Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσίδωρος ὁ Πηλουσιώτης – Ἐπιστολαὶ περὶ τῆς ἑρμηνείας τῆς θείας γραφῆς

Ἰσίδωρος ὁ Πηλουσιώτης

Βιβλίο Α΄, Επιστολές 301-349

Έλεγχος κακοδοξιών, συμβουλές σε κοσμικούς άρχοντες και ερμηνεία απαιτητικών αγιογραφικών χωρίων περί του νόμου και της χάριτος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσίδωρος ὁ Πηλουσιώτης

—

Κεφάλαιο 7 από 24

ΤΑʹ. ΘΕΟΓΝΩΣΤῼ. Εἰς τό, «Ἡ ῥάβδος σου, καὶ ἡ βακτηρία σου.» «Ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν,» τοῦτο, οἶμαι, ἐστίν· Ἐπειδὴ ῥᾳθυμήσας πρὸς ἁμαρτίαν ὠλίσθησα, ῥάβδῳ [μέν] με πρὸς νῆψιν ἐπαίδευσας. Ἐπειδὴ δὲ μαστιζόμενος εἰς ὀλιγοψυχίαν ἐτρεπόμην, βακτηρίᾳ δυναμούσῃ με ἐπεστήριξας.

ΤΒʹ. ΚΥΝΤΙΝῼ ΜΟΝΑΧῼ. Ὅρος ἔστω σοι φιλοσοφίας, ἡ τῶν ἀθλητῶν μεθ’ ὧν ἐτάγης γυμνασία. Ἃ δὲ νῦν ἐν ἐκείνοις ὁρᾷς, καὶ ζήλου, καὶ πλήρου, ὡς πολλῆς γέμοντα σοφίας, καὶ πολλοὺς πλέξαντα τοῖς ἐκ παλαίουσι στεφάνους.

ΤΓʹ. ΛΑΙΑΝΔΡῼ. Περὶ αὐτεξουσίου. Ἡ φύσις ἡ ἀνθρωπεία, θαυμάσιε, οὔτε ἀνεπίδεκτός ἐστι κακῶν, οὔτε φυσικῶς κέκτηται τὰ κακά, ἀλλὰ γνώμῃ καὶ ῥᾳθυμίᾳ τὴν ἀπόπτωσιν ὑπομένει τῶν χρηστῶν. Ὅπερ καὶ ὁ πρῶτος πέπονθεν ἄνθρωπος, καὶ τῶν ὅρων τῆς σωτηρίας ἐξέπεσεν, ἢν αὐτῷ πάλιν ὁ δεύτερος ἐξ αὐτοῦ ἀποδέδωκεν ἄνθρωπος, ὁ τὴν ἀληθῆ φύσιν ἡμῶν ἐν ἑαυτῷ ἐπιδεξάμενος. Θεὸς γὰρ ὢν ἀληθῶς, γέγονεν ἄνθρωπος ἀληθῶς· ἐκ δύο φύσεων, εἷς Υἱὸς ὢν Θεοῦ, οὐ τραπεὶς ὅπερ ἦν, ἐν τῷ γενέσθαι ὅ ἐσμεν.

ΤΔ. ΧΑΙΡΗΜΟΝΙ. Καὶ γράφοντα πολλάκις αἰσχύνομαι, καὶ πράττοντα οὐ καλῶς ἀποστρέφομαι· καὶ ἀπορῶ τί σοι ἀποκριθῶ, οὐχ ὡς λειπόμενος σαφηνείας, ἀλλὰ φειδόμενος τῆς ἀκοῆς σου, ὡς ἀναξίας. Οὐ γὰρ κυσὶ διδόναι τὰ ἅγια ἐπετράπημεν. Εἰ δὲ ἀπολυττήσειας, καὶ λέξω τὰ αἰτηθέντα, καὶ δείξω τὸ ἀπιστούμενον ἀναμφίβολον.

Οὐδὲ γὰρ λημῶν ὀφθαλμὸς τῷ τοῦ ἡλίου δίσκῳ ἐνατενίσαι δύναται, καὶ ἀτενίζων ματαίως ἠσχόληται· οὐδὲ ῥυπῶσα διάνοια, θηρεῦσαί τι τῶν ἁγίων εἰς ὄφελος δύναται.

ΤΕʹ. ΕΥΤΟΝΙῼ. Πῶς νοητέον τό, «Ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου.» «Ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου,» λέγων ὁ Ψαλμῳδός, πρῶτον μὲν τὴν πρὸς τὸ σῶμα αὐτῆς κοινωνίαν δηλοῖ, ἐκ τοῦ ἐδάφους οὔσης τοῦ χοός· ἔπειτα καὶ τὴν ἑκούσιον ταπείνωσιν ἑαυτοῦ, ἢν ἐφ’ οἷς ἥμαρτεν, ἐπεδείξατο· ζῆσαι δι’ αὐτῆς κατὰ τὸν λόγον τοῦ Θεοῦ προσδοκήσας τὸν ταπεινοῦντα ἑαυτὸν ἀνυψοῦντος.

Τϛʹ. ΘΕΟΔΟΣΙῼ ΣΧΟΛΑΣΤΙΚῼ. Περὶ δούλου. Ὅτε τρόπος εὐθύτητα οἰκέτῃ μαρτυρεῖ, οὐκ ἔστι δούλου μέμψις ἐν αὐτῷ. Ἀλλ’ εἰ καὶ τύχη βιαία ἐπηγάγετο, ἀλλὰ γνώμη γενναία ἠλευθέρωσεν. Ἵνα δὲ μηδὲ δόξῃς σοφισμοὺς ταῦτα τυγχάνειν, ἔχεις Παῦλον τὸν ἀκροατὴν τῶν ἀῤῥήτων, τὸν μέλλοντα μισθὸν ὑπὲρ τῆς ἐνταῦθα εὐνοίας τοῖς οἰκέταις ἐπαγγελλόμενον, καὶ μηδὲν μεταξὺ οἰκετῶν καὶ δεσποτῶν διακρίνοντα, ὅτε ἡ γνώμη ἐστὶν ἀκατάγνωστος.

