Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσίδωρος ὁ Πηλουσιώτης – Ἐπιστολαὶ περὶ τῆς ἑρμηνείας τῆς θείας γραφῆς

Ἰσίδωρος ὁ Πηλουσιώτης

Βιβλίο Α΄, Επιστολές 250-300

Οδηγίες περί μοναχικής πολιτείας, καταδίκη της κενοδοξίας και εξηγήσεις προφητικών κειμένων της Παλαιάς Διαθήκης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσίδωρος ὁ Πηλουσιώτης

—

Κεφάλαιο 6 από 24

ΣΝʹ. ΕΥΣΕΒΙῼ ΕΠΙΣΚΟΠῼ. Ἡ ἀχάριστος ἡμῶν καὶ φαύλη διάθεσις, πᾶσαν Θεοῦ δωρεὰν ἀναξίως ἐδέξατο. Πνεῦμα εἰλήφαμεν ἅγιον, καὶ πράξεσιν αὐτὸ φαύλαις ὠθήσαμεν. Θαυμάτων ἐδεξάμεθα χάρισμα, καὶ ἀπιστίαις αὐτὸ παρωσάμεθα.

Διδασκαλίαν καὶ σοφίαν ὁ δοτὴρ τῶν τοιούτων ἐνέπνευσε, καὶ βλασφημίαις αὐτὰς ἀπωσάμεθα· ἱερωσύνην τὴν οὐράνιον ἐπιστεύθημεν, καὶ κρίσει αὐτὴν σφαλερᾷ διεφθείραμεν. Ὁ δεῖνα ἔλαβε βιαίως ἐπισκοπήν, καὶ γένει φορτίζει τὰ πράγματα.

Ὁ δεῖνα οἰκονομεῖ, καὶ οἰκέταις ὀχλεῖ τὸ θυσιαστήριον. Οὖτος ἐκείνῳ ᾠκείωται, καὶ τὰ πτωχικὰ σφετερίζεται. Ἐκεῖνος τούτῳ εὐνοεῖ, καὶ ἐντομίας καὶ θηλυδρίας ἀνδράποδα εὔωνα ἐπεισφέρει τοῖς ἀνακτόροις. Βαβαί, πόσαις κηλῖσι τὸ Θεῖον χραίνεται βῆμα!

ΣΝΑʹ. ΕΥΑΓΡΙῼ ΔΙΑΚΟΝῼ. Περὶ τῆς χλαίνης. Ἡ χλαῖνα τῆς χλεύης τὴν ἐπίγειον πᾶσαν ἀρχὴν παίγνιον οὖσαν ἐθριάμβευσεν· ἀλλὰ τῷ Κυρίῳ περιαφθεῖσα, τὸ ἰσχυρὸν καὶ ἐῤῥωμένον ἐκτήσατο, εἰς ἀδιάδοχον προκόψασα κράτος. Ἔπρεπε γὰρ αὐτὴν καὶ μόνον ἁψαμένην Χριστοῦ, καὶ κράσπεδον γενομένην αὐτοῦ, ἀσφαλῆ καὶ βεβαίαν γενέσθαι.

ΣΝΒʹ. ΑΛΦΕΙῼ ΠΡΕΣΒΥΤΕΡῼ. Διὸ ἐσχίσθη τοῦ ναοῦ τὸ καταπέτασμα. Ἡ τῶν ἁγίων ὁδὸς ἐν τῷ ναῷ κρυπτομένη, καὶ καταπετάσματι διειργομένη, μήπω δεδόσθαι τὸν ἁγιασμὸν ὑπεδείκνυ τῇ τοῦ Κυρίου ἡμῶν φυλαττόμενον παρουσίᾳ. Ἡνίκα διαῤῥήξας τὸ καταπέτασμα, καὶ γυμνώσας τοῖς ἔθνεσι τὰ τῶν ἁγίων ἀπόῤῥητα, κεκαλυμμένα Ἰουδαίοις ὡς ἀγνώμοσιν, ὡδοποίησεν ἡμῖν πρὸς τὴν ἄνω συγγένειαν.

ΣΝΓʹ. Τῼ ΑΥΤῼ. Διὰ τί ἐν τῷ πάθει τοῦ Δεσπότου τὰ ἄψυχα ἐμαστίζετο. Δριμέως ζητεῖς τὰ νοήματα. Καὶ τίς σοι ἀρκέσει ἀμέλγοντι, εἰ μὴ Θεὸς παράσχοι λόγον [καὶ τόνον] τῷ σκοπῷ σου συντρέχοντα; Αἱ πέτραι ἐν τῷ πάθει τῷ Κυριακῷ διεθρύβησαν, καὶ τὰ μνήματα πρὸς μεθοδείαν σωμάτων ἐτρόμαζον, τῶν ἐπιγείων καὶ ὑπογείων Δεσπότην σημαίνοντα τὸν ἡλούμενον.

ΣΝΔʹ. Τῼ ΑΥΤῼ. Τίνος χάριν, ἔφης, τὰ ἄψυχα ἐμαστίζετο; Τῆς Ἰουδαίων, φημί, κατηγοροῦντα ἠλιθιότητος· ὅτι τὰ μὲν φόβῳ συνετρίβετο, αὐτοὶ δὲ εἰς λίθων φύσιν μεθίσταντο, καὶ πρὸς φόβον ἀναίσθητοι, καὶ πρὸς εὐεργεσίαν ὄντες ἀχάριστοι.

ΣΝΕʹ. Τῼ ΑΥΤῼ. Περὶ τῶν δύο λῃστῶν. Οἱ δύο λῃσταὶ τοὺς δύο ὑπέγραφον λαούς· ὁ μὲν μέχρι τελευτῆς τὸ ἄγνωμον ἐνδειξάμενος, καὶ οὐδὲ τὴν ἐσχάτην αἰχμαλωσίαν, ἢν ὑπὸ Ῥωμαίων ὑπέμεινεν, εἰς ἄμυναν τῶν κατὰ Χριστοῦ παροινιῶν ὁμολογήσας ὑφίστασθαι· ὁ δέ, πρὸς αὐτῷ τῷ τέλει μὴ ἀπογνοὺς τῆς ἀφέσεως, ἀλλ’ ἐν αὐτῷ τὸν ἐσμὸν τῶν κακῶν θεολογίᾳ διορθωσάμενος.

