκόν. Ἡ δὲ σκῆψίς ἐστι, τῆς τοῦ δικαστηρίου πράσεως ἡ ἀπόφασις, ὑπόβηθι τὴν ἀπήνειαν, καὶ ἕξεις τὸ πρατήριον εὐμαρέστατον.

ΡΟΕʹ. Τῼ ΑΥΤῼ. Καὶ τὰ μέτρα ἑαυτῶν ἐπιστάμεθα, καὶ ἐλέγχειν τοὺς πονηροὺς προβεβλήμεθα. Εἰ δὲ τὴν φράσιν φεύγεις ὧν πράττεις, παῦσαι τὴν πρᾶξιν, καὶ οὐκ ἔσται ἡ φράσις. Ὃ γάρ τις ποιεῖν οὐκ αἰσχύνεται, τοῦτο μὴ ἀλυέτω καλούμενος. Εἰ δὲ καὶ μόνη ἡ κλῆσις ὕβρεώς ἐστιν ἕξις, ταύτης ἡ πρᾶξις [πῶς] οὐκ ἂν γενήσεται ὕβρις;

ΡΟϛʹ. ΠΗΛΟΥΣΙΩΤΑΙΣ. Ὁ καλὸς Κυρήνιος αὖθις κατακοσμεῖ τὸ πρατήριον. Οὐ γὰρ ἂν φαίην κριτήριον, εἰ μὴ δοκίμου καὶ ἀκιβδήλου νομίσματος μόνον, ὃ ὑπὲρ κλεμμάτων κομίζεται. Πράξετε τοίνυν βελτίονα, αὐτῷ μὲν πόρους μὴ φέροντες, ἑαυτοῖς δὲ βρόχους μὴ πλέκοντες.

Ἡ γὰρ ὑμετέρα εὐπραγία, ἔστω αὐτῷ δυσπραγία.

ΡΟΖʹ. ΕΥΣΕΒΙῼ ΕΠΙΣΚΟΠῼ. Νῦν πονηρῶς πράττει τὰ Πηλουσιωτῶν, ὅτε καὶ τῶν πολιτικῶν ἡ διοίκησις ὁμοίαν τῶν ἐκκλησιαστικῶν νόσον περιεβάλετο. Καὶ γὰρ καὶ ὁ θαυμαστὸς Κυρήνιος κατέπτη τὴν ἀρχὴν ἐνημμένος· καὶ ὁ περιβόητος Εὐσέβιος τὴν ποιμαντικὴν ἐμπεπίστευται· καὶ Μάρων οἰκονομεῖ, καὶ Πανσόφιος ἀρχιδιακονεῖ· ὁ μέν, τὰς κρίσεις ἀπεμπωλῶν, ὁ δὲ τὰς χρήσεις διαπωλῶν· οἱ δὲ ὑπουργοὶ ὄντες καὶ σπουδασταί. Καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ὑμῖν. Φείσασθε οὖν ἁπρόσοχοι, μὴ καὶ τὸν ἕξω δικαστὴν ἀπολύητε τῆς αἰτίας εἰς ὑμᾶς ἀφορῶντα, καὶ τῶν κερδῶν ἀφειδοῦντα.

ΡΟΗʹ. ΡΟΥΦΙΝῼ. Ἣ τὰ Πηλουσιωτῶν ἁμαρτήματα, ἣ τὰ Ῥωμαίων μέγιστα πράγματα ἃ διέπεις εὐμενῶς, λαθεῖν σε τὸν παναρκῆ εὐεργέτην ἐποίησεν, ὅπως Κυρήνιος τῆς ἀρχῆς ἐπελάβετο, καὶ πράττει τὰ ἐνταῦθα πάλιν χαλεπῶς.