ΤΖʹ. ΛΕΟΝΤΙῼ ΕΠΙΣΚΟΠῼ. Πρὸς ἱερεῖς εὐδοκίμους. Ὁ ἀναγαγὼν ἐκ νεκρῶν τὸν Ποιμένα τῶν προβάτων τὸν μέγαν, καὶ σὲ τὸν ἐκείνου μιμητὴν τῶν αὐτοῦ προβάτων ὑπάρχοντα ποιμένα, καὶ τὴν ψυχὴν ὑπὲρ τούτων τιθέντα, ἐξ αὐτῶν [τῶν] τοῦ ᾅδου ἀνήγαγε πυλῶν, ἵνα μακραῖς ἀνακυκλήσεσιν ἐνιαυτῶν φυλαττόμενος, καὶ τῷ ποιμνίῳ ὑπάρχῃς ἀσφάλεια, καὶ τῷ ἀρχιποιμένι ἀρέσκεια, καὶ ἡμῖν τῆς ἐλπίδος στερέωμα, καὶ τῷ κόσμῳ φωστήρ, καὶ τοῖς θηρίοις τῆς δυσσεβείας Δαβίδ, πατάσσων καὶ λέοντα καὶ ἄρκτον τῇ ῥάβδῳ τοῦ σταυροῦ, δι’ ἧς καὶ μεθ’ ἧς εὐδοκίμως ποιμαίνεις.

ΤΗʹ. ΑΒΡΑΑΜΙῼ. Περὶ τοῦ νήφειν. Χαῖρε παρ’ ἡμῶν, Ἀβραάμιε, καὶ νῆφε γρηγορῶν εἰς τὸν πόλεμον. Πόλεμον γὰρ καὶ νόμιζε καὶ πίστευε τὸ στάδιον τῆς ἀσκήσεως, χαλεπωτέροις τῶν αἰσθητῶν ξιφῶν τοῖς νοητοῖς κυκλούμενον βέλεσιν.

Ἃ καὶ πεπυρωμένα καλεῖ, ὁ τὴν πεῖραν αὐτῶν ἀκριβῶς ἐπιστάμενος.

ΤΘʹ. ΚΑΣΣΙΑΝῼ ΜΟΝΑΧῼ. Ἀκούω σε πεφευγέναι τὸν βίον τὸν φθαρτὸν πρὸς τὸ στάδιον δραμόντα τῶν μοναχῶν, καὶ γλῶσσαν ἔχειν προπετῆ, καὶ φθέγγεσθαι εἰκῆ. Ὅπερ οὐδὲν ἕτερόν ἐστιν, ἢ τεῖχος ὀχυρὸν οἰκοδομεῖν ἀπρόσιτον ἐχθροῖς, καὶ πύλην καταλείπειν πρὸς εἴσοδον αὐτοῖς.

Εἰ δὲ καὶ τὸ τεῖχος ἀκίνδυνον τηρῆσαι βούλει, καὶ τοῖς ἐναντίοις κραταιὸς φανῆναι, γλώσσης κράτει παντὶ σθένει, ἀφ’ ἧς καὶ ὀξέα καὶ μεγάλα συμβαίνουσι πτώματα.

ΤΙʹ. ΚΥΡΙΛΛῼ ΑΛΕΞΑΝΔΡΕΙΑΣ. Προσπάθεια μὲν οὐκ ὀξυδορκεῖ, ἀντιπάθεια δὲ ὅλως οὐχ ὁρᾷ. Εἰ τοίνυν ἑκατέρας λήμης βούλει καθαρεῦσαι, μὴ βιαίας ἀποφάσεις ἐκβίβαζε, ἀλλὰ κρίσει δικαίᾳ τὰς αἰτίας ἐπίτρεψον. Ἐπειδὴ καὶ Θεός, ὁ πάντα εἰδὼς πρὸ γενέσεως, καταβῆναι καὶ τὴν κραυγὴν ἰδεῖν Σοδόμων φιλανθρώπως ηὐδόκησεν, ἡμᾶς ἀκριβοῦς ἐρεύνης διδάσκων ὑπόθεσιν. Πολλοὶ γάρ σε κωμῳδοῦσι τῶν συνειλεγμένων εἰς Ἔφεσον; ὡς οἰκείαν ἀμυνόμενον ἔχθραν, ἀλλ’ οὐ τὰ Ἰησοῦ Χριστοῦ ὀρθοδόξως ζητοῦντα. Ἀδελφιδοῦς ἐστι, φασί, Θεοφίλου, μιμούμενος ἐκείνου τὴν γνώμην.

Ὥσπερ γὰρ ἐκεῖνος μανίαν σαφῆ κατεσκέδασε τοῦ θεοφόρου καὶ θεοφιλοῦς Ἰωάννου, οὕτως ἐπιθυμεῖ καυχήσασθαι καὶ οὖτος, εἰ καὶ πολὺ τῶν κρινομένων ἐστὶ τὸ διάφορον.

ΤΙΑʹ. ΘΕΟΔΟΣΙῼ ΒΑΣΙΛΕΙ. Περὶ τοῦ ποιήσασθαι ἀσφάλειαν τῆς συνόδου. Εἰ μὲν αὐτὸς λαμβάνῃ καιροῦ παρεῖναι τοῖς κρινομένοις ἐν Ἐφέσῳ, προσέσται τούτοις εὗ οἶδα τὸ ἄμεμπτον. Εἰ δὲ ὀχλώδει ἀντιπαθείᾳ τὰς ψήφους ἐκδώσειας, τίς ἐξαιρήσεται τὴν σύνοδον σκωμμάτων;

Παρέξεις δὲ τούτοις θεραπείαν, εἰ παύσειας τῶν δογματισμῶν τοὺς σοὺς διακόνους, πρὸς μέγα χάσμα διεστῶτας, βασιλεῖ ὑπηρετεῖσθαι καὶ Θεῷ διαφιλονεικεῖσθαι· μή πως τῷ κράτει σάλον ἐπενέγκωσι. τῇ πέτρᾳ τῆς Ἐκκλησίας προσρηγνύντες τὰ τῆς κακοπιστίας αὐτῶν μηχανήματα. Αὔτη γὰρ ἐρήρεισται, καὶ οὔτε ὑπὸ πυλῶν ᾅδου κυριεύεται, ὡς ὁ δράσας αὐτὴν Θεὸς ἐπηγγείλατο.