ΣΝϛʹ. Τῼ ΑΥΤῼ. Περὶ αὐτοῦ. Τὸ μέσον τῶν λῃστῶν ἀνασχέσθαι σταυρωθῆναι τὸν Κύριον, τὴν ἑκούσιον αὐτοῦ πρὸς τοὺς δύο λαοὺς ἀπεκάλυψε παρουσίαν, πρὸς οὒς ἑκὼν παρεγένετο, ἀμφοτέρους τῇ ἑαυτοῦ βουληθεὶς ἐνανθρωπήσει ἀνανεώσασθαι· εἰ καὶ ὁ πρότερος, ὡς ὁ εἷς τῶν λῃστῶν, παρῃτήσατο, «Οὐκ ἔχομεν, λέγων, βασιλέα εἰ μὴ Καίσαρα.» Καὶ τὸ αἷμα τὸ ἀθῶον ἐπὶ τὴν ἑαυτοῦ κεφαλὴν ἐξαιτούμενος, καὶ ὡς δικαίῳ τῷ φόνῳ ἐναβρυνόμενος.

Ἀφ’ ὧν καὶ οὗτοι κἀκεῖνος τῆς βασιλείας ἐξέπεσον.

ΣΝΖʹ. ΕΥΛΟΓΙῼ. Περὶ τῆς τοῦ Ζαχαρίου κωφεύσεως. Ἀνατέλλοντος φωτός, ὁ ὄρθρος ὑποχωρεῖ. Ἡλίου ἀνίσχοντος λαμπρῶς, τὰ τῶν ἀστέρων ἀμαυροῦται χορεύματα. Ὅτε αἴθριος ἡμέρα ἐπιφανῇ, τὰ τῆς ἕω ἀπολήγει σκιάσματα. Ὅτε ἡ τοῦ Εὐαγγελίου σοφία ἐξέλαμψεν, ἡ τοῦ νόμου παιδαγωγία ἐσχόλασεν. Οὔτω κωφεύει Ζαχαρίας, τὰ τοῦ νέου καὶ παραδόξου ἀσπασμοῦ ἀκηκοὼς εὐαγγέλια.

ΣΝΗʹ. ΠΕΤΡῼ ΑΡΧΙΜΑΝΔΡΙΤῌ. Τοὺς τῶν μοναχῶν νεοπαγεῖς οὔτε καταφορτίζειν δεῖ τῷ τοῦ κανόνος ζυγῷ, ἵνα μὴ εὐθὺς ἐν προοιμίῳ ἀπείπωσιν· οὔτε ἀδαμάστους καὶ ἀπόνους ἐᾷν, ἵνα μὴ πρὸς ῥᾳθυμίαν ἐμπέσωσιν, ἀλλὰ κατὰ βραχὺ προσαύξειν αὐτοῖς τὴν ἀνάβασιν, ἵνα ὡς Ἰσαὰκ προβαίνοντες μείζονες γένωνται. Ὃ γὰρ ὑπερβάλλων πόνος ποιεῖ, τοῦτο καὶ πολλὴ ἀμέλεια πληροῖ· ὁ μὲν καταβάλλων, ἡ δὲ ἐκλύουσα.

ΣΝΘʹ. ΓΙΓΑΝΤΙῼ. Αὐτὸς μὲν πᾶσαν φεῦγε βλασφημίαν· τῶν δὲ τῆς θείας Γραφῆς θεωρημάτων, ἀπαίτει παρ’ ἡμῶν μεθοδικῶς τὴν ἐπίλυσιν. Οὐκ οἶμαι τὸν κόσμον χωρήσαι τὰ γραφόμενα βιβλία τῶν τοῦ Κυρίου θεοσημείων, ὁ εὐαγγελιστὴς ἀπεφήνατο. Ἐπειδὴ κόσμος σύντομος ὁ ἄνθρωπός ἐστι πάντων [τῶν] τοῦ κόσμου συμπληρωτικῶν μετέχων στοιχείων. Ἃ τοίνυν ὁ ἄνθρωπος ἀπίθανος ὤν, ὡς τὰ πολλά, οὐκ ἐχώρει θαύματα, ὡς ὑπερφυῆ καὶ θεῖα, τῶν καὶ πώποτε φθασάντων ὑψηλότερα καὶ μεγαλοπρεπέστερα, ταῦτα μὴ χωρεῖν τὸν κόσμον ἐστοχάσατο.

ΣΞʹ. ΛΟΥΚᾼ ΜΟΝΑΖΟΝΤΙ. Περὶ ὑποταγῆς. Βαρὺν ὑπῆλθες ζυγόν, ἀπειρόζυγος ὤν. Καὶ δέος ἐστὶ μὴ πρὸς τὴν σμινύην τοῦ θείου ἀτονήσῃς ἀρότρου, κἀκείνου φανῇς συνεργὸς τοῦ πύργον οἰκοδομοῦντος, καὶ τὰς δυνάμεις μὴ προορῶντος. Εἰ τοίνυν δόκιμος βούλει γενέσθαι μοναχός, μὴ αὐτόβουλον καὶ μονότροπον ἀρέσκειαν μετέρχου, ἀλλὰ κλῖνον τὴν γνώμην τοῖς βίῳ καὶ χρόνῳ καὶ πόνῳ ἤδη τὸν θεῖον σκάψασι καὶ σκαπανεύσασιν ἀμπελῶνα· παρ’ ὧν εὐκόλως τὴν ἐργασίαν μαθήσῃ. Γελοῖον γὰρ καὶ καταγέλαστον, βαναύσου μὲν τέχνης πανταχόσε περινοστεῖν διδασκάλους, τὴν δὲ θείαν φιλοσοφίαν, ὡς εὐτελές τι, ἑαυτοῖς ἐπιτρέπειν.

ΣΞΑʹ. ΕΥΒΟΥΛῼ. Περὶ κακίας. Ὅτι παντάπασιν ἀκερδής ἐστιν ἡ κακία, καὶ πρὸς τὰ παρόντα φαύλη σύνοικος, καὶ πρὸς τὰ μέλλοντα ἰσχυρὰ κατήγορος, φήσουσί σοι πολλοί. Τί τοίνυν αὐτὴν ἀσπάζῃ καὶ περιέπεις, Κακόβουλε μᾶλλον ἢ Εὔβουλε;

Ἣν φεύγων ὡς πᾶσι τοῖς καλοῖς πολεμίαν, καὶ Θεῷ φανήσῃ καὶ ἀνθρώποις ἀοίδιμος.