Αἱ γὰρ πράσεις σφοδραί, αἱ πτωχείαι πολλαί, αἱ ἀδικίαι συχναί, ἡ Ἐκκλησία οὐχ οἵα βοηθεῖν. Ἀπέβη τὸ δίκαιον, ὁ νόμος ἠγνόηται· ὁ φόβος τοῖς μὴ παρέχουσι, τὸ μῆκος ὅπλον ἔχει ὧν δρᾷ· ἢ παῦσον αὐτὸν τῆς δυνάμεως, ἢ ἴσθι συναπολαύσων αὐτῷ ἐπὶ τοῦ Θεοῦ καὶ κρίματος.

ΡΟΘʹ. ΛΥΚΑΙΝῌ. Εἰ τῇ χηρείᾳ ἐγκαρτερεῖς, μὴ πρᾶττε νεώτερα. Εἰ δὲ καὶ κόσμον περίκεισαι, καὶ πένθους ὄνομα κέκτησαι, οὐ συμβαίνει τὰ πράγματα. Ἢ θάτερον οὖν ἀπόλιπε, ἢ τὴν αἰδὼ μὴ καθύβριζε.

ΡΠʹ. ΘΕΟΦΡΟΝΙῼ. Ὅτι διὰ τῆς πράξεως γνωρίζονται αἱ ἀρεταί, ἤπερ διὰ λόγου. Οὐ ῥημάτων ἀπαγγελία, ἀλλὰ πραγμάτων διακονία τὸν τῆς θείας παιδεύσεως ζηλωτὴν ἀποφαίνει. Οὐδὲ γὰρ ὁ ἀρχαῖος ἀντάρτης, ἐπειδὴ τῶν θείων χρησμῶν ἐμέμνητο πειράζων τὸν Κύριον, ἐπαινετὸς ἦν ἄρα τῆς τούτων μαθήσεως, ἀλλ’ ἀπόκριτος καὶ ἀπόβλητος, ὅτι τὴν γνῶσιν ἔχων, τὴν πρᾶξιν ἀρνεῖται. Εἰ τοίνυν μὴ κοῦφος φαίνεσθαι βούλει, καὶ ἐπὶ γλώττης μόνης ἔχων τὴν παίδευσιν, ἔργῳ ἐπίδειξον ταύτην.

Οὐδὲ γὰρ τῆς ἔξωθεν ὁπλοφορίας ὁ Γολιὰθ ἀπώνατό τι, τοῖς ἔσωθεν ἀσθενῶν βοηθήμασιν.

ΡΠΑʹ. ΩΡΙΩΝΙ ΜΟΝΑΧῼ. Ὅτι οὐκ ἀπονοίας ἦν ἡ κατὰ Ἀνανίου καὶ Σαπφείρης ἀγανάκτησις τοῦ ἀποστόλου Πέτρου, ἀλλὰ χρήσιμος τῇ ἀρχῇ τοῦ κηρύγματος. Οὐκ ἀπονοίας ἐστίν, ὦ φιλολογώτατε, ὁ κατὰ τῶν πταισάντων φόνος τοῦ σοφωτάτου Πέτρου, ἀλλὰ διδασκαλίας προγνωστικῆς, τὰ πολλὰ τῶν ἀνθρώπων προϊωμένης ἁμαρτήματα. Τότε γὰρ ἀρξάμενοι τὰ τοῦ Εὐαγγελίου καταβάλλεσθαι σπέρματα· καὶ εὐθὺς παρανατείλαντα ἑωρακότες ζιζάνια, σοφῶς αὐτὰ παραχρῆμα ἐξέτιλαν, ἵνα μὴ τῷ σίτῳ συναυξηθέντα, τῷ μέλλοντι πρὸς καῦσιν πυρὶ φυλαχθῇ. Οὕτω καὶ Μωσῆς ὁ θεσπέσιος τὰ τοῦ νόμου ἐκ προοιμίων παραβαθέντα θεώμενος, εἰ καὶ ἐπὶ βραχεῖ ἁμαρτήματι καταλευσθῆναι ἐν σαββάτῳ ξυλολογοῦντα ἐκέλευσε, τοῦτο Θεὸν γεγραφὼς ἀποφήνασθαι. Ἐπὶ μικρῷ γὰρ καὶ μείζονι ἡ παράβασις κρίνεται. Ὡς καὶ οἱ πρῶτοι τοῦ γένους προπάτορες ξύλου γεύσει τὸν πολυώδυνον κατεδικάσθησαν καὶ βίον καὶ θάνατον.