ΤΙΒʹ. ΕΥΛΟΓΙῼ. Εἰς τό, «Συκῆν εἶχέ τις ἐν τῷ ἀμπελῶνι αὑτοῦ.» Ἡ εὐαγγελικὴ συκῆ, ἡ ἀνθρωπότης ἐστίν, ὁ οἰκοδεσπότης, ὁ Θεὸς καὶ Πατήρ, ὁ ἀμπελουργός, ὁ Υἱὸς τοῦ Θεοῦ, φιλοπονῆσαι καὶ ἐκκαθᾶραι ἡμῶν τὸν ἀμπελῶνα ἐνδημήσας, ἐκκοπῆναι κελευσθέντα παρὰ τοῦ οἰκοδεσπότου ὡς ἄκαρπον. Ἄφες δ’ αὐτήν, φησί, καὶ τοῦτο τὸ ἔτος. Εἰ διὰ νόμου καὶ προφητῶν οὐκ ἐβελτιώθησαν, καὶ μετανοίας καρποὺς οὐκ ἀπέδωκαν, καὶ τοῖς ἐμοῖς ἀρδεσθῶσι δόγμασι καὶ παθήμασι· κἂν μὲν ποιήσωσι καρπὸν εὐπειθείας· εἰ δὲ μή γε, εἰς τὸ μέλλον ἐκκόψεις αὐτήν, εἰς τὸν ἄλλον αἰῶνα τὸν ἀπέραντον, τῆς τῶν δικαίων σου μερίδος ἐκτέμνων αὐτούς.

ΤΙΓʹ. ΖΩΣΙΜῼ. Μὴ ὕβριζε τὴν θείαν λειτουργίαν. Μὴ ἀτίμαζε τὴν τῶν καρπῶν εὐλογίαν. Μὴ τῷ κόρῳ τὴν πόσιν πλεονέκτει. Μὴ τῇ ἀμετρίᾳ τὴν συμμετρίαν κακοποιεῖ. Μὴ τὰς φρένας πρόπινε πίνων. Ἀλλὰ μεμνημένος ὡς αἷμα Χριστοῦ τὴν τούτου ἀπαρχὴν τὸ θεῖον ἐργάζεται Πνεῦμα, οὕτως αὐτῷ κέχρησο, ὡς ἀσθενὴς καὶ χρῄζων αὐτοῦ εἰς βοήθειαν, ἀλλὰ μὴ ὡς δυσμενής, ὅπλῳ τῷ οἴνῳ κατὰ πάντων κεχρημένος, καθ’ ἑαυτοῦ δὲ μᾶλλον, ὑπὸ τούτου σηπόμενος.

ΤΙΔʹ. ΠΕΛΑΓΙῼ ΜΟΝΑΧῼ. Πρὸς μοναχοὺς τόπον ἐκ τόπου ἀμείβοντας. Τῷ Ἐφραῒμ ἐξήνθησαν πολιαί, ἀλλ’ οὐκ ἔγνω, νεάζων τοῖς πάθεσι. Καὶ σὲ πολὺς ὄχλος ἐτῶν περιέστη, ἀλλ’ [ἔτι] ἀκαμπὲς ἔχεις τὸ φρόνημα, ἄλλην μονὴν ἐξ ἄλλης ἀμείβων, καὶ πασῶν ἐρευνῶν τὰς τραπέζας. Εἰ οὖν κνίσσης μέλει σοι, καὶ ὄψων καρυκείας, τοὺς ἐν τέλει μᾶλλον κολάκευε, καὶ τὰς πόλεις τοῖς καπνοδόχοις ἐρεύνα. Ἐρημῖται γὰρ ἄνθρωποί σε δεξιοῦσθαι προσφιλῶς οὐκ ἀρκοῦσι.

ΤΙΕʹ. ΛΕΟΝΤΙῼ ΕΠΙΣΚΟΠῼ. Εἰ μὲν ἀβουλήτως προήχθης πρὸς τὴν τῆς Ἐκκλησίας προστασίαν, καὶ ψήφων καὶ δήμων καὶ χειρῶν σε βιασαμένων, ἕξεις ἐπίκουρον τὸν Θεόν, πάντα πρὸ προσώπου κατευοδοῦντά σοι, ὅσα πρὸς τὴν ἄνω συντείνει κατάστασιν. Εἰ δὲ χρήμασιν, ὡς θρυλλῇ, τὸν ἄπρατον μετῆλθες θησαυρόν, καὶ κτήσασθαι ἱερωσύνην ὡς ὁ Σίμων ἐπόθησας, οὐκ ἔστι σοι μερὶς οὐδὲ κλῆρος ἐν τούτῳ. Τὰ γὰρ ἑξῆς φειδοῖ παραλείψομαι, ἓν τοῦτο ὁρῶν, ὅτι Καϊάφας ἱερωσύνην ὠνήσατο, ὅτε κατὰ Χριστοῦ ταύτην ἐξώπλισε. Πᾶς οὖν ὅστις ἱερωσύνην ἐκπρίηται, Καϊάφας Χριστοκτόνος εὑρίσκεται. Ἂ γὰρ ἔργοις πιστευθῆναι οὐ δύναται, ταῦτα δόμασιν ἀσεβέσι πορίζεται.

ΤΙϛʹ. ΚΑΛΛΙΜΑΧῼ ΚΟΜΗΤΙ. Ὥσπερ διὰ τῆς τεκνογονίας σωθήσεται ἡ τῶν γονέων ξυνωρίς, εἰ τῆς τῶν τέκνων ἐπιμελοῖτο ζωῆς· οὕτω καὶ ἐναντίων πειραθήσεται, εἰ ἀμελοίη τῆς ἐκείνων φυλακῆς. Γελοῖον γὰρ ἂν εἴη τοὺς μὲν πώλους εὐθὺς ἐκ νεότητος πολλῆς ἀξιοῦσθαι φροντίδος, καὶ βαδίσματος ἕνεκα καὶ βρώσεως καὶ πόσεως, καὶ πάσης εὐθύτητος· ὧν καὶ ἡ τιμὴ εὔωνος, καὶ ἡ χρῆσις σύμμετρος, καὶ ἡ φθορὰ σύντομος· ἀνθρώπους δέ, οὓς ὁ Θεὸς διέπλασε, καὶ εἰκόνι οἰκείᾳ ἐτίμησε, καὶ πάλιν ἐν ἑαυτῷ ἀνεπλάσατο καταλιμπάνειν ἀγερώχους, καὶ ὡς ἂν τύχῃ φέρεσθαι πρὸς ἃ βούλονται, καὶ ἡ εὐόλισθος νεότης οὐ νοεῖ. Εἰ ταῦτά σοι φαίνεται χρήσιμα, πάσῃ φυλακῇ σεμνότητος ἀσφαλίζου τὰ τέκνα σου.

ΤΙΖʹ. ΕΡΜΙΝῼ ΚΟΜΗΤΙ. Καλῶς τὸν Κύριον τιμᾷς, ἡμῖν τῷ καρπῶν ἀπαρχόμενος, καὶ δεκατῶν τὴν εὐφορίαν τῆς γῆς σου τῷ διδόντι. Ἣν πολλοῖς ἕξεις καιροῖς· νῦν μὲν τῶν ἐν χρείᾳ σοι φυλάττουσαν τὴν αὐτάρκειαν, μετὰ ταῦτα δὲ τὴν αἰώνιον εὐφροσύνην παρέχουσαν.