ΣΞΒ. ΛΕΟΝΤΙῼ ΕΠΙΣΚΟΠῼ. Ὅτι οὐ χρὴ τὴν ἐπισκοπὴν ἀγυμνάστους μοναστήρια συγκροτεῖν. Πάντα καλῶς ὁ χρηστὸς διαθεὶς Εὐσέβιος, καὶ τοῦτο τῇ παροικίᾳ Πηλουσίου παρέσχετο, βουνόμοις τισὶ καὶ αἰπόλοις καὶ δραπέταις οἰκέταις ἐπιτρέπων μοναχικὰ συμπήγνυσθαι παλαιστήρια, οὐδενὶ μαθητευθεῖσι τὴν μοναχικὴν ἢ μετελθόντων, ἢ ὅλως ἀγαπώντων, οὐδὲ ὅλως τῆς φιλοσοφίας ταύτης ἢ ἀκηκοόσιν, ἢ μέχρι σχήματος διδαχθεῖσι. Τοῦτο ποιῶν, ὥσπερ ἂν εἴ τις, πολέμου περιεστῶτος, καὶ βελῶν σφοδρῶς ἀφιεμένων, ἀόπλοις καὶ ἀπειροπολέμοις ἐπιτρέποι τὴν πρὸς ἐκεῖνα παράταξιν, καὶ προδιδῷ καθ’ ἑαυτοῦ ἑκουσίως τὴν νίκην.

ΣΞΓʹ. ΗΡΑΚΛΕΙῼ ΔΙΑΚΟΝῼ. Πρόσφορον καὶ ἁρμοδίαν σοι πάντες, ὅσοι τὴν σὴν ὁρῶσιν ἀλλοίωσιν, ἐπᾴδουσι θεόφαντον ψαλμῳδίαν, τό, Παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν, καὶ ἐζήτησα αὐτόν, καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ. Οἱ γὰρ δύναμιν παρὰ Κυρίου λαμβάνοντες, καὶ ταύτῃ οὐκ εἰς ἀμοιβὴν κεχρημένοι, ἀλλ’ ἄμυναν, καὶ εἰς τὸ μηδὲν δύνασθαι περιίστανται, καὶ τῆς κακοποιοῦ δυνάμεως τὰς εὐθύνας εἰσπράττονται.

ΣΞΔʹ. ΩΡΙΩΝΙ. Κοινὸς μὲν ἁπάντων ὁ ἐχθρός, πολέμους δὲ ἔχει γενικοὺς πρὸς τοὺς ταῖς ἡδοναῖς αὐτοῦ μὴ λατρεύοντας, καὶ τῇ ῥίζῃ τῶν κακῶν φιλαργυρίᾳ αὐτῷ μὴ προσκυνοῦντας. Ὧν εἶς ὑπάρχων καὶ πρόβολος, ἔχου τῆς πανοπλίας τοῦ πνεύματος.

ΣΞΕʹ. ΣΥΜΜΑΧῼ. Εἰ τῷ ὕψει τοῦ σώματος, τὸ μείζων εἶναι τῶν ἀνθρώπων πεφάντασαι, Νεβρὼδ ὁ γίγας πολλῷ σε ὑπερίπτατο, καὶ οἱ Ἀσταρὼθ γίγαντες, καὶ Γολιὰθ ὁ ἀλλόφυλος, καὶ Σαοὺλ ὁ παντὸς τοῦ Ἰσραὴλ ὑπερώμιος.

Ἀλλ’ οὐδὲν αὐτοὺς ὤνησε τὸ μῆκος, τῆς θείας ἐπιεικείας φρονήσαντας ὑψηλότερα.

ΣΞϛʹ. ΚΡΑΤΙΝῼ. Περὶ ὑποταγῆς. Ἣν αὐτός μοι πεῦσιν προσήγαγες, ἄλλος τις τῷ Κυρίῳ· ὁ μὲν εἰρηκώς, Τί ποιήσας, ζωὴν αἰώνιον κληρονομήσω; αὐτὸς δὲ γεγραφώς, Τίνι μοναχικὴν κατορθώσω; Ἀλλ’ ὁ μὲν πρὸς τὸν νόμον, ὡς νηπιώδης, ἐπέμπετο· σὲ δὲ ἐγώ, ὡς τελείων ἐφιέμενον, πρὸς ὕψος χειραγωγῶ ἀναβάσεως. Ἄρνησαι σαυτόν, καὶ ἆρον τὸν σταυρόν, καὶ φεῦγε ὡς ἐγώ.

ΣΞΖʹ. ΚΥΡΗΝΙῼ. Αὐτὸς μὲν ἠρώτησας, ποίαν ἔχει ἡ ψυχὴ ἐκεῖ τὴν κατάστασιν, ἢ τίνι τρόπῳ συνέχεται. Ἐγὼ δέ φημί σοι, ὅτι Ἡ μὲν βιώσασα χρηστῶς, εἰς ἀνάστασιν ἐλεύσεται ζωῆς· ἡ δὲ ζήσασα κακῶς, εἰς αἰώνιον πορεύσεται πυράν. Ἥνπερ δεδιώς, φρόντιζε ὅπως εὑρεθήσῃ ἀκατάγνωστος καὶ ἀκόλαστος.

ΣΞΗʹ. ΠΑΥΛῼ. Περὶ τῆς δυνάμεως τοῦ θείου κηρύγματος. Αὐτῷ ᾦ νομίζεις ἐλαττώματι [τῷ] ἀκόμπῳ καὶ ἀγραμμάτῳ τῶν ἱερῶν τοῦ Κυρίου μαθητῶν, ὑπερέχει τοῦ θείου εὐαγγελίου ἡ δύναμις, δι’ ἐκείνων κρατήσασα, δι’ ὧν ἄλλοι ἡττήθησαν.

ΣΞΘʹ. ΜΑΡΩΝΙ ΠΡΕΣΒΥΤΕΡῼ. Πρὸς ἱερεῖς, περὶ τῆς τῶν πενήτων οἰκονομίας. Εἰ καὶ ἀλόγιστος εἷ καὶ ἀνάγωγος· ἀλλ’ οὖν κἂν ἐκ παρακούσματος ἔχεις, ὅτι πάλαι οἱ τῶν θείων ἀποστόλων μαθηταί, τὰ οἴκοι πιπράσκοντες, τῇ ἐκκλησίᾳ ὑπὲρ πτωχῶν προσεκόμιζον. Σὺ δὲ πᾶν τοὐναντίον ποιῶν, τὸ τῆς ἐκκλησίας καὶ τῶν πτωχῶν οἴκοι συνάγεις ἀσεβῶς. Παῦσαι τοίνυν τῆς ἀσεβείας· οἰκονόμος γὰρ εἴρηται παρὰ τὸ οἰκεῖα αὐτῶν νέμειν τοῖς πένησιν. Οἰκεῖα δὲ αὐτῶν, εἰκότως τὰ ἐκκλησιαστικά.