ΡΠΒʹ. ΗΡΑΚΛΕΙΔῌ ΕΠΙΣΚΟΠῼ. Διὰ τί λέγεται ὁ Κύριος μαργαρίτης, καὶ διὰ τί ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας ἡ βασιλεία τῶν οὐρανῶν ἀπεικάσθη. Ὁ τὸν πολυτίμητον μαργαρίτην ζητήσας, καὶ πάντων αὐτῷ τῶν προσόντων ἀντισταθμίσας, ὁ νέος ἐστὶ τοῦ Κυρίου λαός, τῆς πατρῴας καὶ οὐσίας καὶ θρησκείας καταφρονῶν, καὶ τὸν Κύριον τῆς δόξης ζητῶν. Μαργαρίτης δὲ κέκληται, ἐπειδὴ τῷ βυθῷ τῆς θεότητος ἥνωται, καὶ μόνοις τοῖς ἀλιεῦσι καὶ τοῖς αὐτοῦ ὑποφήταις ἐγνώρισται.

ΡΠΓʹ. Τῼ ΑΥΤῼ. Οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοις, ποιοῦντες ἐργασίαν ἐν ὕδασι πολλοῖς, οἱ τοῦ Κυρίου τυγχάνουσι θεοφόροι ἀπόστολοι, καὶ ἐκ τοῦ προτέρου τοῦτο ὄντες ἐπιτηδεύματος, καὶ ἐκ τῆς ἐν τῷ βίῳ ζωγρευτικῆς ἐργασίας. Ἐπειδὴ γὰρ ὡς κυμάτων ἐπανάστασις φλεγμαίνει καὶ κατευνάζεται τῶν ἀνθρώπων τὰ πράγματα, εἰκότως θάλασσαν τὴν τούτων ἀνωμαλίαν οἱ θεῖοι καλοῦσι χρησμοί. Οἱ δὲ ταύτην γαληνεύσαντες, ἐν ὕδασι πολλοῖς πεποιῆσθαι τὴν ἐργασίαν ἐῤῥήθησαν.

ΡΠΔʹ. ΖΩΣΙΜῼ. Εἰ τῆς ἀνοχῆς τοῦ Θεοῦ, καὶ τῆς μακροθυμίας, ὦ τάλας, καταφρονεῖς, κἂν τὰ παρόντα αἰδέσθητι. Πολλοὶ γὰρ πρὸς τὰ μέλλοντα ἀβλεπτοῦντες, τὰς ἐνταῦθα ἐκκλίνουσι κωμῳδίας. Εἰ δὲ καὶ ταῦτα κἀκεῖνα καταφρονεῖς, ἐνταῦθα γελασθήσῃ, κἀκεῖ θρηνηθήσῃ.

ΡΠΕʹ. ΕΥΣΕΒΙῼ ΕΠΙΣΚΟΠῼ. Ἠδύνασο ἐπικουρεῖν τοῖς βοηθείας προσδεομένοις, εἰ μὴ σαυτὸν προκατέλυσας αἰσχροῖς λήμμασι καὶ προβλήμασιν. Οἱ γὰρ ὁρῶντές σε Πανσοφίου ἡττώμενον, ἀνθρώπου μὴ μόνον τὸν θεῖον ὑβρίσαντος Στέφανον, οὖ τὴν λειτουργίαν ἀκρίτως ἐδέξατο, ἀλλὰ καὶ πᾶσαν ἀρετὴν ἐκ τοῦ σεμνοῦ χοροῦ προπηλακίσαι σπουδάζοντος, ποίας ἄν σε τιμῆς ἀξιώσειαν; Εἰ δὲ καὶ τοῦτον κωλύσειας, καὶ σαυτὸν διορθώσειας, καὶ τὰ ἐνταῦθα πάντως φανεῖταί σοι χρηστά, καὶ τὰ ἐκεῖθεν πάντως ἀνεκτά.