ΤΙΗʹ. ΛΟΥΚᾼ ΑΡΧΙΜΑΝΔΡΙΤῌ. Μοναχός τις πρὸς τὴν ἡμετέραν ἐσχατιὰν ἀπήντησε, σχῆμα τὸ τῆς τιμίας σου φέρων δεξιᾶς, καὶ ᾧ αὐτὸς οἴδας σφραγίζειν τοὺς ὑποφήτας σου. Ὅτου δὲ χάριν ἥκει ἠρόμεθα· ἱκεσίαν δὲ εἷχε παρακληθῆναι παρ’ ἡμῶν τὴν ἀγάπην σου, συγγνῶναι αὐτῷ ἐπὶ πταίσματι βραχεῖ, ὃ ἐξ ἀγνοίας ὑπέμεινεν. Εἰ τοίνυν μὴ ἐν συνηθείᾳ πταισμάτων ἐγένετο, πολλάκις ἐξυβρίσας εἰς τὴν μετάγνωσιν, καὶ δραπετεύειν δι’ εὐκολίαν γαστρὸς ἢ γνώμης μεμάθηκε, πάρασχε αὐτῷ δι’ ἡμᾶς τὴν συγχώρησιν. Εἰ δὲ τοιοῦτός ἐστιν, οἷος μηδὲν ἐκ τῆς συγγνώμης βελτιωθῆναι, μηδὲ τῶν ἡμετέρων γραμμάτων ἀπόνηται, ἀλλ’ ἕξω τῆς τῶν ἀδελφῶν γαλήνης καθίσεται, μὴ κυμάτων φλεγμονὰς καὶ δινήσεις τοῖς ἡσυχάζουσιν αὐτῶν ἤθεσιν [αὐτῶν] ἐπεγείρῃ. Τοῦτο γὰρ καὶ ὁ νόμος ἡμῖν παραβολικῶς ὑποτίθεται, ἔξω τῆς παρεμβολῆς τοὺς λεπρῶντας ἐκπέμπων.

ΤΙΘʹ. ΔΩΡΟΘΕῼ ΠΡΕΣΒΥΤΕΡῼ. Περὶ γέλωτος. Εἰ τύπος ἱερεὺς τοῦ ποιμνίου, καὶ φῶς τῆς Ἐκκλησίας ὠνομάσθη, καὶ ὑπάρχει, ἀνάγκη τοῖς ἤθεσιν αὐτοῦ συνεκτυποῦσθαι τὸ ὑπήκοον ὡς σημάντρῳ κηρόν. Εἰ τοίνυν φῶς εἶναι βούλει, μίσει τὴν εὐτραπελίαν, καὶ τὴν περιφορὰν τοῦ γέλωτος, ἵνα μὴ πολλοὺς διδάξῃς ἀτακτεῖν. «Ἱερεὺς γάρ, ἅγγελος Κυρίου παντοκράτορός ἐστιν·» ἄγγελος δὲ οὐκ ἐπίσταται γέλωτα, ἐμφόβως τῷ Θεῷ λειτουργῶν.

ΤΚʹ. ΘΑΛΑΣΣΙῼ ΜΟΝΑΧῼ. Εἰς τό, «Μήτις πόρνος ἢ βέβηλος, ὡς Ἡσαῦ.» Ἀκριβῶς ἐπιστάμενος, ὅτι ὁ κόρος τίκτει τὰ πάθη, καὶ ἡ γαστριμαργία σύρει πρὸς τὰς λαγνείας, περιττῶς, οἶμαι, ἠρώτησας τό, «Μήτις πόρνος ἢ βέβηλος, ὡς Ἡσαῦ,» ὁποίαν ἔχει ἐπίλυσιν, τῆς Γραφῆς προδότην ἐλεγχούσης τῶν τῆς μήτρας πρεσβείων διὰ κόρον κοιλίας. Δείξασα γὰρ αὐτὸν γαστρίμαργον, ἠρκέσθη συναποδεῖξαι καὶ πόρνον καὶ βέβηλον.

ΤΚΑʹ. ΠΑΛΛΑΔΙῼ ΕΠΙΣΚΟΠῼ. Εἰς τό, «Εἰς τὰς πρωΐας ἀπέκτεινον πάντας τοὺς ἁμαρτωλούς.» «Εἰς τὰς πρωΐας ἀπέκτεινον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς,» λέγων ὁ Ψαλμῳδός, τὸ ἀκριβὲς καὶ ἀπλανές, καὶ νηφάλιον τῆς δίκης παρίστησιν, ὅτι οὔτε θυμός, οὔτε μέθη τὴν ἀναίρεσιν ὑπετίθετο. Ὁ μὲν γὰρ εἰ καὶ τῇ χθὲς ἡμέρᾳ παρώξυνεν, ἀλλὰ διὰ μήκους τῆς νυκτὸς ἐμαλάσσετο· ἡ δέ, εἰ καὶ ὀψίας πολλὴ προσεγένετο, διὰ τοῦ ὕπνου ἱκανῶς ἐλεπτύνετο.

Καθαρᾷ οὖν καὶ χειρί, καὶ γνώμῃ, κατὰ τῶν ἐς Θεὸν ἁμαρτανόντων ἐξωπλιζόμην.

ΤΚΒʹ. ΤΙΜΟΘΕῼ ΑΝΑΓΝΩΣΤῌ. Ὅτι οὐ δεῖ μετὰ ἀμαθοῦς λογομαχεῖν. Ὥσπερ οὐκ ἀσφαλὲς μετὰ μαχίμου διοδεύειν ἀοίκητον· οὕτως οὐκ εὐχερὲς πρὸς ἀμαθῆ λόγους κινῆσαι παιδεύσεως. Ὁ μὲν γὰρ πάσῃ τῇ δυνάμει χρήσεται ἐπ’ ἐρήμου, εἴ τι τῶν οὐκ αὐτῷ προσφιλῶν λεχθείη ἢ πραχθείη· ὁ δέ, εἰμὴ πάντα πρὸς τὴν αὐτοῦ λαλεῖται ἀπαιδευσίαν, πάντας ἐκκρίνει τῆς οἰκουμένης, καὶ λόγους φιλοσόφους, καὶ ἄνδρας φιλαρέτους. Φιλεῖ γάρ, ὡς τὰ πολλά, ἀνδρίζεσθαι ἡ ἀλογία, καὶ νῦν αὐτὴν εὐρήσεις πανταχοῦ προεστῶσαν. Οὔτε γὰρ Ἐκκλησίαν ἄνευ αὐτῆς, οὔτε τὴν πολιτείαν, οὔτε αὐτὴν τὴν βασιλείαν, ἕξω ταύτης ἴδοις διοικουμένην· ἀφ’ ὧν καὶ τὰ κακὰ πλεονάζει, καὶ δουλοπρέπεια τὸ πανταχόσε περιεζώσατο κράτος. Φέρε τοίνυν τὸν ἀλόγιστον γενναίως, ἐπειδὴ ἡδέως ἀνέχῃ τῶν ἀφρόνων φρόνιμος ὢν ἐν Κυρίῳ.