ΣΟʹ. ΑΓΑΘΟΔΑΙΜΟΝΙ. Κατὰ Ἑλλήνων. Ἔξεστί [σοι] συνιδεῖν, ἄριστε, ἐκ τῶν συμβάντων τὰ μείζονα. Ὁ γὰρ Ἑλληνισμὸς πολλοῖς καὶ χρόνοις καὶ πόνοις καὶ πόροις καὶ ὅπλοις καὶ λόγοις κρατυνθείς, ἠφανίσθη. Ἡ δὲ ἡμετέρα θρησκεία ἰδιώταις καὶ ἀγραμμάτοις καὶ πτωχοῖς καὶ εὐτελέσιν ἐγχειρισθεῖσα ἐν βραχεῖ καιρῷ, δίκην ἀστραπῆς διῆλθε πανταχοῦ, οὐ τὰς ὄψεις μόνον, ἀλλὰ καὶ τὰς γνώμας φωτίσασα· ὅτι ὁ μὲν ψευδέσι μύθοις συνέκειτο· ἡ δὲ δόγμασιν οὐρανίοις συνήρμοστο.

ΣΟΑʹ. ΛΑΙΑΝΔΡῼ. Περὶ αὐτεξουσίου. Ἡ φύσις ἡ ἀνθρωπεία, θαυμάσιε, οὔτε ἀνεπίδεκτός ἐστι κακοῦ, οὔτε φυσικῶς κέκτηται τὰ κακά. Ἀλλὰ γνώμη ταῦτα προσιεμένη, τὴν τῶν καλῶν ὑπομένει ἀπόπτωσιν.

ΣΟΒʹ. Τῼ ΑΥΤῼ. Ἐκεῖνο ὃ γέγραφας, καὶ ὁ πρῶτος πέπονθεν ἄνθρωπος, ἀλλ’ ὁ δεύτερος αὐτῷ τὴν προτέραν μορφὴν ἀποδέδωκεν, ἐν ἐκείνῃ ἀφράστως γενόμενος, καὶ ταύτην θεοπρεπῶς διορθωσάμενος.

ΣΟΓʹ. ΕΥΤΟΝΙῼ. «Μεγαλυνῶ τὸν Κύριον,» καὶ τὰ ἑξῆς. «Μεγαλυνῶ τὸν Κύριον ἐν αἰνέσει, καὶ ἀρέσει αὐτῷ ὑπὲρ μόσχον νέον,» ἔψαλλεν ὁ Δαβίδ, τὴν Ἰουδαίων σημαίνων ἀπόπτωσιν, καὶ τῶν ἐθνῶν τὴν οἰκείωσιν. Ἐπειδὴ γάρ, φησίν, ὁ τὰς θυσίας πιστευθεὶς ἠθέτησε λαός, καὶ οὐχ ἥδεται αἵμασιν ὁ Θεός, ἐγὼ τὴν ἐν πνεύματι προσάγω λατρείαν, ἥπερ ἐκείνης αὐτῷ φανεῖται ἀξιωτέρα.

ΣΟΔʹ. ΘΕΩΝΙ. Κάλλει καὶ πλούτῳ ἐπαίρῃ, ὡς ἔοικε, καὶ τοὺς ἄλλους περιφρονεῖς, οἷς ταῦτα οὐ πρόσεστιν· ἀγνοῶν, ὅτι χόρτῳ κεκόσμησαι ταχὺ μαραινομένῳ. Καὶ ὡς ὕδωρ συνέχεις τὰ χρήματα, ἄλλους ἐξ ἄλλων νοτίζον, καὶ πάλιν πρὸς ἄλλους βλυστάνον. Ἢ τοίνυν ὡς σκιᾷ καὶ καπνῷ, καὶ ἀνέμοις, τοῖς ἀπίστοις τούτοις πρόσεχε κτήμασιν, ἢ ἴσθι σκιᾷ καὶ καπνῷ πεποιθὼς καὶ ἀνέμοις.

ΣΟΕʹ. ΤΟΙΣ ΠΕΡΙ ΤΗΝ ΠΟΛΙΝ. Καλὰ λαμβάνει τροφεῖα παρὰ Ἀσπιανοῦ τὸ Πηλούσιον· καλοῖς μισθοῖς τὴν θρεψαμένην ἀμείβεται. Ὑποψιθυρισίας γὰρ τῇ εὐηκόῳ ἀκοῇ τοῦ κρατοῦντος συκοφαντίαν, ἔλαβε παρ’ αὐτοῦ τῶν ἐνταῦθα κηνσιτορίαν, καὶ τοσούτων κακῶν ἐν πείρᾳ τοὺς συμφυλέτας κατέστησεν, ὅσων καὶ σύνοικος κλέπτης.

Εὔξασθε τοίνυν θερμῶς, μήποτε Πηλουσιώτας δυνηθῆναι ἂ βούλονται. Καλοὶ γάρ εἰσι πτωχεύοντες καὶ συγκύπτοντες, ἢ μικρὰ ἀνανεύοντες, καὶ σκιώδη ἰσχύοντες. Ἐχιδνῶν γεννήματα φαίνονται τὴν κυήσασαν αὐτοὺς γαστέρα ἐσθίοντες.

ΣΟϛʹ. ΧΑΙΡΗΜΟΝΙ. Πρὸς τοὺς μεγάλα τὰ παρόντα νομίζοντας. Ἄπιστος ὢν καὶ ἀβέβαιος, καὶ οὐκ ἔχων τὸν νοῦν πρὸς τὰ μέλλοντα, εἰκότως τοῖς ἐνταῦθα ἀβεβαίοις καὶ ἀπίστοις προστέτηκας, πλούτῳ φημὶ καὶ δόξῃ κενῇ. Ἣ τοίνυν περιφρόνει ταῦτα, ὡς γήϊνα· ἢ γυμνάσθητι πρὸς καρτερίαν, ἵν’ ἔχοις ὑπομονὴν ὅτε φεύγουσιν.