ΡΠϛʹ. ΣΕΡΗΝῼ ΤΡΙΒΟΥΝῼ. Ὅτι δεῖ τοὺς καρποφοροῦντας ἁπλῶς τὰ δῶρα προσάγειν Θεῷ, καὶ μὴ κρίνειν· τὸν τούτων μεσίτην, τουτέστι τὸν ἱερέα. Μὴ λογοποιεῖ τὰ δῶρα, ἀλλὰ πρόσφερε μόνον. Οὐδὲ γὰρ ὁ σοὶ [προσ]κομίσας τι, περιεργάζεται, ὅποι καὶ ὅπως χρήσαιο τούτῳ· ἀρκεῖ γὰρ μόνον τὸ δοῦναι, καὶ σοὶ τιμήν, καὶ ἑαυτῷ παῤῥησίαν ὀρέξαι.

ΡΠΖʹ. Τῼ ΑΥΤῼ. Εἰ καὶ τῷ Θεῷ ὑπόδικοι, ὡς ἔφης, οἱ κακῶς χρώμενοι τοῖς ἱεροῖς τυγχάνουσιν ἱερεῖς, ἀλλ’ αὐτὸς τοῦτο ἀγνοεῖς· μὴ καὶ τὴν πρόθεσιν τῆς δωροφορίας ὑβρίσῃς, τὸν τρόπον τῆς δαπάνης αὐτῆς ἐρευνῶν, ὡς ἐπὶ τούτῳ δεδωκώς, ἵν’ εὐθύνας αὐτῆς ἀπαιτῇς, κἀκείνους τοῦ μέλλοντος ἐξέλῃ λογοθεσίου. Ὥσπερ γὰρ οἱ ἐπιδεικτικῶς εὖ ποιοῦντες, τοῖς ἐνταῦθα κρότοις τὴν ἐκεῖθεν ἀμοιβὴν ζημιοῦνται· οὕτως οἱ τοῖς ἐκεῖσε δίκην χρεωστοῦντες, ἐνταῦθα προεξετάζοντες, τῆς ἐκεῖθεν ἀφιᾶσιν αἰτίας καὶ τιμωρίας.

ΡΠΗʹ. ΑΣΚΛΗΠΙῼ. Περὶ ἀμελούντων τῆς φοβερᾶς ἡμέρας. Εἰ [ὁ] οὐρανὸς ὡς βιβλίον ἑλίσσεται, καὶ τὰ ἄστρα πίπτει, καὶ Ὠρίων, καὶ γῆ, καὶ τὰ ἐν αὐτῇ κατακαίεται, καὶ πάντα γυμνὰ καὶ τετραχηλισμένα τῇ μεγάλῃ ἡμέρᾳ τῆς τοῦ Κυρίου παρουσίας ἑτοιμάζεται· τοῦ χάριν αὐτὸς ἀμελεῖς, καὶ οὐχ ὡς εὐθύνας ὑφέξων εὐτρεπίζῃ, ἀλλ’ ὡς ἀνέγκλητος λησόμενος, ἀναβάλλῃ τὴν μεταμέλειαν; Ὅρα οὖν μὴ τότε σοι ἐπέλθῃ ἡ μετάγνωσις, ὅτε μόνη πάρεστιν ἡ ἀπόγνωσις.

ΡΠΘʹ. ΣΕΡΗΝῼ. Καλὸν μὲν τὸ τιμᾷν τοὺς μάρτυρας τῆς εὐσεβείας τοῖς ἀναθήμασιν, ὅπερ αὐτὸς πεποίηκας. Κρεῖττον δὲ τὸ θεραπεύειν αὐτοὺς οἷς ἐποίησαν κατορθώμασιν. Οἷς τοίνυν προσενήνοχας τὸν κόσμον, καρποφόρησον αὐτοῖς καὶ τὸν τρόπον.