ΤΚΓʹ. ΚΥΡΙΛΛῼ ΑΡΧΙΕΠΙΣΚΟΠῼ. Πολλαὶ μὲν μαρτυρίαι Γραφικαί, πολλαὶ δὲ θεωρίαι πρακτικαὶ τὸν ἀληθῆ τῆς τοῦ Κυρίου σαρκώσεως λόγον τρανοῦσιν ἀσφαλῶς, εἰ καὶ τῆς ἡμετέρας διανοίας καὶ γλώσσης ἀνώτερόν ἐστι τὸ μυστήριον.

Ὅτι δὲ ὁ ἀληθινὸς καὶ ἐπὶ πάντων Θεός, ἅνθρωπος γέγονεν ἀληθῶς, οὔτε ὃ ἦν τραπείς, καὶ ὃ οὐκ ἦν προσλαβών, ἐκ φύσεων δυοῖν ὁ εἷς ὑπάρχων Υἱός, ἄναρχος καὶ ἀπέραντος, πρόσφατος καὶ ἀΐδιος, οὐδ’ ἂν αὐτὸς ἀρνηθείης, πλείστας ἔχων τοῦ ἁγίου Πατρὸς ἡμῶν μεγάλου Ἀθανασίου περὶ τούτων συναινέσεις, ἀνθρώπου τὰ θεῖα ὑπερφυῶς ἐμβατεύσαντος.

ΤΚΔʹ. Τῼ ΑΥΤῼ. Χρή σε, θαυμάσιε, ἄτρεπτον μένειν ἀεί, οὔτε φόβῳ προδιδόντα τὰ οὐράνια, οὔτε σαυτῷ ἐναντίον φαινόμενον. Εἰ γὰρ τὰ νῦν γεγραμμένα σοι τοῖς προτέροις ἀντεξετάσειας, ἢ κολακείας φανήσῃ ὑπεύθυνος, ἢ εὐχερείας διάκονος, κενῆς μὲν δόξης ἡττώμενος, τῶν μεγάλων [δὲ] ἁγίων ἀθλητῶν τοὺς ἀγῶνας οὐ μιμησάμενος, οἲ τὸν ἅπαντα βίον ἐπ’ ἀλλοτρίας κακουχεῖσθαι ὑπέμειναν, ἢ κακόδοξον φρόνημα κἂν μέχρις ὤτων εἰσδέξασθαι.

ΤΚΕʹ. ΚΥΡῼ ΝΕῼ ΜΟΝΑΧῼ. Περὶ ἐγκρατείας γλώσσης. Νόμος φιλοσοφίας ἀσφαλοῦς, ὅρος ἁγνείας ἀκριβοῦς, τῷ θεοφόρῳ Παύλῳ διώρισται, νεκρῶσαι πάντα τὰ μέλη τὰ ἐπὶ τῆς γῆς. Εἰ τοίνυν ἕπεσθαι βούλει τοῖς δόγμασιν αὐτοῦ (εἴη δὲ πάντως, εἰ τὸ ἀσκεῖν θέλεις), χαλίνωσον τῆς γλώσσης τὸ ταχύ. Τὸ μεῖζον γὰρ ἁπάντων τῶν γηΐνων μελῶν γλῶσσα, ὡς δυσκάθεκτός ἐστιν.

ΤΚϛʹ. ΙΩΑΝΝῌ ΣΤΡΑΤΙΩΤῌ. Παῦσαι λοιπόν, Ἰωάννη, τῆς παντολμίας· βλέψον πρὸς τὴν μεγάλην καὶ δυσέκλυτον τῶν ἔργων σου κακίαν. Ἢ ὡς ὁπλίτης νόμιμος, καὶ στρατιώτης ἔνθεσμος, πρὸς τὰς μάχας τῶν βαρβάρων τασσόμενος· ἢ ὡς δημότης εὔτακτος ἐν ἄστει φαινόμενος, καὶ πρεπόντως ἀναστρεφόμενος

ΤΚΖʹ. Τῼ ΑΥΤῼ. Οἰκίσκοις, ὡς ἔγνων, ἐπέρχῃ μοναχῶν, καὶ δράγματα ἁρπάζεις γεωργῶν, πρὸς τὸ ληΐζεσθαι τούτους· καὶ δόγμα φαῦλον κατηχῶν, καὶ τούτου στεῤῥῶς ὑπερμαχῶν. Ἄθρει τοίνυν, μή τινος σάλου πειραθῇς, καὶ πήρωσιν δικαίαν ὑποστῇς, ἐνταῦθα μὲν τυφλώσει παιδευόμενος ἐκεῖσε δὲ πυρὶ φυλαχθησόμενος.

ΤΚΗʹ. ΑΝΑΤΟΛΙῼ. Τοσοῦτον βλασφημίας κραυγὴ καὶ θυμὸς καὶ ὀργὴ διενήνοχεν, ὅτι προτέραν ταύτης ἐκείνην ὁ μέγας καὶ μεγαλόφρων τέθεικε Παῦλος. Ὅτι δὲ βλάσφημος ὁ εἰς Θεὸν ἐξυβρίζων καὶ εἴρηται καὶ νενόηται, οὐδεὶς ἠγνόησέ ποτε. Εἰ τοίνυν τὴν χείρονα τῆς βλασφημίας κέκτησαι ὀργήν, δι’ ἧς πάντα εἰσκωμάζει τὰ φαῦλα τῷ βίῳ, ἢ [καὶ] ταύτην κατάλιπε, ἢ μὴ ἄλυε καλούμενος βλάσφημος.