ΣΟΖʹ. ΠΑΙΟΝΙῼ. Ἡ πλείων πόσις, μᾶλλον ὑπάρχει πτῶσις καὶ τοῖς σχήμασι καὶ τοῖς πράγμασι, καὶ τὸν νοῦν θολοῦσα μᾶλλον καὶ τὸ σῶμα βαρύνουσα. Ἀπόσχου τοίνυν τῆς ἀφειδ[ε]ίας, καὶ χρῆσαι τῇ συμμετρίᾳ, ἢ καὶ μήτηρ ἐστὶν ὑγείας, καὶ νήψεως αἰτία.

ΣΟΗʹ. ΠΕΤΡῼ. Ἄσκησις, ὦ φιλότης, πασῶν τῶν Κυρίου ἐντολῶν μίμησίς ἐστι καὶ δοχεῖον. Ἀόργητος, ἀπέρπερος, ἄτυφος, ἀφιλάργυρος, ἀφίλαυτος, ὑποτακτική, διακονοῦσα παντί, ἀλλοτρία σώματος καθόλου, οἰκία τοῦ πνεύματος [μόνου,] γλῶσσαν εὐχάριστον ἔχουσα, προσευχὴν χρησιμεύουσαν, πρὸς λοιδορίαν ἀκίνητος, πειθοῖ πάντα πράττουσα, [καὶ] τῷ τοῦ ἄγοντος νεύματι, ὂν καὶ χρόνος καὶ πόνος, καὶ θεία ψῆφος ἐπὶ τῶν οἰάκων τῆς προστασίας ἐκάθισε, τὰς ἐμβολὰς τῶν πνευμάτων καὶ γινώσκοντα καὶ ἐκκλίνοντα.

ΣΟΘʹ. ΚΛΕΑΡΧῼ. Τοσούτων ἐστὶ κακῶν ἡ μέθη αἰτία, ὦ οὗτος, ὅτι ὁ ἀκροατὴς τῶν ἐν παραδείσῳ ἀῤῥήτων, ἕξω τῆς τοῦ Θεοῦ βασιλείας ἵστησι ταύτην. Μὴ τοίνυν ὡς βραχέος περιφρονῶμεν τοῦ μεγάλου νοσήματος.

ΣΠʹ. ΧΡΥΣΑΝΘῼ. Περὶ μνησικακίας καὶ θυμοῦ. Ὡς μνησίκακόν σε πολλοί· κωμῳδοῦσιν, ἀμυντηρίῳ πονηρῷ τῷ θυμῷ κεχρημένον, ὅνπερ ὁ πλάσας βοηθὸν τῇ ψυχῇ προσκατέστησε, τὰς ὀλιγωρίας καὶ χαυνότητας νευροῦντα τοῦ σώματος. Εἰ οὖν ἀληθεύουσι, δῆλος εἶ ἀγνοῶν τὸν σκοπὸν τοῦ Ποιήσαντος, καὶ τῷ σιδήρῳ πρὸς φόνον χρώμενος, καὶ πρὸς ἀπάτην τῷ κάλλει, καὶ τῇ γλώσσῃ πρὸς βλασφημίαν, καὶ αἴτιον ποιῶν τῶν κακῶν τὸν δοτῆρα τῶν ἀγαθῶν.

Χαλίνου τοίνυν θᾶττον τὸν θυμὸν μή σε κατακρημνῶν εἰς ὄλεθρον ὤσῃ.

ΣΠΑʹ. ΔΙΔΥΜῼ. Εἰ Ἀλλόφυλοι ἐκ Καππαδοκῶν ἀνήχθησαν, καὶ ἀπόγονοι Καππαδοκῶν Ἀλλόφυλοι, ἐξ Ἀλλοφύλων δὲ καὶ Γαβαωνῖται τυγχάνουσι· Καππαδόκαι δῆλον ὅτι Γαβαωνῖται. Ἔχων οὖν τὴν ἐκείνων πονηρίαν ἀνάγραπτον, τί θαυμάζεις Γιγάντιον; ὕπουλον γὰρ καὶ πονηρὸν ὡς ἐπίπαν τὸ γένος, εἰρήνῃ μὲν οὐ τερπόμενον, ἔριδι δὲ τρεφόμενον, καὶ μίαν ἔχον πηγὴν τοῦ πικροῦ καὶ γλυκέος. Ἐν συντυχίᾳ χρηστολογοῦν, ἐν ἀπουσίᾳ καταλαλοῦν· ἀπατηλόν, ἀναιδές, θρασύ, δειλόν, σκωπτικόν, ἀνελεύθερον, δόλιον, μισάνθρωπον, ὑπεροπτικόν, ἐν ταῖς τῶν φίλων εὐπραγίαις περίλυπον, ἐν δυσπραγίαις ἀκόρεστον· ἐν προσωπείῳ εὐλαβείας αἰχμαλωτίζον τὰ γυναικάρια, ἐν μανίᾳ χρυσοῦ ὑπερβάλλον τὸν Βαβυλώνιον.

Πρὸς ψεῦδος ὀξύ, πρὸς τὸ παρορκῆσαι ταχύ· καὶ οἷον ἔχεις τὸν πάμφαυλον καὶ παμμισῆ Γιγάντιον, τοιούτους ἅπαντας καὶ νόμιζε καὶ γίνωσκε Καππαδόκας.

ΣΠΒʹ. ΣΕΡΗΝῼ. Τί ἐστιν, «Ὅπου τὸ πτῶμα, ἐκεῖ καὶ οἱ ἀετοὶ συναχθήσονται.» Ἐπειδὴ χῶρον ἡμῖν εὐζωΐας τὴν ἐν Ἐδὲμ κατοικίαν ὁ Δημιουργὸς καὶ Δεσπότης παρέσχετο· δι’ εὐκολίαν δὲ γνώμης καὶ πονηρίαν τοῦ πλάνου ταύτης ἐξώσθημεν, καὶ εἰς γῆν ἐπίμοχθον καὶ θλιβερὰν παροικίαν ἐῤῥίφημεν· τοὺς ἐξ ἡμῶν πάλιν πτεροφυήσαντας, καὶ τὴν χαμαίζηλον ζωὴν καταλείψαντας, καὶ πρὸς τὸ ὕψος τῆς οὐρανίου πολιτείας ἐγγίσαντας, εἰς ἐκεῖνον τὸν χῶρον συνάγειν ὁ ἀγαθὸς Χριστὸς ἐπηγγείλατο. Καὶ τοῦτό ἐστιν, ὃ ἠρώτησας, «Ὅπου τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί.» Ὅπου, φησί, τὸ ἥττημα διὰ τὴν ἄκρατον γεῦσιν ἐγένετο, ἐκεῖ καὶ ἡ νίκη διὰ νηστείας καὶ ἐγκρατείας, ἧς ἐγεώργησεν ἡ φύσις, κατώρθωται.