Ρϟʹ. ΠΑΛΛΑΔΙῼ. Ὁ παῖς ὁ πεφευγώς σε δι’ εὐχέρειαν ἀκοῆς λόγοις φαύλοις φθαρείς, ἧκέ σοι δι’ εὐπείθειαν, εὔνοιαν παρ’ ἡμῶν διδαχθείς. Δέχου τοίνυν εὐμενῶς, καὶ ἡμῖν καὶ σαυτῷ χαριούμενος· ἡμῖν τὴν ἀγάπην, σαυτῷ δὲ τὴν χρείαν.

ΡϟΑʹ. ΚΑΛΛΙΟΠΙῼ. Ὅτι καλὸν τὸ φεύγειν (f. add. τὰς) πολιτείας· καὶ πρὸς ἄρχοντας. Ἡμεῖς τὰς πόλεις ὡς θορυβώδεις πεφεύγαμεν, καὶ θορύβους ἐπὶ τῆς ἐσχατιᾶς εὑρήκαμεν. Οἱ γὰρ ἡγεμόνες τῆς πολιτείας, οἱ τὰς πόλεις ἠρεμεῖν παρασκευάζειν ὀφείλοντες, νῦν τὰς ἐρημίας πολίζουσι, τοὺς οἰκοῦντας αὐτὰς τρέποντες εἰς φυγάδας, καὶ ἡμῖν δακρυώδεις ἐπαντλοῦντες φωνάς. Ὅτι δὲ θεῖον τὸ συμπαθεῖν, εὖ οἶδα κἀγώ· ὅτι δὲ τὸ πρὸς ἐκδίκησιν ἀσθενὲς προσθήκη ἐστὶ τῆς πληγῆς, καὶ τοῦτο οὐκ ἀγνοῶ. Αὐτὸς οὖν ὡς ἔχων τὸ δύνασθαι, καὶ ἀρκῶν πρὸς τὴν ἄμυναν, καὶ παῦσον τὴν ἀδικίαν, καὶ στῆσον τὴν πολιτείαν, καὶ δὸς ἡμῖν ἠρεμίαν, στείλας τοὺς θρήνους τῆς ἐρημίας.

ΡϟΒʹ. ΛΑΜΠΕΤΙῼ. Διὰ τί ὁ Ἰακὼβ ἐν τῷ τίκτεσθαι τῆς πτέρνης ἐπείληπτο τοῦ Ἠσαῦ. Τῆς πτέρνης Ἡσαῦ ὁ Ἰακὼβ ἐπείληπτο ἐν τῷ τίκτεσθαι, τοῦτο σημαίνων διὰ τοῦ σχήματος, ὅτι ὁ νοῦς ὁ βλέπων Θεὸν καθαρότητι (τοῦτο γὰρ Ἰσραὴλ ἐρμηνεύεται), πτερνίζει τὰ πάθη τὰ γαστρίμαργα· ὅπερ ἐπ’ αὐτῶν ἐκείνων τετέλεστο, ἡνίκα τὴν ἀκαρτέρητον λύτταν ὁ Ἐδὼμ ἐπεδείξατο, καὶ τῆς πρεσβυγενείας τὴν τιμὴν οἰκέτιν ἐποίησε βρώσεως.

ΡϟΓʹ. Τῼ ΑΥΤῼ. Τί ᾐνίξατο, τὰ τῶν ἐρίφων δέρματα ὁ Ἰακὼβ περιθέμενος. Ὀξέως ἐπιβάλλεις τοῖς ἐνθυμήμασι, καὶ δριμέως θηρεύεις τὰ κεκρυμμένα αἰνίγματα. Τὰ δέρματα τῶν ἐρίφων ὁ Ἰακὼβ περιθέμενος, καὶ τὴν εὐλογίαν τοῦ πατρὸς πορισάμενος, τὸν Κύριον ἡμῶν καὶ Σωτῆρα ᾐνίξατο, τὴν ἐναμάρτητον φύσιν ἀναμαρτήτως δεξάμενον, καὶ τὰ πάθη αὐτῆς ἐν ἑαυτῷ θανατώσαντα· τοῦτο γὰρ δηλοῖ ἡ τῶν νεκρῶν δερμάτων περίθεσις· ἐπειδὴ οὐδὲν ἐριφῶδες λοιπὸν ἐν τῇ φύσει κατέλιπε, τῆς εὐωνύμου στάσεως καὶ κρίσεως ἄξιον. Ἀλλὰ νεκρώσας αὐτῆς τὰ γήϊνα μέλη, καὶ βρῶσιν προσφιλῆ τῷ Πατρὶ προσεκόμισε, τὴν ἡμετέραν ἀεὶ πεινῶντι σωτηρίαν, καὶ ἡμῖν ἐν ἑαυτῷ τὴν ἀναφαίρετον εὐλογίαν ἐπήγασεν.