ΤΚΘʹ. Τῼ ΑΥΤῼ. Τινές σε γλῶσσαν ἔχειν ἀκρατῆ κωμῳδοῦσι, καὶ τῶν πηγῶν τῆς λοιδορίας ὑπάρχειν ποταμόν, τὰ ἐκείνης δαψιλῶς καὶ δεχόμενον καὶ ἐρευγόμενον ῥεύματα, ἄπερ εἰς θάλασσαν ἐμβάλλει τιμωρίας. Ἣν εἰ θέλεις ἐκφυγεῖν, τῶν ζώντων μᾶλλον ναμάτων τὸ φρέαρ ἐξερεύνησον, ὅπερ χαρίζεται καὶ τὸ μηκέτι διψᾷν, καὶ τῇ γλώσσῃ ὀρέγει φυλακήν, μὴ εἰς λόγους ἐκκλίνειν πονηρίας.

ΤΛʹ. ΔΙΔΥΜῼ. Εἰς τό, «Οὐκ ἐκρύβη τὸ ὀστοῦν μου.» Τὴν αἰτίαν τῆς παραβάσεως τοῦ προπάτορος ὁ μέγας Δαβὶδ ἐν ψαλτηρίῳ ἀνακρουόμενος, καὶ πρὸς συγχώρησιν αὐτῆς τὸν Δεσπότην ἐξιλεούμενος, καὶ τὴν ἄφυκτον τοῦ Θεοῦ γνῶσιν ἐσήμανε, καὶ τὴν μετὰ τὸ πταῖσμα τοῦ Ἀδὰμ εὐγνωμοσύνην ἐδήλωσεν, «Οὐκ ἐκρύβη, λέγων, τὸ ὀστοῦν μου ἀπὸ σοῦ, ὃ ἐποίησας ἐν κρυφῇ.» Οὐκ ἔλαθέ σε, φησί, τῆς γυναικός μου ὁ ὄλισθος, ἢν ἐκ τοῦ ὀστέου μου λεληθότως ἐποίησας, ὕπνῳ βαρεῖ εὐνάσας με. Ἀλλ’ ἔγνως τὰ ἡμέτερα κρύφια, ὁ ἐκείνην κρυφίως ὑποστησάμενος.

ΤΛΑʹ. Τῼ ΑΥΤῼ. Τί ἐστι, «Τὸ ἀκατέργαστόν μου εἶδον οἱ ὀφθαλμοί σου.» Ἀγχίνους ὤν, καὶ συνετῶς ἐρευνῶν, οὐδὲν δύνασαι ἀγνοεῖν· πάντα γὰρ καλῶς ἀθροίσας ἐν νεότητι, ἔχεις ἐν γήρει ἀνάπαυσιν. «Τὸ ἀκατέργαστόν μου εἴδοσαν οἱ ὀφθαλμοί σου.» Τὸ μήπω πραχθέν μοι, φησὶν ὁ Ἀδάμ, ὡς ἤδη τελεσθὲν καθορᾷς. Καὶ τοὺς τέως μὴ τεχθέντας, ὡς ἤδη τεχθέντας ἐπίστασαι.

Δύναται δὲ νοῆσαι καὶ διχῶς· Τὸ ἄκακον καὶ ἀπόνηρον καὶ ἀνεξέργαστόν μου (ἔργον γὰρ ἡ περίνοια λέγεσθαι φιλεῖ) εἴδοσαν οἱ ὀφθαλμοί σου, καὶ ἐπὶ τῷ βιβλίῳ σου πάντες γραφήσονται. Καὶ οὐκ ἔστι, φησίν, ὃ μὴ συνιεῖς, ἢ λανθάνει σε· ἀλλὰ καὶ τὰ μέλλοντα γινώσκεις, καὶ τὸ ἄκακόν μου οἶδας, ὅπως ἀγνοίᾳ ἠπάτημαι, καὶ τῷ ἀλήστῳ τῆς μνήμης σου πάντες οἱ λογισμοί μου ἐνσημαίνονται.

ΤΛΒʹ. ΕΥΣΤΑΘΙῼ. Περὶ Εὐσεβίου ἐπισκόπου. «Ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς,» ὁ Δεσπότης ἔφη Χριστός. Ἐπειδὴ καὶ μιᾶς ἡμέρας κάκωσις ἐπιλησμονὴν πολλῆς εὐφροσύνης ποιεῖ. Ἤρκει [καὶ] καθ’ ἑαυτὸν ὁ χρηστὸς τῶν ἐπισκόπων Εὐσέβιος, πᾶσαν πληρῶσαι τὴν Ἐκκλησίαν συγχύσεως. Ἐπειδὴ δὲ καὶ τῆς σῆς κακοθελείας ἐπέτυχε, πᾶσαν τὴν οἰκουμενικὴν ταράξαι ἐπαρκεῖ εὐταξίαν. Εὐχὴ τοίνυν ἐστὶν ἱερατικοῖς ἄπασι, καὶ τῷ κοινῷ τοῦ λαοῦ, καὶ τοῖς κατὰ μόνας ἀγωνιζομένοις θεράπουσι τοῦ Θεοῦ, ἢ διαζευχθῆναι τὴν σὴν σκαιότητα τῆς ἐκείνου πονηρίας, ἢ μεταβληθῆναι ἀμφοτέρας εἰς χρηστότητα καὶ κοινωνικὴν πολιτείαν, ἢ ἀμεῖψαι τὴν μακροθυμίαν εἰς αὐστηρίαν, καὶ ἀξίαις ὑμᾶς ἀνταμείψασθαι ταῖς παιδείαις, ὧν τε πεπράχατε, ὧν τε βουλεύεσθε, ὧν τε ἀσεβῶς ἀλλήλοις συνέρχεσθε.

ΤΛΓʹ. ΖΩΣΙΜῼ ΠΡΕΣΒΥΤΕΡῼ. Κρίνειν τά τε τῶν ὕβρεων, τά τε τῶν κολάσεων μεγέθη οἱ ἄνθρωποι τῷ πλήθει τῶν συνειδότων εἰώθασι. Τὰς γὰρ αὐτὰς ὕβρεις καὶ τὰς κολάσεις μὴ ἐπὶ πολλῶν γινομένας, οὐχ ὁμοίως βαρυτάτας ἡγοῦνται.

Εἰ τοίνυν ταῦθ’ οὔτως ἔχει, σκόπει πῶς διακεισόμεθα, ἐπὶ πάσης τῆς ἀνθρωπότητος καὶ τοῦ τῶν ἀγγέλων δήμου μέλλοντες εὐθύνας ὑφέξειν, ὅταν μάλιστα καὶ πᾶσα ἀναισχυντία χώραν οὐχ ἕξει, τῶν ἁμαρτημάτων ἡμῖν, ὥσπερ σκιῶν, ἀκολουθούντων.