ΣΠΓʹ. ΠΕΤΡῼ ΑΡΧΙΜΑΝΔΡΙΤῌ. Εἰς τό, «Ταύτῃ τῇ νυκτὶ ἔσονται δύο ἀλήθουσαι.» Ἐκ τῶν ἀγγελικῶν ταγμάτων, καὶ τοῦ χοροῦ τῶν ἀποστόλων, αἱ τῶν ἀνθρώπων κρίνονται προθέσεις. Τῶν μὲν γὰρ ὁ πρωτοστάτης, τῶν δὲ ὁ προδότης ἐχωρίσθη. Ταυτὸ δὲ τοῦτο καὶ νῦν εὑρήσεις τελούμενον.

Τῶν μὲν συντονίᾳ καὶ ἀγρυπνίᾳ προσεχόντων· τῶν δὲ ῥᾳθυμίᾳ καὶ ἀμελείᾳ θρυπτομένων· ἐκ τούτων, οἱ μὲν παραλαμβάνονται· οἱ δέ, καταλείπονται, ὅτε ὁ Κύριος ἐν τῇ δόξῃ αὐτοῦ παραγίνεται.

ΣΠΔʹ. ΣΥΝΑΔΙῼ. Περὶ ἀναστάσεως. Εἰ ἐκ τοῦ μὴ ὄντος δυνατὸς ὁ Θεὸς ὑφιστᾷν ὅσα βούλεται, πόσῳ μᾶλλον ἐκ τοῦ ὑφεστῶτος ἀνακαινίσαι τὰ ἤδη γενόμενα, καὶ εἰς γῆν ὑποστρέψαντα σώματα; Ὅτι δὲ ἔσται, καὶ πῶς ἔσται ἀνάστασις, καὶ τὸ μυστήριον τῶν σπειρομένων διδάξει σε, καὶ πάντων τῶν φυτῶν ἡ κίνησις, χειμῶνι τελευτώντων, καὶ ἔαρι ἀναζώντων.

ΣΠΕʹ. ΠΕΤΡῼ. Περὶ τῶν δύο ἀληθουσῶν. Ἐπειδὴ καὶ τὸ συνημμένον τῷ προτέρῳ μαθεῖν ἐζήτησας νόημα, «Ἔσονται, φησί, δύο ἀλήθουσαι ἐν [τῷ] μύλωνι· μία παραλαμβάνεται, καὶ μία ἀφίεται·» μύλωνα νόησον, τὴν τοῦδε τοῦ βίου περιφοράν, ἀστάτως ἡμᾶς ἐπιτρέχουσαν, καὶ ὅσον μύλου τάχος, ἀλλοιοῦσαν τὰ πράγματα. Ἀληθούσας δὲ δύο, οἷον βίων διαφοράς, ἐν ἑνὶ πράγματι ἢ τάγματι· ἀσκήσει τυχόν, ἢ παρθενίᾳ, ἢ ἐγκρατείᾳ, ἢ σωφροσύνῃ, ἢ φιλοξενίᾳ, [ἢ πίστει] παρὰ πολλῶν μὲν τελουμένῃ, οὐ πάντων δὲ μιᾷ τῇ γνώμῃ. Οἱ μὲν γὰρ διὰ τὴν μέλλουσαν ἀμοιβὴν τὰς ἀρετὰς κατορθοῦσιν, οἱ δὲ πρὸς ἐπίδειξιν αὐτὰς ἐκτελοῦσι, καὶ τοῖς ἐνταῦθα ἐπαίνοις ἀπέχουσι τὸν μισθόν, καὶ ἐν τῷ μύλωνι ἀφίενται. Οἱ δὲ ἄλλοι παραλαμβάνονται.

ΣΠϛʹ. ΕΥΤΟΝΙῼ ΔΙΑΚΟΝῼ. Περὶ τῶν δέκα παρθένων. Ἣ κατὰ τὰς δέκα παρθένους παραβολή, τῶν τρόπων καὶ τῶν βίων δείκνυσι τὸ διάφορον. Πᾶσαι μὲν γὰρ ἐπαρθένευον, οὐ πᾶσαι δὲ ὁμοίως καὶ τῶν λοιπῶν ἀρετῶν ἐπεμέλοντο, ἀλλὰ ταύτῃ μόνῃ ἀρκεῖσθαι πρὸς τὴν εἴσοδον τῆς βασιλείας ᾠήθησαν.

Ἔδειξε δὲ ἡ κρίσις ἡ ἀδέκαστος, ὅτι οὐδὲν παρθενίας ὄφελος, συμπαθείας ἀπούσης. Καὶ πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ Βασιλέως πεποικιλμένη. Πεποικίλθαι χρή, φησί, τοῖς χρυσαυγέσι κροσσοῖς τῶν ἀρετῶν πασῶν. Εἰ γὰρ παρθενεύει τις, καὶ ἐπὶ τούτῳ αὐχεῖ, τοῦ μείζονος κατορθώματος τῆς ταπεινώσεως ἀστοχεῖ.

Οὐ γὰρ ὁ παρθενεύων γέγραπται, ἀλλ’ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.

ΣΠΖʹ. ΕΡΜΙΝῼ ΚΟΜΗΤΙ. Περὶ τοῦ πιστευθέντος τὰ εʹ τάλαντα. Ἔχει πάντα ἡ φύσις ἐν ἑαυτῇ, λαβοῦσα παρὰ τοῦ Θεοῦ τὰ χαρίσματα, καὶ ἐν πάσαις αὐτῆς ταῖς αἰσθήσεσι βρύουσαν τῶν χρηστῶν τὴν διάκρισιν. Ὃς ἂν οὖν πράττῃ καλῶς καὶ διδάσκῃ τοῖς ἔργοις, τὰ πέντε ἐδιπλασίασε τάλαντα, καὶ πέντε ἄρχειν κελεύεται πόλεων, μονῶν Θεοῦ καὶ σκηνῶν, οὐ σκηνῶν μόνον. Ὁ μὲν γὰρ μιᾶς, ὁ δὲ πολλῶν προκριθήσεται, ἀναλόγως τῆς οἰκείας ἕκαστος ἐργασίας.