ΡϟΔʹ. ΩΡΙΩΝΙ ΜΟΝΑΧῼ. Περὶ τῆς παραβολῆς τῶν ζιζανίων. Πόθεν, ἔφης, οἱ πονηροὶ λογισμοὶ ἐκ τῆς καρδίας ἐξέρχονται, καὶ κοινοῦσι τὸν ἄνθρωπον; Ἐκ τοῦ καθεύδειν τοὺς γεωργοὺς ἐγρηγορέναι ὀφείλοντας, καὶ φυλάττειν τοῦ καλοῦ σπέρματος τὸν καρπὸν ἀναθάλλοντα. Εἰ γὰρ μὴ κόρῳ καὶ κάρῳ τὴν ἑαυτῶν φυλακὴν προδεδώκειμεν, τὴν θείαν εἰκόνα μολύναντες, τουτέστι τὸ καλὸν σπέρμα νοθεύσαντες, ὁ τῶν ζιζανίων σπορεὺς οὐκ ἂν εὗρε παρείσδυσιν, καὶ ἄξια πυρὸς ζιζάνια [ἐν] ἡμῖν κατειργάσατο.

ΡϟΕʹ. Τῼ ΑΥΤῼ. Εἰς τὸ αὐτό. Θέλεις ἀπελθόντες συλλέξωμεν τὰ ζιζάνια; αἱ ἀγγελικαὶ δυνάμεις φασί, διακονεῖν ἀεὶ τῷ θείῳ θελήματι εὐνοϊκῶς ἐπιθυμοῦσαι, ἐπειδὴ καὶ τὴν ἡμῶν ὀλιγωρίαν καὶ τὴν τοῦ Θεοῦ πολλὴν ὁρῶσι μακροθυμίαν. Ἀλλὰ πρᾶξαι τοῦτο κωλύονται, μὴ συνεκτιμηθῇ τοῖς ζιζανίοις ὁ σῖτος, μήποτε ἁρπαγῇ ἁμαρτωλὸς πρὸς διόρθωσιν βλέπων, μὴ πονηρῶν γενομένων γονέων συνεκκοπῇ ἀκατάγνωστα τέκνα, ἔτι μὲν πολλάκις ἐν ὀσφυῒ ὄντα πατρικῇ, Θεῷ [δὲ] ὑφεστῶτα ὡς τὰ κεκρυμμένα ὁρῶντι. Αἱ γὰρ τάξεις τῶν ἀγγέλων, οἷα τῆς φύσεως σύνδουλοι, τὰ μήπω παρόντα ἀγνοοῦσιν. Ὁ δὲ Κύριος καὶ συνιεῖ, καὶ πολλάκις ἐποίησεν. Οὐκ ἐθέρισεν ἄτεκνον τὸν Ἡσαῦ ἁμαρτάνοντα, ἵνα μὴ συνεκτίλ[λ]ῃ τὸν Ἰώβ, ἐξ ἐκείνου γινόμενον· μὴ θανατώσας τελωνοῦντα Ματθαῖον, ἵνα μὴ κωλύσῃ τὸ Εὐαγγέλιον· μὴ νεκρώσας ἀσελγούσας πόρνας, ἵνα μὴ τῆς μετανοίας οἱ τύποι ἀργήσωσιν· μὴ ἀμυνάμενος τοῦ Πέτρου τὴν ἄρνησιν, ἐπειδὴ τὸ θερμὸν προέβλεπε δάκρυον· μὴ ἐκκόψας τελευτῇ τὸν Παῦλον διώκοντα, ἵνα μὴ ἀστοχήσωσι σωτηρίας τῆς οἰκουμένης τὰ τέρματα. Ὅσα τοίνυν τὸν θερισμὸν περιμένει ζιζάνια, καὶ πρὸς καρπὸν μετανοίας οὐ τρέπεται, τῷ μεγάλῳ πυρὶ ἑτοιμάζεται, ὡς παντελῆ ἀκαρπίαν νοσήσαντα.