ΤΛΔʹ. ΕΡΜΙΝῼ ΚΟΜΗΤΙ. Τό, «Κλαῦσον ἐπὶ νεκρῷ, ὅτι ἐκλέλοιπε φῶς,» οὐχὶ πάντας τοὺς τεθνεῶτας λέγει καταθρηνεῖσθαι· ἀλλὰ τὸν ἔργοις νεκρωθέντα, καὶ τὴν ζῶσαν ἀναστροφὴν μὴ μετελθόντα, κλαίεσθαι βούλεται, ὡς τοῦ μέλλοντος φωτὸς ἀποτυχόντα.

ΤΛΕʹ. ΕΥΤΟΝΙῼ ΔΙΑΚΟΝῼ. Τὸν βουληθέντα εὐεργετῆσαι, μὴ δυνηθέντα δὲ βοηθῆσαι, μὴ ἐκ τῆς ἐκβάσεως μέμφου, ἀλλ’ ἐκ τῆς προθέσεως τίμα· ὅτι [καὶ] τῇ φύσει κεκίνηται, ἃ ἐχρῆν διαπράξασθαι, εἰ καὶ τῇ δυνάμει ἐνάρκησε, μὴ ἰσχύσας ἐργάσασθαι.

ΤΛϛʹ. ΚΥΝΗΓΙῼ. Περὶ γαστριμαργίας. Οὐδὲ Παῦλος ὁ τῶν οὐρανίων ἀκριβέστατος γνώστης παιδεύει σε, καταργεῖσθαι τὴν γαστέρα καὶ τὰς ταύτης δυσορεξίας ἀποφαινόμενος· ἀλλ’ ὅλος εἶ περὶ τράπεζαν λίχνος, μόνην λαμπρῶς τὴν κατάποσιν κολακεύων, καὶ Θεὸν ἡγούμενος τὴν κοιλίαν. Εἰ τοίνυν τῇ παρούσῃ ζωῇ πάντα νομίζεις συγκαταλύεσθαι, καλῶς ἀγωνίζῃ στενοχωρούμενος βρώμασιν· εἰ δέ τι καὶ μετὰ ταύτην πιστεύεις ἔσεσθαι, ἑτοίμαζε τὰ ἔργα σου πρὸς τὴν ἔξοδον.

ΤΛΖʹ. ΙΣΙΔΩΡῼ ΔΙΑΚΟΝῼ. Τί ἐστιν, «Ἄχρις Ἀππίου φόρου καὶ τριῶν Ταβερνῶν.» Τὸ «Ἄχρις Ἀππίου φόρου καὶ τριῶν Ταβερνῶν,» τῷ Λουκᾷ ἐν ταῖς τῶν ἀποστόλων Πράξεσιν εἰρημένον, τόπους τινὰς σημαίνει πρὸ τῆς Ῥώμης, τὸν μὲν εἰκόνα τινὰ Ἀππίου ἔχοντα, ὡς εἰκός, καὶ φόρον ἐκείνου καλούμενον, ὡς μέχρι νῦν αἱ τῶν βασιλέων εἰκόνες, τοῦδε [ἢ τοῦδε] φόροι προσαγορεύονται. Τὰ δέ, πανδοχείων τινῶν ἢ καπηλείων χρῆσιν αἰνίσσονται, τῇ Ῥωμαίων φωνῇ οὕτως ὀνομαζόμενα.

ΤΛΗʹ. ΑΓΕΛΙΔῌ ΝΑΥΑΤΙΑΝῼ. Κατὰ Ναυατιανῶν. Φλήναφον συνείρας ἀπολογούμενος, σχετλιασμὸν συνθεὶς πολυώδυνον, τὴν θείαν λέγων μὴ ἰσχύειν ἀπόφασιν, ἥνπερ τοῖς ἱερεῦσι παρέσχετο, ἀφιέναι τοῖς ἀνθρώποις τὰ πταίσματα. Εἰ δὲ αὐτὴ ἀνίσχυρος, πᾶσα πάντως ἀβέβαιος, καὶ εἰς μάτην ἐλπίζομεν, ὡς αὐτὸς ἐδογμάτισας.

ΤΛΘʹ. Τῼ ΑΥΤῼ. Περὶ αὐτοῦ. Εἰ μὲν ἔχεις οὕτως προγνώσεως, ὡς εἰδέναι τὰ τῇ κρίσει τηρούμενα, εἰκότως κατακρίνεις πρὸ κρίσεως, καρδιογνώστης τις γεγονὼς ἐξ οἰήσεως. Εἰ δὲ καὶ σὺ τῆς φιλαμαρτήμονος φύσεως, ὡς ἄνθρωπος, ὑπάρχεις τις μοῖρα, καὶ πρὸς ἐξέτασιν ἥξειν πάντως περιμένεις, λόγον εἰσπραχθησόμενος· μὴ προάρπαζε τὴν κρίσιν τοῦ Θεοῦ, πρὸς μετάγνωσιν μᾶλλον καλῶν, ἀλλὰ μὴ πρὸς ἀπόγνωσιν ὠθῶν τοὺς ἁμαρτάνοντας.

ΤΜʹ. ΑΚΥΛᾼ. Αἱ ἀμετάδοτοι γνῶμαι, καὶ αἱ τούτων τιμωρίαι, πρὸς σωφρονισμὸν ἡμῶν ἀνεγράφησαν, ἵνα τὴν ἐκείνων μίμησιν φύγωμεν, καὶ τούτων πεῖραν λάβωμεν. Εἰ τοίνυν τὸν πλοῦτον ἀγαπῶμεν, καὶ τὸ εὖ ποιεῖν παρορῶμεν, ἔγνωμεν ἐκ τῆς θείας πτυκτῆς τὸν τοιοῦτον μακρῷ πυρὶ τηγανιζόμενον.

ΤΜΑʹ. ΕΥΣΕΒΙῼ ΕΠΙΣΚΟΠῼ. Εἰς τό, «Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι.» Ἀσφαλῶς τὰ εὐαγγελικὰ παράδεξαι δόγματα, Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι, κελεύοντα, καὶ οἱ λύχνοι καιόμενοι (ἄπερ τῶν ἐπιθυμιῶν τὰς ὀρέξεις δεδέσθαι, καὶ τοὺς νόας ἐξῆφθαι πρὸς ἐγρήγορσιν βούλονται), ἐπιθυμῶν, καὶ μηνιῶν, καὶ ζηλῶν, καὶ ἀτόπως ἐρῶν, καὶ πάντα μᾶλλον ποιῶν, ὅπως τὴν σαυτοῦ ἀναστροφὴν ἀντίστροφον τοῦ Θεοῦ ἀποτελέσειας νόμου. Καὶ πρόσεχε, πάντολμε, μὴ τῆς ὑψηλῆς χειρὸς πειραθῇς πρὸ τῆς ἐκεῖθεν κολάσεως, κἀνταῦθα κἀκεῖ δι’ ὑπερβολὴν κακίας τιμωρούμενος.