ΣΠΗʹ. Τῼ ΑΥΤῼ. Εἰς τό, «Καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων.» Τὸ πρᾶον καὶ ἥμερον καὶ περιβολῆς καὶ σκέπης ἐπίκουρον πρόβατον, ἐκ δεξιῶν στήσεσθαι Θεοῦ, ὁ θεῖος λέγει χρησμός· τὸν δὲ τραχὺν καὶ παμφάγον καὶ ἄγριον, ἐξ εὐωνύμων βληθήσεσθαι ἔριφον. Τὰς τοιάσδε πολιτείας δηλῶν, κατάλληλον ἑαυταῖς κληρουμένας κατάστασιν. Θατέραν τοίνυν στυγήσαντες, τῆς ἑτέρας ἀπρὶξ ἀντισχώμεθα.

ΣΠΘʹ. ΕΥΛΟΓΙῼ. Περὶ τῆς τοῦ ποτηρίου παραιτήσεως. Ἄνθρωπος κατὰ ἀλήθειαν ὁ τοῦ Θεοῦ Λόγος γενόμενος, πάντα σὺν ἀληθείᾳ τὰ τῶν ἀνθρώπων ἐπλήρωσεν. Οὕτω καὶ ἐν τῷ τοῦ πάθους καιρῷ παραιτεῖται τὸ ποτήριον· δεικνὺς ὅτι οὐ χρὴ ὁμόσε τοῖς κινδύνοις χωρεῖν, εἰσελθόντας δὲ δέχεσθαι καρτερῶς.

Μελετώμενον γὰρ τὸν σταυρὸν παρῃτεῖτο· ἀποφανθέντα δέ, ἐπ’ ὤμων ὡς νικηφόρος λαβὼν ηὐτομόλει.

Σϟʹ. ΠΕΤΡῼ. Πρὸς ἄρχοντας. Ἡ κραταιότης τῶν ἀρχῶν φιλία ἐστὶ Θεοῦ. Ὁ τοίνυν ἄρχων κραταιῶς, φίλος ἐστὶ Θεοῦ. «Ἐμοὶ γὰρ ἐτιμήθησαν οἱ φίλοι σου, ὁ Θεός, καὶ ἐκραταιώθησαν αἱ ἀρχαὶ αὐτῶν,» γέγραπται. Εἰ οὖν φίλος εἶναι βούλει Θεοῦ, ἄρχε κραταιῶς· οὔτε δώροις, οὔτε φιλίᾳ, ἀλλ’ ἀξίᾳ ὀρέγων τὸ δίκαιον.

ΣϟΑʹ. ΤΙΤΙΑΝῼ. Τί σημαίνει τό, ἀποκόψαι Πέτρον τοῦ δούλου τοῦ ἀρχιερέως τὸ ὠτίον. Ὁ μετὰ Ἰησοῦ ἀναστρεφόμενος, καὶ ἀκολουθοῦσαν ἔχων τῷ Ἰησοῦ τὴν διάνοιαν, ἀμύνει βλασφημουμένῳ τῷ Διδασκάλῳ, ὡς Πέτρος, [ὃς] ἐπειδὴ ἀνηκοΐαν ἐνόσουν Ἰουδαῖοι, οὐδὲ τῷ νόμῳ προσέχοντες ἀκούειν κατὰ πάντα ὅσα Χριστὸς λαλήσει διδάσκοντι, τὸ οὖς τοῦ οἰκέτου ἀπέτεμε, τοῦ τῷ ἱερεῖ διαφέροντος, δοῦλον εἶναι τῆς ἀπειθείας τοῦ νόμου τὸν ἱερέα δηλῶν, καὶ χρῄζοντα μαχαίρας εἰς ἀποτομὴν τῆς ἀντιλογίας.

ΣϟΒʹ. Τῼ ΑΥΤῼ. Περὶ τῆς ἀπολύσεως τοῦ Βαραβᾶ. Οὐδὲν θαυμαστόν, εἰ τῶν αἱμάτων ἡ πόλις καὶ τῶν φονέων οἱ παῖδες ἔλυσαν τὸν οἰκεῖον συντολμητὴν Βαραββᾶν τὸν φονέα, καὶ ἀφῆκαν ἀνέγκλητον. Μικρὰ οὖν τῶν φόνων φροντίζοντες, ὡς ἐν ἔθει φόνων ὑπάρχοντες, ποτὲ μὲν τοῖς αἰτίοις τῶν φόνων ἀφέσεις ἐχαρίζοντο, ποτὲ δὲ τῷ τῆς ζωῆς καὶ ἀφθαρσίας ταμείῳ σταυρὸν καὶ τάφον ἐπήγαγον. Ὧν ἀμφοτέρων ὑφ’ ἑνὶ χρόνῳ παρέσχον τὴν κόλασιν.

ΣϟΓʹ. ΩΡΙΩΝΙ. Οἴνῳ τὸ εὐαγγελικὸν κήρυγμα ὁ θεῖος αἰνίγματι χρησμὸς ὁμοιοῖ, ποτὲ μὲν ἐκ τῆς Δεσποτικῆς πηγάζοντι πλευρᾶς, ποτὲ δὲ ὡς γλεύκει στομοῦντι τοὺς μαθητάς· οὗ τῆς εὐφροσύνης ἀστοχήσαντες Ἰουδαῖοι, καὶ τρίψαι τὴν ἀλήθειαν φιλονεικήσαντες ψεύδει, ὄξος τῷ τῆς σοφίας προσήνεγκαν διδασκάλῳ, συμπλέξαντες αὐτῷ καὶ πικρίαν. Ὧν γὰρ τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει, τοιαῦτά ἐστι καὶ τὰ πόματα, τὸν φυτουργὸν τῆς ζώσης ἀμπέλου, ὄξει ἀμειβομένων, καὶ τὸν γλυκάναντα λόγοις θείοις καὶ νόμοις ὡς μέλιτι, πικρίᾳ χολῆς δεξιουμένων.

ΣϟΔʹ. ΓΕΡΟΝΤΙῼ. Εἰ τῶν πολεμίων βούλει κρατεῖν, ἅγε τὸ στρατόπεδον φόβῳ Θεοῦ. Δικαιοσύνη γὰρ φέρει τὴν ἀριστείαν. Ἡ δὲ ἡμῶν ἀδικία, τῶν ἐναντίων ἐστὶ συμμαχία.

ΣϟΕʹ. ΠΡΟΑΙΡΕΣΙῼ. Ὅρον τῇ φύσει ὁ Πλάστης ἐνέθηκε, καὶ φόβον ὁ νόμος τοῖς κακοσχόλοις ἠπείλησεν. Ὅσοι τοίνυν τοῖς ὅροις ἐμμένουσι, τὴν φύσιν ἐτίμησαν· ὅσοι δὲ τὸν νόμον παρώσαντο, τὸν φόβον ἐδέξαντο.