Ρϟϛʹ. ΣΗΡΗΝῼ. Ἐπιστολαὶ τῆς Ἐξόδου, «Αἰτήσασθε ἕκαστος παρὰ τοῦ πλησίον σκεύη ἀργυρᾶ καὶ χρυσᾶ,» καὶ τὰ λοιπά. Οὐκ ἔστιν ἀδίκου κρίσεως, ὡς οἴει, τὸ κελεῦσαι τοὺς πλεῖστα μοχθήσαντας, καὶ πόλεις σὺν πόνῳ οἰκοδομήσαντας, σκυλεῦσαι τοὺς Αἰγυπτίους, [καὶ] χρυσία λαβεῖν ἢν ἀργύρια παρ’ ἐκείνων, οἷς [τοὺς] πόνους κατέθεντο. Ἀλλὰ καὶ σφόδρα ἀδεκάστου κριτοῦ, ἄξιον εἶναι τῆς τροφῆς ἐργάτην θεσπίζοντος.

Εἰ γάρ τις ἡμῶν καὶ γνωστικοῦ ἐπέτυχε πνεύματος, εὗρεν ἂν παρὰ πολὺ τὸν μισθόν, καὶ οὕτως δεδομένον, τῆς κατωδύνου πλινθείας, καὶ πολυστενάκτου οἰκοδομίας, δι’ ἢν αὐτοῖς ὁ δίκαιος κριτὴς καὶ τὴν χάριν πρὸς τὴν χρῆσιν προσέθηκε.

ΡϟΖʹ. ΚΥΡῼ. Κόπος, καὶ τῦφος, καὶ δόξα κενή, οὐ συνιστᾷ τῇ ἄνω λαμπρότητι, ἀλλὰ τρόπος χρηστός, καὶ βίος σεμνός, καὶ κοινωνία πρὸς τοὺς χρῄζοντας ἀνεπίδεικτος. Τοῖς γὰρ ἐνταῦθα ἐπαίνοις, καὶ ἡ ἀμοιβὴ τῆς εὐποιίας συγκαταλύεται. Εἰ δέ τις τὴν ἐκεῖθεν ἀνταπόδοσιν ζητεῖ, καὶ νῦν λαμβάνει ἀπαρχάς, κἀκεῖ πλούσιον κομίζεται γέρας.

ΡϟΗʹ. Τῼ ΑΥΤῼ. Ὅτι τὴν ἴσην δίκην οἱ Αἰγύπτιοι ἀπέλαβον ἐπὶ τῆς Ἐρυθρᾶς, ἀντὶ τῆς ἀῤῥενοφορίας (f. ἀῤῥενοφονίας, vel ἀῤῥενοφθορίας) τοῦ Ἰσραήλ. Ἐπειδὴ ἄριστά σοι εἶπας πεφηνέναι τὰ πρότερα, δέχου καὶ ἄλλην οὐκ ἀναξίαν ἐκείνης διάνοιαν. Τὴν τῶν Ἑβραίων ἀῤῥένων μιαιφονίαν ὁμοίᾳ Θεὸς ἀντημείψατο ἐκδικήσει, ἐν τῇ Ἐρυθρᾷ πάντας ἄῤῥενας ἀποπνίξας, ἵνα καὶ τοῖς σώμασιν ἔχῃ ἡ δίκη τὸ ὅμοιον. Πρόσεχε τοίνυν ἀσφαλῶς, καὶ μὴ μέμφου προπετῶς.