ΤΜΒʹ. ΣΕΛΕΥΚῼ. Περὶ ταπεινοφροσύνης. Ταπεινοφρόνει μᾶλλον, καὶ μὴ ταπεινολόγει, ἵνα μὴ ἐγγύθεν ἔχῃς τῶν ῥημάτων κατηγορίαν τὰ πράγματα, μᾶλλον δὲ τὰ πράγματα διὰ τῶν ῥημάτων δεικνύῃς, ἔργα τοὺς λόγους ἔχων, ἀλλὰ μὴ τοῖς ἔργοις ἀνατρέπων τοὺς λόγους.

ΤΜΓʹ. ΣΙΛΟΥΑΝῼ. Περὶ τῆς θείας ἀγαθότητος. Λανθάνει σε μᾶλλον ἐθέλοντα (οὐ γὰρ τἀληθὲς ἀγνοοῦντα), ἡ τοῦ θείου δόγματος δύναμις. Ὅτι γὰρ καὶ τῶν ἀγγέλων δημιουργὸς ὁ Θεός, ὁ Προφήτης φησὶν ἐν θεολογίᾳ λέγων περὶ Θεοῦ, «Οὗ αἱ χεῖρες ἔκτισαν πᾶσαν τὴν στρατιὰν τοῦ οὐρανοῦ.» Ὅτι δὲ καὶ ὑδάτων καὶ νεφῶν, Δαβὶδ ἐν ὕμνοις βοᾷ· Καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν, αἰνείτω τὸ ὄνομα Κυρίου. Ὅτι αὐτὸς εἶπε, καὶ ἐγένετο. Αὐτὸς δὲ ὁ Θεὸς διὰ λαίλαπος τῷ Ἰώβ, «Ἐγὼ ἐθέμην νέφος τῇ θαλάσσῃ ἀμφίασιν.» Ὅτι δὲ καὶ ἀγαθὸς ὁ Ποιητής, ὁ Κύριός φησιν· «Ἀνατέλλει τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγαθούς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους.» Ὅπερ μεγίστης ἐστὶν ἔνδειξις ἀγαθότητος.

ΤΜΔʹ. Τῼ ΑΥΤῼ. Τὴν τῶν ἁμαρτημάτων διόρθωσιν, ἣν ποιεῖται ὁ Θεὸς εἰς ἡμετέραν βελτίωσιν, οὐδ’ ὀργὴν κλητέον, οὐδ’ ἀγανάκτησιν, ἀλλὰ μᾶλλον νουθέτησιν. Εἰ δὲ καὶ ὀργήν τινες αὐτὴν οἴονται, καὶ ταύτῃ τὸ φιλάνθρωπον [αὐτοῦ] διαγγέλλουσιν, εἰς πάθη Θεὸν καταβαίνειν δι’ ἀνθρώπους νομίζοντες, δι’ οὓς καὶ γέγονεν ἄνθρωπος.

ΤΜΕʹ. ΕΥΣΤΑΘΙῼ. Περὶ γαστριμαργίας. Πολλὴ κἀμοί ἐστι, βέλτιστε, κολακείας εὐχέρεια, δυναμένῳ μακαρίζειν ἀπατηλῶς, καὶ τὴν τρίβον τῶν ποδῶν σου ταράσσειν εὐμαρῶς, ὅπερ ἐστὶν ὑπτιοῦν σε καὶ ἀνακλίνειν πρὸς ῥᾳθυμίαν, ἑστάναι ὀφείλοντα συντόνως, καὶ τὸν Θεὸν περὶ ἐλέους καὶ οἰκτιρμῶν ἱκετεύειν. Ἀλλ’ οὐκ ἐᾷ με ὁ ἐν Δαβὶδ λαλήσας Θεός, τὸν τιθέντα μετὰ μοιχῶν τὴν μερίδα ἐλέγχειν ὡς ἁμαρτόντα ἐπαγγειλάμενος. Εἰ τοίνυν τὰς ψευδεῖς κολακείας ἀγαπᾷς, ἀνέχου τῶν ἀπατώντων σε. Εἰ δὲ πρὸς Θεὸν ἀπελθεῖν προσδοκᾷς. ἐμοὶ πείσθητι παραινοῦντί σοι, καὶ σβέσον τὴν γαστρίμαργον λύτταν, μαραίνων τῶν ἡδονῶν τὰς ἐκκαύσεις, ὧν αἱ ὑπερβολαὶ πρὸς τὰς ἐκεῖθεν παραπέμπουσι φλόγας.

ΤΜϛʹ. ΚΕΛΣῼ. Περὶ τῆς τοῦ Παύλου πηρώσεως· καὶ διὰ τί αὐτῷ ἐξ οὐρανοῦ ὁ Θεὸς διαλέγεται. Ὥσπερ τὰ ἔρια πρὸς παραδοχὴν βαφῆς ἁλουργοῦ, [αὐστηρῶς] μάλα προστύφεται διὰ τὴν τοῦ ἐσθήματος τιμιότητα· οὕτως ὁ μεγαλόφρων Παῦλος τῆς Ἰουδαϊκῆς ἀποτμηθεὶς ἀλογίας, τριημέρῳ προεστύφθη πηρώσει, ἀλουργὶς Θεοῦ [καὶ] γενόμενος, καὶ πάντας ἀνθρώπους γενέσθαι προτρεπόμενος.

ΤΜΖʹ. ΜΑΡΤΙΝΙΑΝῼ ΚΑΙ ΖΩΣΙΜῼ. Περὶ ἀναλγησίας. Εἰ μήτε τῆς θείας παιδείας εἰς νουθέτησιν ὑμῖν γινομένης αἰσθάνεσθε, μήτε τὰς ἡμετέρας ὑπομνήσεις εἰς μετάγνωσιν δέχεσθε, Χάρυβδίς τίς ἐστε, ἅδῃ καὶ ἀπωλείᾳ ἐοικυῖα, πάντα τὰ διδόμενα εἰς ἀφανισμὸν καταπίνουσα, ἧς ὁ πάντων δυνάστης Χριστὸς ἐμφράξει τὸ στόμα, ἵνα φυλάξητε τὰς θείας ἐντολάς, καὶ κἂν ὀψέ ποτε παλινῳδίαν ᾄσητε.