Σϟϛʹ. Τῼ ΑΥΤῼ. Ἡ φύσις ἔχει τὴν ἔννομον μίξιν· ἡ πορνεία ἐφεῦρεν τὴν ἐπίβουλον λύτταν. Οἱ τοίνυν ἀνόμως τῶν τῆς φύσεως ὅρων καταλυττήσαντες, τῷ φόβῳ τοῦ νόμου σωφρονεῖν ἐπαιδεύθησαν.

ΣϟΖʹ. ΕΥΛΑΜΠΙῼ. Πρὸς φονέα. Τί σοβεῖς τὴν πόλιν ἀλαζών; Τί τὸν ἤρεμον βίον κυκᾷς; Τί τὴν ἐπιείκειαν ἐκπολεμεῖς, οὔτε τὸν Θεὸν φοβούμενος, οὔτε τὴν οἰκείαν πρᾶξιν αἰσχυνόμενος; Ὅτι γὰρ ἀπέκτεινας ἄνθρωπον χρηστόν, πολλαί σε γλῶσσαι κωμῳδοῦσιν· ὅτι δὲ ὥς τινα τῶν φαύλων ἀνῃρηκὼς ἐναβρύνῃ τῷ φόνῳ, πλείονές σε πάλιν τραγῳδοῦσι. Κατανόησον οὖν, ἀσύνοπτε, εἰ ὡς ὁ Μωϋσῆς ἐφόνευσας, εἰ ὡς Φινεὲς ἐζήλωσας, εἰ ὡς Σαμουὴλ ἤμυνας Θεῷ, εἰ ὡς Ἠλίας ἐξεδίκησας, καὶ τότε μέγα φρόνει ἐφ’ οἷς ἐτόλμησας. Εἰ δὲ οὔτε νόμος σέ τις ἐχειροτόνησεν, οὔτε πολέμου τάξις ἐξώπλισεν, οὔτε θεῖος χρησμὸς ἐπαφῆκε τῷ ὁμοφύλῳ σου αἵματι, καὶ αὐτοῖς τοῖς ἐχθροῖς ἀγάπην σπενδόμενος· καλόν σοι νῦν ἀφαιμάξαι τὰς χεῖρας ἐπιδόντι τὸ οἰκεῖον αἷμα πρὸς ἔκχυσιν, ἢ τηρῆσαι κατὰ ψυχὴν τὸ παράπτωμα, καὶ τοῖς ἐκεῖθεν δικαστηρίοις, πρὸς αἰωνίαν φυλάττεσθαι κόλασιν.

ΣϟΗʹ. ΛΟΥΚΑ ΑΡΧΙΜΑΝΔΡΙΤῌ. Ἐφώνησε πέρδιξ, συνήγαγεν ἂ οὐκ ἔτεκε, ποιῶν πλοῦτον αὐτοῦ οὐ κατὰ κρίσεως, ὁ τῶν προφητῶν ἔφη πολυπαθέστατος Ἱερεμίας, τὸν ἄδικον στρατηγὸν διαγράφων, κατὰ τῆς ἀληθείας ἐν τοῖς ἐσχάτοις καιροῖς ὁπλιζόμενον, καὶ πάντας τοὺς ἀκρίτῳ γνώμῃ καὶ οὐκ εἰς ὄνησιν στρατηγοῦντας. Εἰ τοίνυν ταῦθ’ οὕτως ἔχει, τί στίφη καὶ φάλαγγας εὐτρεπίζεις, οὐ μοναχῶν, ἀλλὰ μᾶλλον μαχητῶν;

Δίκαιος γὰρ ἂν εἴης συνιδεῖν, ὅτι ὀχλώδης ἀργία εἰς λογισμῶν ἐκπίπτει ἀταξίαν. Ἣ οὖν ἐργάζεσθαι δίδαξον, ἢ τὸν δῆμον ἐλάττωσον, μή σοι πρεσβείας γένηται πόνος, καὶ ὅπλων δεηθῇς, ἡνίκα αὐτοὺς κραιπάλῃ μετὰ τῆς σχολῆς πρὸς νεωτερισμοὺς ἐρεθίσῃ.

ΣϟΘʹ. ΙΣΙΔΩΡῼ ΕΠΑΡΧῼ. Περὶ τοῦ συγχωρεῖν τοῖς ὑπευθύνοις. Εἰ Θεοῦ ἐξηρτήμεθα, καὶ συγχώρησιν παρ’ αὐτοῦ ἐξαιτούμεθα, συγχωρήσωμεν τοῖς ὑπευθύνοις ὀφλήματα, ἵνα τούτῳ τὸ μηδὲν χρεωστεῖν κατορθώσωμεν.

Βῶνος ὁ ναύκληρος σῖτον ἔφη τῷ δημοσίῳ λοιπάζεσθαι, ὃν ἄνεμοι καὶ καταιγίδες καὶ λαίλαπες κατὰ θάλασσαν ἐμερίσαντο. Ἢ τοίνυν τῷ σάλῳ τῆς θαλάσσης ἐπιτιμήσατε, δικαιοσύνῃ κυβερνῶντες τὰ πράγματα· ἢ ἄχρις ἂν ἁμαρτάνωμεν, τοῖς περιπτώμασι συγγινώσκετε.

Τʹ. ΣΩΖΟΜΕΝῼ, ΔΟΜΕΣΤΙΚῼ ΤΟΥ ΕΠΑΡΧΟΥ. Βῶνος οὗτος ὁ διδούς σοι τὰ γράμματα, θαλασσίων ἐπειράθη πόνων, ἀνέμων μὲν ὑψηλῶν, κυμάτων δὲ σκληρῶν, καὶ σῖτον ἀφῃρέθη δημόσιον. Ἐπειδὴ τοίνυν ἐστὶ τὴν μὲν γνώμην οὐ ναύκληρος, τὴν δὲ θρησκείαν ὀρθόδοξος, τὴν δὲ γλῶσσαν οὐχ οἷος ναυτικός, καὶ πάντα σοι ἀρεστός, λῦσον αὐτὸν τῆς ἀθυμίας, ἵνα σε Χριστὸς στεφάνοις ἀφθαρσίας ἐν τῇ μεγάλῃ ἡμέρᾳ τελειώσῃ.