ΡϟΘʹ. ΔΙΔΥΜῼ. Εἰς τὸ εἰρημένον, «Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως.» Κόκκῳ σινάπεως τὴν οὐράνιον βασιλείαν ἀπεικάζει ὁ Κύριος, πλείστων ἔνεκα τρόπων· διὰ τὴν εὐτέλειαν τῆς ἐν τῇ οἰκείᾳ συγκαταβάσει πτωχείας, ἀφ’ ἧς ἡμῖν ἡ σκιὰ καὶ ἀνάψυξις ἀπὸ πασῶν τῶν ἐν τῷ βίῳ γέγονεν ὀδυνῶν· διὰ τὴν ἐν ἀρχῇ τοῦ Εὐαγγελίου τοῦ ποιμνίου σμικρότητα· διὰ τὴν ἔμφυτον τοῦ κόκκου δριμύτητα, ἧς καὶ χρῄζει ὁ τῆς στενῆς ἔμπορος ὁδοῦ, διὰ τὸ μὴ διακόπτεσθαι, ἀλλὰ τὴν ἀδιαίρετον σώζειν ὑπόστασιν. Ὁ γὰρ Θεῷ ἑνωθείς, καὶ εἰς ἕνα τέλειον ἄνθρωπον συναρμολογηθείς, ἀδιαίρετον ἔχειν καὶ ἄτμητον τὴν πρὸς αὐτὸν ὀφείλει συνάφειαν, οὔδει πάθει χωριζομένην, ἀλλ’ ὅλην αὐτῷ συντεταγμένην.

Σʹ. ΗΡΩΝΙ ΔΙΑΚΟΝῼ. Περὶ δακρύων καὶ μετανοίας. Εἰς τὸ γεγραμμένον ἐν τῷ Ἀμώς· «Τὰ ἱμάτια αὐτοῦ δεσμεύοντες, ἐποίουν παραπετάσματα.» Ἡ τῶν προφητικῶν ῥημάτων διάνοια, τοιαύτην ἔχει σαφήνειαν· Ἐκάλυπτον δάκρυσι τὸ θυσιαστήριόν μου, φησὶν ὁ Θεός, δάκρυσιν ἀδικουμένων, ἁρπαζομένων, συκοφαντουμένων. Τούτου χάριν καὶ ἐπ’ ἐλέγχου τίθησι ταῦτα μεμφόμενος, καὶ τῶν συμβάντων ἀπηχῶν ταῦτα τυγχάνειν ἀποφηνάμενος αἴτια. Τὰ γὰρ τῆς μεταγνώσεως δάκρυα, οὐ μόνον ἀκατηγόρητα, ἀλλὰ καὶ ἡδέα ἐστὶ τῷ Θεῷ, ὡς θυμίαμα. Τὰ δὲ ἱμάτια τὰ δεσμούμενα, καὶ τὸ θυσιαστήριον καταπετάζοντα, τὴν καταφρονητικὴν αὐτῶν περὶ τὸ Θεῖον ἐμφαίνει διάθεσιν. Τοῦ γὰρ νόμου ἐκ καθαρῶν καὶ τιμίων ὑλῶν τὴν περὶ τὸν θεῖον νεὼν τάσσοντος διακόσμησιν, αὐτοὶ ῥυπώσας καὶ ἀκαθάρτους ἐσθῆτας περὶ τὸ ἅγιον τῶν ἁγίων δεσμοῦντες, καθύβριζον τὰ ἀνάκτορα· μὴ μόνον μεταξὺ καθαροῦ καὶ ἀκαθάρτου μὴ διαστέλλοντες, ἀλλὰ ἀνὰ μέσον Θεοῦ καὶ ἀκαθάρτων μὴ διακρίνοντες, ἅπερ αὐτοῖς καὶ τῶν τοσούτων κακῶν τὰς πηγὰς ἀνεστόμωσε.